ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΘΑΝΑΣΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΜΕΘΩΝΗΣ

Οὗ ἡ μνήμη τελεῖται τῇ 10ῃ Δεκεμβρίου

ΕΡΓΟΝ ΤΩΝ

ΜΗΤΡΟΠΟΛΙΤΟΥ ΠΡῼΗΝ ΠΑΤΡΩΝ ΝΙΚΟΔΗΜΟΥ

ΑΡΧΙΜ. ΝΙΚΟΔΗΜΟΥ Γ. ΑΕΡΑΚΗ

ΚΑΙ ΑΓΝΩΣΤΟΥ ΠΑΛΑΙΟΥ ΥΜΝΟΓΡΑΦΟΥ.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

    Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια.

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ᾽Αθανάσιον ὕμνοις σεπτῶς τιμήσωμεν, Μεθώνης τὸν ποιμένα, καὶ πιστῶν τὸν προστάτην, στῦλον ᾽Εκκλησίας, καὶ ἀρετῆς, θεοτίμητον ἄγαλμα, τῆς ἡσυχίας τὸν ἔνδοξον ἐραστήν, ἐπισκόπων ἐγκαλλώπισμα.

 

Τὸν φρυκτωρὸν τῆς Μεθώνης ἀνευφημήσωμεν, ᾽Αθανάσιον θεῖον, τὸν λαμπρὸν ἱεράρχην, πρότυπον τῆς πίστεως, καὶ φρουρόν, ᾽Αντιδίκου πολέμιον, ἀληθειῶν ᾽Εκκλησίας μυσταγωγόν, ὀρθοδόξων τὸ προπύργιον.

 

Ἀθανασίας ἐπώνυμον ἀνυμνήσωμεν, ᾽Αθανάσιον μύστην, ἀθανάτου τε δόξης, μέτοχον καὶ κλέος, τοῦ οὐρανοῦ, ἐπισκόπων ἀγλάϊσμα τῆς εὐσεβείας ὑπέρμαχον ἀθλητήν, τοῦ Χριστοῦ τὸ ἀφομοίωμα.

 

Τὸν τῆς Μεθώνης ἐπίσκοπον καταστέψωμεν, ᾽Αθανάσιον ὕμνοις, καὶ ἀνθέων στεφάνοις· οὗτος γὰρ ἐποίμανεν εὐσεβῶς, ἐκλογάδα τὴν ἔμφρονα, διά τε λόγων καὶ ἤθους θεοπρεποῦς, καὶ τὸ ποίμνιον

ἐστήριξεν.

Δόξα. ῏Ηχος β'.

Σήμερον τῶν φιλεόρτων ἡ σεπτὴ χορεία, ἐν ᾠδαῖς καὶ ὕμνοις, τὸν ἔνθεον φρυκτωρὸν τῆς Μεθώνης, τὸν ἐν ἀθανασίᾳ ᾽Αθανάσιον, ἑορταστικῶς ἐγκωμιάσωμεν. Οὗτος γὰρ ὁσιακῶς ἐνασκηθείς, τοὺς τῆς Μεθώνης ᾽Εκκλησίας οἴακας ἐδέξατο, καὶ εἰς νομὰς σωτηρίους τὸ ποίμνιον ὡδήγησεν. Λιταῖς αὐτοῦ Κύριε, σῶσον τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ· φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

    Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

῏Ηχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Δεῦτε τὸν ἀρετῆς, πανένδοξον ποιμένα, Μεθώνης τὸν προστάτην, τιμήσωμεν ἐν ὕμνοις, τὸν θεῖον ᾽Αθανάσιον.

 

Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

 

Χαίρει ὁ οὐρανός, ἐν κόλποις νῦν κατέχων, Μεθώνης ῾Ιεράρχην, τὸν τῆς ἀθανασίας, ἐπώνυμον καὶ μέτοχον.

 

Στίχος. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

 

Ὕμνοις τε καὶ ᾠδαῖς, ἐπίσκοπον Μεθώνης, τιμήσωμεν ἐνθέως, δοξάσαντα ἐν ἔργοις Τριάδος θεῖον ὄνομα.

Δόξα. Τριαδικόν. ῞Ομοιον.

Μόνε Δημιουργέ τῆς κτίσεως ἁπάσης Πάτερ, Υἱὲ καὶ Πνεῦμα, περίσῳζε καὶ σκέπε, τοὺς πίστει σοι λατρεύοντας.

Καὶ νῦν. Θεοτοκίον.

Πάναγνε Μαριάμ, γεννήσασα τὸν Κτίστην, ἱκέτευε τοῦ σῶσαι, τοὺς πίστει ἀνυμνοῦντας, τὸ θεῖον Αὐτοῦ ὄνομα.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος β'. ῞Οτε ἐκ τοῦ ξύλου.

Μύρου εἰς ὀσμὴν τοῦ νοητοῦ, τοῦ ἐκκενωθέντος ἀφάτῳ, πλούτῳ χρηστότητος, χαίρων ᾽Αθανάσιε συντόνως ἔδραμες, καὶ πλησθεὶς θείας χάριτος, ἡδύπνοον σκεῦος, ὅλος ἐχρημάτισας, τὴν εὐωδίαν Χριστοῦ, πᾶσιν ἱεράρχα προχέων· ὅθεν καὶ ἡ θεία σου λάρναξ, μύρα ἰαμάτων βλύζει πάντοτε.

 

Δεῦτε φιλεόρτων ὁ χορός, συγκροτησαμένων χορείαν, πνευματοκίνητον, ὕμνοις εὐφημήσωμεν, καὶ μελῳδήμασι, τὸν σοφὸν ᾽Αθανάσιον, τὸν ἱερομύστην, ἄγγελον ἐπίγειον, βροτὸν οὐράνιον, κόσμον μοναστῶν, ἱερέων καύχημα τερπνὸν δεδειγμένον, τὸ τῶν Μεθωνέων ἐγκαλλώπισμα.

