ΔΕΚΕΜΒΡΙΟΥ Η'

 

Μνὴμη τοῦ Ἁγίου ᾽Αποστόλου ΤΥΧΙΚΟΥ

Ἐκ τῶν ἑβδομἡκοντα ᾽Αποστόλων.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

 

    Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς΄, καί ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν, ῞Αγιοι.

Τί σε ὀνομάσω, ᾽Απόστολε; οὐρανόν, ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ· ἀστραπήν, ὅτι τὸν κόσμον καταυγάζεις φωτισμῷ· κρατῆρα, τῆς σοφίας ἐνθεώτατον, οἶνον ἡμῖν ἀναβρύοντα, τὸν τὰς καρδίας εὐφραίνοντα. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τί σε νῦν προσείπω, θεόληπτε; ποταμόν, ἐκ Παραδείσου προερχόμενον ἡμῖν· κιβωτόν, τῆς διαθήκης ἣν διέθετο Χριστός· φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα· λυχνίαν, ᾽Εκκλησίαν καταυγάζουσαν· ἄρτον ζωῆς, θείαν τράπεζαν, ποτήριον θείου Πνεύματος. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τί σε νῦν, Θεόπτα, καλέσωμεν; λειτουργόν, τῶν μυστηρίων δραστικώτατον Χριστοῦ· τῆς σκηνῆς τῆς νοουμένης, ἀρχιτέκτονα σοφόν, τὰς πλάκας, λατομοῦντα τὰς τῆς χάριτος, κηρύξαντα τὸν νόμον τὸν καινότατον, τὸν ἐκ Σιὼν προερχόμενον, καὶ διὰ σοῦ διδασκόμενον. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τί σε νῦν καλέσωμεν, ῞Ενδοξε; θησαυρόν, τῶν οὐρανίων χαρισμάτων ἀσφαλῆ· ἰατρόν, καὶ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἀκριβῆ· τοῦ Παύλου, συνεργάτην καὶ συνέκδημον, τὰς πράξεις, ᾽Αποστόλων ἐκμιμούμενον. Πολλά, Τυχικέ, τὰ ὀνόματα, ἡ ἀρετή σοι πεποίηκεν. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Τί σε, Θεορρῆμον, προσφθέγξωμαι; μαθητήν, ὅτι ἐν γῇ εὐηγγελίσω τὸν Χριστόν· ἰατρόν, ὅτι τὰ πάθη θεραπεύεις τῶν ψυχῶν· λυχνίαν, νοητὴν φῶς ἀπαστράπτουσαν· κρηπῖδα, καὶ θεμέλιον τῆς πίστεως· σὺ γὰρ Χριστοῦ διεκήρυξας, τὸ πάνσεπτον Εὺαγγέλιον. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν,

 

Τί σε νῦν προσείπω, Θαυμάσιε; Θεωρόν, τῶν τῆς σοφίας διδαγμάτων ἀψευδῆ· ὑπηρέτην, πρακτικὸν τῆς ᾽Αποστόλων διδαχῆς, καὶ στῦλον, εὐσεβείας ἀκατάσειστον, ἢ πύργον, ᾽Εκκλησίας ἀκατάλυτον. Πολλά σου τὰ προτερήματα, καὶ μείζονα τὰ χαρίσματα. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... ῏Ηχος πλ. δ'.

Ἀπόστολε τοῦ Σωτῆρος, Τυχικὲ πανεύφημε, τὸ δοχεῖον τῆς πίστεως, τοῦ Παύλου διάκονε, ἡ γαλήνη τῶν χειμαζομένων, ἀπαύστως ἐν τῇ μνήμῃ σου, παρρησίαν ἐχων, ἱκέτευε ἐν εἰρήνῃ, φυλαχθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ὁ Βασιλεὺς τῶν οὐρανῶν, διὰ φιλανθρωπίαν, ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη· ἐκ Παρθένου γὰρ ἁγνῆς, σάρκα προσλαβόμενος, καὶ ἐκ ταύτης προελθών, μετὰ τῆς προσλήψεως, εἷς ἐστιν Υἱός, διπλοῦς τὴν φύσιν, ἀλλ' οὐ τὴν ὑπόστασιν· διὸ τέλειον αὐτὸν Θεόν, καὶ τέλειον ἄνθρωπον, ἀληθῶς κηρύττοντες, ὁμολογοῦμεν Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν ἱκέτευε, Μῆτερ ἀνύμφευτε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

    Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Καθολικῆς Α' Ἐπιστολῆς Πέτρου τὸ Ανάγνωσμα.

(Κεφ. α' 3- 9)

Ἀγαπητοί, εὐλογητὸς ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν δι' ἀναστάσεως ᾽Ιησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον καὶ ἀμίαντον καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ὑμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ· ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι, εἰ δέον ἐστί, λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως πολυτιμότερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἕπαινον καὶ τιμὴν καὶ δόξαν ἐν ἀποκαλύψει ᾽Ιησοῦ Χριστοῦ, ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν μὴ ὁρῶντες, πιστεύοντες δὲ ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.

Καθολικῆς Α' Ἐπιστολῆς Πέτρου τὸ Ανάγνωσμα.

(Κεφ. α' 13 - 19)

Ἀγαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν έν ἀποκαλύψει ᾽Ιησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλὰ κατὰ τὸν καλέσαντα ὑμᾶς ἅγιον καὶ αὐτοὶ ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε, διότι γέγραπται· ἅγιοι γίνεσθε, ὅτι ἐγὼ ἅγιός εἰμι. Καὶ εἰ πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες ότι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.

