Τῌ Λ´ ΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ

 

Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

 

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ
ΑΛΕΞΑΝΔΡΟΥ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Τὸ πρῶτον δημοσιευθεῖσα ἐν ἔτει 1771

[Μικρὸς Ἑσπερινός] [Μέγας Ἑσπερινός] [Ὄρθρος] [Θεία Λειτουργία] [Παρακλητικὸς Κανών]


ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

            Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ´, καὶ ψάλλομεν τὰ παρόντα προσόμοια, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Σὺ προωρίσθης πρεπόντως, Θεοφόρε, ἵνα τὸν ἀνίερον Ἄρειον, ἔνδοξε, ἐπιστομίσῃς ὡς πάνσοφος, καὶ Θεολόγος, δι᾿ ὃ ἐπέμφθης πρὸς τὴν Συνέλευσιν. Ὅθεν οὖν καὶ ἄναρχον ἐθεολόγησας, μακαριστὴν αἰωνίζουσαν, Τριάδα θείαν, ἀντιμισθίαν, Πάτερ εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευαι σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. (δίς)

 

Προεβιβάσθης ἀξίως, Θεοφόρε, εἰς θρόνον ὑπέρλαμπρον, Πάτερ Ἀλέξανδρε, καὶ ἀνεδείχθης πανάριστος, ποιμὴν ποιμένων, καὶ ζηλωτής τε τῆς θείας πίστεως. Ὅθεν καὶ τὸν βέβηλον σὺ καὶ ἀνίερον, ἱερωμένον λεγόμενον, ὡς τῆς αἰσχύνης, τοὺς ἱερέας εὐχαῖς κατέσφαξας, στεφανηφόρος καὶ ἀήττητος, ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἐθαυμαστώθης ὡς μέγιστος προστάτης, ὡς ὄντως ὑπέρλαμπρος, Θεῖε Ἀλέξανδρε, Διοικητὴς δοκιμώτατος τῆς Ἐκκλησίας. Ὅθεν ἐφάνης μέγας ἀντίπαλος, τῶν αἱρετιζόντων τε, καὶ ὡς πάνσοφος ἐνεπιστεύθης τοὺς οἴακας τοὺς θείους, Πάτερ, ἀντιμισθίαν ἅμα εὑράμενος, ὡς μέγας μύστης καὶ πανένδοξος, ἀρχιθύτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ἦχος πλ. δ´.

Δεῦτε πιστοί, ὕμνοις πνευματικοῖς ἀναδήσωμεν τὸν ἱεράρχην, τὸν θεῖον καὶ ποιμένα, καὶ μέγιστον ἀντιλήπτορα τῆς Ὀρθοδοξίας. Οὗτος γὰρ ὡς καὶ πρότερον τὸν παγκάκιστον Ἄρειον, ἐν Συνόδῳ ἀπέδειξεν ἀσεβῆ, ματαιόφρονα, καὶ Ὕστερον, ὅτε περιδεῆ ἐποίει αὐτὸν ὁ Βασιλεύς, εἰ μὴ προσδέξηται τοῦτον αὐτῷ συλλειτουργεῖν, αὐτὸν μὲν ὑπερορίαν οἰκήσειν, ἐκβληθέντα τῆς Ἐκκλησίας, Ἀρείῳ δὲ ἀσεβεστάτῳ κοινωνήσειν τοῦ θρόνου μετ᾿ αὐτόν. Εἰσελθεῖν γὰρ ὑπὸ τὸ θυσιαστήριον, παννύχιος ἔκειτο πρηνὴς τοῦ Θεοῦ δεόμενος, ἵνα μὴ τὸν λύκον ἐάσῃ τοῖς προβάτοις συμμιχθῆναι τότε δὲ ἡ θεία κρίσις προφθάσασα τὸν ἄδικον κατεδίκασε δικαίᾳ δίκῃ, ἡμᾶς λυτρωσαμένη. Δι᾿ ὃ καὶ ταῖα αὐτοῦ πρεσβείαις τῆς πλάνης ῥυσθέντες καὶ ἡμεῖς βοήσωμεν προσπίπτοντες αὐτῷ, Πανάγιε Ἀλέξανδρε πρέσβευε, ὡς θερμὸς προστάτης καὶ ἤδη ὑπὲρ ἡμῶν τῶν ἀεὶ ὑμνούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

            Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος β´. Οἶκος τοῦ Ἐφραθᾶ.

Κλέος Πατριαρχῶν, ἐφάνης, ἱεράρχα, ὅθεν τοὺς Ὀρθοδόξους, περιφρουρεῖς καὶ σκέπεις, ὡς πρόμαχος τῆς πίστεως.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Ἄρειον ἀρχηγόν, αἱρέσεως καὶ πλάνης, ἀνεῖλες, Θεοφόρε, τῇ ἱερᾷ ἐντεύξει, δι᾿ ὃ νῦν σὲ γεραίρομεν.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Πάτερ Πατριαρχῶν, Ἀλέξανδρε, ἡ δόξα, πρέσβευε τῷ Κυρίῳ, ὡς μέγιστος προστάτης, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Δόξα. Καὶ νῦν. Ἦχος β´.

Ὅσιε Πάτερ, ἱερώτατε Ἀλέξανδρε, τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσω, τροπαιοῦχος ἀναφανεὶς τῶν κακοδόξων, τὸ τάλαντον ἐπηύξησας, διδάσκων διαπαντὸς τὸν λόγον τῆς Ἀληθείας. Ἀπόστολος ἐδείχθης, εὐαγγελιζόμενος τοῖς ἔθνεσι σωτηρίαν, καὶ οἰκονόμος θεάρεστος καὶ μεσίτης πανάριστος, πρεσβεύων πᾶσαν δόσιν ἀγαθήν, καὶ πᾶν δώρημα τέλειον, δοθῆναι ἡμῖν ἐκ τοῦ Πατρὸς τῶν φώτων. Δι᾿ ὃ σὲ γεραίρομεν, ἐπιτελοῦντες θερμῶς τὴν ἀεισέβαστον μνήμην σου.

 


ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

            Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ´ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ´. Ὁ ἐξ ὑψίστου κληθείς.

Σὺ προωρίσθης πρεπόντως, Θεοφόρε, ἵνα τὸν ἀνίερον Ἄρειον, ἔνδοξε, ἐπιστομίσῃς ὡς πάνσοφος, καὶ Θεολόγος, δι᾿ ὃ ἐπέμφθης πρὸς τὴν Συνέλευσιν. Ὅθεν οὖν καὶ ἄναρχον ἐθεολόγησας, μακαριστὴν αἰωνίζουσαν, Τριάδα θείαν, ἀντιμισθίαν, Πάτερ εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευαι σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Προεβιβάσθης ἀξίως, Θεοφόρε, εἰς θρόνον ὑπέρλαμπρον, Πάτερ Ἀλέξανδρε, καὶ ἀνεδείχθης πανάριστος, ποιμὴν ποιμένων, καὶ ζηλωτής τε τῆς θείας πίστεως. Ὅθεν καὶ τὸν βέβηλον σὺ καὶ ἀνίερον, ἱερωμένον λεγόμενον, ὡς τῆς αἰσχύνης, τοὺς ἱερέας εὐχαῖς κατέσφαξας, στεφανηφόρος καὶ ἀήττητος, ἱεράρχης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

 

Ἐθαυμαστώθης ὡς μέγιστος προστάτης, ὡς ὄντως ὑπέρλαμπρος, Θεῖε Ἀλέξανδρε, Διοικητὴς δοκιμώτατος τῆς Ἐκκλησίας. Ὅθεν ἐφάνης μέγας ἀντίπαλος, τῶν αἱρετιζόντων τε, καὶ ὡς πάνσοφος ἐνεπιστεύθης τοὺς οἴακας τοὺς θείους, Πάτερ, ἀντιμισθίαν ἅμα εὑράμενος, ὡς μέγας μύστης καὶ πανένδοξος, ἀρχιθύτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ἕτερα Προσόμοια.

Ἦχος α´. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ Ἀλέξανδρε, θεσμῶν, ἱερῶν προέστηκας, ἀγωνισάμενος ἄριστα, κακίστην αἵρεσιν, ἐκριζῶν ὡς θέμις, Υἱοῦ τὸ ὁμότιμον, σαφῶς διατρανώσας, ἐστήριξας, πίστιν τὴν ἔνθεον, διὰ τοῦτο μακαρίζομεν, καὶ τιμῶμεν, τὴν μνήμην σου Ἅγιε.

 

Παμμάκαρ Ἀλέξανδρε, Χριστός, ἐν τῷ στερεώματι, τῆς Ἐκκλησίας σὲ ἔθετο, ἀστέρα μέγιστον, δαδουχοῦντα πάντων, πιστῶν τὰ πληρώματα, καὶ φρένας καὶ ψυχὰς ἁγιάζοντα, διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Παμμάκαρ Ἀλέξανδρε, Θεός, τὴν χάριν σοι δέδωκε, τοῦ θεραπεύειν νοσήματα, καὶ ἀρρωστήματα, καὶ ποικίλα πάθη, ἀλλὰ καὶ τὰ πνεύματα, ἐλαύνειν ἐκ βροτῶν, τὰ ἀκάθαρτα, διὸ τὴν ἴασιν, παρασχεῖν σὲ ἱκετεύομεν, οἱ ἀθλίως ἐκ τούτων κρατούμενοι.

Ἕτερα τῶν Ἁγίων. Ὁ αὐτός.

Παμμάκαρ Ἀλέξανδρε ποιμήν, Ἐκκλησίας γέγονας, ὀρθοδοξίας ὑπέρμαχος, Ἀρείου καθελών, τὴν ἀλαζονείαν, προσευχαῖς συντόνοις σου, τὸν πάντων Λυτρωτὴν ἐξαιτούμενος. Καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἰωάννη τίμιε σαρκός, τὴν φθορὰν ἐμίσησας· δι᾿ ἐγκρατείας καὶ πίστεως, δι᾿ ἀγρυπνίας τε, καὶ ὁμολογίας, ἄγγελος ἐπίγειος, εὑρέθης καὶ οὐράνιος ἄνθρωπος. Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Παύλου θείοις δόγμασι σαφῶς, ὄντως ἐπειθάρχησας, μεθ᾿ οὗ εἰς τρίτον ἀνέδραμες, οὐρανὸν Ὅσιε, ἀρετῶν τῷ ὕψει, καὶ ἤκουσας ῥήματα, τὰ ἄῤῥητα καὶ θεῖα τοῦ Πνεύματος. Παῦλε μακάριε, ὀρθοδόξων βάσις ἄσειστε, τὸν Σωτῆρα ἀπαύστως ἱκέτευε.

Δόξα. Ἦχος πλ. β´.

Δεῦτε πιστοὶ τὸν μέγαν ἱεράρχην, ὑμνήσωμεν ἅπαντες, Ἀλέξανδρον, καὶ συνευφρανθῶμεν ἐν τῇ αὐτοῦ πανηγύρει. Οὗτος γὰρ ἡμῖν σήμερον λαμπρότατος ἐφίσταται ἡμῖν ὡς ἀριστεὺς τοὺς ὕμνους παρ᾿ ἡμῶν κομιζόμενος. Ὡς ἄλλος γὰρ Δαυῒδ τὸν ἐκμανέντα Γολιὰθ κατὰ τῆς Ἐκκλησίας, καθάπερ σφενδόνι ταῖς εὐχαῖς, καὶ λίθῳ τοῖς δάκρυσιν ἐκτρίψας, στεφανίτης ἀναδείκνυται ἐννομώτατος. Τοῦτον οὖν συνελθόντες ἐπαίνοις στεφανώσωμεν, τὸν καλὸν ἠγωνισμένον ἀγῶνα, καὶ τὸν δρόμον σταδιοδρομίσαντα τῆς εὐσεβείας, τὸν πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι᾿ ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ᾿ ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

            Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(ι´ 7-30).

Μνήμη δικαίων μετ᾿ ἐγκωμίων, εὐλογία δὲ Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Σοφὸς καρδίᾳ δέξεται ἐντολάς, ὁ δὲ ἄστεγος χείλεσι σκολιάζων ὑποσκελισθήσεται. Ὃς πορεύεται ἁπλῶς, πορεύεται πεποιθώς, ὁ δὲ διαστρέφων τὰς ὁδοὺς αὐτοῦ, γνωσθήσεται. Ὁ ἐννεύων ὀφθαλμοῖς μετὰ δόλου, συνάγει ἀνδράσι λύπας, ὁ δὲ ἐλέγχων μετὰ παρρησίας, εἰρηνοποιεῖ. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου, στόμα δὲ ἀσεβοῦς καλύψει ἀπώλεια. Μῖσος ἐγείρει νεῖκος, πάντας δὲ τοὺς μὴ φιλονεικοῦντας καλύπτει φιλία. Ὃς ἐκ χειλέων προφέρει σοφίαν, ράβδῳ τύπτει ἄνδρα ἀκάρδιον. Σοφοὶ κρύψουσιν αἴσθησιν, στόμα δὲ προπετοῦς ἐγγίζει συντριβῇ. Κτῆσις πλουσίων πόλις ὀχυρά, συντριβὴ δὲ ἀσεβῶν πενία. Ἔργα δικαίων ζωὴν ποιεῖ, καρποὶ δὲ ἀσεβῶν ἁμαρτίας. Ὁδοὺς δικαίας ζωῆς φυλάσσει παιδεία, παιδεία δὲ ἀνεξέλεγκτος πλανᾶται. Καλύπτουσιν ἔχθραν χείλη δίκαια, οἱ δὲ ἐκφέροντες λοιδορίας ἀφρονέστατοί εἰσιν. Ἐκ πολυλογίας οὐκ ἐκφεύξῃ ἁμαρτίαν, φειδόμενος δὲ χειλέων νοήμων ἔσῃ. Ἄργυρος πεπυρωμένος γλῶσσα δικαίου, καρδία δὲ ἀσεβοῦς ἐκλείψει. Χείλη δικαίων ἐπίσταται ὑψηλά, οἱ δὲ ἄφρονες ἐν ἐνδείᾳ τελευτῶσιν. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου· αὕτη πλουτίζει, καὶ οὐ μὴ προστεθῇ αὐτῇ λύπη ἐν καρδία. Ἐν γέλωτι ἄφρων πράσσει κακά, ἡ δὲ σοφία ἀνδρὶ τίκτει φρόνησιν. Ἐν ἀπωλείᾳ ἀσεβὴς περιφέρεται, ἐπιθυμία δὲ δικαίου δεκτή. Παραπορευομένης καταιγίδος ἀφανίζεται ἀσεβής, δίκαιος δὲ ἐκκλίνας σώζεται εἰς τὸν αἰῶνα. Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸν καὶ καπνὸς ὄμμασιν, οὕτως παρανομία τοῖς χρωμένοις αὐτῇ. Φόβος Κυρίου προστίθησιν ἡμέρας, ἔτη δὲ ἀσεβῶν ὀλιγωθήσεται. Ἐγχρονίζει δικαίοις εὐφροσύνη, ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. Ὀχύρωμα ὁσίου φόβος Κυρίου, συντριβὴ δὲ τοῖς ἐργαζομένοις κακά. Δίκαιος εἰς τὸν αἰῶνα οὐκ ἐνδώσει, ἀσεβεῖς δὲ οὐκ οἰκήσουσι γῆν.

