ΑΝΕΚΔΟΤΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΓΙΟΥ ΝΕΟΜΑΡΤΥΡΟΣ ΣΤΑΜΑΤΙΟΥ

 

Ποιηθεῖσα παρὰ Μοναχοῦ Ἰακώβου Κωφοῦ Νεοσκητιώτου,

ἐν ἔτει 1860

Νῦν τὸ πρῶτον ἐκδιδομένη ὑπὸ τοῦ ἐλαχίστου ἐν Θεολόγοις ΑΠΟΣΤΟΛΟΥ Ν. ΖΑΧΑΡΟΥ τοῦ ἐκ Συκῆς τοῦ Βόλου.

ΒΟΛΟΣ 1991

 

Τοῦ Βόλου τερπνὸν βλάστημα, αἶσχος

τῶν ἐκ τῆς Ἀγαρ,

Τῶν νεοάθλων καύχημα Σταμάτιε,

τρισμάκαρ,

Αἴταξε ἤδη τὸν Χριστὸν ὑπὲρ τῶν σὲ τιμώντων,

Καὶ τὴν ἁγίαν μνήμην σου λαμπρῶς ἐπιτελούντων,

ἀθλητὰ Σταμάτιε.

Πατρίδαν δέ σου τὴν ἐπικεκλημένην

ἐπ' ὀνόματι Μεγάλου Γεωργίου,

Φυλάττε ἀπήμονα παντοίας βλάβης.

Καὶ κακώσεως Νεομάρτυς Σταμάτιε.

 

Ἑσπέρας τὸ Μακάριος ἀνήρ. Κύριε ἐκέκραξα. Ψάλλομεν πρῶτον τῆς Ἁγίας Εἰκόνος δ'. καὶ τοῦ Ἁγίου δ'.

Ἔδωκας σημείωσιν ἦχος δ'.

Ἡμέρα χαρμόσυνος, ἐν τῇ κοιμήσει συνέλαμψε τῆς ἁγνῆς θεομήτορος, ἡ ἔνδοξος ἄθλησις, στερροῦ Σταματίου, τοῦ γόνου τοῦ Βόλου, καταφαιδρύνουσα πιστῶς, τοὺς ἐκτελοῦντας αὐτοῦ τὴν πάνσεπτον, μνήμην τὴν ἀεισέβαστον, καὶ προσκυνούντων τὰ λείψανα, ἰαμάτων χαρίσματα, τοῖς νοσοῦσι παρέχοντα.

 

Ἐπέστη ἡ μνήμη σου, ἡ φωταυγὴς καὶ σεβάσμιος, ἀθλοφόρε Σταμάτιε, ἐνθέως φαιδρύνουσα, συμπατριωτῶν σου, πρόσωπα καὶ πάντας, ὑμνεῖν ἐγείρουσα τοὺς σοὺς ἀγῶνας μάρτυς τοὺς ὑπὲρ πίστεως, δι' ὧν Χριστὸν ἐδόξασας, καὶ ἀσεβοῦντας κατῄσχυνας καὶ τυράννων κατέβαλες, τὴν ὀφρὺν καὶ τὸ φρύαγμα.

 

Πατρίς σου ἡγίασται, καὶ ἀληθῶς εἰς τὰ πέρατα, οἰκουμένης γνωρίζεται, Σταμάτιε ἔνδοξε, καὶ νῦν γηθομένη, ἄγει σου τὴν μνήμην, τῆς τελειώσεως πιστῶς, ἀνευφημοῦσα τοὺς θείους ἄθλους σου, δεσμὰ εἱρκτῆς τε τὴν κάκωσιν καὶ ἐκτομὴν σεπτῆς κάρας σου,πρὸς Χριστὸν κεκτημένην σε, πρέσβυν ὄντως θερμώτατον.

 

Ὅλος ἀνακείμενος, Χριστῷ Σταμάτιε ἔνδοξε τάς ποινὰς τῶν κολάσεων, γενναίως ὑπήνεγκας, ὡς πάσχοντος ἅλλου, μάρτυς ἀθλοφόρε, κάραν τμηθεὶς δὲ καρτερῶς, συμβασιλεύεις αὐτῷ λαμπρότατα, πορφύραν τήν τοῦ αἵματος, περιφανῶς ἐνδυσάμενος καὶ στεφθεὶς διαδήματι, τῷ τῆς νίκης ἀοίδιμε.

Δόξα ἦχος α'.

Τὴν μνήμην τῆς σεπτῆς σου ἀθλήσεως, ἄγοντες σήμερον, νεομάρτυς Σταμάτιε, εὐλαβῶς σε γεραίρομεν, Χριστὸν τὸν σταδιάρχην δοξάζοντες, τὸν σὲ ἐνισχύσαντα καταπαλαίσαι τυράννους, καὶ νικητὴν ἀναδείξαντα· ὡς ἀδάμας στερρὸς γὰρ ὑπέμεινας, τὴν τομὴν τήν του ξίφους, τὴν μέλλουσαν ἀντίδοσιν ἀποσκοπῶν τὴν ἐν οὐρανοῖς· καὶ νῦν τὰ γέρα τῶν ἄθλων σου κομισάμενος, παρέχεις ἑκάστοτε, πηγὴν ἰαματων, τοῖς πίστει τιμῶσί σε, καὶ τελοῦσι τὴν εὔσημον μνήμην σου, στεφανίτα γενναῖε Σταμάτιε.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

 

Εἴσοδος. Τὸ φῶς ἱλαρόν. Προκείμενον καὶ τὰ Ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.

Τάδε λέγει Κύριος, πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν, τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ· γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσατέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος, Θεὸς, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων, ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος, ὑμεῖς ἐμοὶ Μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν  ὁ  ἐκ τῶν ἐχθρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος  ὁ  Θεός,  ὁ  λυτρούμενος ἡμᾶς  ὁ  Ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνᾶναι, καὶ  ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσίν ἐν εἰρήνῃ· καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι  ὁ  Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ, κρατήσουσι λαῶν καὶ κρινοῦσιν ἔθνη καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἒπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ  ὁ  μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι ἡ δεξιὰ αὐτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ἁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνης καὶ περιθήσεται, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει αὐτῷ  ὁ  κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπῶν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφθήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως, ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε. Μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ἡμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

 

Εἰς τὴν Λιτὴν Ἰδιόμελα,

Ἦχος α'.