Καθολικῆς Α' Ἐπιστολῆς Πέτρου τό Ανάγνωσμα

(Κεφ. β΄ 11 - 24)

Ἀγαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς, τὴν ἀναστροφὴν ὑμῶν ἔχοντες καλὴν ἐν τοῖς ἔθνεσιν, ἵνα ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς.Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν· ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς έπικάλυμμα ἕχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ, πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ. Εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστὸς ἔπαθεν ὑπὲρ ὑμῶν, ὑμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ· ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ· ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως· ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι τῇ δικαιοσύνῃ ζήσωμεν.

 

Εἰς τὴν Λιτήν.

Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἱερουργὸς θεόληπτος, Τυχικέ, πιστὸς διάκονος, ἀληθῶς ἐδείχθης· τὴν γὰρ ματαίαν ἀναστροφήν, θείᾳ ἐφέσει λιπών, τῆς ἐν Χριστῷ ζωῆς τὰς χάριτας, ἐν σοὶ ἐθησαύρισας· καὶ λόγῳ διδασκαλίας, τοὺς ἐν ζόφῳ τῆς πλάνης καταυγάσας, υἱοὺς φωτὸς ἀνέδειξας, ὡς ᾽Αποστόλων μιμητής· καὶ ἀποστολικῶς τὸν δρόμον ἀνύσας, τὸν ἀμαράντινον στέφανον, παρὰ Χριστοῦ ἐδέξω· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.

῏Ηχος β'.

Χριστῷ ἠκολούθησας, Τυχικἐ Απόστολε, καὶ τοῦ κόσμου κατεφρόνησας καὶ τὰ τούτου διδάγματα, ἐν τῷ ταμείῳ σου κρύψας, ἀνεδείχθης ᾽Απόστολος· ὅθεν γενόμενος ἐν τοῖς ἔθνεσι, τὰς τούτων ὑπὸ τῆς πλάνης, καὶ τῶν παθῶν σκοτισθείσας ψυχάς, ἐντολαῖς τοῦ Σωτῆρος ἐφώτισας, πιστεύειν εἰς Τριάδα ὁμοούσιον.

῏Ηχος γ'.

Ἀποστόλων τοῖς ἴχνεσιν ἐπόμενος, τῆς σπουδῆς αὐτῶν καὶ τῆς συνέσεως, ἐν τῷ σπείρειν τὸν σπόρον τῆς αἰωνίου ζωῆς, κοινωνὸς ἐχρημάτισας, Τυχικὲ παμμακἀριστε καὶ κεχερσωμένας ἀρούρας καρδιῶν, νεουργήσας ἐν Χριστῷ, καρποφορεῖν παρεσκεύασας, τῶν ἐντολῶν αὐτοῦ τὸ πλήρωμα· πλήρης γὰρ σοφίας καὶ χάριτος, καὶ τῆς ἐξ ὕψους ἰσχύος, ἐν λόγῳ, ἐν ἔργῳ ἐν ἀναστροφῇ γέγονας καὶ νῦν ᾽Αγγέλοις συνών, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος δ'.

Τῷ τῆς σοφίας ἁλιευτικῷ καλάμῳ τῆς νοητῆς θαλάσσης, τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ, τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Τυχικὲ παμμακάριστε. ῞Οθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος· καὶ τοῖς δόγμασί σου τὴν Κύπρον φωτίσας, εἰδωλολάτρας εἵλκυσας, καὶ πιστοὺς ἐπεστήριξας, Χριστὸν τὸν Θεὸν ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... ῏Ηχος ὁ αὐτός.

Τοῦ Παρακλήτου καταυγασθεὶς τῇ δωρεᾷ, ἀποστολικῆς ἐξουσίας καὶ χάριτος, ἀνάπλεως ὤφθης, Τυχικὲ παμμακάριστε· ὅλον γὰρ σαυτὸν ἀναθεὶς τῷ Χριστῷ, τῆς εὐσεβείας τὰ κατορθώματα, περιφανῶς ἐκλάμπεις· καὶ ὡς ἀνάθημα θεῖον, καὶ προσφορὰν εὐπρόσδεκτον, προσήγαγες Κυρίῳ, τοὺς πάλαι τῇ πλάνῃ δουλεύοντας. Διό σου τὴν παγγέραστον ἐορτάζοντες μνήμην, δυσωποῦμέν σε πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ὑμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ῥῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντες κράζωμέν σοι· Χαῖρε, ἡ μόνη προστασία τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον.

Στιχηρὰ Προσόμοια.

῏Ηχος δ'. ῎Εδωκας σημείωσιν.

Ἔλαμψας, ᾽Απόστολε, φωτοειδὴς ὥσπερ ἣλιος, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, καὶ πᾶσαν κατηύγασας, οἰκουμένην, μάκαρ, τῇ θεογνωσίᾳ, καὶ ἀπεδίωξας ἀχλύν, πολυθεΐας, Τυχικὲ πάνσοφε· διό σου τὴν ὑπέρφωτον, καὶ ἀξιάγαστον σήμερον, ἐκτελοῦμεν πανήγυριν, ὡς πηγὴν ἁγιάσματος.

Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.

Ἐτρώθης τῷ ἔρωτι τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, καὶ αὐτῷ ἠκολούθησας, προθύμως Ἀπόστολε, τὸν σταυρὸν ἐπ΄ὤμων ἀράμενος, μάκαρ, καὶ τῆς σαρκὸς τὰς ἡδονάς, καὶ πᾶσαν βίου ἄλλην ἀπόλαυσιν, μισήσας ἀναδέδειξαι, θεῖον δοχεῖον τοῦ Πνεύματος,Τυχικὲ παναοίδιμε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.