 

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(ι´ 31-32, ια´ 1-12).

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας, στόμα δὲ ἀσεβῶν ἀποστρέφεται. Ζυγοὶ δόλιοι βδέλυγμα ἐνώπιον Κυρίου, στάθμιον δὲ δίκαιον δεκτὸν αὐτῷ. Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. Ἀποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια. Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς, τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θύρας ἐκδύνει, ἀντ᾿ αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. Ἐν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. Ἐν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. Ἐν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις, στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(δ´ 7-15).

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη· ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

            Εἰς τὴν Λιτήν. Ἰδιόμελα.

Ἦχος α´.

Δοτὴρ ὁ πάντων τῶν ἀγαθῶν καὶ πατὴρ τῶν φώτων, προορῶν σου τὸ ἄκακον, πανεύφημε Ἀλέξανδρε, μέγαν Σε ἀρχιερέα καὶ ποιμένα τοῦ λογικοῦ αὐτοῦ ποιμνίου, τῇ βασιλίδι τῶν πόλεων ἐναπέδειξε, καὶ τὴν ἱεράν σου ψυχὴν τῇ δυνάμει τοῦ Ἁγίου Πνεύματος ἐγκαποθλήσας, ὀλοθρευτὴν τῶν δυσσεβῶν, καὶ τῶν εὐσεβῶν πρόμαχον ἀπροσμάχητον ἐποιήσατο. Δι᾿ ὃ ὡς παρρησίαν ἔχων πρὸς Αὐτόν, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β´.

Σιγησάτω πᾶσα φάλαγξ Ἀρείου τοῦ δολιόφρονος. Ὁ γὰρ πνευματέμφορος πατὴρ ἡμῶν Ἀλέξανδρος, ὁ τῆς οἰκουμένης διδάσκαλος, καὶ μέγας φωστὴρ τῷ τιμητικῷ λόγῳ τοῦ πνεύματος, πάσας τὰς τῶν λόγων αύτοῦ πλεκτάνας ἀπέτεμεν. Ὅθεν βοῶμεν αὐτῷ· ταῖς πρὸς Θεὸν πρεσβείαις σου ῥῦσαι ἡμᾶς τῶν παγίδων τοῦ ἀλάστορος.

Ὁ αὐτός.

Τὸν θρόνον τὸν πάντιμον τῆς βασιλίδος κατεκόσμησας, προπολεμήσας ἀνδρικῶς ἐν Νικαίᾳ, Ἀλέξανδρε, μέσον πατέρων πολλῶν, ὀργάνων θείων τοῦ πνεύματος. Τότε καὶ Ἀρείου ἔκτεινας, ἀφρόνως τὴν Ἐκκλησίαν συγχέοντα, προσευχῇ παννυχίῳ ἐν ναῷ τοῦ Κυρίου. Ὅθεν τὴν σήμερον ἡμέραν ἐν ᾠδαῖς συνελθόντες ὑμνοῦμέν σε, τὸ ἔρεισμα τῆς πίστεως, τὸν ἀῤῥαγῆ προστάτην, τῶν Ὀρθοδόξων τὸ καύχημα.

Δόξα. Ἦχος πλ. α´.

Οἱ τῆς μακαρίας Τριάδος λατρευταί, Ἀλέξανδρον ἀρχιερέα, τὸν μέγαν, τὸν τῆς Τριάδος ὑπέρμαχον, καὶ τῆς Κωνσταντίνου προστάτην ἀκοίμητον, δεῦτε πάντες ἄσμασιν ἐγκωμίων ἀνευφημοῦντες εἴπωμεν. Χαίροις ὁ τῆς Ἀρείου αἱρέσεως ὀλοθρευτής, καὶ τῆς ὀρθοδοξίας κακὼν ἀκριβής, ὁ καθαιρέτης τῆς πλάνης, καὶ ὀρθοδόξων προστάτης. Χαίροις ὁ ἄγρυπνος φύλαξ τῶν ψυχῶν, καὶ ἄοκνος κῆρυξ τῶν πιστῶν. Ὁ τῶν πτωχῶν ἀντιλήπτωρ, καὶ τῶν χηρῶν παρακλήτωρ. Χαίροις ὁ τὸν ἐν Παραδείσῳ πρὶν δελεάσαντα τοὺς Προπάτορας, καὶ νῦν ἑρπύσαντα ἐπὶ κοινῇ καταπατήσας, ἀνθ᾿ ὧν ἐν οὐρανοῖς τὸν μισθόν σου τῶν πόνων ἀπέλαυες, μακάριε, παρὰ τῆς δεξιᾶς τοῦ Ὑψίστου, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν Πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

            Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α´. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὁ τοῦ Ἀρείου καθελὼν τὴν ἀσέβειαν, τῷ ζήλῳ τῆς εὐσεβείας, τῆς Ἐκκλησίας προστάς, ὁ τῆς Οἰκουμένης φαεινότατος, λαμπτήρ, τὴν ὑφήλιον, Καταυγάσας Ἀλέξανδρε, στύλος ὁ μέγας, διαμείνας ἀσάλευτος, τοῖς προστάγμασι τοῦ κρατοῦντος ὠθούμενος. Ῥύστης ὁ ἐτοιμώτατος, ὁ κτείνας τὸν δράκοντα, ὁ ἀριστεύσας ἐνθέως, ὁ τῆς Τριάδος ὑπέρμαχος. Αὑτὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου, ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

Χαίροις ὁ γλωσσαλγοῦντι δεινῶς, κατὰ Κυρίου Σαβαὼθ Παντοκράτορος, ἐκ μέσης ἀντιβοήσαας, καὶ διαπύρου ψυχῆς, σιωπᾶν αὐτίκα, καὶ μὴ φθέγγεσθαι, Χριστοῦ ἐν ὀνόματι, ἐπιτάξας, Ἀλέξανδρε, τῆς γλωσσαλγίς δόντα δίκην τὴν κάκιστον. Καὶ δὴ τάχιστα, ὡς ἐμβρόντητος ἄναυδος, ἔκειτο ὀδυνώμενος, βληθεὶς τῷ κελεύσματι τῶν πυριπνόων σου λόγων, τῆς προπαιτείας ὑπόδειγμα, τοῖς πᾶσι παρέχων, μὴ ἀντερεῖν τῷ Κυρίῳ, σιγῶν καὶ ἄλαλος.

Στίχ. Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὃς ἀναβάσεις οὐρανίους ἐν πνεύματι, διέπων καὶ τῇ καρδίᾳ τῶν γεηρῶν ἀποπτάς, ὥσπερ ὑψιπέτης, ταῖς τῆς χάριτος, γενόμενος πτέρυξι, ἀετὸς καὶ τὸν δράκοντα, καταπαλαίσας, ταῖς εὐχαῖς, Πάτερ ἔνδοξε, σκέπε, φύλαττε, τοὺς τιμῶντας τὴν ἔνδοξον, σήμερον παναοίδιμε, πανέορτον μνήμην σου, ἐν εὐσεβείᾳ καὶ πίστει ἀπὸ κινδύνων καὶ θλίψεων, Τριάδα πρεσβεύων, ἐκλυτροῦσθαι, Θεηγόρε, καὶ διασώζεσθαι.

Δόξα. Ἦχος πλ. δ´. (Δοσιθέου).

Ἱεραρχῶν τὸ κλέος, τὸν ἀήττητον ἀριστέα, εὐφημήσωμεν Ἀλέξανδρον. Λαμπρὸν γὰρ οὗτος κατὰ τῶν λαλούντων τὴν ἀνομίαν ἤγειρε τρόπαιον, τὸν μὲν φιμώσας τῶν φιλοσόφων, καὶ ἰχθύος ἐπιδείξας ἀφωνότερον. Τῷ δὲ τὸ τόξον, τῶν προσευχῶν ἐντεινάμενος, καὶ ἐπισχῶν θρασυνόμενον, τὸν καὶ πρεσβεύοντα ἀπαύστως ὑπὲρ τῶν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην αὐτοῦ.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου, πανάμωμε· ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων, ὧν τὰς δεήσεις προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

 

Ἀπολυτίκια.

Τοῦ Ἁγίου Ἀλεξάνδρου.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τὸν θεῖον Ἀλέξανδρον, καὶ Ἱεράρχην κλεινόν, τὸν στῦλον τῆς πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα καὶ ῥητόρων ἀθέων, αἱρέσεως ῥήξαντα πλοκάς, μαχαίρᾳ τοῦ Πνεύματος.

Ἕτερον κοινὸν τῶν τριῶν Ἁγίων.

Δόξα. Ἦχος γ´. Τὴν ὡραιότητα.

Μύσται οὐράνιοι ἀποδεικνύμενοι, θεῖοι ἐκφάντορες τῷ κόσμῳ ὤφθητε, τὴν Ἐκκλησίαν τοῦ Χριστοῦ, ποιμάναντες θεαρέστως, ἱερὲ Ἀλέξανδρε, τῆς Τριάδος ὁ πρόμαχος, Ἰωάννη ἔνδοξε, ὁ τῆς χάριτος τρόφιμος, καὶ Παῦλε ἱερέων ἀκρότης· ὅθεν ὑμᾶς ἀνευφημοῦμεν.

Καὶ νῦν. Θεοτοκίον.

Σὲ τὴν μεσιτεύσασαν, τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος Πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.

 


ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

            Μετὰ τὴν α´ Στιχολογίαν, Κάθισμα.

Ἦχος α´. Τὸν τάφον Σου Σωτήρ.

Ἀλέξανδρε σοφέ, παρεστὼς τῇ Τριάδι, ἱκέτευε εὑρεῖν, ἐν ἡμέρᾳ τῆς δίκης, ἡμᾶς τοὺς ὑμνοῦντάς σε, ὡς προστάτην θερμότατον, χάριν, ἔλεος καὶ ἱλασμὸν τῶν πταισμάτων, ὅπως ἅπαντες, δοξάζωμεν ἐκ καρδίας, Θεὸν τὸν φιλάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτὸν τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως καὶ πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία καὶ βοήθεια, καὶ κραταιὰ προστασία καὶ σώζεις τοὺς δούλους σου.

 

            Μετὰ τὴν β´ Στιχολογίαν, Κάθισμα.

Ἦχος γ´. Θείας πίστεως.

Κτείνας Ἄρειον, ταῖς προσευχαῖς σου, κέρας ὕψωσας, τῶν Ὀρθοδόξων ἀριστεὺς τῆς εὐσεβείας γενόμενος, καὶ εὐλαβείας στησάμενος τρόπαιον, Ὀρθοδοξίᾳ τὴν πίστιν ἐστήριξας, Πάτερ ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μή με Δέσποινα, τῆς προστασίας, τὸν πανάθλιον ἀποστερήσῃς, τὸν ἐν πολλοῖς περιπεσόντα τοῖς πταίσμασιν· ἀλλ᾿ ὡς τεκοῦσα Θεὸν τὸν φιλάνθρωπον χάσμα, ῥερυπωμένου σαρκὸς ἁμαρτήμασι, Μῆτερ ἄνανδρε, αὐτὸν ἐκτενῶς ἱκέτευε, ἐκνῦψαί με ῥύπου τῶν παραπτώσεων.

 

            Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος πλ. δ´. Τὴν Σοφίαν καὶ Λόγον.