Ἀγάλλου ἐν Κυρίῳ ἡ μεγαλόφωνος τῶν εὐσεβῶν ὁμήγυρις, εὐφραίνου καὶ τέρπου ἡ κώμη Βόλου ἡ τοῦ ἐνδόξου Μεγαλάθλου Γεωργίου ἐπωνυμίαν πλουτοῦσα· ἰδοὺ γὰρ ἡ τοῦ συνάθλου λαμπροῦ Μάρτυρος τῆς ἀληθείας, παμφαὴς μνήμη ἐξέλαμψε, συγκαλοῦσα πάντας πρὸς ἑστίασιν πνευματικὴν καὶ τῷ Σωτῆρι βοᾷν προτρέπουσα· ὡς ἐμεγαλύνθη ἡ δόξα σου Κύριε, ὅτι ἐν ἀσθενείᾳ σαρκός, τὸν ἰσχυρὸν κατέβαλες καὶ τὴν τούτου ὀφρὺν εἰς γῆν κατεπάτησας, ἀλλ'  ὁ  τὸν σὸν ἀθλητὴν Σταμάτιον ἐνισχύσας κατὰ τοῦ ἀντιπάλου, καὶ ἡμᾶς λιταῖς αὐτοῦ κατὰ παθῶν ἐνίσχυσον καὶ σῶσον τάς ψυχὰς ἡμῶν.

Ἦχος β'.

Ὡς μέγας καὶ πολύς σου  ὁ  πόθος πρὸς Χριστὸν Σταμάτιε ἀθλητά· ῥωμαλαίῳ γὰρ φρονήματι πρὸς πόλιν ἀσεβῶν ηὐτομόλησας, σαρκὸς μὴ φεισάμενος καὶ Χριστὸν ἐδόξασας, ὃν καὶ τῇ ἀποτομῇ τῆς τιμίας σου κάρας ὑπερηύφρανας· παρρησίαν οὖν ὡς ἔχων πρὸς αὐτὸν ἱκέτευε ὑπὲρ τῶν ἐκτελουντων τὴν μνήμην σου.

Ἦχος δ'.

Τὴν τῶν Μαρτύρων καλλονὴν καὶ ἱερὰν προσθήκην, Βόλου κώμης ἐπωνύμου Γεωργίου ἐνδόξου τὸ βλάστημα, Σταμάτιον τὸν θεῖον, ἐν ᾠδαῖς ᾀσμάτων εὐφημήσωμεν, τὸν τῇ ἐκτομῇ τῆς τιμίας αὐτοῦ κεφαλῆς Χριστὸν δοξάσαντα καὶ τῇ ἐκχύσει τοῦ πανιέρου αὐτοῦ αἵματος, τὴν Κωνσταντίνου πόλιν ἡγίασε καὶ παρρησίαν ἀθλητικὴν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, πρεσβεύει ὑπὲρ τῶν τιμώντων αὐτόν.

Ὁ αὐτός.

Τὴν μνήμην τῆς σῆς ἀθλήσεως, πιστῶς ἄγοντες, ἀνυμνοῦμεν Σταμάτιε Χριστὸν τὸν Θεόν, τὸν ἐνισχύσαντα παραδόξως καὶ νικητὴν κατ' ἐχθρῶν ἀναδείξαντα· εἶχες γὰρ ἐνδυναμοῦντα αὐτόν, ὑπὲρ οὗ καὶ τὸ αἷμά σου ἐξέχεας καὶ τὴν πίστιν μέχρι τομῆς τῆς σεπτῆς κεφαλῆς σου, ἀδιάσειστον τηρήσας, εἰς οὐρανοὺς ἀνέδραμες κατατρυφῶν τῆς θείας δόξης αὐτοῦ, πρεσβεύων διηνεκῶς, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου.

Δόξα Ἦχος πλ. α'.

ᾈσματικὴν χορείαν κροτήσωμεν σήμερον ὦ φιλέορτοι, ἐπὶ τῇ μνήμῃ τοῦ Καλλιμάρτυρος Σταματίου τοῦ πανενδόξου· οὗτος γὰρ ἐν τῷ σταδίῳ τῶν ἀνόμων τὴν θεότητα τοῦ Σωτῆρος ἐκήρυξε καὶ τῆς Τριάδος γέγονεν ὑπέρμαχος καὶ τὸν τῆς νίκης στέφανον ἐκομίσατο, διὸ καὶ τοῖς ἐπικαλουμένοις αὐτὸν μετὰ πίστεως ἐπίκουρος ἐφίσταται. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ  ὁ  Θεός, ἐλέησον καὶ σῶσον τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν τῆς ἑορτῆς.

 

Εἰς τὸν Στίχον προσόμοια

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ἄγει ἐτησίαν ἑορτήν, κώμη Γεωργίου τοῦ θείου, Μάρτυς Σταμάτιε, μνήμην ἑορτάζουσα τῆς σῆς ἀθλήσεως καὶ γεραίρει σοὺς ἄθλους, οὓς Μάρτυς ὡς ῥόδα εὔοσμα κατέχουσα, τοὺς εὐπατρίδας καλεῖ, οἳ καὶ συνελθόντες ἐν πίστει, ᾄσμασι γεραίρουσι ταύτην, δόξαν τῷ Κυρίῳ ἀναπέμποντες.

 

Στίχος. Θαυμαστὸς  ὁ  Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

 

Ὅτε παρεδόθης ἀθλητά, εἰς τὸ τῆς ἀθλήσεως σκάμμα Μάρτυς Σταμάτιε, τότε ὡς ἀπτόητος λέων διήλεγξας τὴν κακίστην ἀσέβειαν καὶ ἄθεον πλάνην, πίστιν δέ ἐκήρυξας Χριστοῦ τὴν ἔνθεον· ὅθεν τὸν ἀγῶνα τελέσας, νῦν μετὰ Μαρτύρων χορεύεις καὶ μετὰ ἀγγέλων συναγὰλλεσαι.

 

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ.

 

Πάθος  τοῦ  Χριστοῦ  κατανοῶν,  ἔνδοξε  Σταμάτιε  Μάρτυς ἐν τῇ καρδίᾳ σου, ἔσπευσας πρὸς θάνατον ἀκολουθήσας αὐτῷ, καὶ προθύμως τὸ στάδιον, σοφὲ τῶν ἀγώνων ὑπῆλθες νευρούμενος ἐν τῇ ἰσχύϊ αὐτοῦ· ὅθεν ἐκτμηθεὶς κεφαλήν σου, χαίρων συνανῆλθες τρισμάκαρ, τῷ παμβασιλεῖ εἰς τὰ οὐράνια.

Δόξα. Ἦχος δ'.