Πάθους τοῦ Κυρίου σου, καὶ Ποιητοῦ σου, Πανεύφημε, κοινωνὸς ἀναδέδειξαι. Δεσμοὺς ἐκαρτέρησας, αἰκισμοὺς καὶ πᾶσαν, βασάνων ἰδέαν, καὶ τὸ μακάριον ὁμοῦ, τέλος ἐδέξω, Χριστοῦ ἀπόστολε· διὸ πρὸς τὰ βασίλεια, τὰ νοητὰ ἀντεισήγαγεν, ᾽Ιησοῦς ὁ Δεσπότης σε, καὶ σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... ῏Ηχος α'.

Χαρμονικῶς ἀνευφημήσωμεν τὴν μνήμην Τυχικοῦ, ὦ φιλέορτοι, σήμερον. Οὗτος γὰρ ὁ ἀοίδιμος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν, τῇ ἰσχύι τῇ τοῦ Πνεύματος καλλιεργῶν, τὴν ἀκανθώδη εἰδωλικὴν θρησκείαν, τῆ μαχαίρᾳ τῆς πίστεως ἐξέτεμεν· εὔκαρπον κλῆμα τῆς όρθοδοξίας καταφυτεύσας, Τριάδος

γεωργὸς δίκαιος ἀνεδείχθη· ᾗ καὶ πρεσβεύει ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

᾽Απολυτίκιον.

῏Ηχος γ'.

Ἀπόστολε ἅγιε Τυχικέ, πρέσβευε τῷ ἐλεἡμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

῞Ετερον ᾽Απολυτίκιον.

Χαραλάμπους Παπαδοπούλου.

῏Ηχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τοῦ Παύλου μαθητὴς καὶ ἀκόλουθος ὑπάρχων, τὸν καλὸν ἀγῶνα τῆς πίστεως χαίρων ἠγωνίσω, ὑψῶν ἀληθείας τὸν πυρσόν, καὶ ἔθνεσι παρέχων φωτισμόν. Διὰ τοῦτο, πανσεβάσμιε Τυχικέ, τιμῶντές σε νῦν βοῶμεν· Χαῖρε Χριστοῦ ὦ σκεῦος ἐκλεκτόν. Χαῖρε, Θεοῦ ἀπόστολε, ᾧ καὶ πρέσβευε δωρήσασθαι, πᾶσι τὴν λύτρωσιν.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος γ'.

Θείας πίστεως.

Πᾶσαν ἤλεγξας, ἀθέων πλάνην, καὶ κατέαξας, βωμοὺς εἰδώλων, ναοὺς θείους ἐγκαθιδρύσας, ᾽Απόστολε· ἅπαν δὲ ζιζάνιον, τῇ δρεπάνῃ τῆς χάριτος, θερίσας ἐταμίευσας, τὸν τῆς πίστεως ἄσταχυν. Διό σε ἐκτενῶς ἱκετεύομεν, σῶσον τοὺς πίστει ἀνυμνοῦντάς σε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πἀναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι ᾽Αγγέλους ὑπεράρασα· τὸν ὑπὲρ πάντας, ἐμὲ οὖν γενόμενον, ῥερυπωμένον, σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα, σεμνή, τὸ μέγα ἔλεος.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

῏Ηχος δ'. Ταχὺ προκατάλαβε.

Φωστὴρ ἐξανέτειλας, ἐκ τῆς ῾Εῴας, σοφέ, φωτίζων τὰ πέρατα, φωτὶ τῷ τῆς γνώσεως, Ἀπόστολε ἔνδοξε· πᾶσαν ζοφώδη χρόαν, τῶν δυσμόρφων δαιμόνων, τέλεον ἐξαλείψας, καὶ βροτοὺς ἐκλαμπρύνας, τῇ αἴγλῃ Θείας Τριάδος, δι᾽ ἧς φώτισον τὰς ψυχὰς ἡμῶν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημοῦσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἄνελε τῷ Σταυρῷ σου, τοὺς ἡμᾶς πολεμοῦντας· γνώτωσαν πῶς ἰσχύει, ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

 

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

῏Ηχος α'. Τὸν τάφον σου, Σωτήρ.

Χριστοῦ τὸν Μαθητήν, καὶ ᾽Απόστολον πάντες, ὑμνήσωμεν πιστοί, ἱεραῖς μελῳδίαις, τὸν ἵππον τὸν ταράξαντα, ἀθεΐας τὴν θάλασσαν, καὶ ἑλκύσαντα, ἐκ τοῦ βυθοῦ ἅπαν γένος, πρὸς γαλήνιον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μαρία, τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων· σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

 

Τὸ Α' ᾽Αντίφωνον τῶν ᾽Αναβαθμῶν τοῦ δ' ῎Ηχου.

 

Προκείμενον, ῏Ηχος δ'.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

 

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατἀ Λουκᾶν.

(Κεφ ι' 1 - 15)

 (Ζήτει τῇ Παρασκευῇ τῆς Ε' Ἑβδομάδος Λουκᾶ).

Τῷ καιρῷ ἐκείνῳ ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα μαθητάς, καὶ ἀπέστειλεν αὐτούς…

῾0 Ν' Ψαλμός.

Δόξα... Ταῖς τοῦ ᾽Αποστόλου…

Καὶ νῦν… Ταῖς τῆς Θεοτόκου...

 

Στίχ. ᾽Ελἐησόν με, ό Θεός...

Τὸ ᾽Ιδιόμελον.

῏Ηχος δ'.