 

Δεῦρο οὐρανόθεν καταπτάς, πάρεσο μακάριε πάτερ, συμπανηγύριζε, τοῖς ἐπιτελοῦσί σου, τὴν ἱερὰν ἑορτήν, τοῦ χοροῦ προηγούμενος, τῶν σῶν ὑμνηπόλων, καὶ ἀνακρουόμενος, τὸ ὑμνητήριον μέλος, καὶ τὴν ἄφθονον χάριν, σοί τὴν ἐκ Θεοῦ δεδομένην, ἀγαθοπρεπῶς μεταβιβάζων ἡμῖν.

Δόξα. Ἦχος πλ. β'.

Δίκαιος ὡς φοῖνιξ ἀνθῶν, ψαλμικῶς καρπὸν, ὡραῖον τῶν ἀρετῶν, φέρων τε καλὸν ὡράθης, ᾽Αθανάσιε πατὴρ ἡμῶν, τῶν σῶν δέ φύλλων, ἡ φρουροῦσα θεία χάρις, ὄντως οὐκ ἀπεῤῥύη· ὑφ' ἧς κατευθυνόμενος εὐωδῶς διανύεις πάντα σου τὸν βίον ἐν ᾧ μοναζόντων σύστημα ἐῤῥύθμισας, περιουσίου καθηγήσω θείου λαοῦ, καὶ πρὸς τὴν γῆν τὴν ἐπηγγελμένην, πρᾳέσι πάντας καθωδήγησας, εἰς Χριστοῦ βασιλείαν, μισθὸν τῶν πόνων ἀπείληφας· ἐν ᾗ μὴ ἐλλίπῃς μνημονεύων ἡμῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου, τοῦ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

    Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.

Παροιμιῶν τὸ ᾽Ανάγνωσμα.

(Κεφ. ι,' 7. γ,' 13)

Μνήμη δικαίου μετ' ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἰδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεοθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· οὐκ ἀντιτάσσεται αὐτῇ οὐδὲν πονηρόν· εὔγνωστός ἐστι πᾶσι τοῖς ἐγγίζουσιν αὐτῇ· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. ᾽Εκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. ῞Οτι ἐγὼ ἡ σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν, ἐγὼ ἐπεκαλεσάμην. ᾽Εμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. ᾽Εγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν· σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. ῞Οτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Παροιμιῶν τὸ ᾽Ανάγνωσμα.

(Κεφ. ι', 31)

Στόμα δικαίου ἀποστάζει σοφίαν, γλῶσσα δὲ ἀδίκου ἐξολεῖται. Χείλη ἀνδρῶν δικαίων ἐπίστανται χάριτας, στόμα δὲ ἀσεβῶν καταστρέφεται. Ζυγοὶ δόλιοι, βδέλυγμα ἐνώπιον Κυρίου· στάθμιον δὲ δίκαιον, δεκτὸν αὐτῷ, Οὗ ἐὰν εἰσέλθῃ ὕβρις, ἐκεῖ καὶ ἀτιμία· στόμα δὲ ταπεινῶν μελετᾷ σοφίαν. Τελειότης εὐθέων ὁδηγήσει αὐτούς, καὶ ὑποσκελισμὸς ἀθετούντων προνομεύσει αὐτούς. Οὐκ ὠφελήσει ὑπάρχοντα ἐν ἡμέρᾳ θυμοῦ, δικαιοσύνη δὲ ῥύσεται ἀπὸ θανάτου. ᾽Αποθανὼν δίκαιος ἔλιπε μετάμελον· πρόχειρος δὲ γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἀπώλεια, Δικαιοσύνη ἀμώμου ὀρθοτομεῖ ὁδούς, ἀσέβεια δὲ περιπίπτει ἀδικίᾳ. Δικαιοσύνη ἀνδρῶν ὀρθῶν ῥύσεται αὐτούς, τῇ δὲ ἀβουλίᾳ ἁλίσκονται παράνομοι. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· τὸ δὲ καύχημα τῶν ἀσεβῶν ὄλλυται. Δίκαιος ἐκ θήρας ἐκδύνει, ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής. ᾽Εν στόματι ἀσεβῶν, παγὶς πολίταις, αἴσθησις δὲ δικαίων, εὔοδος. ᾽Εν ἀγαθοῖς δικαίων κατώρθωται πόλις, καὶ ἐν ἀπωλείᾳ ἀσεβῶν ἀγαλλίαμα. ᾽Εν εὐλογίᾳ εὐθέων ὑψωθήσεται πόλις· στόματι δὲ ἀσεβῶν κατασκαφήσεται. Μυκτηρίζει πολίτας ἐνδεὴς φρενῶν, ἀνὴρ δὲ φρόνιμος ἡσυχίαν ἄγει.

Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα.

(Κεφ. δ', 7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. ῾Ηρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

    Εἰς τὴν Λιτήν.

Ψάλλομεν Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Ἀθανάσιον τὸν τῆς Μεθώνης πανένδοξον ῾Ιεράρχην, πανηγυρικῶς καὶ πνευματικῶς, ἡ τῶν ὀρθοδόξων ὁμήγυρις, ἐν ἐγκωμίων ἄνθεσι καταστέψωμεν, βοῶντες ἐνθεαστικῶς πρὸς αὐτόν· Χαίροις ὁ τῆς ἀρετῆς μανικὸς ἐραστής, καὶ τῆς εὐλαβείας θεοτίμητος διδάσκαλος. Χαίροις ὁ τῆς ἀθανασίας κάτοχος, καὶ ὁ τῶν ἀῤῥήτων ἐν οὐρανοῖς ἀγαθῶν μέτοχος. Ὡς σαββατίζων ἐν τῇ ἄνω Σιών, ἀδιαλείπτως πρέσβευε ῞Αγιε τῷ αἰωνίῳ Τριαδικῷ Θεῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος β'.