Δυσσεβείας μὴ φέρων τὸν ἑδρασμόν, τοῦ ἀνόμου μὴ θέλων τὰς ἐκδοχάς, εἰσέδυς εἰς τὰ ἄδυτα, διαπύροις σου δάκρυσι, τὸν Θεὸν ἱκετεύων, ἐκθρίψαι τὸν Ἄρειον, Ὀρθοδοξίαν συλλοῦντα ἀθέοις διδάγμασιν. Ὅθεν ὁ δικαίων εἰσακούων ἐν τάχει, πρὸς σήν, οὐκ ἀνένευσε μετὰ πίστεως αἴτησιν, Ἱεράρχα Ἀλέξανδρε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τὴν οὐράνιον πύλην καὶ κιβωτόν, τὸ πανάγιον ὄρος τὴν φωταυγῆ, νεφέλην ὑμνήσωμεν, τὴν οὐράνιον κλίμακα, τὸν λογικὸν παράδεισον, τῆς Εὔας τὴν λύτρωσιν, τῆς οἰκουμένης πάσης, τὸ μέγα κειμήλιον· ὅτι σωτηρία, ἐν αὐτῇ διεπράχθη, τῷ κόσμῳ καὶ ἄφεσις, τῶν ἀρχαίων ἐγκλημάτων. Διὰ τοῦτο βοῶμεν αὐτῇ· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς προσκυνοῦσι, τὸν πανάγιον τόκον σου.

 

Οἱ Ἀναβαθμοί· τὸ α´ Ἀντίφωνον τοῦ δ´ ἤχου.

Προκείμενον.

Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην. (ι´ 1-9).

Εἶπεν ὁ Κύριος πρὸς τοὺς ἐληλυθότας πρὸς αὐτὸν Ἰουδαίους· Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὁ μὴ εἰσερχόμενος διὰ τῆς θύρας εἰς τὴν αὐλὴν τῶν προβάτων, ἀλλὰ ἀναβαίνων ἀλλαχόθεν, ἐκεῖνος κλέπτης ἐστὶ καὶ λῃστής· ὁ δὲ εἰσερχόμενος διὰ τῆς θύρας ποιμήν ἐστι τῶν προβάτων. Τούτῳ ὁ θυρωρὸς ἀνοίγει, καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ τὰ ἴδια πρόβατα καλεῖ κατ᾿ ὄνομα καὶ ἐξάγει αὐτά. Καὶ ὅταν τὰ ἴδια πρόβατα ἐκβάλῃ, ἔμπροσθεν αὐτῶν πορεύεται, καὶ τὰ πρόβατα αὐτῷ ἀκολουθεῖ, ὅτι οἴδασι τὴν φωνὴν αὐτοῦ· ἀλλοτρίῳ δὲ οὐ μὴ ἀκολουθήσωσιν, ἀλλὰ φεύξονται ἀπ᾿ αὐτοῦ, ὅτι οὐκ οἴδασι τῶν ἀλλοτρίων τὴν φωνήν. Ταύτην τὴν παροιμίαν εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· ἐκεῖνοι δὲ οὐκ ἔγνωσαν τίνα ἦν ἃ ἐλάλει αὐτοῖς. Εἶπεν οὖν πάλιν αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἐγώ εἰμι ἡ θύρα τῶν προβάτων. Πάντες ὅσοι ἦλθον πρὸ ἐμοῦ, κλέπται εἰσὶ καὶ λῃσταί· ἀλλ᾿ οὐκ ἤκουσαν αὐτῶν τὰ πρόβατα. Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει.

Ὁ Ν´ ψαλμός.

Δόξα.

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

 

Ἰδιόμελον. Ἦχος πλ. β´.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.

Ἔνδοξε τρισμάκαρ, ἁγιώτατε Πάτερ, ὁ ποιμὴν ὁ καλός, καὶ τοῦ ἀρχιποίμενος Χριστοῦ μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν αὐτοοῦ ὑπὲρ τῶν προβάτων. Αὐτὸς καὶ νῦν πανεύφημε, Θεοφόρε Ἀλέξανδρε, αἴτησαι πρεσβείαις σου δωρηθῆναι ἡμῖν, τὸ μέγα ἔλεος.

 

ΟΙ ΚΑΝΟΝΕΣ

 

Οἱ Κανόνες· εἷς τῆς Θεοτόκου, ὁ μεθέορτος τοῦ Προδρόμου καὶ τοῦ Ἀγίου.

ᾨδὴ α´.

Κανὼν τῆς Θεοτόκου.
Ἀκροστοιχὶς τῶν τριῶν πρώτων ἑκάστης ᾠδῆς, ἀλφαβητική.

Ἦχος δ´. Ἀνοίξω τὸ στόμα μου.

Ἀφράστου τοῦ τόκου σου, εἰκὼν ἐγράφη σαφέστατα ἐν θαλάσσῃ, Δέσποινα, ποτὲ ἀβάτῳ τε, μετὰ πάροδον τοῦ Ἰσραὴλ μεινάσῃ, νηδύος σου ὡς ἄφθαρτος μετὰ τὴν κήυσιν.

 

Βοῷ σοι γηθόμενος, χαῖρε Παρθένε πανάμωμε, ἡ κλίμαξ ἥνπερ ποτέ, σαφῶς ἑώρακεν Ἰακὼβ ἡμῖν, ὡς γέφυραν εἰς πόλιν, φύσιν τῶν ἀνθρώπων μεταβιβάζουσα.

 

Γεραίρομεν ἄσμασι, σὲ τὴν λυχνίαν τὴν πάγχρυσον, τὴν ὄντως ἑπτάφωτον, ὡς τοῖς χαρίσμασι, πνεύματος ἑπτά, οὗσαν πεποικιλμένην, ἐν οἷς τοὺς ὑμνοῦντάς σε, φώτισον Δέσποινα.

 

Ὁ ἤδη δεινότατα, ὑποπεσὼν δεινοῖς πάθεσι, τῇ προστασίᾳ σου προστρέχω Πάναγνε, καὶ ἐκ θλίψεως βοῶ ὁ τάλας, Σύ γε, ἐκ τούτων ἀνάστησον, τῇ μεσιτείᾳ σου.

Κανὼν τοῦ Προδρόμου, οὗ ἡ Ἀκροστιχίς·
Τὸν θεομαρτύρητον Πρόδρομον μέλπω.

Τὸν λύχνον τὸν πάμφωτον, τῆς οἰκουμένης τὸν κήρυκα, τὸν θεῖον Ἀπόστολον, καὶ ὑπηρέτην Χριστοῦ, τίς ἰσχύσειεν, ἀξίως εὐφημῆσαι, τὸν θεομαρτύρητον, Κυρίου Πρόδρομον;

 

Ὁ θεῖος ταξίαρχος, τῶν ἀσωμάτων Δυνάμεων, πρὸς θεῖον ἀφίκετο, ναὸν Θεοῦ ἱερόν, εὐαγγέλια, κομίζων τῷ πρεσβύτῃ· Κυρίου τὸν Πρόδρομον, τέξῃ πρεσβύτατε.

 

Νηδὺς ἔνδον ἔχουσα, στεῖρα καὶ γραῦς τὸν πανάριστον, Προφήτην καὶ Πρόδρομον, ἀπὸ κοιλίας μητρός, προσεκύνησε, Χριστόν, ὢ ξένον θαῦμα! γαστρὶ προσφερόμενον, τῆς Θεομήτορος.

Θεοτοκίον.

Θεοῦ Ἀρχιστράτηγος· Παρθένε, ἔφη, θεόνυμφε, πρὸς δόμους πορεύθητι, τῆς Ἐλισάβετ σπουδῇ· καὶ γὰρ ἔγκυον, ταύτην εὑροῦσα γνώσῃ, ὅν περ καταγγέλλω σοι, τόκον τὸν ἄῤῥητον.

Κανὼν τοῦ Ἀγίου.
Ἀκροστοιχὶς πλὴν Θεοτοκίων, ἀλφαβητική.

Ἀνοίξωμεν σήμερον τῆς διανοίας τὰ ὄμματα, ἐνθέως καὶ βλέψωμεν θεῖα χαρίσματα δι᾿ ὧν πρόνοια ἐδόξασεν ἡ ἄνω, ἤδη καὶ Ἀλέξανδρον ὡς Μωϋσῆν τὸ πρότερον.

 

Βροτὸς ἐπουράνιος, ἐδείχθης Πάτερ καὶ ἄγγελος, ἐν τῇ γῇ θαυμάσιος ὦ ἱερώτατε, ὅθεν ἤγειρας τοὺς φιλεόρτους πάντας, προσάγειν τῇ μνήμῃ σου ὕμνον ἐπάξιον.

 

Γεραίρομεν ἄσμασι, σὲ τὸν σεπτὸν οἱ ἀνάξιοι καὶ πάντες προσπίπτομεν σοῦ ὧν δεόμεθα, ἀπιτάχυνον, πρεσβεύειν τῷ Κυρίῳ, ὑπὲρ τῶν ὑμνούντων σε Πάτερ Ἀλέξανδρε.

Θεοτοκίον.

Οἱ δοῦλοι σου Πάναγνε, οἱ σὲ σεπτῶς μακαρίζοντες, καὶ τῇ προστασίᾳ σου νῦν καταφεύγοντες, σοῦ δεόμεθα, ἐπίσκεψαι ἐν τάχει, τοὺς ὀρθῶς δοξάζοντες τὸν θεῖον τόκον σου.

Καταβασία. Ἦχος πλ. δ´.

Σταυρὸν χαράξας Μωσῆς, ἐπ᾿ εὐθείας ῥάβδῳ, τὴν Ἐρυθρὰν διέτεμε, τῷ Ἰσραὴλ πεζεύσαντι· τὴν δὲ ἐπιστρεπτικῶς, Φαραὼ τοῖς ἅρμασι, κροτήσας ἥνωσεν· ἐπ᾿ εὔρους διαγράψας, τὸ ἀήττητον ὅπλον· διὸ Χριστῷ ᾄσωμεν, τῷ Θεῷ ἡμῶν· ὅτι δεδόξασται.

 

ᾨδὴ γ´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Τοὺς σοὺς ὑμνολόγους.

Δεήσεις ἀξίως δεξαμένη, ἡμῶν τὰς καρδίας τῶν πιστῶν, χαρᾶς Παρθένε ἔμπλησον, ἵνα ἐν σωτηρίῳ σου, ὡς ὁ προφῆτις ἐκβοᾷ εὐφρανθησόμεθα πάντοτε.

 

Ἐξέστη Ἀγνὴ Μωϋσῆς ὁ μέγας, ἐν βάτῳ Μυστήριον τὸ σόν, προβλέπων ἐμφανέστατα, καὶ γὰρ οὐ κατεκαίετο, ὡσπερ καὶ σὺ ἐν μήτρᾳ σου, τὸ πῦρ τῆς θεότητος ἔχουσα.

 

Ζωῆς πηγὴν φέρουσα Υἱόν σου, χρυσῆ στάμνος μάννα ὥς ποτε, ἵνα ζωώσῃ πρέσβευε, τοὺς νεκρωθέντας πάθεσι, καὶ τοὺς ὑμνοῦντας σε ἡμᾶς σῶσον Ἁγνὴ ὡς γεννήτρια.

 

Ἰσθμὸς καὶ λίμνη γενοῦ σὺ Κόρη, πέλαγος τῶν θλίψεων δεινῶς τῶν κλυδωνιζομένων μοι, καὶ σοὶ ἐκ βάθους κραυγάζοντι, τὸν τάραχον κατεύνασον, καὶ εἰς λιμένα σου σῶσόν με.

Τοῦ Προδρόμου.

Ἐκ στείρας τεχθεὶς ὁ Ἰωάννης, τὴν γλῶτταν διέλυσε πατρός· εἰκότως καὶ γὰρ πέφυκε, φωνὴ τοῦ Λόγου εὔηχος· καὶ εὐλογῶν ἐφθέγγετο· Σὺ μόνος Ἅγιος Κύριος.

 

Οὐδὲν τῶν παρόντων ἀγαπήσας, τὴν ἔρημον τρέχων παροικεῖς, ὡς πόλιν θείῳ Πνεύματι, δυναμωθεὶς πανένδοξε· ἀύλως δὲ ἐβίωσας, ὡς Ἠλιοὺ ὁ θεσπέσιος.

 

Μὴ φέρων τοῦ βίου τοὺς θορύβους, ὡς ὄρνις ἐμάκρυνας σοφέ, ἐρήμοις αὐλιζόμενος· εὗρές τε ἀναψύχοντα, τὸν σῴζοντά σε Κύριον, ἐκ καταιγίδος καὶ θλίψεως.

Θεοτοκίον.

Ἀπῆλθε πρὸς οἶκον Ἐλισάβετ, Παρθένος βαστάζουσα γαστρί, Θεὸν Λόγον τὸν ἄναρχον· ἀμφοῖν ἀσπασαμένων δέ, γνοὺς παρευθὺς ὁ Πρόδρομος, ἐκ τῆς γαστρὸς προσεκύνησεν.

Τοῦ Ἁγίου.

Δοξάζομεν ἅπαντες ἐμφρόνως, σὲ τὸν ἀρχιθύτην τοῦ Χριστοῦ, τὸν ὄντως καταργήσαντα Ἀρείου τὰ σοφίσματα, καὶ σὺν Ἄννῃ βοήσαντα ηὐφράνθην ἐν σωτηρίῳ σου.

 

Ἐπέστη θεόφρον ἐπαξίως, ἡ χάρις τοῦ τελεταρχικοῦ, καὶ παναγίου Πνεύματος, τῇ ἱερᾷ κορυφῇ, σοῦ τοῦ πιστοῦ θεράποντος, ἥ σε ποιμένα ἀνέδειξε.

 

Ζήλῳ πυρπολούμενος τῷ θείῳ ὡς ἄλλος Ἠλίας νοητῶς, κατέσφαξας τὸν βέβηλον καὶ βλάσφημον ζῶντα Ἄρειον ὥσπερ κἀκεῖνος τε ποτέ, τοὺς τῆς αἰσχύνης εἰργάσατο.

Θεοτοκίον.

Ἱλάσθητι Ἄχραντε Παρθένε, τοῖς σοὶ καταφεύγουσιν ἡμῖν, καὶ πρέσβευε τῷ τόκῳ σου, ὑπὲρ τῶν ἀνυμνούντων σε, σὲ γὰρ κεκτήμεθα προστασίαν τε καὶ πρόμαχον.