Μαρτυρικὴ πανήγυρις ἐπέστη σήμερον ἡμῖν, ἀθλητικῶν παλαισμάτων θεωρία προτιθεμένη. Δεῦτε πιστοὶ μυστικῶς τῶν θεαμάτων αὐτῆς κατατρυφήσωμεν καὶ ἐμπλησθῶμεν κατανύξεως·  ὁ  γὰρ ἔνδοξος ἀθλητὴς Σταμάτιος πρὸ τοῦ ναοῦ τῆς του Θεοῦ Λόγου Σοφίας, τὴν κεφαλὴν ἀπετμήθη· διὸ καὶ ἡμεῖς χαρμοσύνως τὴν μνήμην αὐτοῦ ἑορτάσωμεν, ἵνα λάβωμεν δι' αὐτοῦ παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Καὶ νῦν τῆς ἑορτῆς.

 

Ἀπολυτίκιον. Ἦχος δ'.

Ὁ  μάρτυς Σταμάτιος ἐν τῇ ἀθλήσει αὐτοῦ, ἡμᾶς συνεκάλεσε μέλψαι τὴν μνήμην αὐτοῦ, τὴν θείαν ἐν ᾄσμασιν· οὗτος γὰρ  ὁ  γενναῖος, τοῦ Σωτῆρος ὁπλίτης, ᾔσχυνε τοὺς τῆς Ἀγαρ ἀσεβεῖς ἀποτόμως· διὸ καὶ διὰ ξίφους στέφος ἀπήλειφε.

Καὶ Ἁγίου Μανδηλίου καὶ τῆς Ἑορτῆς.

 

Εἰς τὸν ὄρθρον καθίσματα.

 

Μετὰ τὴν α' στιχολογίαν.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν νέον ἀθλητήν, τοῦ Σωτῆρος ἐν ὕμνοις, Σταμάτιον πιστοὶ εὐφημήσωμεν πόθῳ, τὰ ἆθλα τούτου μέλποντες καὶ ἀγῶνας καὶ σκάμματα ἃ ὑπέμεινεν, ὑπὲρ Χριστοῦ τῆς ἀγάπης καὶ κατῄσχυνε θράσος ἀνόμων καὶ στέφος οὐράνιον εἴληφε.Δὶς

Καὶ τῆς ἑορτῆς. Ὁ πάντιμος χορός.

 

Μετὰ τὴν β' στιχολογίαν.

Κάθισμα. Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Τὸν γενναῖον ὁπλίτην Χριστοῦ Σταμάτιον, τόν του Βόλου τῆς κώμης τοῦ Γεωργίου βλαστόν, ἐπαξίως ἐν ᾠδαῖς ἀνευφημήσωμεν, ὅτι ἐνήθλησε στερρῶς καὶ κατῄσχυνε βουλὰς ἀνόμων Σταυροῦ τῷ ὅπλῳ, καὶ νῦν πρεσβεύει Κυρίῳ ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Δίς.

Καὶ τῆς ἑορτῆς.

 

Μετὰ τὸν πολυέλεον.

Θείας πίστεως ὁμολογίᾳ.

Χαῖρε βλάστημα, τῆς κώμης Βόλου, Γεωργίου τε τῆς ἐπωνύμου καὶ ὀρθοδόξων Σταμάτιε καύχημα· τῶν ἀσεβῶν γὰρ τὴν πλάνην διήλεγξας καὶ τὴν ὀρθόδοξον πίστιν ἐκήρυξας, καρτερόψυχε, Χριστὸν ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν πόθῳ εὐφημούντων σε. Δὶς

καὶ

Ἓν τῇ γεννήσει σου, σύλληψις ἄφθορος.

 

Οἱ Ἀναβαθμοί. Τὸ α' ἀντίφωνον τοῦ δ'. ἤχου

Προκείμενον ἦχος δ'.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος

Στιχ. ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Εὐαγγέλιον κατὰ Λουκᾶν.

Εἶπεν  ὁ  Κύριος προσέχετε ἀπὸ τῶν ἀνθρώπων.

Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 

Πεντηκοστάριον. Ἦχος β'.

Διανύσας εὐσεβῶς τὸν θεῖον δρόμον τοῦ μαρτυρίου νῦν ἐν οὐρανοῖς αὐλιζει, στερρὲ ἀθλητὰ Σταμάτιε, ἀλλ' αἴτησαι ἡμῖν τοῖς τιμῶσί σε καὶ τελοῦσι την μνήμην σου, δωρηθῆναι παρὰ Χριστοῦ τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Ὁ Κανὼν τῆς Κοιμήσεως εἷς. Καὶ τοῦ Ἁγίου Μανδηλίου. Καὶ τοῦ Ἁγίου  ὁ  πάρων

ᾨδὴ α'.

Ἦχος δ'.  Ἀνοίξω τὸ στόμα μου.

Ταῖς θείαις ἐλλάμψεσι τῆς Τρισήλιου Θεότητος, τὸν νοῦν μου καταύγασον Μάρτυς Σταμάτιε, τοῦ ὑμνῆσαί σου τὴν μνήμην ἐπαξίως, ἱερεῖς ἐν ᾄσμασι τὴν θεοδόξαστον.

 

Ἰσχύϊ  Σταμάτιε, παντοδυνάμῳ ῥωννύμενος, Χριστοῦ καταβέβληκας ὀφρὺν ἀτίθασον αἰσθητῶν σοφὲ καὶ νοητῶν γενναίως, ἐχθρῶν· ὅθεν σήμερον, μνήμην σου μέλπομεν.

 

Τριάδι Σταμάτιε, τῇ ἑνιαίᾳ θεότητι ἐν δόξῃ ἱστάμενος καὶ αὐγαζόμενος, καθικέτευε ὑπὲρ ἡμῶν τῶν πόθῳ τὴν ἔνδοξον μνήμην σου, τελούντων ἅγιε.

Θεοτοκίον

Παρθένε πανάμωμε, σὺν Σταματίῳ ἱκέτευε υἱόν σου τὸν εὔσπλαχνον, δοῦναι συγχώρησιν τῶν πταισμάτων μου καὶ θείας βασιλείας τὴν οἴκησιν δοῦναί μοι ὡς ὑπεράγαθος.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου.

 

ᾨδὴ γ'.

Τοὺς σοὺς ὑμνολόγους.

Τῷ ὅπλῳ Σταυροῦ καθωπλισμένος, εἰσῆλθες καὶ ἔστης σταθερῶς, πρὸ δικαστῶν Σταμάτιε, τυράννων καὶ ἐκήρυξας Χριστὸν τὸν Θεὸν καὶ ἄνθρωπον καὶ νίκης στέφανον εἴληφας.