Δεῦτε φιλεόρτων ὁ σύλλογος, τὸν τῆς Μεθώνης θεοδώρητον ᾽Επίσκοπον ᾽Αθανάσιον, ἐνθεαστικοῖς ὕμνοις ἀνευφημήσωμεν λέγοντες· Χαῖρε ἀσκητὰ ῾Ιεράρχα, τῇ προσευχῇ προσεδρεύων, καὶ τῇ ἀσκήσει τελειούμενος. Χαῖρε τὸ τῆς ἁγιότητος δοχεῖον, τὸ ἀναβλύζον τοῖς πιστοῖς, τὸ τῆς τελειότητος πανευῶδες ἄρωμα. Χαῖρε ὁ τῆς ᾽Εκκλησίας στολισμός, καὶ τῶν πιστῶν ἐν πνεύματι ἀπλανὴς ὁδηγός. Εὐλαβῶς σε καθικετεύομεν, τῆς ἀθανασίας μέτοχε, πρέσβευε ἐκτενῶς ὑπὲρ τῶν τιμώντων σε.

῞Ετερον. ῏Ηχος β΄.

Κατέλιπες τὰ ἐν κόσμῳ, καὶ τῷ Χριστῷ ἠκολούθησας ἐκ νεότητος, ὅσιε, ὑποταξάμενος πᾶσι τοῖς μένουσι, καὶ συνταξάμενος πᾶσι τοῖς μέλλουσι· πάτερ ᾽Αθανάσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

῏Ηχος γ'.

Τὸν τῆς ᾽Αθανασίας ἐπώνυμον, κλέος τῆς Μεθώνης ᾽Αθανάσιον, πανευφροσύνως πιστοὶ τιμήσωμεν. Οὖτος γὰρ ἐν ἀγρυπνίᾳ, νηστείᾳ τε καὶ προσευχῇ, τῇ τῆς ἀσκήσεως ἀκολουθήσας τρίβῳ, τῆς τοῦ ἁγιασμοῦ καὶ τελειότητος χάριτος κατηξιώθη. Διὸ Πνεύματι ῾Αγίῳ ποιμὴν καὶ διδάσκαλος τῆς ἐν Μεθώνῃ ᾽Εκκλησίας ἐπαξίως κατέστη. ῞Οθεν καὶ ἡμεῖς θεοπρεπῶς, τὴν αὐτοῦ ὑπερήδιστον χάριν ἐπικαλούμενοι, αἰτησώμεθα τὴν τῶν ψυχῶν ἡμῶν σωτηρίαν καὶ ἐν ἁγιασμῷ τελείωσιν.

῏Ηχος δ'.

Ἐν πνευματικῇ ἀγαλλιάσει, τὸν τῆς Μεθώνης ἔνδοξον ῾Ιεράρχην ᾽Αθανάσιον, ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν. Οὗτος γὰρ τὸ σῶμα ὑποπιάσας καὶ δουλαγωγῶν, καὶ ἀδιαλείπτως τὸν καλὸν τῆς ἀρετῆς ἀγῶνα ἀγωνιζόμενος, τὴν τῆς ἁγιότητος κλίμακα ἀνῆλθε, καὶ τὴν κορυφὴν τῆς ἁγιότητος, τὸν ἀθεώρητον Κύριον, χάριτι Αὐτοῦ θεωρῶν, καὶ ὑπ' Αὐτοῦ ἀεὶ δυναμούμενος, ἱεροπρεπῶς καὶ ἁγιοπατερικῶς, τὴν Τούτου ᾽Εκλογάδα ἐποίμανε. Διὸ πιστοὶ οἱ τὴν λύτρωσιν ποθοῦντες, ἐν ταπεινώσει τὸν ἡγιασμένον ῾Ιεράρχην καθικετεύσωμεν, πρεσβεύειν ἀπαύστως τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ἦχος πλ. α'.

Δεῦτε χριστοφόροι λαοί, λόγοις καὶ ἐγκωμίοις, τὸν τῆς Μεθώνης Ποιμένα ἱεροπρεπῆ ᾽Αθανάσιον ἐνθεαστικοῖς ὕμνοις τιμήσωμεν λέγοντες · Χαίροις ὁ τῆς ἀθανασίας ἐπώνυμος καὶ μέτοχος, ὁ ἐν οὐρανίοις δώμασι, μετὰ τῶν ἡγιασμένων ἀεὶ ἀναπαυόμενος. Χαίροις ὁ ποιμὴν ὁ καλός, ὁ τοῦ ᾽Αρχιποίμενος Χριστοῦ μαθητής τε καὶ μιμητής, τῶν πιστῶν δὲ θεοδώρητος τῆς πίστεως καὶ τῆς ἀρετῆς ὁδηγός. Πρέσβευε ἐκτενῶς, σοῦ δεόμεθα, ἀθάνατε ᾽Αθανάσιε, τῷ Θεανθρώπῳ Χριστῷ, ῥυσθῆναι ἡμᾶς ἐκ τῶν παγίδων τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

    Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Μητροπολίτου πρῴην Πατρῶν Νικοδήμου.

῏Ηχος δ'. ῎Εδωκας σημείωσιν.

Ἔδωκας Φιλάνθρωπε, τῷ ταπεινῷ σου θεράποντι, ἁγιότητος χάρισμα, φωτίσματι θείῳ σου, καὶ πολλοῖς ἀγῶσι, βίου πολιτείαν διαδραμόντι εὐλαβῶς, καὶ τῷ ναῷ σου φοιτῶντι πάντοτε· ὅθεν εὐηρέστησε, καὶ εἰς ζωὴν τὴν αἰώνιον, ἐπορεύθη ὁ δοῦλός σου, ἱερὸς ᾽Αθανάσιος.

 

Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν, καἱ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

 

Κόποις καὶ παλαίσμασι, πολιτευθεὶς ὁ θεσπέσιος, τῷ Χριστῷ εὐηρέστησε, σεπτὸς ᾽Αθανάσιος, καὶ ἀθανασίᾳ τοῦ Παραδείσου ἀφορῶν, κατηξιώθη αὐτῆς ὡς ἔνζηλος· διὸ αὐτὸν γεραίρομεν, καὶ ἐν ᾠδαῖς μακαρίζομεν, ὡς ἡμέτερον πρόμαχον, καὶ ἐπίσκοπον ἔνδοξον.

 

Στίχος. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

 

Θώρακα τῆς πίστεως, ὁ ἱερὸς ἐνδυσάμενος, τῆς Μεθώνης ἀγλάϊσμα, σεπτὸς ᾽Αθανάσιος, ὡς ἱεροφάντωρ. Χαίρων δ' ἐν Κυρίῳ, οὐρανομύστης γεγονώς, τοῖς οὐρανίοις Αὐτοῦ καλέσμασιν, ἡμᾶς προσαναβαίνοντας, καλεῖ εἰς θείαν συνέντευξιν, καὶ ζωὴν τὴν αἰώνιον, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν.