Καταβασία. Ἦχος πλ. δ´.

Ῥάβδος εἰς τύπον τοῦ Μυστηρίου παραλαμβάνεται· τῷ βλαστῷ γὰρ προκρίνει τὸν ἱερέα· τῇ στειρευούσῃ δὲ πρῴην, Ἐκκλησίᾳ νῦν, ἐξήνθησε, ξύλον Σταυροῦ, εἰς κράτος καὶ στερέωμα.

 

Κάθισμα. Ἦχος α´. Τὸν τάφον σου Σωτήρ.

Τὸν Πρόδρομον Χριστοῦ, Βαπτιστὴν καὶ Προφήτην, τιμήσωμεν πιστοί, καθαρῷ συνειδότι, ὡς ἔνδοξον κήρυκα, μετανοίας διδάσκαλον, καὶ ὡς Μάρτυρα, παναληθῆ τοῦ Σωτῆρος· τὴν γὰρ ἄνοιαν, τὴν τοῦ Ἡρώδου ἐλέγξας, τὴν κάραν ἐκτέμνεται.

Δόξα. Τοῦ Ἁγίου. Ὅμοιον.

Τὴν μνήμην σου σοφέ, τὴν ἁγίαν τελοῦντες, δοξάζομεν πιστῶς, τὴν Ἁγίαν Τριάδα, τὴν σὲ μεγαλύνασαν, ὡς αὐτὴν προδοξάσαντα, ἣν ἱκέτευε, πάσης ἀνάγκης καὶ βλάβης, ἡμᾶς ῥύεσθαι, τοὺς εὐφημοῦντάς σε πόθῳ, Ἀλέξανδρε Ὅσιε.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Λυχνία χρυσαυγής, ἀνεδείχθης Παρθένε, τεκοῦσα ὑπὲρ νοῦν, ἐν παχύτητι ὕλης, Πατρὸς τὸ ἀπαύγασμα, τὸν Σωτῆρα καὶ Κύριον· ὅθεν λάμπρυνον, τῇ ἀγλαΐᾳ σου Κόρη, τῆς καρδίας μου, ἀβλυωπούσας τὰς κόρας, παθῶν ἀμαυρότητι.

 

ᾨδὴ δ´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Τὴν ἀνεξιχνίαστον θείαν βουλήν.

Ἤξει φθεγξαμένου ποτὲ Ἀββακοὺμ ἐκ Θαμὰν Θεὸς ὑπερύμνητε, ὑμῖν ἐδήλου σὲ γεννήτριαν Θεοῦ ᾧ σὺν αὐτῷ κραυγάζομεν, δόξα τῇ δυνάμει σου Κύριε.

 

Θαῦμα τὸ ἐν σοὶ ὡς προεῖδε Δαβίδ, σοῦ ὁ βασιλεὺς ἐπεθύμησεν, ἔλεγεν κάλλους, ὅθεν καὶ μνησθήσονται τοῦ ὀνόματός σου οἱ δοῦλοι σου, οὓς καὶ μὴ παρίδῃς Πανάχραντε.

 

Ἰσχὺν κεκτημένη ὡς ὁ Σολομών, ἔφη, ὑπερήρας εἰς δύναμιν, Σὺ θυγατέρας πάσας καὶ ὑπέρκεισαι, σοῦ τοὺς προστρέχοντας ὑμᾶς μὴ ἐγκαταλείπῃς Παντάνασσα.

 

Ὥσπερ συνεχόμενος δίψῃ σφοδρᾷ θέρμῃ τῶν παθῶν φλογιζόμενος ἤδη προστρέχω, σοὶ τῇ χαρίτων πηγῇ, κατάσβεσον δεόμενος θέρμην μου παθῶν τοῖς σοῖς νάμασιν.

Τοῦ Προδρόμου.

Ῥίζας καὶ μελάγριον ὄψον τερπνόν, ἤσθιες μακάριε Πρόδρομε, καὶ τὰς ἀκρίδας· ἐκ καμήλου δὲ τριχῶν, στολὴν ἐπημφιέννυσο, ὑπὲρ ἁλουργίδα βασίλειον.

 

Τὸν δημιουργήσαντα λόγῳ τὸ πᾶν, πᾶσι γεωργὸν μάκαρ ἤγγειλας· οὗτος γάρ ἐστιν, ὁ τὸ πτύον ἐν χειρί, κατέχων καὶ τὴν ἅλωνα, μάλα διακρίνων ὡς δίκαιος.

 

Ὕπνον σοῖς οὐκ ἔδωκας μάκαρ σοφέ, ὄμμασιν ὡς ἄσαρκος ἔνδοξε, οὔτε κροτάφοις, εἰς ἀνάπαυσιν σαρκός, ἕως οὗ ᾠκοδόμησας, οἶκον σεαυτὸν θείου Πνεύματος.

Θεοτοκίον.

Ῥῆσις πέρας ἔλαβε τοῦ Ἀββακούμ, ἐπὶ σοὶ Παρθένε πανύμνητε· καὶ γὰρ ἐξ ὄρους, κατασκίου ὁ Θεός, ἐκ σοῦ ἦλθε σαρκούμενος, πλάνης τοὺς βροτοὺς ἐκλυτρούμενος.

Τοῦ Ἁγίου.

Ἡ γλῶσσα σου Πάτερ κηρύττει σαφῶς, τὸν υἱὸν τοῦ Θεοῦ ὡς προέφησε, Πνεύματι πάλαι, θεηγόρος Ἀββακούμ, δεικνύουσα Αἰγύπτιον Φαραώ, ὡς ἄλλον παγκάκιστον.

 

Θάμβος ἦν θεάσασθαι σὲ τὸν σοφόν, ὑπὸ θυσιαστήριον κείμενον καὶ ἀοράτως κατασφάττοντα δεινῶς, τῇ πρὸς Θεὸν ἐντεύξει σου, Ἄρειον ἀλλόφρονα ἔνδοξε.

 

Ἴδομεν θεόφρων τὰς ἀρετάς, μεθ᾿ ὧν ἐκομίσθης σαφέστατα, δι᾿ ὧν καὶ σύ γε καθωράϊσας λαμπρῶς, θρόνον τὸν ἱερώτατον, ὅθεν σὲ ὑμνοῦμεν πανένδοξε.

Θεοτοκίον.

Ὢ τοῦ ἐν σοὶ μυστηρίου Ἁγνή, πῶς καὶ παρθενεύεις λοχεύουσα, καὶ πάλιν μένεις Παρθένος ἁγνή, οὗ ἀνεκφράστου θαύματος κῆρυξ καὶ αὐτὸς ὁ Ἀλέξανδρος.

Καταβασία. Ἦχος πλ. δ´.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα.

 

ᾨδὴ ε´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Ἐξέστη τὰ σύμπαντα.

Κυρήττει σαφέστατα, μέγα μυστήριον, ὁ θεῖος Προφήτης Ἡσαΐας, ἰδοὺ ἡ Παρθένος ἐν τῇ γαστρί, λήψεται, καὶ τέξεται τὸν Ἐμμανουήλ, ᾧ ὑπὲρ τῶν δούλων σου, σὺ πρεσβεύεις ἑκάστοτε.

 

Λαβίδα Πανάχραντον, σὲ εἰκονίζει Δέσποινα, τρόπῳ θαυμαστῷ, ὁ Ἡσαΐας, δι᾿ ἧς ὁ ἄνθραξ Χριστὸς Σωτὴρ τοῦ παντός, ἁψάμενος σώματος αὐτοῦ, ὡς αὐτὸν διέσωσε, καὶ ἡμᾶς σώζει πάντοτε.

 

Μύρων σου πανάμωμε, ὀσμὴ ὑπὲρ ἀρώματα πάντα, τὸ γὰρ ᾆσμα προμηνύει, ὡς νῦν ὀσφρήσεις μεστὰς ποιοῦσα πιστῶν, θείας σὺ ὀσμῆς πνευματικῆς, τὸ δυσσῶδες τῶν παθῶν ἐκδιώκεις ἑκάστοτε.

 

Ἀθύμως διάκειμαι ὡς πάσχων καθ᾿ ἑκάτερα, σώματι μὲν βίου τοῖς βασάνοις, ψυχῇ δὲ πάθει ἀμπλακημάτων δεινῶν, τίνα οὖν εὑρήσω χαρμονήν, εἰ μὴ σὲ ἀκέστορα τοῦ ἰᾶσαι ἀμφότερα.

Τοῦ Προδρόμου.

Ἰσχὺν θείου Πνεύματος, ἐνδεδυμένος ἔνδοξε, πᾶσιν ἀνεβόας τοῖς παροῦσι· Μετανοεῖτε ἰδοὺ ἀξίνη σαφῶς, τῶν δένδρων πρὸς ῥίζαν κεῖται νῦν, τέμνουσα τὰ ἄκαρπα, τὰ δ᾿ ἐσθλὰ ἐκκαθαίρουσα.

 

Τὴν γλῶτταν ὡς σάλπιγγα, ἔχων Κυρίου Πρόδρομε, εὐήχως ἐφώνεις τοῖς παροῦσιν· Ἐγὼ ἐν ὕδατι νῦν βαπτίζω ὑμᾶς, ὀπίσω μου δ᾿ ἄλλος ἰσχυρός, βαπτίζων ἐλεύσεται, ἐν πυρί τε καὶ πνεύματι.

 

Ὁ θεῖος προέφησε, Προφήτης· Ἥξει Κύριος, Ἄγγελος αὐτοῦ δὲ πρὸ προσώπου, στέλλεται τρίβους προετοιμάζων αὐτοῦ, ὃς σώσει λαὸν τὸν ἀπειθῆ, καὶ κατασκευάσειεν, εἰς Θεοῦ κλῆρον ἅγιον.

Θεοτοκίον.

Νηδύϊ φερόμενος, τῇ μητρικῇ ὁ Πρόδρομος, τῇ παρθενικῇ ὡς ἔγνω ἔνδον, τὸν τούτου Κτίστην φρικτῶς φερόμενον, Πνεύματι Ἁγίῳ φωτισθείς, ἔνδοθεν ἐσκίρτησε, καὶ πεσὼν προσεκύνησε.

Τοῦ Ἁγίου.

Κηρύττεις σαφέστατα, ὡς Ἡσαΐας πρότερον, Θεὸν σωματούμενον ἀῤῥεύστως, ὃν καὶ δοξάζεις Πατρὶ συνάναρχον, καὶ τῷ Παναγίῳ Πνεύματι, σύνθρονον αἰώνιον, θεολόγος ὡς ἄριστος.

 

Λαμπρύνεις θεόσοφε τὰς διανοίας εὐσεβῶν, πίστει ὀρθοδόξῳ τε καὶ θείᾳ ἡμᾶς διδάσκων Τριάδα σέβειν ὀρθῶς, τὴν ἄναρχον καὶ ζωαρχικήν, ἥνπερ καὶ ὑπὲρ ἡμῶν, σὺ πρεσβεύεις ἑκάστοτε.

 

Μανέντος διήλεγξας, σοφίσματα τὰ δόλια Ἀρείου Συνόδῳ ἐν τῇ πρώτῃ, μὴ καθυπήξας ταῖς τοῦ κρατοῦντος ὁρμαῖς, προστάττοντος αὐτῷ συλλειτουργεῖν. Ὅθεν τῇ ἐντεύξει σου ἀόρατος κατέσφαξας.

Θεοτοκίον.

Ἁγία Θεόνυμφε, ἁγνὴ ἀπεκύησας τὸν ἀναπαυόμενον Ἁγίοις, Υἱὸν καὶ Λόγον Πατρὶ συνάναρχον, τὸν καθαγιάζοντα ψυχὰς ἐν Ἁγίῳ Πνεύματι, προσφευγόντων τῇ σκέπῃ σου.

Καταβασία. Ἦχος πλ. δ´.

Ὢ τρισμακάριστον Ξύλον! ἐν ᾧ ἐτάθη Χριστός, ὁ Βασιλεὺς καὶ Κύριος· δι᾿ οὗ πέπτωκεν ὁ ξύλῳ ἀπατήσας, τῷ ἐν σοὶ δελεασθείς, Θεῷ τῷ προσπαγέντι σαρκί, τῷ παρέχοντι, τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

ᾨδὴ Ϛ´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Ἐβόησε προτυπῶν.

Νηδύϊ σου, ὃν ἀσπόρως συνέλαβες ἄχραντε, ἐκ φθορᾶς με ἵνα σώσῃ ἱκέτευε δέομαι Ἰωνᾶν ὡς πάλαι, ἐκ κοιλίας τοῦ κήτους ἐρρύσατο.

 

Σύμπασα μὲν Προφητῶν σὲ ὁμήγυρις Πάναγνε, καὶ αἱ ῥήσεις, καὶ τοῦ νόμου προλέγουσι σύμβολα, ὥσπερ καὶ Μιχαίας, ὄρος ἐμφανές τε προεικόνισεν.

 

Ὁράματι κεκλεισμένην σε πύλην ἑώρακεν, ὦ Παρθένε, Ἱεζεκιὴλ ὡς διὰ σοῦ τοῦ Θεοῦ, εἰσελευσομένου, ὃν σωθῆναι ἡμᾶς καθικέτευε.

 

Νοσήματα τῶν παθῶν με κατέχει δυσχέρεια, καὶ οὐκ ἔχω, ὡς ὁρᾶς παραμύθιον εὐσπλαχνε, σοὶ μόνῃ προσπίπτω, τῶν παθῶν μου ἀσθένειαν ἴασαι.