 

Τυράννους ἐξέπληξας κηρύξας, Θεὸν εἶναι μόνον τὸν Χριστὸν καὶ τὴν αὐτῶν ἀσέβειαν ἐλέγξας ἀξιάγαστε,τὴν κάραν σου ἐξετεμον καὶ νίκης στέφανον εἴληφας.

Δόξα.

Τριάδος σεπτῆς τὸ θεῖον κράτος κηρύττων, ἀνόμοις ἀθλητά, ὑπέμεινας στερρότατα βασάνων τὴν δριμύτητα καὶ ἐκτομὴν τῆς κάρας σου, στεφανηφόρε Σταμάτιε.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ Λόγος Θεοῦ ἐκ σοῦ Παρθένε, βροτείαν ἀνείληφε μορφήν, οὗ Μάρτυς ἀπαράτρωτον,  ὁ  ἀθλητὴς Σταμάτιος, Βόλου τῆς κώμης βλάστημα, μεθ' οὗ σῷζε τοὺς δούλους σου.

Καταβασΐα. Τοὺς σοὺς ὑμνολόγους.

 

Κάθισμα. Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.

Τὸν γενναῖον ἀθλητὴν καὶ στρατιώτην τοῦ Χριστοῦ, ἀνευφημήσωμεν πιστοί, ἐν τῇ σεπτῇ μνήμῃ αὐτοῦ, ἐν ὕμνοις πάντες τὸν ἔνδοξον Σταμάτιον δι' οὗ ἡ τυραννὶς τοῦ ἀοράτου ἐχθροῦ, δυνάμει τοῦ Σταυροῦ καταπεπάτηται καὶ νοσημάτων ἴασις πλουσίως παρὰ Κυρίου δεδώρηται, τοῖς ἐκτελοῦσι πιστῶς τὴν θείαν καὶ σεπτὴν ἑορτὴν αὐτοῦ.

Καὶ τῆς ἑορτῆς. Ἀναβόησον Δαβίδ.

 

ᾨδὴ δ'.

Τὴν ἀνεξιχνιαστον.

Ἔστηκας πρὸ βήματος τῶν ἀσεβῶν, Μάρτυς τοῦ Σωτῆρος Σταμάτιε, Χριστὸν κηρύττων καὶ ὑπέμεινας στερρῶς, τοὺς σπαραγμοὺς τοῦ σώματος καὶ τὴν ἐκτομὴν σεπτῆς κάρας σου.

 

Ὑπὲρ τὰ ὁρώμενα πάντα τὸν νοῦν, ὕψωσας τρισμάκαρ Σταμάτιε· διὸ οὐδέν σε τῆς ἀγάπης τοῦ Χριστοῦ, τῆς θείας ἀπεχώρησεν, οὐχ εἱρκτὴ οὐ κάρας σου ἔκτμησις.

Δόξα.

Πάτερ ἐπουράνιε καὶ παντουργέ, Λόγε τοῦ πατρὸς συναΐδιε καὶ θεῖον Πνεῦμα, Σταματίου ταῖς Λιταῖς, σῶσον τοὺς ἑορτάζοντας, μνήμην νῦν αὐτοῦ τὴν σεβάσμιον.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν παμμακάριστον καὶ ἀληθῆ, ὄντως Θεοτόκον ἐκήρυξεν, ἐν τῷ σταδίῳ,  ὁ  γενναῖος ἀθλητὴς Σταμάτιος καὶ ἤθλησε καὶ στεφάνῳ δόξης κεκόσμηται.

 

ᾨδὴ ε'.

Ἐξέστη τὰ σύμπαντα.

Πορφύραν ἐξ αἵματος, οἰκείου ὦ Σταμάτιε, βαφεῖσαν ἐνδέδυσαι ἀξίως καὶ τῷ Δεσπότῃ συμβασιλεύεις Χριστῷ καὶ ζῇς αἰωνίως σὺν αὐτῷ, κάλλους τὸ διάδημα περικείμενον ἄφθαρτον.

 

Ζωὴν τὴν αἰώνιον, ποθήσας τὴν ἐπίκηρον, εἰς θάνατον δέδωκας προθύμως, ἧσπερ τυχὼν νῦν ἐν οὐρανοῖς ἀθλητά, πρέσβευε Σταμάτιε Χριστῷ, ὑπὲρ τῶν τελούντων τὴν σεπτὴν μνήμην ἔνδοξε.

 

Τριὰς ἀδιαίρετε, λιταῖς τοῦ ἀθλοφόρου σου ῥῦσαι ἡμᾶς πάσης ἐπηρείας τοῦ ἀλλοτρίου καὶ καθοδήγησον, εἰς εὐθεῖαν τρίβον τοῦ ποιεῖν τὰ εὐαρεστοῦντά σοι, καὶ ῥυσθῶμεν κολάσεως.

Καὶ νῦν. Θεοτοκίον.

Ἰσχὺν καὶ ὀχύρωμα, σὲ  ὁ  κλεινὸς Σταμάτιος, ἔχων Θεοτόκε, ἠγωνίσθη, κατὰ τῆς πλάνης Ἀγαρηνῶν τῆς δεινῆς καὶ τρόπαια ᾖρε τὰ λαμπρὰ κατ' αὐτῆς κηρύττων σε Θεοτόκον πανάμωμον.

 

ᾨδὴ στ'.

Τὴν θείαν ταύτην.

Τοῦ Σταματίου πανήγυριν, Νέου ἀθλητοῦ ἐορτάζοντες πιστοὶ δοξάσωμεν Χριστὸν τὸν τοῦτον ἰσχύσαντα, παλαῖσαι καὶ νικῆσαι τὸν πολυμήχανον.

 

Ὡς ἔχων Μάρτυς Σταμάτιε, μεγίστην παρρησίαν πρὸς Κύριον,  αὐτὸν ἱκέτευε τοῦ λυτρωθῆναι κολάσεως, τοὺς πόθῳ ἀνυμνοῦντας τὴν μνήμην σου.

 

Προσπίπτω  φόβῳ  ὁ   δοῦλός  σου,  Τριὰς  ἡ  παναγία, δεόμενος  σῶσον ἐλέησον,  ταῖς Σταματίου δεήσεσι καὶ βασιλείας θείας με καταξίωσον.

Καὶ νῦν. Θεοτοκίον.

Ζωῆς μητέρα γινώσκων σε, παρθένε  ὁ  γενναῖος Σταμάτιος ζωῆς ἠλόγησε καὶ τάς βασάνους ὑπέμεινε καὶ στέφος τὸ τῆς νίκης χαίρων ἀπείληφε.