Δόξα. ῏Ηχος πλ. β΄.

Ἀρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

Σήμερον τὸν τῆς ἀθανασίας ἐπώνυμον, καὶ τὸν τῆς Μεθώνης μέγαν ῾Ιεράρχην ἀθάνατον ᾽Αθανάσιον, ἐν ἐγκωμίων ᾠδαῖς εὐφημήσωμεν λέγοντες· Χαίροις τῆς ἐν ἡσυχίᾳ ἀρετῆς, καὶ τῆς καρπογόνου ἀσκήσεως, πανθαύμαστε ἐραστά· χαίροις τῆς ἐν Μεθώνῃ ᾽Εκκλησίας θεόσοφε πρόεδρε και τῆς λογικῆς ποίμνης τοῦ Χριστοῦ ἀξιάγαστε διδάσκαλε. Χαίροις τῶν ἁγίων ἰσοστάσιε, καὶ τῶν Πατέρων ὁμότροπε. Ὡς ἐν Παραδείσῳ οἰκῶν, καὶ πρὸς Χριστὸν τὸν Θεόν παῤῥησίαν ἔχων, πρέσβευε ἐκτενῶς, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν πρέσβευε, Δέσποινα, μετὰ τοῦ Ἱεράρχου, καὶ πάντων τῶν ῾Αγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

᾽Απολυτίκιον.

῏Ηχος δ. Κανόνα πίστεως.

Μητροπολίτου πρῴην Πατρῶν Νικοδήμου.

Χριστὸν τὸν Κύριον, ἱερὲ ᾽Αθανάσιε, ἀγαπήσας ἐλάτρευσας, ἐν τῷ βίῳ σου ἅπαντι, καὶ τῷ κόσμῳ ἐδίδαξας, πίστιν Αὐτῷ ἐκτρέφειν, ἁγιότητος κλῆσιν, ζῆν δὲ δεικνύεις πᾶσι κατ' εἰκόνα ᾽Εκείνου. Διὸ ταῖς σαῖς πρεσβείαις ἡμῖν Αὐτὸν καθικέτευε.

῝Ετερον. ῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

᾽Αρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

Ἀθανάσιον ὕμνοις, ἀνευφημήσωμεν, τὸν Μεθώνης προστάτην καὶ θαυμαστὸν φρυκτωρόν, ἀρετῆς τὸν ἐραστήν, καὶ ἁγιότητος· οὗτος ἠξίωται τιμῆς ἐπισκόπου τῶν πιστῶν, καὶ χάριτος τῶν θαυμάτων· ἱκετεύει δὲ τῷ Κυρίῳ, τοῦ ἐλεῆσαι καὶ φωτίσαι ἡμᾶς.

Δόξα. Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε, τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε, ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα εν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπης, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν Τόκον σου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Καθίσματα. ᾽Αρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

    Μετὰ τὴν α΄. Στιχολογίαν. Κάθισμα.

῏Ηχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Ἁγιότητος ἄνθος, καρπὸν ἀσκήσεως, τῆς προσευχῆς εὐωδίαν καὶ

τῆς νηστείας βλαστόν, ἀνυμνήσωμεν λαμπρῶς τὸν ᾽Αθανάσιον,

μέγαν Μεθώνης φρυκτωρόν, καὶ πιστῶν μυσταγωγόν, διδάσκαλον

ἀληθείας, ἐπαξίως δὲ εἰληφότα, τὸ θεῖον στέφος ἐκ χειρὸς τοῦ Χριστοῦ.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχοντων εἰς σέ· Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε· ἡ τεκοῦσα ἐν σαρκί, τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλίπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.

Μεθώνης φρυκτωρόν, ἁγιότητος τύπον, πιστῶν ὑπογραμμόν, ἐπισκόπων τὸ κλέος, σεπτὸν ᾽Αθανάσιον, ἐπαξίως τιμήσωμεν, τὸν στηρίξαντα, τῶν ὀρθοδόξων τὰ πλήθη, καὶ κοσμήσαντα, Σιὼν τὴν ἄνω ὡς δοῦλος, Χριστοῦ καὶ ὁμοίωμα.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, παρθένον ἀληθῶς, καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν· σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

 

    Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.

Τῆς Μεθώνης ὁ ποιμήν, χριστιανῶν δὲ φωτιστής, ἀρετῆς ὁ ὁδηγός καὶ Εκκλησίας ὁ ποιμήν, εἰς ἑορτὴν καὶ πανήγυριν εὐφροσύνης, πάντας τοὺς πιστοὺς συνεκάλεσε, δεῦτε οὖν λαμπρῶς ἑορτάσωμεν, καὶ γεγηθότες ψάλωμεν ἐνθέως, τὰ ἐπινίκια λέγοντες τῶν μοναζόντων, τιμὴ καὶ δόξα, ᾽Αθανάσιε χαῖρε.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Κατεπλάγησαν ῾Αγνή, πάντες ᾽Αγγέλων οἱ χοροί, τὸ μυστήριον τῆς σῆς, κυοφορίας τὸ φρικτόν πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ προαιώνιος, καὶ γαλουχεῖται σύμπασαν ὁ τρέφων, πνοὴν ἀφάτῳ χρηστότητι· καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα, εὐφημοῦντες δοξάζουσι.

 

Οἱ ᾽Αναβαθμοί, τὸ α' ᾽Αντίφωνον τοῦ δ΄. Ἦχου.

 

Προκείμενον, ῏Ηχος δ'.

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχος. Οἱ ἱερεῖς σου, Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

 

Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον.

(Τοῦ ῎Ορθρου τῆς ιγ' Νοεμβρίου ᾽Ιωάν. ι', 1-10)

Ὁ Ν' Ψαλμός.

Δόξα.

Ταῖς τοῦ ῾Ιεράρχου πρεσβείαις, ᾽Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ᾽Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν εμῶν ἐγκλημάτων.