Τῷ τῆς σοφίας ἁλιευτικῷ καλάμῳ τῆς νοητῆς θαλάσσης, τὸν βυθὸν ἀνιχνεύων, ἐκ θανατηφόρου βυθοῦ, τὰς τῶν πιστῶν ψυχὰς ἐζώγρησας, Τυχικὲ παμμακάριστε. ῞Οθεν τῷ Παύλῳ μαθητευθείς, ὅλην ἐκάθηρας τὴν σαυτοῦ καρδίαν, τῇ ἐπιλάμψει τοῦ Πνεύματος· καὶ τοῖς δόγμασί σου τὴν Κύπρον φωτίσας, εἰδωλολάτρας εἵλκυσας, καὶ πιστοὺς ἐπεστήριξας, Χριστὸν τὸν Θεὸν ὑπὲρ ἡμῶν ἀεὶ δυσωπῶν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ὁ Κανὼν τοῦ ᾽Αποστόλου.

ᾨδὴ α'.

῏Ηχος δ'. Θαλάσσης, τὸ Ἐρυθραῖον.

Ἀστράψας τῷ φωτισμῷ τῆς χάριτος, Παῦλος ὁ πάνσοφος, ὥσπερ ἀκτῖνα μάκαρ, σὲ φαιδράν, ἐπαφῆκεν ἐλαύνουσαν, πολυθεΐας, Τυχικέ, σκότος βαθύτατον ἐν Πνεύματι.

 

Ῥημάτων, θείαις πλοκαῖς ἠλίευσαι, Παύλου τοῦ κήρυκος, καὶ ἐκ βυθοῦ κακίας τοὺς λαούς, παραδόξως ἐζώγρησας, καὶ λογικὸν ὀψώνιον, θείᾳ τραπέζῃ προσενήνοχας.

 

Χιτῶνα, ἐνδεδυμένος, ῎Ενδοξε, ἐνθέου χάριτος, τοὺς γυμνωθέντας δόξης Θεϊκῆς, ἀφθαρσίας ἱμάτιον, καὶ σωτηρίου, ἅγιε, καταστολὴν θείαν ἐνέδυσας.

Θεοτοκίον.

Ἰδόντες προφητικοῖς ἐν ὄμμασι, πόρρωθεν, Πάναγνε, τοῦ ὑπὲρ νοῦν σου θείου τοκετοῦ, τὸ φρικῶδες Μυστήριον, οἱ θεηγόροι, Ἄχραντε, ποικιλοτρόπως κατετράνωσαν.

 

ᾨδὴ γ'.

Εὐφραίνεται ἐπὶ σοί.

Πυρούμενος νοητῶς, τοῦ Παρακλήτου τῷ πυρὶ ἔφλεξας, ὕλην πικράν, ᾽Απόστολε, εἰδωλομανίας, πανεύφημε.

 

Πιστόν σε δοῦλον Χριστοῦ, Παῦλος ὁ θεῖος μαρτυρεῖ, Τυχικέ, καὶ ἱερὸν Κήρυκα, καὶ συστρατιώτην, μακάριε.

 

Ὁ βίος σου φωταυγής, ταῖς ἐναρέτοις ἀστραπαῖς ἔλαμψε, φωταγωγῶν, μακάριε, τοὺς εἰλικρινῶς σε γεραίροντας.

Θεοτοκίον.

Ναὸς ἐδείχθης Θεοῦ, χωρητικὸς περιφανῶς, Πάναγνε, καὶ καθαρὸν σκήνωμα, καὶ θεοπρεπὲς ἐνδιαίτημα.

 

Κάθισμα. ῏Ηχος α'.

Τὸν τάφον σου, Σωτήρ.

Τοῦ Παύλου μαθητής, γεγονώς, Θεοφόρε, ἐφώτισας λαούς, ἀνυμνεῖν τὴν Τριάδα, ναοὺς δὲ κατέστρεψας, ἀπωλείας ἐν χάριτι· ᾽Εκκλησίᾳ δέ, ὑπηρετῶν τοὺς στεφάνους, χαίρων εἴληφας, ὑπὲρ ἡμῶν ἱκετεύων, Χριστὸν τὸν Θεὸν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ὁδήγησον ἡμᾶς, ἐν ὁδῷ μετανοίας, ἐκκλίνοντας ἀεί, πρὸς κακῶν ἀνοδίας, καὶ τὸν ὑπεράγαθον, παροργίζοντας Κύριον, ἀπειρόγαμε, εὐλογημένη Μαρία, καταφύγιον, ἀπεγνωσμένων ἀνθρώπων, Θεοῦ ἐνδιαίτημα.

 

ᾨδὴ δ'.

Ἐπαρθέντα σε ἰδοῦσα.

Ὑφηγούμενος τὰ θεῖα τὴν οἰκουμένην, πυρσοφανῶς διέδραμες, ἅπαντας φωτίζων, σοφὲ Τυχικέ, πιστὲ διάκονε τοῦ Παύλου, τῶν ᾽Εκκλησιῶν πασῶν στήριγμα.

 

Μακαρίως διανύων τὸν βίον, ὁ Τυχικὸς ἀκτῖσι, τοῦ νοητοῦ ῾Ηλίου, ὡς ἥλιος ἐν κόσμῳ, κόσμον κατελάμπρυνε, φωτὶ τῆς Θεότητος, καὶ μαρμαρυγαῖς τοῦ κηρύγματος.

 

Νεμομένην ἀθεΐας τὴν σηπεδόνα, τῶν εὐσεβῶν τὸ πλήρωμα, ἔστησας, νοστίμῳ ἅλατι τῶν λόγων σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου, Κύριε.

Θεοτοκίον.

Ὡς κατάσκιον προβλέπει σε πάλαι ὄρος, ὁ ᾽Αββακούμ, Πανάμωμε, φέρουσαν τὸν Λόγον, πάντας συσκιάζοντα, φλογμοῦ παραπτώσεων, καὶ ἁμαρτιῶν, Κόρη, καύσωνος.

 

ᾨδὴ ε'.

Σύ, Κύριέ μου, φῶς.