Τοῦ Προδρόμου. Τὴν θείαν ταύτην.

Πρὸς σὲ λαὸς πονηρότατος, ἀφίκετο πειράζων καὶ φάσκων σοι· Σὺ εἶ ὁ Κύριος· αὐτὸς δὲ ἔφης· Οὐκ ἔγωγε, ἄλλος δ᾿ ἐστὶν ὃς ἥξει, ὀπίσω πρῶτός μου.

 

Ῥευστῆς ἐγὼ πέλω φύσεως· ὃς ἔρχεται δ᾿ ὀπίσω μου ἄῤῥευστος, πέλει καὶ ἄχρονος, καὶ Ποιητὴς πάσης κτίσεως· οὗ οὐκ ἰσχύω λῦσαι, οὐδὲ τὰ πέδιλα.

 

Ὁρῶντες πάντες συνέτρεχον, πόρνοι τε καὶ τελῶναι καὶ ἄσωτοι, καὶ ἐβαπτίζοντο, ἐκ σοῦ Προφῆτα πανένδοξε, τὴν πρὸς Χριστὸν πορείαν, ἐκδιδασκόμενοι.

Θεοτοκίον.

Δεινῶν παντοίων τοὺς δούλους σου, ἐξάρπασον Παρθένε θεόνυμφε, τοὺς προσφυγόντας σου, ὑπὸ τὴν σκέπην τὴν ἄμαχον, καὶ τῆς φρικτῆς μελλούσης, ῥῦσαι κολάσεως.

Τοῦ Ἁγίου.

Νεύματι ἄνακτος, ἔκλινας, ὑπ᾿ αὐτοῦ συλλειτουργεῖν βιαζόμενος τῷ δολιόφρονι, ὅθεν ἐν θλίψει ἐβόησας, ὡς Ἰωνᾶς Κυρίῳ λυτρωσαμένῳ σε.

 

Ξένα, θεόφρων θαυμάσια, τὰ σὰ ἃ θείῳ κράτει ἀπέδειξας, κατὰ τοῦ δυσσεβοῦς, ὅθεν ἐν χώρω ἀπέκτεινας, δυσωδεδτάτῳ αὐτὸν τροπωσάμενος.

 

Ὅλον τὸν πόθον ἀνέτεινας, Ἀλέξανδρε σοφέ, πρὸς τὸν Κύριον, ἀπὸ νεότητος, ὅθεν μεσίτης γενοῦ ἡμῖν, ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον.

Θεοτοκίον.

Νηδύος Μῆτερ ἀπείρανδρε, Χριστὸν ἡμῖν ἀφράστως ἐκήυσας, ἀπὸ παρθενικῆς, ᾧ καὶ πρεσβεύεις ἑκάστοτε, ὑπὲρ ἡμῶν τῶν πιστῶς δοξαζόντων σε.

Καταβασία. Ἦχος πλ. δ´.

Νοτίου θηρὸς ἐν σπλάγχνοις, παλάμας Ἰωνᾶς, σταυροειδῶς διεκπετάσας, τὸ σωτήριον πάθος προδιετύπου σαφῶς· ὅθεν τριήμερος ἐκδύς, τὴν ὑπερκόσμιον Ἀνάστασιν ὑπεζωγράφησε, τοῦ σαρκὶ προσπαγέντος Χριστοῦ τοῦ Θεοῦ, καὶ τριημέρῳ ἐγέρσει, τὸν Κόσμον φωτίσαντος.

 

Κοντάκιον τοῦ Ἁγίου.

Ἦχος πλ. δ´. Τῇ ὑπερμάχῳ.

Τῷ ἀηττήτῳ ἀριστεῖ τὰ νικητήρια,
ὡς λυτρωθεῖσα δυσσεβῶν εὐχαριστήρια,
ἀναγράφω σοι ἡ ποίμνη σου Ἱεράρχα,
καὶ γὰρ Ἄρειον κατέκτεινας μαινόμενον,
καὶ φιλόσοφον ἐπέσχες θρασυνόμενον.
Ὅθεν κράζω σοι, Χαίρε πάτερ τρισόλβιε.

Ὁ Οἶκος.

Ἄγγελος ἐξ ἀνθρώπων ἐπὶ γῆς ἀνεδείχθης, ὡς μέγας ἀληθῶς Ἱεράρχης· πάσαις γὰρ ἀρεταῖς αὐγασθείς, ὥσπερ ἄϋλος ἀπέπτης τῶν γεηρῶν πρὸς τὰ οὐράνια καὶ ὑπὲρ φύσιν ἠγώνισαι. Δι᾿ ὃ καὶ παρ᾿ ἡμῶν ἀκούεις·
Χαῖρε, καλὲ Χριστοῦ ποιμενάρχα·
Χαῖρε, σοφὲ πιστῶν Ἱεράρχα.
Χαῖρε, καθαιρέτης δυσσεβῶν ὁ ἀήττητος·
Χαῖρε, οἰκουμένης ὁ φωστὴρ ὁ πολύφωτος.
Χαῖρε, ὅτι ὑπάρχεις Ἐκκλησίας ὁ Κόσμος·
Χαῖρε, ὅτι παρέχεις τοῖς πιστοῖς τὴν Εἰρήνην.
Χαῖρε, ἱερεῦ ὁ στήσας τὸ τρόπαιον·
Χαῖρε, ἀριστεῦ ὁ κτείνας τὸν Ἄρειον.
Χαῖρε, δι᾿ οὗ κραταιοῦται ἡ Πίστις·
Χαῖρε, Τριάδος ὁ μέγας Μύστης.
Χαίροις Πάτερ Τρισόλβιε.

 

Συναξάριον.

Τῇ Λ´ τοῦ αὐτοῦ μηνὸς μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀλεξάνδρου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.

Στίχοι.

Ἔστησας Ἀλέξανδρε φλεγμονὰς λόγων.
Λόγους προσευχαῖς ἐμβαλὼν πυριπνόους.
Θεῖον Ἀλέξανδρον μόρος εἶλεν τριακοστῇ.

Ἕτεροι στίχοι.

Σχοίνους διαδράς, Ἀλέξανδρε, σαρκίου,
Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου.

Οὗτος μετὰ τὸν ἱερὸν Μητροφάνην Ἐπίσκοπος Νέας Ῥώμης χειροτονεῖται, ὑπὸ τῶν ἐν Κωνσταντινουπόλει ἀπομεινάντων Πατέρων τῆς Α´ Οἰκουμενικῆς Συνόδου.

Ἐλέγχων δὲ διαρκῶς τὴν τοῦ Ἀρείου κακοδοξίαν παρὰ τῶν αἱρετικῶν ὑπέστη τότε ἀγῶνας καὶ πειρασμούς. Καὶ ὁ Βασιλεὺς Κωνσταντῖνος, εἰ καὶ χρηστὸς ἦν ἄλλως τὸ ἦθος καὶ τοῦ δικαίου εἴπερ τις ἄλλος διάπυρος ἐραστής, πρὸς στιγμὴν οὐ τῇ Πατριαρχικῇ εὐσεβείᾳ ἐστοίχησεν, ἀλλὰ προσέδετο τοῖς Ἀρειανίζουσι, προτροπαῖς τοῦ τότε Νικομηδείας Εὐσεβείου. Ὅθεν τὸν θεῖον Ἀλέξανδρον ἠνάγκαζε τὸν Ἄρειον εἰς κοινωνίαν δέξασθαι καὶ ὥριστο τὴν ἡμέραν τῆς μετ᾿ αὐτοῦ συλλειτουργίας. Καὶ ὁ Ἀλέξανδρος κατὰ τὴν ἑσπέραν ἐκείνην εἰς τὸ θυσιαστήριον εἰσελθὼν εἰς πρηνῆ καταβαλὼν ἑαυτὸν ἐδέετο τοῦ Θεοῦ· «Εἰ μὲν ἀληθὴς ἡ Ἀρείου δόξα, ἑαυτὸν τὴν ῥισμένην ἡμέραν τῆς ὑποδοχῆς αὐτοῦ μὴ ἰδεῖν, εἰ δὲ μή, ἣν αὐτὸς ἔχει πίστιν ἀληθήν, Ἄρειον τῆς ἀσεβείας δίκην δοῦναι». Ταῦτα περιπαθῶς ἠκτιβόλει σὺν δάκρυσιν, ὅθεν οὖν, ἄρτι τῆς Συνόδου συνισταμένης, καὶ ὁ Ἄρειος ἀπήει μέγα φρονῶν καὶ ἀπιὼν θύττεται τὴν γαστέρα πρὸς ἔκρρυσιν κοιλίας καὶ κύστεως, παρακλίνας δὲ τῆς ὁδοῦ κεκάθηκεν ἑαυτὸν ὡς ἀποσκυβαλισόμενον τὸ περίττευμα. Συνεξερρύει δὲ τῇ κόπτρῳ εἰς τὰ ἔγκατα τοῦ αἱρετικοῦ, βιαίως τὴν ζωὴν ἀπορρήξαντος.

Χρόνω δ᾿ ὕστερον τῶν τὰ αὐτοῦ τις φρονούντων πλούσιός τε καὶ οὐ δυνάμει, ἐπρίατο τοῦτον τὸν τόπον, ἀθελὼν τὴν προτέραν ὄψιν, ὥστε λήθην γενέσθαι τῷ δήμῳ.

Πατριαρχεύσας δὲ ὁ μακάριος ἔτεσι δώδεκα ἐπὶ Βασιλείας Κωνσταντίνου τοῦ Μεγάλου, πλήρης ἡμερῶν γενόμενος, ἀνεπαύσατο ἐν Κυρίῳ.

 

Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως Ἰωάννου καὶ Παῦλου τοῦ νέου.

Στίχοι.

Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας,
Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου.

Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου,
Εὕρηκε παῦλαν τῶν πόνων τῶν τοῦ βίου.

Στῖχος εἰς τοὺς τρεῖς ἱεράρχας.

Τριττὺς τῇ Τριάδι τριακοστῇ νῦν πάρα ἔστη.

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ὁσίου καὶ θαυματουργοῦ Φαντίνου.

Στίχοι.

Καὶ γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος,
Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει.

Φαντῖνος βιότου ἀνεχάζετο ἐν τριακοστῇ.

Οὗτος εἷλκε τὸ γένος ἐκ χώρας τῶν ἐν Ἰταλίᾳ Καλαβρῶν, Γεωργίου καὶ Βρυαίνης υἱός. Ἐξ αὐτῶν δὲ τῶν σπαργάνων τῷ Θεῷ ἀφιερωθείς, Μοναστηρίῳ ἐκδίδοται καὶ πᾶσαν ἀρετὴν μετέρχεται· καὶ γενόμενος ἐργάτης δόκιμος τῶν ἐντολῶν τοῦ Θεοῦ, θείων ἀποκαλύψεων καταξιοῦται, καὶ ἐπὶ ἡμέρας εἴκοσι διετέλεσε νῆστις. Ἀλλὰ καὶ γυμνὸς ἐπὶ τέσσαρσι χρόνοις διεκαρτέρησε καὶ μυρίαις περιστάσεσιν ἐπάλαισεν ἐν ταῖς τῶν Σαρακηνῶν ἐφόδοις. Ἐν τούτοις ἑξήκοντα χρόνοις διαρκέσας, Βιτάλιον καὶ Νικηφόρον τοὺς αὑτοῦ παραλαβὼν φοιτητάς, τῇ Πελοποννήσῳ προσεπιβαίνει· καὶ ἐν Κορίνθῳ χρόνον συχνὸν προσδιατρίψας, πολλοῖς πρόξενος σωτηρίας κατέστη· καὶ τὰς Ἀθήνας καταλαβὼν καὶ τὸ ἅγιον τέμενος τῆς Θεοτόκου προσκυνήσας, ἐν τῇ Λαρίσῃ γίνεται. Ἱκανῷ δὲ χρόνῳ τῷ τοῦ Ἁγίου Ἀχιλλίου προσεδρεύσας τάφῳ, εἰς Θεσσαλονίκην ἔρχεται· καὶ κατατρυφήσας τῶν τοῦ Μεγαλομάρτυρος Δημητρίου θαυμάτων, ἐφ᾿ ὅλοις ὀκτὼ ἔτεσι, τὸν συνήθη κανόνα τῆς ἐγκρατείας μετερχόμενος, ἐν γήρᾳ καλῷ καταλύει τὸν βίον.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν ἁγίων δεκαὲξ Μαρτύρων τῶν Θηβαίων.

Στίχοι.

Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἓξ καὶ δέκα,
Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου.

Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτινῇ, ἐν τῇ θαλάσσῃ βληθέντες, τελειοῦνται.

Στίχοι.

Ἑξάστερόν τι Χριστομαρτύρων σέλας,
Δύναν θαλάσσης ἔνδον, ἐκλάμπει πόλῳ.

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Οὐκ ἐλάτρευσαν.

Παρθενεύουσαν νηδύν, τὸ πῦρ τῆς Θεότητος, τὴν σὴν οὐκ ἔφλεξεν, ὡς δροσοβόλος ποτέ, τοὺς Παῖδας ἡ κάμινος προλέγουσα, ἐκ σοῦ τὴν γέννησιν, ᾧ καὶ ἡμεῖς κραυγάζομεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ῥέει πάντοτε, πιστοῖς διψῶσι νάματα, ἐλέους ἄχραντε, σοῦ ἐκ πηγῆς ἣν ποτέ, ὅτι ἐξελεύσεται Ἰωὴλ ἔδειξεν ἐξ οἶκου Θεοῦ, ᾧ καὶ ἡμεῖς κραυγάζομεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Σὲ σαφέστατα, καὶ θείως προεικόνισεν, ὄρος ὁ Δανιὴλ ἐξ οὗ ὁ λίθος Χριστός, Ἁγνὴ ἀχειρότμητος, ἐτμήθη ὡς τεχθείς, ἀσπόρως ἐκ σοῦ, ᾧ καὶ ἡμεῖς κραυγάζομεν, ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Νέφος Ἄχραντε, βασάνου κατεκάλυψε, ψυχὴν καρδία μου, καὶ σκοτασμὸν ἐμποιεῖ, φωτὸς δ᾿ ὡς γεννήτρια τοῦτο ἀπέλασον, τῇ ἐμπνεύσει τε, πόῤῥῳ πρεσβείαις σου Ἁγνή, καὶ φωτίζουσα με ῥῦσαι.