 

Εἶτα τὸ ᾽Ιδιόμελον. ῏Ηχος πλ. β'. ᾽Αρχιμ. Νικοδήμου. Γ.

᾽Αεράκη.

Στίχος. ᾽Ελέησόν με ὁ Θεός...

Ἡ τῶν θριαμβευόντων ἐν οὐρανοῖς ᾽Εκκλησία, τὸν τῆς Μεθώνης ῾Ιεράρχην ἔνδοξον ᾽Αθανάσιον, ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει πνευματικῇ ὑποδεχθεῖσα, τῷ ἐσφαγμένῳ ᾽Αρνίῳ ἐνθέως λέγει· τόν Σὲ δοξάσαντα Κύριε δόξασον· τὸν Σὲ τιμήσαντα τίμησον· τὸν ἐπαξίως φέροντα τὸ τῆς ἀθανασίας ὄνομα, ἐν τῇ αἰωνίᾳ ζωῇ Σὺ ἀντιδόξασον. Πρεσβείαις Κύριε τοῦ ῾Αγίου σου, σῶσον τοὺς ἐν τῇ στρατευομένῃ σου ᾽Εκκλησίᾳ, τιμῶντας τὴν μνήμην αὐτοῦ.

 

    Οἱ Κανόνες, ὁ Κανὼν τῆς Θεοτόκου καὶ τοῦ ῾Αγίου οὗ ἡ ᾽Ακροστιχίς·

ΤΟΝ ΔΕΥΤΕΡΟΝ ΣΟΙ, ΠΑΤΕΡ, ΥΜΝΟΝ ΠΡΟΣΦΕΡΩ.

ᾨδὴ α', ῏Ηχος β΄. Ὁ Εἱρμός. Δεῦτε λαοί.

Τῷ τριφεγγεῖ, τῆς ἀρχιφώτου θεότητος, πρῶτος φωτὶ πυρσούμενος, τὸν νοῦν μου φώτισον, ᾽Αθανάσιε πάτερ, φωτὶ δευτεροδότῳ, τοῦ ἀνυμνῆσαί σε.

 

Θαυμαστὸς, ἐν τοῖς ἁγίοις σου Κύριε, ὁ θαυμαστώσας χάρισι, τὸν ᾽Αθανάσιον, ταῖς ὄντως θεοσδότοις, κἀμοὶ τὰ σὰ ἐλέη, σῶτερ, θαυμάστωσον.

 

Νέος ἡμῖν, τρυφῆς παράδεισος ἤνοικται, τὸ μύρον προβαλλόμενος, φύσιν ἀείζωον, τοῦ ὁσίου ὁ τάφος· δρεψώμεθα καὶ πόθῳ, κατατρυφήσωμεν.

Θεοτοκίον.

Δαβιτικῆς, ῥάβδος ἐκ ρίζης βλαστήσασα, τὸν φυτουργὸν τῆς κτίσεως, ἐκαρποφόρησας, Θεοτόκε Παρθένε, φυτὰ τῆς ἁμαρτίας, ἀποξηράνασα.

 

ᾨδὴ γ'. Ὁ Εἱρμός. ᾽Εν πέτρᾳ με τῆς πίστεως στερεώσας.

Ἐν πέτρᾳ τῇ τῆς πίστεως σὺ τὰς βάσεις, πηξάμενος, παμμάκαρ οὐκ ἀπετράπης, προσπνεύσεσι ποικίλαις τῶν τῆς κακίας, πνευμάτων ὅσιε, Χριστῷ δὲ ἔψαλλες, ὡς «οὐκ ἔστι δίκαιος πλήν σου Κύριε».

 

Ὑπῆλθες ᾽Αθανάσιε τοῦ Κυρίου, ζυγὸν τὸν ἐλαφρότατον ἀποῤῥίψας, τὸν κόσμον καὶ τοῦ κόσμου τερπνὰ καὶ χαίρων, δρόμον διήνυσας, τὸν τῆς ἀσκήσεως, καὶ πρὸς νύσσαν ἔφθασας τὴν οὐράνιον.

 

Τὸν πλοῦτον τὸν οὐράνιον χαρισμάτων, ἰδὼν ὁ ποιμενάρχης καθηγητήν σε, προβάλλεται συστήματος μονοτρόπου, οὓς κατεπλούτισας, ταῖς μεταδόσεσι, τῶν ἐμπράκτων ὅσιε διδαγμάτων σου.

Θεοτοκίον.

Ἐγέννησας ᾽Ανύμφευτε τὸν προόντα, ἐβάστασας ἀγκάλαις τὸν συνοχέα, τῶν ὅλων ἐγαλούχησας τὸν τροφέα, πάντα παράδοξα, τὰ σὰ μυστήρια, καὶ οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.

 

Κάθισμα τοῦ Ὁσίου.

῏Ηχος πλ. α'. Τον Συνάναρχον Λόγον

Τὸ Μεθώνης καλλώπισμα καὶ στερέωμα, τῶν ἱερέων τὸ ἔνθεον σεμνολόγημα, τὸν ἱεράρχην ὑμνήσωμεν ᾽Αθανάσιον, ἐκβοῶντες, θερμῶς καὶ ἀνακράζοντες, πρὸς τὸν ὕψιστον Κύριον· «θαυμαστὸς εἶ ὁ Θεός, ὁ ἐν θαύμασι θαυμαστῶν τοὺς ἁγίους σου».

῞Ετερον. ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.

᾽Αρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

Λαμπρῶς εὐφημήσωμεν, ἐν ἐγκωμίων ᾠδαῖς, καὶ ἄνθεσι στέψωμεν, ποιμένα θεοσεβῆ, Μεθώνης τὸν πρόεδρον· οὗτος γὰρ θεαρέστως, ἀσκηθεὶς ἐν ἐρήμῳ, ἄσκησιν καὶ νηστείαν, διὰ βίου κηρύττει· διὸ κατηξιώθη, ἰδεῖν τὸν Κύριον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἡ μόνη κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, ἡ μόνη κοσμήσασα, τὴν ἀνθρωπότητα, τῷ Τόκῳ σου ῎Αχραντε, ῥῦσαί με τῶν παγίδων, τοῦ δολίου Βελίαρ· στῆσόν με ἐπὶ πέτραν, τῶν Χριστοῦ θελημάτων, Αὐτὸν ἐκδυσωποῦσα ἐκτενῶς, ῝Ον ἐσωμάτωσας.