Ταῖς θείαις ἀστραπαῖς, τοῦ πανσόφου κηρύγματος, ἐφώτισας ἀγνωσίας, τοὺς νυκτὶ συσχεθέντας, Θεόφρον παμμακάριστε.

 

Ὁ θεῖος ποταμός, προελθὼν ἐκ καρδίας σου, κατέκλυσε τοὺς χειμάρρους, τῆς άπάτης καὶ φρένας, πιστῶν, Παμμάκαρ, ἤρδευσε.

 

Νευρούμενος Θεῷ, Τυχικέ, ὡς ᾽Απόστολος, εἰς Κύπρον προθύμως ἧκες, καὶ τὰ εἴδωλα ταύτης, φωτὶ Χριστοῦ διέλυσας.

Θεοτοκίον.

Σὲ μόνην ἐκ πασῶν, γενεῶν ἐξελέξατο, ὁ Κύριος, Θεοτόκε, καὶ ἐκ σοῦ ἐσαρκώθη, θεώσας τὸ ἀνθρώπινον.

 

ᾨδὴ ς'.

Θύσω σοι, μετὰ φωνῆς.

Ὁ θεῖος, Τυχικὸς ἐν τῇ Κύπρῳ ἐπλήρωσε, τῶν σωτηρίων ναμάτων, τὰς κοιλάδας πάσας τῆς ᾽Εκκλησίας, στερρῶς κτίσας, ταύτην ἐπὶ τὴν πέτραν τῆς πίστεως.

 

Προθύμως, Τυχικὸς ἀπεστάλη διάκονος, τοῦ θεοκήρυκος Παύλου, μεριμνῶντος ἵνα πάντες σωθῶσι, καὶ ἑδραῖοι, καρποφορήσωσιν ἔργα τῆς χάριτος.

 

Φωτίσας Τυχικός, ὡς ἀστὴρ θεοπρόβλητος, ταῖς φωτοβόλοις ἀκτῖσιν, οἰκουμένην πᾶσαν θεογνωσίας, φέγγος θεῖον, ἐκ τοῦ Σωτῆρος ἤστραψεν ἄφθονον.

 

Νέκρωσιν, τὴν ζωὴν ἐκδυθεὶς ἐνεδύσατο, ἐν Παραδείσῳ Παρθένε, ὁ ᾽Αδάμ· τῷ σῷ δὲ ἠθανατίσθη, ζωηφόρῳ τοκετῷ Παναγία Θεόνυμφε.

 

Κοντάκιον.

῏Ηχος α'. Χορὸς ἀγγελικός.

Χριστοῦ μαθητευθείς, Τυχικὲ θεορρῆμον, καὶ τούτου μυηθείς, τὴν σωτήριον γνῶσιν, τοῦ Παύλου συνέκδημος, ὀπαδὸς καὶ ἀκόλουθος·ὅθεν εἵλκυσας, τῶν ἀπορρήτων τὴν γνῶσιν, καὶ κατηύγασας, ἱεραρχίας ἀκτῖσι, τὴν μνήμην σου, πάνσοφε.

 

Συναξάριον.

Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων ἀποστόλων ἐκ τῶν ῾Εβδομήκοντα Σωσθένους, ᾽Απολλώ, Κηφᾶ, Τυχικοῦ, ᾽Επαφροδίτου, Καίσαρος καὶ ᾽Ονησιφόρου.

Στίχοι.

᾽Αποστόλους σήμερον ἑπτὰ γεραίρω,

῾Ως γενναίους κήρυκας τοῦ Θεοῦ Λόγου.

 

Τούτων ὁ μὲν Σωσθένης, οὗ καὶ ὁ ἄγιος Παῦλος μέμνηται, Ἐπίσκοπος Κολοφῶνος ἐγένετο. Ὁ δὲ ᾽Απολλώς, οὗτινος καὶ αὐτοῦ ὁ Απόστολος μέμνηται ἐν τῇ πρὸς Κορινθίους πρώτῃ ἐπιστολῇ, ᾽Επίσκοπος Καισαρείας ἐγένετο. Ὁ δὲ Τυχικός, οὗ καί αὐτοῦ ὁ αὐτὸς ᾽Απόστολος μέμνηται, δεύτερος ᾽Επίσκοπος μετὰ Σωσθένην Κολοφῶνος ἐγένετο. Ὁ δὲ ᾽Επαφρόδιτος, οὗτινος καὶ αὐτοῦ ὁ Ἀπόστολος μέμνηται, ᾽Επίσκοπος Κολώνης ἐγένετο. Ὁ δὲ ᾽Ονησίφορος ᾽Επίσκοπος Καισαρείας ἐγένετο. Ὁ δὲ Καῖσαρ, ὑπὸ τοῦ Παύλου ἀναφερόμενος καὶ οὗτος, ᾽Επίσκοπος τῆς ἐν Πελοποννήσῳ Κορώνης ἐγένετο. Οὗτοι πάντες καλῶς πολιτευσάμενοι, καὶ ὁσίως ποιμάναντες καὶ κυβερνήσαντες τὰς λαχούσας αὐτοῖς ᾽Εκκλησίας καὶ τὸν λαόν, καὶ πολλοὺς πειρασμοὺς ὑπομείναντες ὑπὲρ Χριστοῦ, ὑπὸ τῶν εἰδωλολατρῶν ἐτελειώθησαν, παραδόντες τὰς ψυχὰς ἑαυτῶν τῷ Κυρίῳ.

 

Ὁ βίος τοῦ ᾽Αποστόλου Τυχικοῦ.

Στίχοι.

Νικοδήμου ῾Αγιορείτου.

Μὴ τὸν τυχόντα Τυχικὸν τοῦτον νόει,

Οὗτος γὰρ εἷς πέφυκε τῶν ᾽Αποστόλων.