Καταβασία. Τὴν θείαν ταύτην.

 

Κοντάκιον. Ἦχος δ'.

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Καταβαλὼν τῶν ἀσεβῶν τάς ἐπάρσεις, ὡς στρατιώτης δυνατὸς τοῦ δεσπότου, νικητικὸν βραβεῖον ἐπανείληφας ἔνδοξε Σταμάτιε, ὡς γενναῖος ὁπλίτης· ὅθεν ἐκτελοῦμέν σου τὴν πανέορτον μνήμην, ἐν ᾗ δυσώπει σῴζεσθαι ἡμᾶς τοὺς σὲ ὑμνοῦντας γενναῖε Σταμάτιε.

 

Ὁ Οἶκος.

Ταν λαμπρὸν ἀριστέα Χριστοῦ καὶ ἀήττητον Μάρτυρα, τῶν Νεοάθλων καλλονὴν καὶ ἱερὰν προσθήκην, Σταμάτιον συμφώνως ἐγκωμίων ἄνθεσιν ἐπαξίως καταστέψωμεν, ὡς ἐνθέοις ὀσμαῖς τῶν ἄθλων αὐτοῦ ἡμᾶς εὐωδιάσαντα· διὸ καὶ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ καὶ τοὺς λαμπροὺς ἀγῶνας αὐτοῦ καταγεραίρομεν, βοῶντες πρὸς αὐτόν, Χριστὸν δυσώπει σῴζεσθαι ἡμᾶς, τοὺς σὲ ὑμνοῦντας, γενναῖε Σταμάτιε.

 

Συναξάριον.

Τῷ αὐτῷ μηνὶ Αὐγούστῳ ιστ' (ιε') ἄθλησις τοΰ Ἁγίου Νεομάρτυρος Σταματίου,  τοῦ  ἐκ τῆς κώμης Βόλου καλουμένης Ἅγιος Γεώργιος. Ἐν ἔτει 1680.

Στίχοι.

Ὁ Σταμάτιος εὗρε τὴν κάτω στάσιν, ἀεικίνητον δ' εὗρε τὸν ἄνω δρόμον.

Πέμπτην καὶ δεκάτῃ Σταμάτιος ἐτρώθη ξίφει.

(Ὅρα ἔμπροσθεν τὸ Μαρτύριόν του.)

 

ᾨδὴ ζ'.

Οὐκ ἐλατρευσαν.

Βόλος σήμερον γεραίρει τοὺς ἀγῶνάς σου Μάρτυς Σταμάτιε καὶ ἐκτελεῖ σου λαμπρῶς τὴν μνήμην, ἡ κώμη δὲ τοῦ Γεωργίου τερπνῶς ἐπαγάλλεται καὶ συγκαλεῖ τὰς πέριξ δὲ κώμας μέλψαι σου τὰ ἆθλα.

 

Οὐκ ἐσάλευσαν, τὸν πύργον τῆς ἀνδρείας σου Μάρτυς Σταμάτιε, τυράννων αἱ ἀπειλαὶ, οὐ πεῖρα κολάσεων, οὐδὲ τοῦ ξίφους σφαγὴ ἣν ὑπέμεινας, πόθῳ Χριστοῦ φλεγόμενος καὶ ἀγάπῃ διαπύρῳ.

 

Εὐφημοῦμέν σε Σταμάτιε πανένδοξε καὶ θείοις ᾄσμασι τιμῶμέν σε ἀθλητά, ὡς ἀκαταγώνιστον τῆς θείας πίστεως, ὄντα πρόμαχον καὶ πολιοῦχον ἄριστον καὶ προστάτην ἡμῶν θεῖον.

Καὶ νῦν. Θεοτοκίον.

Μαστιζόμενος εἱρκτῇ τε συγκλειόμενος καὶ θανατούμενος, Παρθενομῆτορ ἁγνή,  ὁ  Μάρτυς Σταμάτιος οὐκ ἐξηρνήσατο ἀλλ' ἐκήρυξε τὸν σὸν υἱὸν Θεάνθρωπον καὶ σὲ ὄντως Θεοτόκον.

 

ᾨδὴ η'.

Παῖδας εὐαγεῖς.

Τοὺς πόθῳ τὴν μνήμην σου τελοῦντας καὶ πίστει εἰλικρινεῖ σεπτὴν εἰκόνα σου, πόθῳ κατασπάζουσι, φύλαττε, Σταμάτιε καὶ τὴν ὑγείαν βράβευσον καὶ ἐκ παντοίων δεινῶν ἀπήμονας σοφὲ διατήρει, ταῖς πρὸς τὸν Δεσπότην εὐπροσδέκτοις λιταῖς σου.

 

Ὅλος παμφαὴς Θεῷ παρεστώς, τῶν ἄθλων μαρμαρυγαῖς καταστραπτόμενοι ἔνδοξε Σταμάτιε, σὺν ἀγγέλων τάγμασι καὶ ἀθλητῶν στρατεύμασι μέλπων γηθόμενος τὸν Κύριον ἀλήκτως, ἐν ὕμνοις καὶ αἰωνιζούσης χαρᾶς ἐπαπολαύων.

Δόξα.

Ὦ Πάτερ Υἱὲ καὶ θεῖον Πνεῦμα, Τριὰς καὶ μονὰς ἡ ὑπερούσιος, φώτισον ἁγίασον τοὺς ὑμνολογοῦντάς σε, εὐχαῖς τοῦ Νεομάρτυρος, σοῦ Σταματίου στερροῦ καὶ δόξης σου ἀξίωσον πάντας ὅπως σὲ ὑμνῶμεν εἰς πάντας τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον.

Τρανῶς ἀνεκήρυξε Παρθένε, τὸ μέγα Μυστήριον τοῦ τόκου σου  ὁ  στερρὸς Σταμάτιος εἰς εἱρκτὴν δεσμούμενος καὶ ἀσεβῶν διήλεγξε πλάνην καχέσπερον καὶ κάραν ἀπετμήθη γενναίως καὶ νῦν συγχωρεύει ἀγγέλων ταῖς χορείαις.

 

ᾨδὴ θ'.

Ἅπας γηγενής.

Δεῦτε εὐλαβῶς τὴν μνήμην τελέσωμεν τοῦ θείου Μάρτυρος Σταματίου σήμερον καὶ τὴν εἰκόνα κατασπασώμεθα· καὶ πίστει προσκυνήσωμεν ἀπαρυόμενοι, θείαν χάριν τὴν ἐκ ταύτης βρύουσαν, ἐκ πηγῆς ἀκένωτου φιλέορτοι.