 

ᾨδὴ δ'. Ὁ Εἱρμός. Τὴν ἐκ παρθένου.

Ῥήμασι θείοις τρεφόμενος, τῇ τροφῇ τῶν ἀγγέλων, τὴν ἰσάγγελον ἐν γῇ σὺ πολιτείαν κατώρθωσας, ὅσιε πάτερ· ὅθεν καὶ προκόπτων ἀπὸ δόξης εἰς δόξαν, μέγας ὄντως ἐπεκλήθης θαυμαστῶς.

 

Ὁ τῆς ἀσκήσεως ἄριστος, καὶ εὐθύτητος γνώμων, τῶν ὁσίων ἡ κρηπίς, τῶν ἱερέων τὸ καύχημα καὶ διδασκάλων, πάντων ἡ σεμνότης, τῶν θαυμάτων ἡ βρύσις, ἀνυμνείσθω ᾽Αθανάσιος ᾠδαῖς.

 

Νεανικοῖς ἀγωνίσμασι, καὶ συντόνῳ τῷ πόθῳ, καὶ ἀκμαίᾳ τῇ σπουδῆ, δι' οὗ γὰρ ἐπειγόμενος πρὸς τὸ βραβεῖον, κλήσεως τῆς ἄνω οὐ διέλιπες πάτερ, ἕως τούτου ἠξιώθης ἀληθῶς.

Θεοτοκίον.

Σὺ τῶν πεσόντων ἀνάστασις, σὺ τῶν κατεῤῥαγμένων, ἡ ἀνόρθωσις ῾Αγνή, σὺ τῆς κατάρας, ἡ λύτρωσις τῆς ἀρχεγόνου, σὺ τῆς εὐλογίας ἡ ἀντίδοσις Κόρη· σὲ ὑμνοῦμεν καταχρέως οἱ πιστοί.

 

ᾨδὴ ε'. Ὁ Εἱρμός. Ὁ τοῦ φωτός.

Ὁ τῶν δικαίων ἐχθρός, ὥσπερ τὸ πρὶν κατὰ Χριστοῦ ἤθροισε, τὸ πονηρόν, συνέδριον, μάκαρ, οὕτω σοι δυσμενεῖς, τοὺς παρανομοῦντας ἐχθροὺς ἐπανέστησεν.

 

Ἰταμωτάτῃ φρενί, γλῶσσαν καὶ χεῖρα κατὰ σοῦ ῞Οσιε, ἡ παντουργός, κακῶς κινηθέντας, ἐπέδησε δίκη, θεράποντα ῞Οσιε, σαφῶς τε κηρύττοντα.

 

Πιστὸς καὶ φρόνιμος, τῆς διδομένης σοι σοφὲ χάριτος, ἀναφανείς, Χριστοῦ οἰκονόμος, πλειόνων παρ' Αὐτοῦ, θείων χαρισμάτων κατέστης ἀνάπλεως.

Θεοτοκίον.

Ἁγία Δέσποινα, ἡ τὸν πανάγιον Θεὸν τέξασα, σωματικῶς ἡμῖν ὁμιλῆσαι, θελήσαντα ἐκ σοῦ, τούς σὲ ἀνυμνοῦντας πιστῶς καθαγίασον.

 

ᾨδὴ ς'. Ὁ Εἱρμός. Πρὸς Κύριον ἐκ κήτους.

Τοῖς ἴχνεσιν ἑπόμενος σοφέ, τοῦ Δεσπότου σου, τοῦ ταπεινώσαντος ἑαυτόν, πλούτῳ χρηστότητος, ἐν ὕψει ἀρετῶν, ἐσχάτην ταπείνωσιν κατορθῶν, ἀνυψώθης θείᾳ Χάριτι.

 

Ἐζήλωσας ὡς πάλαι Φινεὲς ἐνδικώτατα, καὶ τὸν νομίσαντα, συγκαλύψαι τὸ ἁμάρτημα, τῇ ξένῃ τῶν τριχῶν, ψιλώσει διήλεγξας, καὶ τὸ μύσος σαφῶς ἐθριάμβευσας.

 

Ῥωννύμενος δυνάμει τῇ πανσθενεῖ τοῦ πνεύματος, τῷ κοσμοκράτορι, ἀντετάξω ἐξουσίας τε, τὰς τούτου καὶ ἀρχάς, κατέβαλες ῞Οσιε, καὶ στεφάνων τῆς νίκης ἠξίωσαι.

Θεοτοκίον.

Ὑμνοῦμέν σε Πανύμνητε, τὴν μόνην κυήσασαν, καὶ διαμείνασαν μετὰ τόκον ἀδιάφθορον, παρθένον ὡς τὸ πρίν· Θεὸν γὰρ ἐγέννησας σάρκα, φορέσαντα, τὰς φύσεις καινίζοντα.

 

Κοντάκιον,

῏Ηχος β'.

Ὡς ἀστὴρ διαλάμπων ὦ ῾Ιεραρχα ἐκ σπαργάνων φωτὶ συνανεκράθης τῷ θεουργῷ, καὶ φῶς ὅλος γενόμενος, ταῖς διδαχαῖς σου τῶν ἔργων ἐφώτισας, τῶν πιστῶν τὸ πλήρωμα, τὸ μέγα Μεθώνης ἐγκαλλώπισμα.

Ὁ Οἶκος .

Ὁ δοξάζων, ὡς προέφης, τοὺς δοξάζοντας, Λόγε, καὶ τὸν μέγαν σήμερον ἐν ἱερουργοῖς ᾽Αθανάσιον, ἀναθεμένην ἀπὸ γῆς, εἰς μέθεξιν, τῆς βασιλείας σου, αὐτὸς τὴν ἐμὴν καταφωτίσας διάνοιαν, ἀξίως τὸν σὸν ἀνευφημῆσαι θεράποντα, τοῦτον ἀξίωσον μιμητήν σου, καὶ δόξης συμμέτοχον.