Τοῦ Προδρόμου.

Ῥωμαλέως, τῷ Ἡρώδῃ ἀνθιστάμενος, ἔνδοξε Πρόδρομε, τοῦτον ἐλέγχεις βοῶν· Οὐκ ἔξεστιν ἔχειν σε, εὐνὴν ὁμαίμονος, ὡς ἀθέμιτον· ὁ δὲ μὴ ἀνασχόμενος, τὴν σὴν κάραν ἀποτέμνει.

 

Οἷα ἔνδοξος, Προφήτης πρὸ γεννήσεως, ἔγνως τὸν Κύριον, καὶ ὡς ἀμνὸν τοῦ Θεοῦ, τοῖς πᾶσιν ὑπέδειξας, πρὸς θεοσέβειαν, ἕλκων ἅπαντας, ἀναβοᾶν πρὸς Κύριον· Ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Μέλλων τέλος, τὸ μακάριον ἐκδέχεσθαι, Πρόδρομε ἔνδοξε, σοὺς μαθητὰς πρὸς Χριστόν, τὸν Θεὸν ἀπέστειλας, ἐπερωτῶν αὐτόν· Σὺ εἶ Κύριε, τοῦ σῶσαι ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;

 

Ὁ Χριστός, τοῖς Μαθηταῖς προαπεφθέγξατο· Ἄπιτε εἴπατε, τῷ Ἰωάννῃ· Ἰδού, νεκροὶ ἐξανίστανται, κωφοὶ ἀκούουσιν, ἐκκαθαίρονται λεπροί, καὶ ὥσπερ ἔλαφος, οἱ χωλοὶ περιπατοῦσιν.

Τοῦ Ἁγίου.

Παρρησίαν κεκτημένος πρὸς τὸν Κύριον, τὸν Βασιλέα καὶ Σύ, ὡς τρεῖς παῖδες, ταχέως ἀπέδειξας, ὄντα κακόφρονα, καὶ ἐβόησας· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ῥοὰς Πάτερ τῶν δακρύων οὐ παρέβλεψε, τῶν σῶν ὁ γλυκὺς Ἰησοῦς, ὃς ἀντεδόξασεν σὲ αὐτὸν δοξάσαντα, εἶναι Θεὸν ἀληθῆ, ᾧ ἐβόησας· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Σὲ προβλέψασα, σοφὲ ἡ θεία πρόνοια, εἶναι τῆς χάριτος, σκεῦος ἐξαίρετον πρεπόντως ἀνέδειξεν Ἱεραρχῶν καλλονήν, ὅθεν ἔλεγες· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Νέμεις Ἄχραντε, τοῖς πιστοῖς σοι προσπίπτουσι, δῶρα ἐπάξια, ὡς πάντων Δέσποινα, καὶ Μήτηρ ἀπείρανδρος τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Καταβασία. Ἦχος πλ. δ´.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Παῖδας εὐαγεῖς.

Τύπος σὸς Παρθένε ἐν καμίνῳ, ἀφλέκτως τοὺς ἐμβατεύοντας παῖδας ποτέ, τοῦ πατρὸς ἐξείλετο, καὶ σὲ προεικόνισε, Θεοῦ Μητέρα ἔσεσθε, ᾧ πάντες ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Ὕμνον σοι Ἁγνὴ οἴκῳ Κυρίου, κομίζω ὃν Ζαχαρίας προεφθέγξατο, καὶ Μαλαχίας τε, Ναὸν αὐτοῦ ἀπέδειξε, ἐν σοὶ γὰρ κατεσκήνωσεν ὁ Ποιητὴς τοῦ παντός, ὃν ἅπαντα ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Φωτὸς λύχνος πρόδρομος Παρθένε, τὴν Σάρκωσιν τὴν ἐκ σοῦ Θεοῦ Πανάμωμε, ἐμφανῶς ἐκήρυξε, διὰ τῆς σκιρτήσεως, κατηξιώθη δὲ αὐτὸν βαπτίσαι λέγων τε· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Ἤκω σοι τῇ μόνῃ μου ἐλπίδι, καὶ καταφυγὴ καὶ προστασία Δέσποινά μου, καὶ βοῶ ἐκ θλίψεως, μὴ ἐγκαταλίπῃς με, ἀλλὰ ῥῦσαί με Πάναγνε τῶν περιστάσεων, τοῦ βίου, καὶ μελλούσης γεένης, ὅπως σε γεραίρω, τὴν μόνην Θεοτόκον.

Τοῦ Προδρόμου.

Νόμου παλαιᾶς τε καὶ τῆς νέας, Προφήτης καὶ Προφητῶν πάντων ὑπέρτερος, ὑπάρχων πανεύφημε· οὐ γὰρ ἔφυς κάλαμος, πνεύμασι ῥιπιζόμενος, ἀλλ᾿ ἔστης ἄσειστος· Τὸν Κύριον βοῶν εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Μαινόμενος οἴστρῳ ὁ Ἡρώδης, μαχλώσης Ἡρωδιάδος τὸ θυγάτριον, βλέπων κατορχούμενον, ἔφησεν ὁ ἄθλιος· Ὅ μοι αἰτήσῃς δίδωμι, ἕως ἡμίσεος, τῆς ἐμῆς βασιλείας μεθ᾿ ὅρκου· κἀκεῖνο ἐξαιτεῖται, τὴν κάραν τοῦ Προδρόμου.

 

Εἶχε μὲν φρουρὰ τὸν Ἰωάννην, Ἡρώδην δὲ πότος εὐφραινόμενον· τότε ἡ πανάσεμνος, κόρη κατωρχήσατο, ἀρέσασα δὲ εἴληφε, κάραν τὴν πάντιμον, Προδρόμου καὶ ἁγίαν ὡς ταύτην, τῇ μητρὶ προσάξῃ, τιμαλφέστατον δῶρον.

Θεοτοκίον.

Λύτρωσαι τὴν πόλιν σου Παρθένε, ἐκ πάσης ἀπειλῆς τε καὶ κακώσεως, σεισμοῦ καταπτώσεως, βαρβαρικῆς ἁλώσεως, καὶ φοβερᾶς κολάσεως, τοῦ αἰωνίου πυρός· σὲ γὰρ μετὰ Θεὸν σωτηρίαν, ἅπαντες πλουτοῦμεν, χριστιανοὶ Παρθένε.

Τοῦ Ἁγίου.

Ταμεῖον τῆς χάριτος ἐδείχθης, ἐν πόλει τῇ Δικαίων εὐαγεῖ, τῇ πρὶν συνελεύσει ἔνδοξε, καὶ ἐθεολόγησας, Υἱὸν Πατρὶ συνάναρχον καὶ θείῳ Πνεύματι, ὡς οἱ παῖδες τῷ Κυρίῳ κραυγάζων· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

 

Ὑπέπεσεν ὄντως θείᾳ δίκῃ, ἐφύβριστον τ᾿ αὐθαδέστατον τὸ βδέλυγμα. Πάτερ μεσιτείᾳ σου, δι᾿ ἧς ἐχαροποίησας, λαὸν ὀρθῶς δοξάζοντα Τριάδα ἄναρχον, ἀπαύστως τε βοῶντα Κυρίῳ· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

 

Φυλάττεις τὴν ποίμνην σου καὶ ἤδη, θεόφρον τῇ σῇ δεήσει, ὡς καὶ πανηγυρίζουσα τὴν θείαν μνήμην σου Θεῷ τῷ σὲ δοξάσαντι κράζει· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας. (Προτείνεται τὸ ἑπόμενον, διορθωμένον).

 

Φυλάττεις τὴν ποίμνην σου καὶ ἤδη, θεόφρον τῇ σῇ δεήσει Ἅγιε, ὡς καὶ πανηγυρίζουσα τὴν θείαν ταύτην μνήμην σου, Θεῷ τῷ σὲ δοξάσαντι καὶ μεγαλύναντι, τἀνῦν μεγαλοφώνως κράζει· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἡ μήτρα σου ἄχραντε Παρθένε, τὸν ἕνα Τριάδος τῆς μακαριστῆς ἀφθόρως ἐκύησεν ἐν δυσὶ ταῖς φύσεσιν, καὶ δύο ταῖς θελήσεσιν ὃν καθικέτευε, ὑπὲρ τῶν βοώντων ἀπαύστως· ὑμνεῖτε τὰ ἔργα Θεὸν εἰς τοὺς αἰῶνας.

Καταβασία. Ἦχος πλ. δ´.

Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.

Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν· ὑμνεῖτε τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα πανάγιον εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ´. Τῆς Θεοτόκου.

Ἦχος δ´. Ἅπας γηγενής.

Χαῖρε ὦ Ἁγνή, χαρᾶς εὐαγγέλια παρὰ Ἀγγέλου ποτέ, μόνη δεξαμένη τε, μόνη τεκοῦσα τὸν λυτρωτὴν ἡμῶν, χαρᾶς αἰτία Δέσποινα, χαρμονὴ πάντων τε ἀγγέλων καὶ ἀνθρώπων καὶ κτίσεως, εἰς αἰῶνας σὺ χαῖρε Θεόνυμφε.

 

Ψάμμος ἀληθῶς, τῷ πλήθει ἐγκώμια, τὰ σὰ ὑπάρχει Ἁγνή, σὲ γὰρ καὶ οὐράνιαι, τάξεις ὑμνοῦσιν ὡς Θεομήτορα, τοῦ μόνου τε τὰ σύμβολα καὶ Προφητῶν οἱ χοροί, Ἀποστόλων, Μαρτύρων, Ἁγίων τε, καὶ ἀνθρώπων τὸ γένος Θεόνυμφε.

 

ᾨδὰς ἂν Ἁγνή, ἀπείρους προσοίσωμεν, σοὶ τῇ Μητρὶ τοῦ Θεοῦ, οὐκ ἂν δυνηθησόμεθα, αἰτειν ἀξίως ὡς Θεομήτορα, ἀλλὰ τὴν πίστιν Δέποινα, καὶ προθυμίαν ἡμῶν, δεξαμένη, τῷ Υἱῷ σου, πρέσβευε, ἵνα σώσῃ ἡμᾶς τοὺς ὑμνοῦντάς σε.

 

Σοὶ Θεοῦ Μητρί, προσπίπτω δεόμενος, τὸν ὕμνον δέχου Ἁγνή, ὅνπερ σοι προσέφερον, σὺν τούτῳ ὅμως τὴν προθυμίαν μου καὶ πόθον πίστιν τε Δέσποινα, καὶ μὴ παρίδης με νῦν, ἀλλὰ τῷ Υἱῷ σου πρέσβευε ῥυσθῆναι με, ἐκ κινδύνων κακῶν, καὶ κολάσεως.

Τοῦ Προδρόμου.

Πότος βδελυρός, καὶ δεῖπνος πανάσεμνος, ὄρχησις ἄτερπνος, ἔθελξαν τὸν δείλαιον· μάλα πρὸς οἶστρον ἀκολασίας δεινῆς, καὶ τῆς μαινάδος μίσθωμα κάραν ἐκδίδωσι, τοῦ Προδρόμου, ἧς οὐδὲ ἀντάξιος, κόσμος ἅπας. Φρικτὸν τὸ μυστήριον!

 

Ὢ πῶς ὁ δεινός, Ἡρώδης οὐκ ἔφριξε, Κριτὴν ἀλάθητον! ἀλλ᾿ ἐν τῇ ψυχῇ αὐτοῦ, ἔνδον δολίως φόνον ἐνέτρεφε, τοῦ Βαπτιστοῦ μαινόμενος ὡς ἐλεγχόμενος, καὶ μὴ φέρων, εὐκαιρίαν ἤθελε, καὶ εὑρὼν ἀποτέμνει τὸν δίκαιον.

 

Ὄντως ἀπὸ γῆς, εἰσέδυς εἰς Ἅγια, οἷά περ Ἄγγελος, ὡς ἀγγελικῶς ἐν γῇ, σοφὲ βιώσας Κυρίου Πρόδρομε· τῶν ὑμνητῶν σου μέμνησο ἄνωθεν ἔνδοξε, καὶ πταισμάτων, αἴτησαι τὴν ἄφεσιν, καὶ εἰρήνην παράσχου καὶ ἔλεος.

Θεοτοκίον.

Ὢ Θεοῦ Υἱέ, μακρόθυμε Κύριε καὶ πολυέλεε, τοῦ σοῦ Βαπτιστοῦ λιταῖς, καὶ ἱκεσίαις τῆς κυησάσης σε, καὶ πάντων τῶν Ἁγίων σου σῶσον τοὺς δούλους σου· καὶ χορήγει, ἄνωθεν τὰ τρόπαια, βασιλεῦσιν ἡμῶν ὡς φιλάνθρωπος.

Τοῦ Ἁγίου.