 

Δέξαι ἀθλητὰ τὸν πόθον τὸν ἔνθεον ὡς χριστομίμητος, τῶν ἀνευφημούντων τοὺς θείους ἄθλους καί ἐκτελοῦντας τὴν θείαν μνήμην , στερρὲ Σταμάτιε τὴν λαμπρὰν σήμερον, καὶ τὸν τύπον σχετικῶς τιμώντων σου καὶ παράσχου ἑκάστῳ τὰ πρόσφορα.

 

Πἄντας τοὺς τὸ σὸν τελοῦντας Μνημόσυνον καὶ σὲ γεραίροντας, ἔνδοξε Σταμάτιε,  σκέπε καὶ φρούρει ταῖς σαῖς δεήσεσι καὶ νόσους ἀποσὀβησον, ῥῶσιν τε βράβευσον καὶ συντήρει ἅγιε ἀπήμονας, ἀπὸ βλάβης δεινῆς τοῦ ἀλάστορος.

Δόξα.

Ἄναρχε Τριάς, ἀμέριστε ἄκτιστε, ἀκατάληπτε, Θεὲ Παντοδύναμε, ταῖς ἱκεσίαις τοῦ σοῦ θεράποντος, νῦν Σταματίου βράβευσον τῷ φιλοχρίστῳ λαῷ τὴν εἰρήνην, ῥῶσιν τε τοῖς κάμνουσι καὶ ψυχῶν σωτηρίαν ὡς εὔσπλαγχνος.

Καὶ νῦν. Θεοτοκίον.

Φθέγματι λαμπρῷ, γλώσσῃ διατόρῳ τε, τρανὼς ἐκήρυξεν ὄντως Θεοτόκον σε ἐν τῷ σταδίῳ Παρθένε ἄχραντε,  ὁ  θαυμαστὸς Σταμάτιος καὶ τὴν ἀντίθεον τῶν ἀνόμων πλάνην ἐστηλίτευσε καὶ τὸ στέφος τῆς νίκης ἐδέξατο.

Καταβασία. Ἅπας γηγενής.

 

Ἐξαποστείλαριον.

Γυναῖκες ἀκουτισθητε.

Περιχαρῶς τὴν μνήμην σου, ἑορτάζομεν ἅπαντες καὶ τὴν εἰκόνα σου πόθῳ Σταμάτιε προσκυνοῦμεν καὶ πόθῳ σε γεραίρομεν, πολιοῦχόν σε ἔχοντες· σὺ οὖν ἡμᾶς περίσωζε, ἀπὸ παντοίας ἀνάγκης καὶ βλάβης τοῦ ἀλλοτρίου.

Θεοτοκίον. Ὅμοιον.

Μαρία κυριώνυμε, ἄσπιλε παναμώμητε, τοὺς ἐν ᾠδαῖς τε καὶ ὕμνοις ἀνευφημοῦντας ἐκ πόθου Σταμάτιον τὸν Μάρτυρα τὸν σὲ Θεογεννήτριαν κηρύξαντα ἐν σταδίῳ, ἀξίωσον σαῖς πρεσβείαις λαβεῖν πταισμάτων τὴν λύσιν.

 

Εἰς τοὺς αἴνους. Πᾶσα πνοή.

Προσόμοια. Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Δεῦτε συμφώνως ἐν ὕμνοις πιστοὶ τιμήσωμεν, τὴν σεβάσμιον μνήμην, τοῦ λαμπροῦ Σταματίου τοῦ πόθῳ διαπὺρῳ πρὸς τὸν Χριστόν, ἀνδρικῶς ἐναθλήσαντος καὶ τὴν ἐρίτιμον κάραν ἀποτμηθείς, σὺν ἀγγέλοις νῦν ἀγάλλεται.

 

Μαρτυρικὴ πανδαισία πρόκειται σήμερον, δεῦτε οὖν ἐν ᾀσμάτων εὐφρανθῶμεν ἐνθέως, τερπνότητι ὑμνοῦντες τὸν ἀθλητὴν νῦν Σταμάτιον χαίροντες, ὡς ἀριστέα λαμπρότατον τοῦ Χριστοῦ, φιλεόρτων τὰ συστήματα.

 

Δεῦτε συνδράμωμεν πόθῳ ὦ φιλομάρτυρες, ἐν τῇ εὐσήμῳ μνήμῃ Σταματίου τῇ θείᾳ ἐν ᾄσμασι κροτοῦντες καὶ τοῦτον πιστῶς εὐφημοῦντες προσείπωμεν, τοὺς τὴν σὴν μνήμην τελοῦντας χαρμονικῶς, σῷζε ἔνδοξε πρεσβείαις σου.

 

Καθάπερ ξύλον ὑπάρχεις πεφυτευμένον σοφέ, παρὰ τάς διεξόδους, ψαλμικῶς τῶν ὑδάτων, Σταμάτιε γενναῖε καὶ τὸν καρπόν, ἐτησίως παρέχεις ἡμῖν, τοῖς ἐκτελοῦσι τὴν μνήμην σου τὴν σεπτήν, χάριν ἔλεος καὶ λύσιν εὑρεῖν.

Δόξα. Ἦχος πλ. β'.

Δεῦτε ἅπαντες οἱ πιστοί, τὸν ἀθλητὴν τοῦ Κυρίου καὶ ἔνδοξον Μάρτυρα τῆς ἀληθείας, Σταμάτιον τὸν γενναῖον, ἐν ἐγκωμιοις ᾀσμάτων καὶ εὐόσμοις ἄνθεσι καταστέψωμεν· οὗτος γὰρ  ὁ  πολύαθλος, ὡς ῥόδον ἡδύπνοον παραδόξως ἐβλάστησεν ἐκ τῆς ἐπωνύμου κώμης τοῦ Μεγαλοάθλου Γεωργίου, οὗ καὶ τὴν ἄθλησιν μιμησάμενος παρρησίᾳ τοῖς ἀσεβέσι, Χριστὸν τὸν ἀληθινὸν Θεόν ἑ-κήρυξε καὶ ὑπὲρ αὐτοῦ σφαγιασθεὶς τὸν τῆς νίκης στέφανον ἐν οὐρανοῖς ἀπείληφε καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ἐκτελούντων τὴν θείαν μνήμην αὐτοῦ.

Καὶ νῦν τῆς ἑορτῆς.

 

Δοξολογία Μεγάλη καὶ ἀπόλυσις.

 

Εἰς τὴν Λειτουργίαν Τυπικὰ καὶ ἐκ τοΰ Κανόνος

ᾨδὴ γ'. καὶ στ'.

Απόστολος τοῦ Ἁγίου Δημητρίου καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Γεωργίου.