 

Οὗτος ὁ Τυχικὸς κατήγετο ἐκ τῆς ᾽Εφέσου τῆς ᾽Ασίας, μνημονευόμενος εἰς τὰς Πρἀξεις (κ' 4) μεταξὺ τῶν συνοδῶν τοῦ ᾽Αποστόλου Παύλου ἀπὸ Μακεδονίας εἰς ᾽Ασίαν, κατὰ τὸ τέλος τῆς τρίτης περιοδείας αὐτοῦ. ῾Υπὸ τοῦ ᾽Αποστόλου Παύλου χαρακτηρίζεται ὡς «ἀδελφὸς ἀγαπητὸς καὶ πιστὸς διάκονος καί σύνδουλος ἐν Κυρίῳ» (Κολοσσαεῖς δ' 7,᾽Εφεσίους ς' 21). ῾0 Τυχικὸς ἀνέλαβεν ὅπως μεταφέρῃ τὴν πρὸς Κολοσσαεῖς ᾽Επιστολὴν καὶ ἐνημερώσῃ τοὺς παραλήπτας αὐτῆς, καθὼς καὶ τοὺς παραλήπτας τῆς πρὸς ᾽Εφεσίους ᾽Επιστολῆς, ἀναφορικῶς πρὸς τὴν κατάστασιν καὶ τὴν δρᾶσιν τοῦ Παύλου, ὅστις ἐτέλει δέσμιος ἐν ῾Ρώμῃ. Εἰς τὴν Β' πρὸς Τιμόθεον ᾽Επιστολὴν (δ' 12) ἀναγινώσκομεν ὅτι ὁ Τυχικὸς ἀπεστάλη εἰς ῎Εφεσον, εἰς δὲ τὴν πρὸς Τίτον ᾽Επιστολὴν (γ' 12) ἀναγγέλλεται νέα ἀποστολὴ αὐτοῦ πρὸς τὸν Τίτον, ᾽Επίσκοπον Κρήτης. Εἰς τὸν βίον τοῦ ἁγίου Αὺξιβίου ἀναφέρεται ὅτι, ὅταν ἐπληροφορήθη ὁ ᾽Απόστολος Παῦλος ὑπὸ τοῦ Μάρκου ὅτι ἐξῆλθε Βαρνάβας τὸν ἀνθρώπινον βίον καὶ οὐδείς ἐστι τῶν ἀποστόλων εἰς Κύπρον τοῦ διδάσκειν καὶ εὐαγγελίζεσθαι τὸν Χριστόν, ἀπέστειλεν ᾽Επαφρᾶν καὶ Τυχικὸν καί τινας ἄλλους εἰς Κύπρον πρὸς ῾Ηρακλείδην τὸν ᾽Αρχιεπίσκοπον τῆς νήσου, γράψας αὐτῷ ἵνα τὸν μὲν ᾽Επαφρᾶν καταστήση ᾽Επίσκοπον ἐν Πάφῳ, Τυχικὸν δὲ ἐν Νεαπόλει». ᾽Εκπληρώσας ὁ Τυχικὸς τὸν εὐαγγελισμὸν τῆς Κύπρου, ἐπανῆλθεν πλησίον τοῦ ᾽Αποστόλου Παύλου μέχρι τοῦ μαρτυρικοῦ θανάτου αὐτοῦ. ᾽Ακολούθως ἐγένετο, μετὰ τὸν ἀπόστολον Σωσθένην, δεύτερος ᾽Επίσκοπος τῆς Κολοφῶνος τῆς ᾽Ιωνίας. Εἰς τὸ χωρίον Μέσανα τῆς Πάφου τιμᾶται ὁ Απόστολος Τυχικὸς ἀπὸ ἀρχαιοτάτων χρόνων, ὅπως ἀναφέρουν οἱ Κύπριοι χρονογράφοι: «Τυχικὸς εἰς τὴν Πάφον». ῾0 ναὸς τοῦ χωρίου, ἀνεγερθεὶς ἐπὶ τῶν θεμελίων παλαιοτέρου ναοῦ, εἶναι ἀφιερωμένος εἰς τὸν ᾽Απόστολον Τυχικὸν καὶ πανηγυρίζει τὴν 8ην Δεκεμβρίου, ᾽Επίσης ὑπάρχει τοποθεσία φέρουσα τὁ ὅνομα τοῦ ᾽Αποστόλου εἰς τὸ χωρίον ῾Αγία Φύλαξις Λεμεσοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Σωφρονίου, ᾽Αρχιεπισκόπου Κύπρου.

Στίχοι.

Πᾶν Σωφρόνιος σαρκικὸν σβέσας πάθος,

Καὶ σαρκὸς αὐτῆς ἐξαπέπτη πηλίνης.

 

Οὗτος γέννημα καὶ θρέμμα τῆς αὐτῆς Νήσου ἦν, Χριστιανῶν καὶ εὐσεβῶν γονέων υἱός. ᾽Εγένετο δέ, δι' ὀξύτητα νοὸς καὶ εὐφυΐαν, πολυμαθής, ἀναγνοὺς ἐπιμελῶς πᾶσαν τὴν θείαν Γραφήν. Τοσοῦτον δὲ γέγονεν ἐνάρετος, ὡς καὶ μεγάλων θαυμἀτων ἀξιωθῆναι, καὶ πολλὰ θαύματα ποιῆσαι. Διὸ καὶ μετὰ θάνατον τοῦ Δαμιανοῦ, τοῦ ἁγιωτάτου ᾽Αρχιεπισκόπου Κύπρου, ὑπὸ τοῦ λαοῦ παντὸς καὶ τῶν ᾽Επισκόπων προχειρίζεται ᾽Αρχιεπίσκοπος. ῞Ος, μετὰ τοῦτο, πενήτων ἐγένετο τροφεύς, ὀρφανῶν ἀντιλήπτωρ, χηρῶν προστάτης, ἀδικουμένων βοηθὸς καὶ γυμνῶν σκέπη· καὶ μετὰ τούτους καὶ τοιούτους ἀγῶνας, πρὸς Θεὸν ἐν εἰρήνῃ ἐξεδήμησε.