 

Συναξάριον.

Καὶ ἀναγινώσκεται τὸ Συναξάριον τῆς ι΄ Δεκεμβρίου.

Εἶτα λέγομεν (Μητροπολίτου πρῴην Πατρῶν Νικοδήμου).

 

Τῇ αὐτῆ ἡμέρᾳ Μνήμη τοῦ ἐν ῾Αγίοις Πατρὸς ἡμῶν ᾽Αθανασίου ᾽Επισκόπου Μεθώνης.

Στίχοι.

᾽Αθανάσιον γεραίρει ἑορτίως Μεθώνη

Τῷ Δεσπότῃ τὸν ὕμνον ἀναφέρουσα πόθῳ.

᾽Αθανασίαν ἡ μνήμη ῾Ιεράρχου κηρύττει

εἰς αἰῶνας ἐν δόξῃ.

Δεκάτῃ λήγοντος ἐτησίου μηναίου

ἄληκτον δείκνυσι τὸ οὐράνιον κάλλος.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς. ᾽Αμήν.

 

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Εἰκόνος χρυσῆς.

Μυρίζει Σοφέ, ἡ τιμία σου σορὸς καὶ τὰς ἐκβάσεις, ἀναπηγάζει καὶ κηρύττει σου τὴν παῤῥησίαν,τὴν ἔνθεον ἣν ὁ καθαρώτατος βίος προξενήσοι κραυγάζοντι· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

 

Νεκρώσας σαρκὸς τὰς ὁρμάς, καὶ τὴν ψυχὴν πάτερ ζωώσας, τῇ ἀπαθείᾳ οἶκος ἔμψυχος, τῆς ἀειζώου θεότητος, ὤφθης ᾽Αθανάσιε μάκαρ, ᾗ καὶ ψάλλων ἐκραύγαζες· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

 

Ὁ μύστης Χριστοῦ, ὁ ποιμὴν ὁ ἀληθής, ὁ τοῦ ποιμνίου προκινδυνεύων, ὁ περίδοξος, θαυματουργὸς ᾽Αθανάσιος, σήμερον ἡμᾶς συγκαλεῖται, καὶ κραυγάζειν προτρέπεται· εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν.

Θεοτοκίον.

Νομίμων ἐκτὸς τῶν τῆς φύσεως, ἁγνὴ Θεογεννῆτορ, ὡς Θεομήτωρ σὺ γεγέννηκας, βρέφος ὀφθέντα ἀπάτορα · ὅθεν Θεοτόκον κυρίως ὁμολογοῦντές σοι ψάλλομεν· εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

 

ᾨδὴ η'. Ὁ Εἱρμός. Τῷ δόγματι τῷ τυραννικῶ.

Προσέλθωμεν πιστοὶ τῇ σεπτῆ, σορῷ τοῦ θεοφόρου ἱεράρχου, ᾽Αθανασίου καὶ ῥεῖθρα ζωῆς, ἀντλήσωμεν ψάλλοντες· εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

 

Ῥυσθείημεν Πάτερ σαῖς εὐχαῖς, κινδύνων τε καὶ θλίψεων καὶ πάσης, ἐπιφορᾶς ἀδοκήτων δεινῶν, οἱ πόθῳ τιμῶντές σε, καὶ βοῶντες· ὑμνεῖτε, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τούς αἰῶνας.

 

Οὑκ ἔλιπες Πάτερ ὀρφανούς, υἱοὺς τοὺς ἐν Χριστῷ σοι γεννηθέντας, εἰ καὶ μεσίτης ἐκ γῆς πρὸς Θεὸν παρών, ἀοράτως δὲ διασῴζεις τοὺς πίστει, καὶ πόθῳ ὑμνοῦντας, καὶ ὑπερυψοῦντας εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον.

Συνέλαβες ἄνευ ἀνδρός, καὶ τέτοκας ῎Αφθορε τὸν προόντα, βροτὸν ὀφθέντα καὶ σῶσαι φθορᾶς, βροτοὺς εὐδοκήσαντα, ῝Ον ὑμνεῖ πᾶσα κτίσις, ὡς κτίστην καὶ Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τούς αἰῶνας.

 

ᾨδὴ θ'. Ὁ Εἱρμός. Ἡ τὸν ἀχώρητον Θεόν.

Φωνὴν ἱκέσιον καὶ νῦν τὴν ἡμῶν δεχόμενος ὡς τῆς χήρας Πάτερ τὸ πρότερον, προστατεύων, σῷζε τὸ ποίμνιόν σου.

 

Ἐκ πειρασμῶν παντοδαπῶν, κινδύνων καὶ θλίψεων, ὁρατῶν ἐχθρῶν καὶ ἀοράτων τε, ἐπηρείας ἡμᾶς λύτρωσαι Πάτερ.

 

Ῥαθύμως ἔχοντας ὁρῶν, ὁ ἐχθρὸς ἐπέρχεται, καὶ συλᾷ τὸν κλῆρόν σου ῞Οσιε· ἀλλὰ φρούρει σαῖς ἡμᾶς προστασίαις.

Θεοτοκίον.

Ὡς τὸν ἀχώρητον παντί, ἐν γαστρὶ χωρήσασα, καὶ χαρὰν τῷ κόσμῳ κυήσασα, χαῖρε μόνη τῶν πιστῶν προστασία.

 

Ἐξαποστειλάριον.

῏Ηχος γ'. ᾽Εν πνεύματι τῷ ἱερῷ.

Τὸν μέγαν ᾽Αθανάσιον, τῆς Μεθώνης τὸ κλέος, τὸν στῦλον τὸν ὁλόφωτον, τῶν θαυμάτων τὴν βρύσιν, τῶν νόσων τὸν ἀκέστορα, οἱ πιστοὶ ἐν ᾄσμασι, συνέλθωμεν εὐφημοῦντες · βρύει γὰρ παντοδαπῶν, νοσημάτων ἴασιν, λειψάνων τούτου ἡ θήκη.

῞Ετερον. ῏Ηχος β'. Γυναῖκες ἀκουτίσθητε.