Μεγαλυνάριον.

Χαίροις  ὁ  ἀήττητος ἀθλητής, πλάνης καθαιρέτης καὶ γενναῖος ἀγωνιστής, χαίροις  ὁ  νικήσας ἀσεβῶν παρατάξεις καὶ νίκης τὸ βραβεῖον ἄρας Σταμάτιε.

 

Ἕτερον.

Ἔθελξέ σε πόθος ὁ τοῦ Θεοῦ Σταμάτιε Μάρτυς καὶ ἀπώσω τὰ γήϊνα· διὸ τοῖς τυράννοις παρέδωκας τὸ σῶμα, ὑπὲρ Χριστοῦ ἀγάπης ὅθεν τιμῶμέν σε.

 

Μαρτύριον τοῦ  Ἁγίου Νεομάρτυρος Σταματίου τοῦ ἐκ τῆς κώμης Βόλου Ἁγίου Γεωργίου.

Εὐλόγησον Πάτερ.

Μαρτυρικὴν ἑορτὴν σήμερον ἐπιτελοῦμεν, χαίροντες καὶ προβαλλόμενοι τὰ ὑπὲρ Χριστοῦ ἆθλα καὶ ἀγῶνας, ὅπου  ὁ  ὁμόπατρις ἡμῶν στερρὸς Νεομάρτυς Σταμάτιος ὑπὲρ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν. Μεθ’ ὅλων ἡ ἁγία μας ἐκκλησία ἄνωθεν καὶ ἐξ ἀρχῆς τιμᾷ τοὺς ὑπὲρ Χριστοῦ τὸ αἷμα αὐτῶν ἐκχέοντας, ὡς παρρησίᾳ μαρτυρήσαντας τὴν θεότητα τοῦ Σωτῆρος ἡμῶν καὶ θάνατον ὑπομείναντας. Ἀκούσατε οὖν μετὰ προθυμίας τὸ μαρτύριον αὐτοῦ νὰ εὐφρανθῆτε πνευματικῶς καὶ τὸν ἅγιον νὰ τιμήσητε, μᾶλλον τὸν Θεὸν τὸν ἐνισχύσαντα αὐτὸν ὑπομεῖναι βασάνους καὶ σφαγὴν καὶ στεφανώσαντα ἐν δόξῃ καὶ τῷ χορῷ τῶν Μαρτύρων συναριθμήσαντα.

Οὗτος  ὁ  εὐλογημένος Σταμάτιος ἦτον ἀπὸ τὸ χωρίον τοῦ Βόλου λεγόμενον Ἅγιος Γεωργιος, ἐκ τῆς ἐπαρχίας Δημητριάδος, ὁ ὁποῖος ἦτον εὐλαβὴς εἰς τὰ θεῖα καὶ ζηλωτὴς ἔνθερμος τῶν καλῶν καὶ ἐναρέτων ἔργων, ὅθεν καὶ ἠξίωσεν αὐτὸν  ὁ  Θεὸς Μαρτυρικοῦ τέλους ὡς θέλομεν εἰπεῖν. Κατ' ἐκεῖνον τὸν καιρὸν συνέβη καὶ ἦλθεν εἰς τὴν χώραν του ἀπὸ τὴν βασιλείαν, ἕνας ἀγᾶς διὰ νὰ συνάξῃ τὰ βασιλικὰ δοσίματα, ἤτοι χαράτζια καὶ λοιπὰ ἐτήσια,  ὁ  ὁποῖος ἔκανε πολλὰς ἀδικίας καταδυναστεύων τοὺς Χριστιανοὺς καθὼς  ὁ  Φαραὼ τὸ πάλαι τοὺς Ἑβραίους εἰς τὴν Αἴγυπτον καὶ ἦτον τὸ κακὸν ὑπὲρ τὴν δύναμιν τους. Ὅθεν μὴ δυνάμενοι νὰ δώσουν τόσα βαρυτατα δοσίματα, ἀπῆλθον εἰς Κωνσταντινούπολιν, θαρροῦντες νὰ εὕρουν δίκαιον καὶ ἐλάφρωσιν. Προσερχόμενοι λοιπὸν ἀνέβησαν εἰς τὸ τιβάνι καὶ παρεστάθησαν ἐνώπιον τοῦ Βεζύρη ἐπιτρόπου τῆς βασιλείας καὶ ἔκλαιον τὴν ἀδικίαν τους.