Χάριτι Θεοῦ, φωτισθεὶς θεόσοφε, ὀρθῶς ἐκήρυξας, Ἄχραντον τὴν Δέσποιναν, φωτὸς μητέρα, καὶ ὑπερένδοξον, ὅθεν καὶ σὺ πανόλβιε, αὐτῇ κραυγάζεις ἀεί· Θεοτόκε, φύλαττε τοὺς δούλους σου, τοὺς πιστῶς προσκυνοῦντας τὸν τόκον σου.

 

Ψεύδους ὁδηγόν, ἀνεῖλες πανάγιε, τῇ ἱερᾷ προσευχῇ, ὅθεν καὶ ἐστήριξας, λαὸν τῇ πίστει τῇ ὀρθοδόξῳ σεπτῶς, καὶ διευθύνων οἴακας ὀρθοδοξίας σοφέ, εἰς ἔτη τρία δέκασι ἐπὶ δυσί, θεαρέστως μετέστης πρὸς Κύριον.

 

Ὤφθης Ἱερέ, φωστὴρ Ἐκκλησίας σύ, Πατριαρχῶν καλλονή, ὅθεν παριστάμενος, Τριάδι ἤδη μὴ παραβλέψῃς ἡμᾶς, ἀλλὰ καὶ πάντας φύλαττε, τοὺς σὲ γεραίροντες, καὶ τοὺς πίστει τιμῶντας τὴν μνήμην σου ἔνδοξε.

Θεοτοκίον.

Σῶσον ὦ Ἁγνή, ἡμᾶς τοὺς προσπίπτοντας τῇ προστασίᾳ τῇ σῇ, Σὲ γὰρ πάντες ἔχομεν, ἐλπίδα μόνην καταφυγὴν ἀληθῶς, καὶ γὰρ μήτηρ Πάναγνε, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, ὅσα βούλει πάντα ὄντως δύνασαι τοὺς ὑμνοῦντας σε φύλαττε.

Καταβασία. Ἦχος πλ. δ´.

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ᾿ οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν.

 

Ἐξαποστειλάρια.

Μεθέορτον τοῦ Προδρόμου. Τοῖς Μαθηταῖς συνέλθωμεν.

Ἡρώδης ὁ παράνομος, τοῦ Προδρόμου τὴν θείαν, καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης ὁ ἄφρων· ὢ φρικτῆς τόλμης ὄντως! Θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον φόνον πράξας· ἡμεῖς δὲ νῦν, τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως.

Τοῦ Ἁγίου Ἀλεξάνδρου. Γυναῖκες ἀκουτίσθητε.

Τὸν μέγαν ἀρχιποίμενα, Ἀλέξανδρον τὸν πάνσοφον, τὸν καθελόντα Ἀρείου, κακοδοξίαν ἐντόνως, καὶ τοὺς λαοὺς στηρίζοντα, εἰς πίστιν τὴν ὀρθόδοξον, ἀνευφημήσωμεν πάντες, χρεωστικῶς ἐκτελοῦντες τὴν ἱερὰν αὐτοῦ μνήμην.

Θεοτοκίον. Ὅμοιον.

Κυρίως Θεοτόκον σὲ ὁμολογῶ πανάχραντε, Θεὸν γὰρ ἔτεκες ὄντως, Πατρὶ τὸν ὁμοούσιον, καὶ σύνθρονον ὑπάρχοντα, ὡς ὁ σοφὸς ἐκήρυξεν, Ἀλέξανδρος θεοπνεύστως, οὗ ἐκτελοῦντες τὴν μνήμην καὶ σὲ πιστῶς ἀνυμνοῦμεν.

 

            Εἰς τὸν Στίχον τῶν Αἴνων. Ἱστῶμεν στίχους δ´, καὶ ψάλλομεν τὰ ἑξῆς τρία Στιχηρὰ Προσόμοια, δευτεροῦντες τὸ πρῶτον.

Ἦχος α´. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ ἀμπελῶνος ἐργάτης διὰ τῆς πίστεως τῶν ἐντολῶν ἐδείχθης τοῦ Χριστοῦ θεοφόρε, δι᾿ ὃ καὶ Βασιλείας τῆς ἄνω λαβών, μυστικῶς τὸ δηνάριον, ἀδιαλείπτως πρεσβεύεις ὑπὲρ ἡμῶν, τῶν τιμώντων σε σοφὲ Ἀλέξανδρε. (δίς)

 

Ἐν τῇ τοῦ Πνεύματος αἴγλῃ καταλαμπόμενος, τὸ ζοφερὸν καθεῖλες καὶ ληρῶδες Ἀρείου, Ἀλέξανδρε τρισμάκαρ, ὅθεν σοφῶς δογματίσας Τριάδα Θεόν, ὑπὸ πιστῶν ἐδοξάσθης καὶ συνετῶν καὶ τὴν ποίμνην σου διέσωσας.

 

Θείαις θεόφρων ἀκτῖσι περιλαμπόμενος, τῇ τοῦ Θεοῦ δυνάμει, τὰς ἰάσεις παρέχεις, ψυχῶν τε καὶ σωμάτων τοῖς πίστει καὶ νῦν, ἐπιτελοῦσι, τὴν μνήμην σου, Ἀλέξανδρε Πάτερ θαυματουργέ, μὴ ἐλλίπῃς ὑπερεύχεσθαι.

Δόξα. Ἦχος πλ. α´.

Ὅσιε Πάτερ, τῆς εὐσεβείας τὸν δρόμον, κατὰ Παῦλον τελέσας, τῆς δικαιοσύνης τὸν στέφανον, ἐπαξίως ἐκομίσω· οὐ γὰρ ἐνάρκησας μακάριε, ἐν τῷ τῆς ἀρετῆς ἀγῶνι, ἀλλὰ πάντα ἔθου, καὶ ἀσθενείας φύσεως οὐκ ἐφείσω, ὑπὲρ τῆς ἀληθοῦς τοῦ Σωτῆρος δόξης, καὶ τοὺς αὐτὴν σμικρύνοντας, στερρῶς κατηγωνίσω. Ἀλλ᾿ ὦ Ἱεράρχα Ἀλέξανδρε, τῇ ἀνάρχῳ Τριάδι πρέσβευε, σὺν τοῖς σοῖς συλλειτουργοῖς Παύλῳ καὶ Ἰωάννῃ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Μακαρίζομέν Σε, Θεοτόκε Παρθένε καὶ δοξάζομέν Σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν Πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 


ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικὰ καὶ οἱ Μακαρισμοί, ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ´ καὶ ἡ Ϛ´ ᾠδή.

Εἴσοδος, Ἀπολυτίκια τῶν Ἁγίων, τὸ ἑξῆς·

Κοντάκιον. Ἦχος δ´. Αὐτόμελον.

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι. Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Ἀπόστολος, ζήτει Νοεμβρίου ιγ´.
(Τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου)

Προκείμενον. Ἦχος α´. (Ψαλμὸς μη´).

Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(κεφ. Ζ´, 26-28, Η´ 1-8)

Ἀδελφοί, τοιοῦτος ἡμῖν ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος, ὃς οὐκ ἔχει καθ᾿ ἡμέραν ἀνάγκην, ὥσπερ οἱ ἀρχιερεῖς, πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν, ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας. Ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. Κεφάλαιον δὲ ἐπὶ τοῖς λεγομένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὡς ἐκάθισεν ἐν δεξιᾷ τοῦ θρόνου τῆς μεγαλωσύνης ἐν τοῖς οὐρανοῖς, τῶν Ἁγίων λειτουργὸς καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, «ἣν ἔπηξεν ὁ Κύριος», καὶ οὐκ ἄνθρωπος.

 

Εὐαγγέλιον, ζήτει τῶν Ἁγίων Πατέρων τῆς Δ´ Οἰκουμενικῆς Συνόδου.

Ἐκ τοῦ κατὰ Ματθαῖον Ἁγίου Εὐαγγελίου τὸ Ἀνάγνωσμα.
(Ματθ. Ε´ 14-19)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ κόσμου. Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ᾿ ἐπὶ τὴν λυχνίαν, καὶ λάμπει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ. Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσιν ὑμῶν τὰ καλὰ ἔργα καὶ δοξάσωσι τὸν πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς. Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου ἕως ἂν πάντα γένηται. Ὃς ἐὰν οὖν λύσῃ μίαν τῶν ἐντολῶν τούτων τῶν ἐλαχίστων καὶ διδάξῃ οὕτω τοὺς ἀνθρώπους, ἐλάχιστος κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ὃς δ᾿ ἂν ποιήσῃ καὶ διδάξῃ, οὗτος μέγας κληθήσεται ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν.

 

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον, ἔσται δίκαιος. Ἀλληλούια.

Μεγαλυνάριον.

Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα καὶ κανών· χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία, Ἀλέξανδρε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.


ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ
ΕΙΣ ΤΟΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΑ ΗΜΩΝ
ΑΛΕΞΑΝΔΡΟΝ
ΑΡΧΙΕΠΙΣΚΟΠΟΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου

 

            Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε, εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τῆς Τριάδος θεοφόρος θεράπων, καὶ Ὀρθοδόξων, ὁδηγὸς καὶ προστάτης, Ἀρχιεράρχα τοῦ ἈΛέξανδρε, πρέσβευε δεόμεθα, πάσης ῥύσασθαι βλάβης, καὶ παντοίων θλίψεων, τοὺς πιστῶς σε τιμῶντας καὶ τῶν πταισμάτων λύσιν παρασχεῖν, τοῖς καταφεύγουσι Πάτερ τῇ σκέπῃ σου.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου, λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ὁ Ν´ Ψαλμός, καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·


«Λιταῖς σου Ἅγιε ἡμᾶς σκέπε. Γερασίμου».

ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.

Λαμπόμενος φέγγει τῷ νοητῷ, Ἀλέξανδρε Πάτερ, τῆς Τριάδος τῆς παντουργοῦ, λῦσον τῶν παθῶν μου τὴν ὁμίχλην, ταῖς φωτοφόροις πρεσβείαις σου δέομαι.

 

Ἰλύος με ῥῦσαι πάσης φθορᾶς, Ἀλέξανδρε Πάτερ, μεσιτείας σου πρὸς Χριστόν, καὶ δίδου ἰσχύν μοι Ἱεράρχα, τοῦ διοδεύειν ὁδὸν τὴν σωτήριον.

 

Τῇ σῇ προστασίᾳ καὶ ἀρωγῇ, Ἀλέξανδρε Πάτερ, καταφεύγων πίστει θερμῇ, ῥυσθείην δεινῶν πειρατηρίων, καὶ χαλεπῶν ἐν τῷ βίῳ στενώων.

Θεοτοκίον.

Ἀσπόρως συνέλαβες ἐν γαστρί, τὸν πάντων Δεσπότην, καὶ ἀφθόρως τοῦτν Ἁγνή, ἐκύησας Ἄχραντε· διό με, φθοροποιῶν νοημάτων ἐκκάθαρον.

 

ᾨδὴ γ´. Οὐρανίας ἁψῖδος.

Ἱεράρχης καὶ μύστης, θεοειδὴς πέφυνας, τῆς Ὑπερουσίου Τριάδος, ἣν καθικέτευε, Πάτερ Ἀλέξανδρε, πάσης λυτροῦσθαι ἀνάγκης, τοὺς πιστῶς προστρέχοντας τῇ ἀντιλήψει σου.

 

Συσχεθέντα με Πάτερ, ταῖς χαλεπαῖς θλίψεσι, ἐξ ἁμαρτιῶν πολυτρόπων θᾶττον ἀπάλλαξον, ταῖς ἱκεσίαις σου· καὶ πρὸς ὁδόν με εἰρήνης, ἴθυνον Ἀλέξανδρε, ἵνα γεραίρω σε.

 

Σωτηρίας τὴν τρίβον, τὴν πρὸς Θεὸν ἄγουσαν, τῇ σῇ πατρικῇ συμπαθείᾳ, ἡμῖν ὁμάλωσον, Πάτερ Ἀλέξανδρε, τοῖς ἀδιστάκτῳ καρδίᾳ, ἐκζητοῦσι πάντοτε, τὴν σὴν βοήθειαν.

Θεοτοκίον.

Ὁ τῶν ὅλων Δεσπότης, καὶ Ποιητὴς Ἄχραντε, ἐκ τῶν σῶν ἀχράντων αἱμάτων, πλούτῳ χρηστότητος, σάρκα προείληφεν, ἀναλλοιώτως ὡς οἶδε, καὶ προστάτιν κόσμου σε, ὄντως ἀνέδειξε.

 

Διάσωσον Ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παρρησίαν πρὸς Κύριον κεκτημένος.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα.

Ἦχος β´. Πρεσβεία θερμή.

Φωτὸς νοητοῦ, κατατρυφῶν Ἀλέξανδρε, ὡς μύστης Χριστοῦ, καὶ Ἱεράρχης ὅσιος, ἐκ σκότους τῶν αἱρέσεων, καὶ δεινῆς ἀθυμίας καὶ θλίψεως, μὴ διαλίπῃς λυτροῦσθαι ἡμᾶς, τοὺς πίστει καὶ πόθῳ ἀνυμνοῦντάς σε.

 

ᾨδὴ δ´. Εἰσακήκοα Κύριε.

Ὑποφήτης ὡς ἔνθεος, τῆς Τριαδικῆς ἐλλάμψεως Ὅσιε, τὴν ψυχήν μου καταλάμπρυνον, ἐναρέτου βίου ἐπιδόσεσιν.

 

Ἀπὸ πάσης στενώσεως, τῆς κατὰ ψυχὴν καὶ σῶμα ἐκλύτρωσαι, ἱερώτατε Ἀλέξανδρε, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

 

Γεωργεῖν ἡμῖν δύναμιν, δίδου ἀρετῶν τὴν ἄρουραν Ἅγιε, ἵνα δρέψωμεν τὸν ἄσταχυν, ζωῆς τῆς ἀλήκτου δυσωποῦμέν σε.