 

Τῇ αὐτῆ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Παταπίου.

Στίχοι.

Φθαρτὸν λελοιπώς, Πατάπιε, γῆς πάτον,

Πατεῖς, ὅπου πατοῦσι πραέων πόδες.

᾽Ογδοάτῃ, Πατάπιε, χλόης πέδον ἀμφεπάτησας.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὸ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.

 

ᾨδὴ ζ'.

᾽Εν τῇ καμίνῳ.

Θεηγορίαις, θεοσόφοις, Παμμάκαρ, χρησάμενος, γνώσει ἀληθεῖ, τὸ σκότος ἐκ τῶν ψυχῶν, τῆς ἀγνοίας ἀπεδίωξας, σοφίας χάριτι, τῶν τῷ σεπτῷ πειθησάντων λόγῳ σου.

 

Ἀναγεννήσας, θείῳ βαπτίσματι ὁ φύσει Θεός, ὄντως Τυχικὸν ἀνέδειξας ὁδηγόν, εἰς τὴν πίστιν, ῾Υπεράγαθε, Παύλου συνέκδημον, οἰκουμένης ἀγλάϊσμα ἔνθεον.

 

Ἀναφανέντες, ὥσπερ νεφέλαι θείου φωτός, ἅπασιν ἐπομβροῦσιν ὕδωρ ζωοποιόν, οἱ ᾽Απόστολοι κραυγάζοντες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Θεοτοκίον.

Γῆν μὲν ὁμίχλῃ, τὸν οὐρανὸν νεφέλαις δὲ Κύριος, Κόρη, περιβάλλων, σάρκα θέλων θνητήν, ἐξ αἱμάτων σου ἐνδύεται, καταστολὴν δόξης ἀθανάτου ἐνδύων τὸν ἄνθρωπον.

 

ᾨδὴ η'.

Χεῖρας ἑκπετάσας Δανιήλ.

Ὁ Παῦλος ἐπαίνοις ἱεροῖς, ἐγκωμιάζων σε, Τυχικὲ ἔνδοξε, ἀγαπητὸν ἀδελφόν τε καὶ ἐν Κυρίῳ πιστῶς, διακονούμενον αὐτῷ ἔγραψε μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ῥήμασιν ἑπόμενος σεπτοῖς, τοῦ Παύλου λέγοντος Βαρνάβας τέθνηκε, εἰς Κύπρον δράμε καὶ κήρυξον, ᾽Εκκλησίαν αὐτῆς στήριξον, εὐηγγελίσθης ἐν αὐτῇ, θείαν ἀλήθειαν· Εὐλογεῖτε, πάντα τὰ ἐργα κραυγάζων τὸν Κύριον.

 

Ὁ θεῖος καὶ πάνσοφος χορός, τῶν ᾽Αποστόλων Χριστοῦ, πυρὶ τοῦ Πνεύματος, ὡς ὕλην εὔπρηστον, ἔφλεξε τῶν δαιμόνων τὰ σεβάσματα, καὶ τὰς καρδίας τῶν πιστῶν, ἐφωταγώγησε τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Θεοτοκίον.

Νεκρὸς διὰ βρώσεως μιᾶς, ᾽Αδὰμ γεγένηται, τρυγήσας θάνατον, ἐκ φυτοῦ τῆς γνώσεως, ῞Αχραντε· διὰ σοῦ δὲ ἀνεζώωται, καὶ Παραδείσου τὴν τρυφήν, πάλιν ἀπέλαβεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

 

ᾨδὴ θ'.

Λίθος ἀχειρότμητος ὄρους.

Ἵνα τὴν αἰώνιον δόξαν, κληρονομήσῃς, Τυχικέ, δόξης ἐπιγείου παρεῖδες, τὸ ἄστατόν τε καὶ παρερχόμενον, καὶ πρὸς Χριστὸν ἐχώρησας, δόξῃ πρὸς τούτου κλεϊζόμενος.

 

Ὡς τῷ κορυφαίῳ, Παμμάκαρ, τῶν ᾽Αποστόλων μαθητεύσας, Παύλῳ τῷ σοφῷ θεηγόρῳ, σὺν τούτῳ χαίρων τὴν αἰωνίζουσαν, κληρονομεῖς ἀπόλαυσιν, τῆς ᾽Εκκλησίας Κύπρου καύχημα.

 

Στέφος διακόνου, Θεόφρον, ἐκ τοῦ Σωτῆρος ἀνεδήσω, καὶ τῆς θεωρίας τῆς θείας, νῦν ἀπολαύεις ἀξίως, Τυχικέ, καὶ τῷ Χριστῷ γηθόμενος, συμβασιλεύεις, παμμακάριστε.

 

Ἤθροισται λαὸς ἐν τῇ μνήμη, τῇ φωτοφόρῳ σου ὑμνῆσαι, τὸν ἀγαθοδότην Σωτῆρα, καὶ τοὺς γενναίους, Τυχικέ, πόνους σου, οὓς ἀνδρικῶς ὑπέμεινας, καταβαλὼν τὸν πολυμήχανον.

Θεοτοκίον.

Φέρουσα Χριστὸν ἐν ἀγκάλαις, νεύματι φέροντα τὰ πάντα, τοῦτον ὡς Υἱόν σου δυσώπει, ἐχθροῦ χειρῶν με, Πάναγνε, ῥύσασθαι, καὶ δι' ἐλέους ἄβυσσον, ἐναγκαλίσασθαι καὶ σῶσαί με.