Ὃ δὲ Βεζύρης θέλωντας νὰ κάμῃ χάριν εἰς τὸν διοικητὴν ἄδικον ἐκεῖνον ἀγᾶν (ἐπειδὴ ἦτον φίλος του), ἐπροσταξε νὰ τὸ διώξουν δέρνοντές τους, σπρώχνοντές τους λοιπὸν οἱ ἄνθρωποί του, τοὺς ἐξεβαλαν ἔξω. Εἰς αὐτοὺς λοιπὸν ἕνας ἦτον καὶ  ὁ  μακάριος οὗτος Σταμάτιος, τινὲς δὲ φίλοι τοῦ ἀδικητοῦ ἐκείνου ἰδόντες αὐτὸν ὁποὺ ἐφώναζε διὰ τὸν ἀδικητὴν περισσότερον ἀπὸ τοὺς ἄλλους τὸν ἐπῆραν καὶ τὸν ἐπῆγαν εἰς τὸν Βεζύρην, λέγοντες ὅτι αὐτὸς ἔγινε τοῦρκος καὶ τώρα εἲναι χριστιανός, καταμαρτυροῦντες οἱ κατάρατοι καὶ συκοφαντοῦντες τὸν Μάρτυρα. Ὁ δὲ Μάρτυς ἠρνεῖτο, λέγων ὅτι: «Οὐδὲν τοιοῦτον ἐποίησα»,  ὁ  δὲ  Βεζύρης τὸν ἔπεμψεν εἰς τὸν κριτὴν ὁποὺ κρίνει τὰς τοιαύτας ὑποθέσεις· ὅθεν ἐρώτησεν αὐτὸν  ὁ  κριτὴς ἐὰν ἔγινε τοῦρκος. Ὁ δὲ Μάρτυς ἠρνεῖτο πάλιν ὅτι ἀδίκως τὸν συκοφαντοῦν, δτι οὐδὲν τοιοῦτον ἐποίησεν, οὐδὲ ἦλθέ ποτε εἰς τὸν νοῦν του τοιοῦτος λογισμός. Ὁ κριτὴς τοῦ εἶπε: «Καὶ ἐὰν δὲν ἔγινες γινοῦ τώρα καὶ ἔλα εἰς τὴν ἐδικήν μας πίστην». Τότε  ὁ  Μάρτυς, ἔκραξε: «Μή μοι γένοιτο νὰ ἔλθω εἰς τόσην ἀγνωσίαν ὦ κριτὰ νὰ ἀρνηθῶ τὸν Χριστόν μου, κάλλιόν μου εἲναι νὰ ἀποθάνω καὶ νὰ εἶμαι μὲ τὸν Χριστόν μου, πάρεξ νὰ ζῶ εἰς τοῦτον τὸν κόσμον μὲ μυρίας ἀναπαύσεις καὶ δόξας βιωτικὰς καὶ νὰ κολασθῶ αἰωνίως». Τότε  ὁ  Κριτὴς ἰδὼν τὸ στερρὸν τοῦ Μάρτυρος, τὸν ἔπεμψε ταχέως εἰς τὸν Βεζύρην καὶ τοῦ ἐμήνυσε τὴν πολλὴν στερρότητα ὁποὺ ἔχει εἰς τὴν πίστην τοῦ Χριστοῦ. Ὁ δὲ Βεζύρης ἔπασχε μὲ πολλοὺς τρόπους καὶ κολακίας νὰ τὸν μεταστρέψῃ ἀπὸ τὴν πίστην τοῦ Χριστοῦ καὶ τοῦ ἔλεγεν «Ἂν γίνῃς τοῦρκος νὰ σὲ κάμω πρῶτον τοῦ παλατίου μου καὶ νὰ σοῦ δώσω βίον πολὺν καὶ δόξαν καὶ τιμήν...». Ὁ δὲ Μάρτυς λαμπρᾷ τῇ φωνῇ ἐβοησεν: «Ἐγὼ πλοῦτον καὶ δόξαν καὶ τιμὴν ἔχω τὸν Χριστόν μου,  ὁ  ὁποῖος μοῦ ἔχει κατοικίαν ἐπάνω εἰς τοὺς οὐρανούς, δόξαν ἀμάραντον καὶ ζωὴν αἰώνιον, αἱ δὲ τιμαὶ καὶ δόξαι αἱ ἐδικαί σου εἶναι πρόσκαιρες, φθαρταὶ καὶ μάταιαι καὶ ταχέως ἀπωλοῦνται ὁμοῦ μὲ ἐκείνους ὁποὺ τὰς ξετρέχουν». Ταῦτα ἀκούσας  ὁ  Βεζύρης τὸν ἔπεμψεν εἰς τὴν φυλακὴν καὶ ἐπρόσταξε νὰ τὸν τιμωροῦν. Ὅσας δὲ τιμωρίας καὶ βάσανα τοῦ ἔκαμαν ἐκεῖ εἰς τὴν φυλακὴν δὲν ἐμάθομεν νὰ τάς γράψωμεν, γνωστὸν ὅμως εἲναι ὅτι εἰς ποδοκάνην τὸν ἔβαλαν καὶ πεπυρωμένην περικεφαλαίαν τοῦ ἔβαλον καὶ στρέβλα τοῦ ἔβαλον καὶ τὸν ἐλιμαχτόνισαν καὶ ἄλλα δεινὰ κατὰ τὴν συνήθειάν των τοῦ ἔκαμαν. Μετὰ δὲ ἡμέρας τινὰς τὸν ἔβγαλον ἀπὸ τὴν φυλακὴν καὶ τὸν ἔστησαν ἔμπροσθεν τοῦ Βεζύρη καὶ τοῦ ἔταξε πάλιν τὰ αὐτά. Ὅθεν ἰδὼν τὸ ἀμετάθετον τῆς γνώμης τοῦ τὸν ἐφοβερισεν ὅτι θέλῃ τοῦ κάμῃ μεγάλας καὶ φρικτὰς τιμωρίας, ἀλλ'  ὁ  Μάρτυς ὡς παίγνια ταῦτα λογιζόμενος ἔλεγεν: «Ἂν καὶ μυρίους θανάτους ἤθελες μοῦ δώσῃς, ἐγὼ τὸν Χριστόν μου δὲν ἀρνοῦμαι, ἂλλ' εἶμαι ἕτοιμος νὰ βασανισθῶ εἰς ὅλην μου τὴν ζωήν». Ταῦτα ἀκούσας  ὁ  Βεζύρης καὶ ὀργῆς μεγάλης πλησθείς, τὸν παρέδωκε τῷ ἐπάρχῳ νὰ τὸν ἀποκεφαλίσῃ,  ὁ  ὁποῖος λαβὼν τὸν Μακάριον παρέδωκε τῷ δημίῳ καὶ φέρωντας αὐτὸν ἔμπροσθεν τοῦ βασιλικοῦ παλατίου εἰς τὴν 'Ἁγίαν Σοφίαν, (ὢ χάριτος ὁποὺ ἠξιώθη!), ἀπέτεμε τὴν ἁγίαν του κεφαλὴν καὶ οὕτως ἠξιώθη  ὁ  Μακάριος νὰ συμβασιλεύῃ μὲ τὸν Χριστόν, διὰ τὸν ὁποῖον ἀπετμήθη τὴν ἁγίαν του κεφαλήν.

Αὐτὸν καὶ ἡμεῖς, ἐγκωμιάζοντες σήμερον καὶ ἐπαινοῦντες τοὺς ἀγῶνάς του καὶ παλαίσματα, καθικετεύομεν λέγοντες ἀθλητὰ Μάρτυς τοῦ Χριστοῦ Σταμάτιε, τὸ τῆς ἡμετέρας κώμης περίφημον βλάστημα καὶ πολιοῦχε καὶ καύχημα, γενοῦ βοηθὸς καὶ ἀντιλήπτωρ ἡμῶν τῶν προσκαλούντων τὸ ἅγιόν σου ὄνομα καὶ ἐπιτελούντων τὴν σεβάσμιον μνήμην σου καὶ βράβευσον ταῖς εὐχαῖς σου ὑγείαν, εὐεξίαν ψυχῆς τε καὶ σώματος καὶ ἐν μὲν τῷ παρόντι βίῳ θεαρέστως ἡμᾶς βιῶσαι ἀξίωσον, ἐν δὲ τῷ μέλλοντι σωτηρίας ἡμᾶς τυχεῖν ταῖς εὐπροσδέκτοις πρεσβείαις σου ἀξιωθοίημεν, ἵνα ὑμνῶμεν σὺν σοὶ Πατέρα, Υἱὸν καὶ Ἅγιον Πνεῦμα, τὸν Ἕνα ἐν Τριάδι Θεόν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

(1860:) (Μαρτίου) (α').