Θεοτοκίον.

Ἰατρὸν ἡμῖν τέξασα, καὶ Σωτῆρα πάντων Χριστὸν τὸν Κύριον, τὴν νοσοῦσαν μου διάνοιαν, Θεοτόκε ἴασαι καὶ σῶσόν με.

 

ᾨδὴ ε´. Φώτισον ἡμᾶς.

Ἔπιδε ἡμῖν, οὐρανόθεν Πάτερ Ὅσιε, καὶ παράσχου τὰ αἰτήματα ἡμῶν, ὡς μεσίτης ἡμῶν μέγας πρὸς τὸν Κύριον.

 

Ἥλιος λαμπρός, Ἐκκλησίας ἐχρημάτισας καὶ διέλυσας Ἀρείου τὴν ἀχλύν, Ἱεράρχα ταῖς ἀκτῖσι τῶν δογμάτων σου.

 

Μέγας ἀρωγός, Ὀρθοδόξων ἀναδέδειξαι, ὦ Ἀλέξανδρε Πατέρων καλλονή, καὶ παρέχεις ἡμῖν πάντοτε τὴν χάριν σου.

Θεοτοκίον.

Ἄχραντε Ἁγνή, τὴν χρανθεῖσάν μου διάνοιαν, τῶν πολλῶν ἁμαρτιῶν ταῖς προσβολαῖς, ἀποκάθαρον τοῖς ῥείθροις τοῦ ἐλέους σου.

 

ᾨδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.

Σοφίᾳ, κατακοσμούμενος θείᾳ, τοῦ Ἀρείου διελέγχεις τὴν πλάνην, Ἀρχιεράρχα Ἀλέξανδρε Πάτερ· ὅθεν ἡμᾶς ἀνωτέρους ἀπέργασαι, σοφιστειῶν τῶν δολερῶν, τοῦ ἐχθροῦ δυσωποῦμέν σε Ἅγιε.

 

Στροβεῖ με, ἁμαρτιῶν πολυτρόπων, καὶ ποικίλων καταιγὶς παθημάτων, ἀλλὰ τῇ σῇ καταφεύγω γαλήνῃ, καὶ ἐκ καρδίας βοῶ σοι Ἀλέξανδρε· ὁδήγησόν με ἀσφαλῶς, πρὸς σωτήριον ὅρμον καὶ σῶσόν με.

 

Κακίας, τῆς τοῦ δολίου Βελίαρ, τὴν ταλαίπωρον καρδίαν μου ῥῦσαι, καὶ τῆς αὐτοῦ μανιώδους ἀπάτης, ἀπάλλαξόν με, παμμάκαρ Ἀλέξανδρε, καὶ μετανοίας τῷ φωτί, τὴν ἀθλίαν ψυχήν μου καταύγασον.

Θεοτοκίον.

Ἐλέους τὸν χορηγὸν τετοκυΐα, ἐλεῆμον Παντευλόγητε Κόρη, οἰκτείρησόν με τῇ σῇ συμπαθείᾳ, καὶ τοῦ ἐχθροῦ τῆς δουλείας με λύτωσαι, καὶ δούλωσόν μου τὴν ψυχήν, τοῦ Υἱοῦ σου τῷ νόμῳ καὶ σῶσόν με.

 

Διάσωσον Ἀρχιεράρχα Ἀλέξανδρε, πάσης βλάβης, τοὺς ἐν πίστει τῇ προστασίᾳ σου σπεύδοντας, ὡς παρρησίαν πρὸς Κύριον κεκτημένος.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Κοντάκιον.

Ἦχος β´. Τοῖς τῶν αἱμάτων σου.

Ἱεραρχῶν ἱερὸν ἐγκαλλώπισμα, Ἀρχιεράρχα Κυρίου ἈΛέξανδρε, ἐχθρῶν ἀοράτων μανίας με, καὶ ὀρατῶν χαλεπότητος λύτρωσαι, ὡς μέγας μου πρόμαχος Ἅγιε.

 

Καὶ εὐθὺς τὸ Προκείμενον·

Οἱ ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου, ἀγαλλιάσει ἀγαλλιάσονται.

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ἰωάννην (ι´ 9-16).
(Ζήτει Νοεμβρίου ιγ´, τοῦ ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου)

Εἶπεν ὁ Κύριος· Ἐγώ εἰμι ἡ θύρα· δι᾿ ἐμοῦ ἐάν τις εἰσέλθῃ, σωθήσεται, καὶ εἰσελεύσεται καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει. Ὁ κλέπτης οὐκ ἔρχεται εἰ μὴ ἵνα κλέψῃ καὶ θύσῃ καὶ ἀπολέσῃ· ἐγὼ ἦλθον ἵνα ζωὴν ἔχωσι καὶ περισσὸν ἔχωσιν. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Ὁ ποιμὴν ὁ καλὸς τὴν ψυχὴν αὐτοῦ τίθησιν ὑπὲρ τῶν προβάτων· ὁ μισθωτὸς δὲ καὶ οὐκ ὢν ποιμήν, οὗ οὐκ εἰσὶ τὰ πρόβατα ἴδια, θεωρεῖ τὸν λύκον ἐρχόμενον καὶ ἀφίησι τὰ πρόβατα καὶ φεύγει· καὶ ὁ λύκος ἁρπάζει αὐτὰ καὶ σκορπίζει τὰ πρόβατα. Ὁ δὲ μισθωτὸς φεύγει, ὅτι μισθωτός ἐστι καὶ οὐ μέλει αὐτῷ περὶ τῶν προβάτων. Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός, καὶ γινώσκω τὰ ἐμὰ καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν, καθὼς γινώσκει με ὁ πατὴρ κἀγὼ γινώσκω τὸν πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων. Καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης· κἀκεῖνα με δεῖ ἀγαγεῖν, καὶ τῆς φωνῆς μου ἀκούσουσι, καὶ γενήσεται μία ποίμνη, εἷς ποιμήν.

Δόξα.

Ταῖς τοῦ Ἱεράρχου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.

Ὅλος ἐνθεώτατος, ἀρχιερεὺς τοῦ Σωτῆρος, ἀνεδείχθης Ὅσιε, βίου καθαρότητι, λαμπρυνόμενος, καὶ ὀρθοῖς δόγμασι, Τριάδος τὴν δόξαν, ὀρθοδόξως ἀνεκήρυξας· διὸ αἰτοῦμέν σε· πάσης ἐπηρείας ἀπάλλαξον, δοκησισόφων Ἅγιε, καὶ δεινῶν σκανδάλων τοῦ ὄφεως, Ἀλέξανδρε Πάτερ, τοὺς πίστει καταφεύγοντας ἀεί, τῇ πρὸς Χριστὸν ἱκεσίᾳ σου, καὶ σὲ μακαρίζοντας.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

 

ᾨδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.

Πειρασμῶν ἀδοκήτων, καὶ παθῶν ἀκαθάρτων ἡμᾶς ἀπάλλαξον, καὶ πάσης δυσχερείας, Ἀλέξανδρε ἐν βίῳ, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ἐντολῶν τοῦ Κυρίου, πληρωτὰς ἀπεργάζου Πάτερ Ἀλέξανδρε, καὶ βίου ἐναρέτου, ἐργάτας Ἱεράρχα, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Γνώμην ἔμφρονα δίσου, καὶ σωτήριον φόβον Πάτερ Ἀλέξανδρε, καὶ ζῆλον πρὸς τὴν κτῆσιν, κρειττόνων Ἱεράρχα, τοῖς βοῶσιν ἑκάστοτε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ἐῤῥυπάνθην ἀθλίως, χαλεπαῖς ἁμαρτίαις ὁ πολυώδυνος· ἀλλὰ σὺ Θεομῆτορ, ἀπόπλυνον τοῦ ῥύπου, τῶν παθῶν τὴν καρδίαν μου, καὶ μετανοίας πρὸς φῶς, ὁδήγησόν με Κόρη.

 

ᾨδὴ η´. Τὸν Βασιλέα.

Ῥῶσιν παράσχου, τῇ ἀσθενούσῃ ψυχῇ μου, καὶ θεράπευσον τοῦ σώματος τὸ ἄλγος, ἵνα σὲ γεραίρω, Ἀλέξανδρε τρισμάκαρ.

 

Ἀπὸ Κυρίου, λαβὼν πλουσίαν τὴν χάριν, τὸ ὁμότιμον Τριάδος τῆς Ἁγίας, ἅπασι κηρύττεις, Ἀλέξανδρε τρισμάκαρ.

 

Σεσοβημένην, αἱρετικῶν τὴν χορείαν, θείῳ λόγῳ σου Ἀλέξανδρε δεικνύεις ὧν τῆς ἐπηρείας, ἀτρώτους ἡμᾶς τήρει.

Θεοτοκίον.

Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, σῶσόν με σὸν δοῦλον, ὡς βρύσις εὐσπλαχνίας.

 

ᾨδὴ θ´. Κυρίως Θεοτόκον.

Μεγίστης εὐκληρίας, κατηξιωμένος, ἐν οὐρανοῖς Ἱεράρχα Ἀλέξανδρε, μεγάλων πόνων ἀτρώτους ἡμᾶς διάσωζε.

 

Ὁλόφωτον ὡς σέλας, πᾶσι διαυγάζεις, Ὀρθοδοξίας τὸ φέγγος Ἀλέξανδρε, καὶ καταυγάζεις τοὺς πίστει σὲ μεγαλύνοντας.

 

Ὑψίστου ὢν θεράπων, πάντοτε δυσώπει, ὑπὲρ ἡμῶν θεηγόρε Ἀλέξανδρε, τῶν σὲ τιμώντων ὡς μέγιστον ἀντιλήπτορα.

Θεοτοκίον.

Ὑμνοῦμέν σου τὸ μέγα, μυστήριον τοῦ τόκου, καὶ ἐκβοῶμέν σοι Ἄχραντε Δέσποινα· χαῖρε τοῦ κόσμου προστάτις καὶ καταφύγιον.

 

Ἄξιόν ἐστι... καὶ τὰ παρόντα Μεγαλυνάρια·

Χαίροις Ἐκκλησίας θεῖος φωστήρ, καὶ Ἀρχιερέων, ἐγκαλλώπισμα καὶ κανών· χαίροις Ὀρθοδόξων δογμάτων ἡ λυχνία, Ἀλέξανδρε παμμάκαρ, ἡμῶν ὁ ἔφορος.

 

Σύνθρονον τὸν Λόγον ὁμολογεῖς, στόματι ἁγίῳ, τῷ ἀνάρχῳ αὐτοῦ Πατρί, καὶ τὴν τοῦ Ἀρείου, δεινὴν ἐρεσχειλίαν, πηγὴν ὡς βλασφημίας, Πάτερ κατήσχυνας.

 

Ἔχων πολιτείαν ἀγγελικήν, θεῖος ποιμενάρχης, Βυζαντίου ψήφῳ Θεοῦ, Ἀλέξανδρε ὤφθης, καὶ πάσης Ἐκκλησίας, φωστὴρ καὶ ἑωσφόρος, ὄντως πολύφωτος.

 

Ἐν Συνόδῳ Πάτερ τῇ ἱερᾷ, τῇ ἐν τῇ Νικαίᾳ, ὁμοούσιον τῷ Πατρί, τὸν Υἱὸν κηρύττεις, Ἀλέξανδρε θεόφρον, Ἀρείου καταισχύνων, δόγμα τὸ ἄθεον.

 

Χαίροις Ὀρθοδόξων πύργος στεῤῥός· αχίροις τῆς Τριάδος, θεοφόρος μυσταγωγός· χαίροις συνωνύμων, τῶν σῶν θερμῶν προστάτης, Ἀλέξανδρε οὓς σκέπε, ἀεὶ καὶ φύλαττε.

 

Ἔχων παῤῥησίαν πρὸς τὸν Χριστόν, ἀπαύστως δυσώπει, Ἱεράρχα ὑπὲρ ἡμῶν, τῶν πόθῳ τελούντων, τὴν μνήμην σου τὴν θείαν, καὶ πίστει προσιόντων, τῇ προστασίᾳ σου.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Ἀπολυτίκιον.

Ἦχος δ´. Ταχὺ προκατάλαβε.

Τὸν θεῖον Ἀλέξανδρον, καὶ Ἱεράρχην κλεινόν, τὸν στῦλον τῆς πίστεως, τὸν ἀριστέα Χριστοῦ, ἐνδόξως τιμήσωμεν, ἅπαντες συνελθόντες, ὡς Ἀρείου τὴν λύμην, πρόῤῥιζον ἐκτεμόντα καὶ ῥητόρων ἀθέων, αἱρέσεως ῥήξαντα πλοκάς, μαχαίρᾳ τοῦ Πνεύματος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τῇ σῇ θερμοτάτῃ πρεσβείᾳ, πρὸς τὸν Σωτῆτα Χριστόν, Ἅγιε Ἀλέξανδρε, ἐκ πάσης θλίψεως, καὶ παθῶν καὶ κακώσεων, ἀτρώτους συντήρει, ἡμῖν ἐξαιτούμενος, πταισμάτων λύτρωσιν, ἅμα καὶ εἰρήνην θεόθεν, καὶ τὴν ἐκ Θεοῦ εὐλογίαν, ὡς ἡμῶν προστάτης ἐνθεώτατος.

 

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δίστιχον.

Δέξαι Ἀλέξανδρε τὴν δέησιν ταύτην,
ἥν σοι προσήγαγε Γεράσιμος ἤδη.