᾽Αρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

Ἐπίσκοπον τιμήσωμεν, Μεθώνης τὸ ἀγλάϊσμα, τῆς ἁγιότητος τύπον πιστῶν ὑπόδειγνα θεῖον, ἄγαλμα τῆς ἀσκήσεως, τὸν κλεινὸν ᾽Αθανάσιον, χάριτος τὸν ἐκφάντορα, χαρᾶς τῆς θείας τὸν μύστην, καὶ ᾽Εκκλησίας τὸν στῦλον.

Θεοτοκίον.

Μαρίαν τὴν Θεόνυμφον, τὴν τέξασαν τὸν Κύριον, πάντες ἐκ πόθου τιμῶμεν· ζωῆς γὰρ γέγονε Μήτηρ. Τράπεζα ἄρτον φέρουσα, λυχνία ἡ φωτίζουσα, σκέπη δὲ κατασκέπουσα, πιστῶν Χριστοῦ τὰς καρδίας, ὑπάρχει ἡ Θεοτόκος.

 

Εἰς τοὺς Αἴνους.

῾Ιστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

᾽Αρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

῏Ηχος δ'. Ἔδωκας σημείωσιν.

Δεῦτε εὐφημήσωμεν, καὶ ἐν ᾠδαῖς μεγαλύνωμεν, τὸν Μεθώνης ᾽Επίσκοπον, κλεινὸν ᾽Αθανάσιον, τὸν τῆς εὐλαβείας, καὶ τῆς ἡσυχίας, γλυκὺν θεόσδοτον καρπόν, καὶ ᾽Εκκλησίας τὸ ἐγκαλλώπισμα, τὸν φύλακα τῆς πίστεως, καὶ τῶν πιστῶν καταφύγιον, ἀρετῆς τὸ ἐκτύπωμα, καὶ ἁγίων ἀντίγραφον.

 

Ὕμνοις καταστέψωμεν, καὶ ἐγκωμίοις τιμήσωμεν, τὸν κλεινὸν ᾽Αθανάσιον, Μεθώνης τὸν πρόεδρον, ἀρετῆς τὸν τύπον, καὶ τῆς ἡσυχίας, ὄντως τὸν μέγαν ἐραστήν, καὶ εὐλαβείας θεῖον κοσμήτορα, πιστῶν τὸ περιτείχισμα, καὶ Ἐκκλησίας ἀγλάϊσμα, τῆς Τριἀδος τὸν κήρυκα, καὶ τῆς πίστεως ἔρεισμα.

 

ᾌσμασιν ὑμνήσωμεν, καὶ εὐλαβῶς ἐπαινέσωμεν, ᾽Αθανάσιον ἔνδοξον, ἀθάνατον μένοντα, ἐν ζωῇ ἀγήρῳ, τῇ τοῦ Παραδείσου, μετὰ λοιπῶν ῾Ιεραρχῶν, θείας μετέχων μακαριότητος· αὐτὸν καθικετεύσωμεν, ἀεί πρεσβεύειν πρὸς Κύριον, ὅπως λάβωμεν ἅπαντες, τὸ Αὐτοῦ θεῖον ἔλεος.

῞Ετερα, ῏Ηχος β'. Οἶκος τοῦ Εὐφραθᾶ.

Μητροπολίτου πρῴην Πατρῶν Νικοδήμου.

Δόξα ἐν οὐρανοῖς, ᾽Αγγέλων ὑμνῳδία, ὑψώθη τῷ Δεσπότη, Χριστῷ τῷ Ζωοδότη, σῇ μνήμῃ ᾽Αθανάσιε.

 

Ἔλαμψας ἐπὶ γῆς ἀκτῖσιν οὐρανίαις, κάλλει τῶν ἀρετῶν σου, πατέρων μέγα κλέος, φερώνυμε ἀθάνατε.

 

Ἔλεος ἐν οὐρανῷ, καὶ ἐπὶ γῆς ὑπῆρξας, σεπτὲ ἐν ῾Ιεράρχαις, ὅθεν σε ἀνυμνοῦμεν, τὴν μνήμην σου γεραίροντες.

 

Πρόφθασον τῷ Θεῷ, μετὰ τῆς Θεοτόκου, αἰτήματα ἀνάγκας, καὶ πᾶν τὸ διαλίπον, ἡμῖν τοῖς ἐκζητοῦσί σε.

Δόξα. ῏Ηχος πλ. δ'.

Ἔλαμψεν ἡ χάρις σου ῞Αγιε· Ἔγνωμεν σὴν παῤῥησίαν μακάριε, ἣν παρὰ Θεῷ ἔσχηκας ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας. Διὸ δυσωποῦμέν σε, μὴ παύσῃς δεόμενος ὑπὲρ ἡμῶν, τῶν ἐν πολλοῖς καὶ πολλάκις ἐκπεσόντων τῆς χάριτος, ἧς παρ' Αὐτοῦ τυγχάνομεν. Καὶ πρέσβευε, Χριστοκήρυξ ᾽Αθανάσιε, τῆς Μεθώνης ὁ φωστήρ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς',

Εὐαγγέλιον τῆς Λειτουργίας τῆς ιγ' Νοεμβρίου,

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ.

᾽Αρχιμ. Νικοδήμου Γ. ᾽Αεράκη.

Χαίροις τῆς Μεθώνης ὁ φρυκτωρός, πιστῶν ὁ προστάτης, ᾽Αθανάσιε θαυμαστέ,, χαίροις τῆς νηστείας, ἀσκήσεως καὶ βίας, ὑπόδειγμα καὶ πλοῦτος, ἁγίας νήψεως.

 

Δεῦτε εὐφημήσωμεν εὐλαβῶς, Μεθώνης ποιμένα, ᾽Αθανάσιον ἐν ᾠδαῖς, τὸν ἁγιασθέντα, ἀγῶσι καὶ ἀσκήσει, λαμπρῶς τε δοξασθέντα, τῇ θείᾳ Χάριτι.

 

ΤΕΛΟΣ

ΚΑΙ Τῼ ΗΜΑΣ ΑΓΙΑΣΑΝΤΙ

ΚΥΡΙῼ ΙΗΣΟΥ

ΔΟΞΑ