 

᾽Εξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Καταλιπόντες κόσμον, οἱ ῾Εβδομήκοντα, Λόγε, σοὶ μαθητεύονται πόθῳ, τῷ Λόγῳ καὶ Διδασκάλῳ, τῆς ἀγνωσίας τὸν κόσμον, ἀποκαθαίροντες πίστει.

Θεοτοκίον.

Ὁ γλυκασμὸς τῶν ᾽Αγγέλων, τῶν θλιβομένων ἡ χαρά, χριστιανῶν ἡ προστάτις, Παρθένε μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

 

Εἰς τοὺς Αἴνους.

    ῾Ιστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'. Τί ὑμᾶς καλέσωμεν, ῞Αγιοι.

Τί σε ὀνομάσω, ᾽Απόστολε; οὐρανόν, ὅτι τὴν δόξαν διηγήσω τοῦ Θεοῦ· ποταμόν, ὅτι τὴν κτίσιν καταρδεύεις μυστικῶς· ἀστέρα, ᾽Εκκλησίαν καταυγάζοντα· κρατῆρα, πόμα ἅγιον προχέοντα· φίλον Χριστοῦ γνησιώτατον· τῶν ᾽Ασωμάτων ὁμόσκηνον. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς).

 

Ὄντως, θεηγόρε ᾽Απόστολε, ἀπεστάλης ὡς βολίς, ὑπὸ Χριστοῦ φωτοειδής, τραυματίζουσα ἐχθρούς, τραυματισθείσαις δὲ ψυχαῖς, προδήλως προμηνύουσα τὴν ἴασιν. Διό σε κατὰ χρέος μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐπιτελοῦμεν πανήγυριν. ῾Ικέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ήμῶν.

 

Ἔνδοξε θεόπτα ᾽Απόστολε, ὡραιώθησαν οἱ πόδες σου, Κυρίου τὰς ὁδούς, βηματίζοντες καλῶς, καὶ τὴν ὁδὸν τοῦ δυσμενοῦς, στενοῦντες πλατυσμῷ τῆς θείας γνώσεως, τοῦ Λόγου τοῦ ὀφθέντος ὕλῃ σώματος, καὶ Μαθητήν σε περίδοξον, ἐκλεξαμένου, μακάριε. ᾯ πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα... ῏Ηχος α'.

Ἀπόστολε Τυχικέ, ὁ πιστὸς διάκονος, καὶ πρόθυμος σύνδουλος, μετὰ Παύλου τοῦ ᾽Αποστόλου συναγαλλόμενος, αἴτησαι τοῖς ἑορτάζουσι τὸ σεπτόν σου μνημόσυνον, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν… Θεοτοκίον.

Πανεύφημοι Μάρτυρες.

Παρθένε πανύμνητε, Μωσῆς, τὸ ἐν σοὶ μυστήριον, προφητικοῖς εἶδεν ὄμμασι, βάτον τὴν ἄφλεκτον, εἴπερ καιομένην· πῦρ γὰρ τῆς Θεότητος, τὴν μήτραν σου, ῾Αγνή, οὐ κετέφλεξε. Διὸ αἰτοῦμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμῳ δωρήσασθαι.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.

 

    Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ ᾽Αποστόλου ᾠδὴ γ' καὶ ς'.

Ὁ ᾽Απόστολος.

 

Προκείμενον, ῏Ηχος πλ. δ', (Ψαλμ. ιη').

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.

Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ.

Πρὸς Κολασσαεῖς Ἐπιστολῆς Παύλου τὸ Ανάγνωσμα.

(Κεφ. δ' 2 - 9).

Ἀδελφοί, τῇ προσευχῇ προσκαρτερεῖτε, γρηγοροῦντες ἐν αὐτῇ ἐν εὐχαριστίᾳ, προσευχόμενοι ἅμα καὶ περὶ ἡμῶν, ἵνα ὁ Θεὸς ἀνοίξῃ ἡμῖν θύραν τοῦ λόγου, λαλῆσαι τὸ μυστήριον τοῦ Χριστοῦ, δι' ὃ καὶ δέδεμαι, ἵνα φανερώσω αὐτὸ ὡς δεῖ με λαλῆσαι. ᾽Εν σοφίᾳ περιπατεῖτε πρὸς τοὺς ἔξω, τὸν καιρὸν ἐξαγοραζόμενοι. Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι. Τὰ κατ' ἐμὲ πάντα γνωρίσει ὑμῖν Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος καὶ σύνδουλος ἐν Κυρίῳ, ὃν ἔπεμψα πρὸς ὑμᾶς εἰς αὐτὸ τοῦτο, ἵνα γνῷ τὰ περὶ ὑμῶν καὶ παρακαλέσῃ τὰς καρδίας ὑμῶν, σὺν ᾽Ονησίμῳ τῷ πιστῷ καὶ ἀγαπητῷ ἀδελφῷ, ὃς ἐστιν ἐξ ὑμῶν· πάντα ὑμῖν γνωριοῦσι τὰ ὧδε.

 

᾽Αλληλούϊα (γ'), ῏Ηχος α', (Ψαλμ. πη').

Στίχ. ᾽Εξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.

Ὁ Θεὸς ὁ ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

 

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Λουκᾶν.

(Κεφ. 1' 16 - 21)

 (Ζήτει τῇ 8η Νοεμβρίου εἰς τήν Λειτουργίαν).

Εἶπεν ὁ Κύριος τοῖς ἐαυτοῦ μαθηταῖς· Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει, καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ…

 

Κοινωνικόν.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ό φθόγγος αὐτοῦ, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτοῦ.