ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΓΕΡΜΑΝΟΥ ΤΟΥ ΕΝ ΑΛΑΣΚᾼ

 

Ψαλλομενη τῇ ΙΕ ' Νοεμβρίου, ἡμέρᾳ τῆς αὐτοῦ κοιμήσεως, τῇ Θ ' Αὐγούστου, ἡμέρᾳ τῆς αὐτοῦ κατατάξεως ἐν τοῖς δέλτοις τῶν ἁγίων καὶ τῇ ΙΓ Δεκεμβρίου, ἐν ᾗ τιμᾶται ἡ σύναξις πάντων τῶν ἐν Ἀλάσκᾳ Ἁγίων.

 

Παράκλησις  Ακάθιστος  Εγκώμια  Ευλογητάρια

 

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

Ἐν τῷ Μικρῷ ἑσπερινῷ

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια•

Ἦχος α.' Τῶν οὐρανίων ταγμάτων.

Ῥωσίας ἔνθεον γόνον, Μονῆς ἀνάστημα Σεργίου τοῦ Ὁσίου καὶ οἰκήτορα θεῖον Μονῆς τῆς ἐξακούστου τοῦ Βαλαάμ, Γερμανόν, εὐφημήσωμεν, ὡς φωτιστὴν τῆς Ἀλάσκας καὶ ζηλωτὴν ἀποστόλων, ὕμνοις πρέπουσι.

 

Τὸν μαθητὴν Ναζαρίου τοῦ οὐρανόφρονος Ἀββᾶ καὶ Παϊσίου, καινιστοῦ ἐν Ῥωσίᾳ κινήματος ἐκθύμως ἡσυχασμοῦ, Γερμανόν, τὸν ὁμόζηλον, ἐγκωμιάσωμεν ᾄσμασιν ἱεροῖς καὶ εὐτάκτοις μελῳδήμασι.

 

Νήφων ἐν πᾶσι, διδάσκων, ἀεὶ εὐχόμενος, φιλοκαλῶν, θερμαίνων τάς ψυχὰς Ἀλεούτων καὶ πάντας κατευθύνων πρὸς οὐρανοῦ τὰς ἐπάλξεις πυξίδι σου σοφῶν ῥημάτων διάκοσμος, Γερμανέ, τῆς Ἀλάσκας ὤφθης πάντιμος.

 

Άλεουτίοις ἐν νήσοις ἠσυχαστήριον ἐδόμησας, ὃ ἔσχες ὁρμητήριον πόνων ἀόκνων σου ψυχῶν εὐαγγελισμοῦ, Γερμανὲ ἀξιάγαστε, καὶ Βαλαὰμ Νέον ὅπερ πανευλαβῶς, θεοφόρε, ἐπωνόμασας.

Δόξα. Ἦχος β.'

Τὸν ὁλοθύμῳ ψυχῆς ἐφέσει Χριστὸν ἐκ νεότητος ἀγαπήσαντα καὶ Αὐτῷ ὁλοσχερῶς προσκολληθέντα, Γερμανόν, τὸν νεαυγῆ Ῥῶσον ἀσκητὴν καὶ ἱεραπόστολον, εὐτάκτοις μελῳδήσωμεν ᾄσμασιν· οὗτος γὰρ καταλαβὼν πρῶτον τῆς τοῦ Ὁσίου Σεργίου Μάνδρας μετόχιον ἐν Πετρουπόλει καὶ εἶτα τὴν περίφημον τοῦ Βαλαὰμ Λαύραν ὑπὲρ φύσιν ἠγωνίσατο καὶ τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε δι' ὑπακοῆς καὶ νήψεως· Ἀποστόλων ἐν τέλει ἀκολουθήσας τρίβοις Ἀλάσκας τοὺς αὐτόχθονας εἵλκυσε πρὸς Ὀρθοδοξίαν καὶ καλῶς καὶ θεαρέστως τελέσας τὸν βίον ἀπῆλθε πρὸς Κύριον πρεσβεύων Αὐτῷ ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Εἰς τὸν Στίχον.

Ἦχος β΄ Οἶκος τοῦ Ἐφραθᾶ.

Ὅσιε Γερμανέ, ὑπείκων Ναζαρίῳ τῷ θείῳ φιλοκάλως διήνυσας τὸν βίον ὡς ἄνθρωπος ἰσάγγελος.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Ἔλαμψας, Γερμανέ, σοῦ Ὀρθοδόξου βίου αὐγαῖς ἐν τῇ Ἀλάσκᾳ καὶ πάντας Ἀλεούτους ἐφωτισας, μακάριε.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Πἀνσοφὲ Γερμανέ, λαμπαδηφόρος πρῶτος Ἀμερικῆς ἐδείχθης  Ὀρθοδοξίας φέρων τὴν δᾴδα τὴν σωτήριον.

Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός, Τρισήλιε Θεότης, ὁ Γερμανὸν φωτίσας κηρῦξαι ἐν Ἀλάσκᾳ τοῦ κράτους Σου τὴν δύναμιν.

Καὶ νῦν. Θεοτοκίον.

Σκέπε, Μῆτερ Θεοῦ τοὺς ἱεραποστόλους καὶ τοὺς νεοφωτίστους λαοὺς ὑπὸ τὴν σκέπην πτερύγων τῆς σῆς χάριτος.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α.'

Τὸν συνάναρχον Λόγον.

Ἀνατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ σεμνεὶῳ Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ• καὶ νῦν Κυρίῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Άλλο Ἀπολυτίκιον. Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

Ὅσιε Πάτερ Γερμανὲ τῆς Ἀλάσκας,

Βόρειε ἀστὴρ τῆς Ἁγἰας Ἐκκλησίας τοῦ Χριστοῦ·

τὸ φῶς τοῦ ἁγίου βίου καὶ τῶν μεγάλων ἔργων σου

ὁδηγεῖ τοὺς ἀκολουθοῦντας τὴν ὁδὸν τὴν Ὀρθὀδοξον.

Ὁμοῦ ἀνυψὠνομε τὸν Τίμιον Σταυρὸν

ὃν ἐν Ἀμερικῇ στερρῶς ἐφύτευσας.

Πάντες ἴδωμεν καὶ δοξάσωμεν Ἰησοῦν τὸν Χριστὸν

ἀνυμνοῦντες αὐτοῦ τὴν Ἁγίαν Ἀνάστασιν.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια•

Ἦχος δ΄ Ἔδωκας σημείωσιν.

Μάκαρ ἰσαπόστολε, Ῥωσίας θεῖον ἐκβλάστημα, Γερμανὲ ἱερώτατε, σεπτὸν ἐνδιαίτημα Πνεύματος Ἁγίου, ὁ τὸ κατ' εἰκόνα καταλιπὼν σῇ ἀκραιφνεῖ ἀσκήσει, πάτερ, ἀνῆλθες κλίμακα Θεοῦ πρὸς καθ' ὁμοίωσιν ἐκ τῆς νεότητος χρόνων σου· ὅθεν νῦν τὴν πανέορτον ἑορτάζομεν μνήμην σου.

 

Δεῦτε, εὐφημήσωμεν τὸν νέον ἱεραπόστολον, Γερμανὸν τὸν θειότατον, τὸν καθαγιάσαντα γῆν τῶν Ἀλεούτων, πολικῆς Ἀλάσκας καὶ ἀχανοῦς Ἀμερικῆς αὐτοῦ ἱδρώτων τοῖς θείοις χεύμασι καὶ ἀκραιφνοῦς ἀσκήσεως τοῖς ποταμοῖς ὡς ἀρχέτυπον Ὀρθοδόξου βιώματος καὶ κειμήλιον χάριτος.

 

Ἔχων ἀπλανέστατον ἀλείπτην πρὸς ὁλοκλήρωσιν τὸν θεόπνουν Ναζάριον ἠνδρώθης ἐν πνεύματι Βαλαὰμ ἐν Μάνδρᾳ καὶ αὐτοῦ ὑπείκων θελήματι, τῷ ἱερῷ Εὐαγγελίου τὸ φῶς διέσπειρας εἰς τὴν Ἄλάσκαν, Ὅσιε, τὴν ἐν σκοτίᾳ καθεύδουσαν ἀγνωσίας, πανεύφημε Γερμανέ, ἰσαπόστολε.

 

Ἰωάσαφ πάνσεπτον καὶ θεῖον Ἰουβενάλιον, οὓς Χριστὸς κατηξίωσε στεφάνων ἀθλήσεως, ἔσχες συνεργάτας εἰς Ὀρθοδοξίας διάδοσιν τῆς ἱερᾶς εἰς τὴν Ἀλάσκαν, ἔνθα προσείλκυσας σοῦ βίου παραδείγματι καὶ τῇ σοφίᾳ τῶν λόγων σου, Γερμανέ, τοὺς αὐτόχθονας πρὸς Χριστοῦ πίστιν ἄμεμπτον.

 

Ἔτη τεσσαράκοντα κακοπαθῶν καὶ στερούμενος, ἀγρυπνῶν, προσευχόμενος καὶ νήφων διήνυσας ἐν Ἀλάσκᾳ βίον τὸν ἀσκητικόν σου, πνευματοφόρε Γερμανέ, καὶ θείου Πνεύματος οἰκητήριον ἐδείχθης• ὅθεν ἅπαντες μνήμην τὴν σὴν ἐορτάζοντες μεγαλύνομεν πόνους σου, οὕσπερ ἔτλης πρὸς θέωσιν.

 

Πάτερ εὐσυμπάθητε, ὅλῃ δυνάμει καρδίας σου Ἀλεούτων συνέδραμες χορῶν εἰς ἐπούλωσιν ἄλγους ἀνεχείας, Γερμανὲ θεόφρον, καὶ ἐν τοῦ βίου συμφοραῖς αὐτῶν ὑπῆρχες ἀκέστωρ ἄγρυπνος, προστάτης ἑτοιμότατος καὶ ἀρωγός, μάκαρ, ἄμεσος• ὅθεν πάντες προσέβλεπον τῇ θερμῇ ἀντιλήψει σου.

Δόξα. Ἦχος πλ. β.'

Ἀκούσας τῆς φωνῆς τοῦ Κυρίου τῆς δόξης ἐν νεαρᾷ ἡλικίᾳ ἀπανέστης τῶν τοῦ βίου ἡδέων καὶ ἀράμενος τὸν σταυρόν σου Αὐτῷ ἠκολούθησας, Γερμανέ, σοφίας καὶ ἀρετῆς σύνοικε θειότατε· ἀναδειχθεὶς γὰρ κανὼν ταπεινώσεως καὶ ὑπακοῆς γνώμων ἠξιώθης τὴν ὀρθὴν ἡμῶν πίστιν εἰς Ἀλάσκαν κηρῦξαι καὶ ἰδρυτὴς γενέσθαι ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ τῆς τοῦ Χριστοῦ ἁγίας Ἐκκλησίας• σοφῶς οὖν καὶ θεαρέστως πολιτευσάμενος καὶ διπλῶν ἀξιωθεὶς στεφάνων ἐν τῇ οὐρανίῳ μακαριότητι, ἀσκητῶν Ὁσίων καὶ θεοκηρύκων Ἀποστόλων, χάριν εἴληφας πρεσβεύειν Κυρὶῳ ὑπὲρ τῶν τιμώντων τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,τίς μὴ ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Εἴσοδος. Φῶς ἱλαρόν.

Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σειρὰχ τὸ Ἀνάγνωσμα. (Κεφ. Β΄ 1 -11)

Τέκνον, εἰ προσέρχῃ δουλεύειν Κυρίῳ Θεῷ, ἐτοιμασον τὴν ψυχήν σου εἰς πειρασμὸν· εὔθυνον τὴν καρδίαν σου καὶ καρτέρησον καὶ μὴ σπεύσῃς ἐν καιρῷ ἐπαγωγῆς• κολλήθητι αὐτῷ καὶ μὴ ἀποστῇς, ἵνα αὐξηθῇς ἐπ' ἐσχάτων σου. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι καὶ ἐν ἀλλάγμασι ταπεινώσεώς σου μακροθύμησον ὅτι ἐν πυρὶ δοκιμάζεται χρυσὸς καὶ ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Πίστευσον αὐτῷ καὶ ἀντιλήψεταί σου· εὔθυνον τάς ὁδούς σου καὶ ἔλπισον ἒπ' αὐτόν. Οἱ φοβούμενοι τὸν Κύριον ἀναμείνατε τὸ ἔλεος αὐτοῦ καὶ μὴ ἐκκλίνητε, ἵνα μὴ πέσητε. Οἱ φοβούμενοι Κύριον πιστεύσατε αὐτῷ καὶ οὐ μὴ πταίσῃ ὁ μισθὸς ὑμῶν. Οἱ φοβούμενοι Κύριον ἐλπίσατε εἰς ἀγαθὰ καὶ εἰς εὐφροσύνην αἰῶνος καὶ ἐλέους. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς καὶ ἴδετε• τίς ἐνεπίστευσε Κυρίῳ καὶ κατῃσχύνθη; Ἢ τίς ἐπεκαλέσατο αὐτὸν καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ ἐλεήμων ὁ Κύριος καὶ ἀφίησιν ἁμαρτίας καὶ σῴζει ἐν καιρῷ θλίψεως.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. Α΄ 1 -10 )

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτὸν ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτήν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας• Ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής• ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμένος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐ δὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ 1 - 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης• καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιομελα. Ἦχος α΄

Εὐφραίνου ἐν Κυρὶῳ ἡ Ὀρθόδοξος Ἐκκλησία καὶ ἀγάλλου Ἀλάσκα σὺν τῇ 'Ρωσίᾳ τελοῦσαι τὴν μνήμην Γερμανοῦ τοῦ νέου τῆς πίστεως φωστῆρος καὶ φωτολαμποῦς ἱεραποστόλου· οὗτος γὰρ ἐπιτυχῶς συμμίξας ἄσκησιν καὶ ἱεραποστολικὴν δρᾶσιν τὴν κλίμακα τῶν ἀρετῶν ἀνῆλθε καὶ αὐτόχθονας Ἀλεούτους ἐφώτισεν ἀστραπαῖς τῶν αὐτοῦ νουθεσιῶν καὶ διδαγμάτων καὶ νῦν Ἀγγέλων φωτομόρφων συνὼν χορείαις Χριστῷ τῷ Φωτοδότῃ ἐκτενῶς πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β.'

Ἡσυχίας ἐραστὰ καὶ ἀσκήσεως στῦλε, ὁ τοῦ Νέου Βαλαάμ, τῆς ἐν 'Ἀλάσκα Μονῆς δομῆτορ, ἑκουσίᾳ πτωχείᾳ καὶ σκληραγωγίᾳ Χριστῷ ἠκολούθησας καὶ τρόπαιον ἐν Ἀμερικῇ, Ὀρθοδοξίας Γερμανέ, περιφανὲς ἔστησας• ὅθεν πάντες ἀξίως τιμῶντες τοὺς νυχθημέρους πόνους σου καὶ ὡς Ἀποστόλων ἰσοστάσιον μεγαλύνοντες τάς ἀδιαλείπτους σου εὐχὰς πρὸς Κύριον αἰτούμεθα, τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

Ἦχος γ.'

Τὸν νεόφωτον ἀστέρα τῆς πίστεως, τὸν φωτίσαντα τάς νήσους τῶν Ἀλεούτων ἀστραπαῖς διδαγμάτων καὶ πράξεων, Γερμανὸν τὸν θεοφώτιστον, μεγαλύνωμεν κράζοντες• Ναζαρίου μαθητὰ θεοτίμητε, τῆς φιλοκαλικῆς Παϊσίου διαδόσεως ἀκόλουθε, ἀξίωσον ἡμᾶς ἐντρυφᾶν ἐν Γραφαῖς ταῖς Ὀρθοδόξοις καὶ ποθεῖν ἐν βίῳ τὰ ἀεὶ διαμένοντα.

Ἦχος δ.'

Ὡς ῥίζα ἐν γῇ διψώσῃ μετεφύης, Γερμανὲ Ὅσιε, εἰς τὴν πολικὴν τῆς Ἀλάσκας χθόνα καὶ ἐν μέσῳ παγετώνων ἐβλάστησας κρίνα πνευματικῆς τελειώσεως καὶ ψυχῶν αὐτοχθόνων σωτηρίας• εὔφρανον οὖν, χαριτόβρυτε πάτερ, καὶ ἡμᾶς τοὺς τιμῶντάς σε θερμῶν πρεσβειῶν σου εὐωδίᾳ, ἵνα ἐκ τῆς δυσώδους χαμαιζηλίας ἁπαλλαχθῶμεν καὶ ὅλοι ἀρετῶν ὀδμαῖς Χριστοῦ εὐωδία γενώμεθα.

Δόξα. Ἦχος ὁ αὐτὸς

Λαξεύσας χερσὶν οἰκείοις σου σμικρὸν σπήλαιον ἐν Ἀλεούτοις νήσοις, Γερμανέ, ὡς θὴρ τῆς ἐρήμου, καὶ πλησίον αὐτοῦ πήξας καλύβην ξυλίνην ὡς στρουθίον φιλέρημον μόνος μόνον τῷ Θεῷ προσωμίλεις, τῷ διαθερμαίνοντι ἀρρήτως τὴν σὴν καρδίαν· ἀπέλασον οὖν εὐχαῖς σου καὶ ἡμῶν τῶν ψυχῶν χειμῶνα καὶ ταχέως ἔαρ ἀνάτειλον ἡμῖν, θεοφόρε, τοῦ διαλῦσαι πάγους τῆς ἡμῶν ἁμαρτίας καὶ ἀγνωσίας καὶ μετανοίας βλαστῆσαι καὶ γνώσεως ἄνθη εὐωδέστατα.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον. Στιχηρα Προσόμοια.

Ἦχος πλ. α.' Χαίροις, ἀσκητικῶν.

Χαίροις, ἐαρινὴ ἀηδών, ἡ ἐν Ἀλάσκᾳ τὸν Χριστοῦ κελαδήσασα, Ὀρθόδοξον πίστιν πᾶσιν ἐν ἀγνωσίας σκιᾷ καθημένοις, μάκαρ ἰσαπόστολε· Λιπὼν γὰρ τὴν πάνσεπτον Βαλαὰμ Μάνδραν ἔδραμες εἰς Ἀλεούτων νήσους ὄνομα Ἅγιον τοῦ Παντάνακτος, Γερμανὲ ἀξιάγαστε, ὅλῃ ψυχῆς ἐφέσει σου κηρῦξαι καὶ λόγοις σου ἐνθέρμοις τῆξαι τοὺς πάγους ψυχῶν χειμῶνος καὶ ἔαρος, αὐγὴν ἀνατεῖλαι Ἀλεούτοις σωτηρίας τὴν πανευφρόσυνον.

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ

Χαίροις, ἡσυχαστῶν καλλονή, τῆς νήσου Σπροὺς θεοειδὲς ἐνδιαίτημα, Ἀλάσκας σεπτὸς οἰκήτωρ καὶ φωτιστής, Γερμανέ, ἱεραποστόλων εὖχος πάντιμον· Βορρᾶ γὰρ τὴν ἔρημον, ἀσκητὰ χριστομίμητε, πολίσας Μάνδραν Βαλαὰμ Νέαν ἔκτισας, ἣν ἀνέδειξας Ὀρθοδόξου φρονήματος λίκνον καὶ ἐργαστήριον περίλαμπρον νήψεως καὶ προσευχῆς ἀενάου· διὸ νῦν μνήμην τὴν θείαν σου σὺν τοῖς Ἀλεούτοις καὶ Ἀμερικῆς τοῖς δήμοις πιστῶν γεραίρομεν.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

Μνήμην ἐπιτελοῦντες λαμπρῶς τῆς πανιέρου σου κοιμήσεως, Ὅσιε, ἐν νήσοις τῶν Ἀλεούτων, ὡς θεαυγῆ ἀσκητὴν καὶ Ὀρθοδοξίας ὑφηγήτορα σὲ πόθῳ γεραίρομεν, Γερμανὲ ἱερώτατε,χαρίτων σκεῦος πανσθενοῦς θείου Πνεύματος καὶ θειότατον προσευχῆς οἰκητήριον· μέμνησο οὖν, ἰσάγγελε, ἡμῶν τῶν τιμώντων σε ὡς ζηλωτὴν Ἀποστόλων, τὸν ἐν ἐσχάτοις τοῖς ἔτεσι κηρύξαντα πίστιν τοῦ Χριστοῦ ἐν τῇ Ἀλάσκᾳ τὴν διασῴζουσαν.

Δόξα. Ἦχος πλ. δ.'

Ἁλύσεσι δεδεμένος καὶ ὑποπιάζων τὴν σάρκα νυχθημέροις ἀσκήσεσι καὶ νηστείαις τὸ πνεῦμα πρὸς Κύριον ἔτεινας, τὸν σοφὸν ἀγωνοθέτην, Γερμανὲ ἀξιέραστε· καθαγιάσας οὖν τὸ εὐτελὲς σου ἀσκητικὸν τριβώνιον ἱδρῶσι καὶ δάκρυσιν ἀειρρύτοις καὶ Ἀλεούτων τάς νήσους τῇ σῇ παρουσίᾳ καὶ χάριτι μετέστης πρὸς ὃν ἠγάπησας Κύριον ἀδιαλείπτως Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἀπολυτίκιον. Ἦχος πλ. α.'

Τὸν συνάναρχον Λόγον.

Ἀνατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ σεμνεὶῳ Εὐαγγελίου τὸ φῶς, εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ• καὶ νῦν Κυρίῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.

 

Άλλο Ἀπολυτίκιον. Ἦχος α' ΤΟ ΑΚΟΥΤΕ

Ὅσιε Πάτερ Γερμανὲ τῆς Ἀλάσκας,

Βόρειε ἀστὴρ τῆς Ἁγἰας Ἐκκλησίας τοῦ Χριστοῦ·

τὸ φῶς τοῦ ἁγίου βίου καὶ τῶν μεγάλων ἔργων σου

ὁδηγεῖ τοὺς ἀκολουθοῦντας τὴν ὁδὸν τὴν Ὀρθὀδοξον.

Ὁμοῦ ἀνυψὠνομε τὸν Τίμιον Σταυρὸν

ὃν ἐν Ἀμερικῇ στερρῶς ἐφύτευσας.

Πάντες ἴδωμεν καὶ δοξάσωμεν Ἰησοῦν τὸν Χριστὸν

ἀνυμνοῦντες αὐτοῦ τὴν Ἁγίαν Ἀνάστασιν.

 

Ἀπόλυσις

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἐσπερινῷ, μετὰ δὲ τὴν α' Στιχολογίαν Κάθισμα.

Ἦχος α΄ Τὸν τάφον Σου, Σωτήρ.

Ῥωσίας, Γερμανέ,εὐανθέστατον κρίνον, ἀσκήσεως ὀδμαῖς τῆς τιμίας σου ἄρτι, καθήδυνας ἅπαντας τῆς Ἀλάσκας οἰκήτορας, ὧν ἀπήλασας σοῖς λόγοις τὴν δυσωδίαν, πνευματέμφορε, τῆς ἀγνωσίας, πατέρων μυράλειπτρον εὔοσμον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ὀλέτειρα ἐχθρῶν νοητῶν, Θεοτόκε, καὶ πάντων ὁρατῶν, περιτείχισον δήμους πιστῶν σαῖς ἐντεύξεσι πρὸς Υἱόν σου τὸν εὔσπλαγχνον, τὸν νικήσαντα φθορᾶς θανάτου τὸ κράτος, παντευλόγητε,τῇ παμφαεῖ ἀναστάσει Αὐτοῦ ἐκ τοῦ μνήματος.

 

Μετὰ τὴν β.' Στιχολογίαν Κάθισμα.

Ἦχος δ.' Ταχὺ προκατάλαβε.

Τῶν τρόπων ὁμοζηλος τῶν ἀποστόλων Χριστοῦ γενόμενος ηὔγασας ἄρτι λαόν, Γερμανέ, Ἀλάσκας καὶ ἤνοιξας χείλη πιστῶν βοᾶν σοι· Χαῖρε, Ὀρθοδοξίας βάθρον ἐν Νέῳ Κόσμῳ καὶ κρηπὶς εὐσεβείας ἠπείρου πάσης Ἀμερικῆς, πάτερ παγκόσμιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Λυχνία ὑπέρφωτε, ῥάβδος σεπτὴ Ἀαρών, λαβὶς θεία, τράπεζα, ἔνδροσε τοῦ Γεδεών, ἁγνή, πόκε, ἄφλεκτε Βάτε ἡ ἐν Σιναίῳ, Θεοτόκε, καὶ ὄρος σύσκιον, σκέπε πάντας σὲ γεραίροντας πόθῳ καὶ ὕμνοις θαυμασίων πληθὺν σοῦ μεγαλύνοντας.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος γ.' Τὴν ὡραιότητα τῆς παρθενίας σου.

Τὸν ἰσαπόστολον Χριστοῦ καὶ Ὅσιον πατέρα μέλψωμεν τὸν ἀνατείλαντα Όρθοδοξίας φῶς τερπνὸν εἰς Κόσμον τὸν Νέον ὕμνοις, Γερμανὸν θειότατον, τῆς Ῥωσίας ἐκβλάστημα καὶ Ἀλάσκας πάμφωτον φωτιστὴν ἀνακράζοντες ψυχῆς ἐν κατανύξει· χαρίτων, χαῖρε, ἀσύλητον ταμεῖον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α' Ἀντίφωνον τοῦ δ ' ἤχου καὶ τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Εὐαγγέλιον Ὁσιακόν (Λουκ. Στ΄ 17 - 23).

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ...

Ζήτει τῇ Παρασκευῇ τῆς Β' Ἑβδομάδος.

 

Ό Ν' Ψαλμός.

 

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου, πρεσβείαις, Ἐλεῆμον,ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Ἰδιόμελον. Ἦχος πλ. β'

Τὸν ἐγκωμίοις μακαριζόμενον ὡς νηπτικὸν πατέρα καὶ ἱδρυτὴν τῆς ἐν Ἀλάσκᾳ Ὀρθοδόξου κοινότητος, Γερμανὸν τὸν ἀοίδιμον, εὐφημήσωμεν πιστῶς βοῶντες• Ὁσίων ἀρχέτυπον καὶ χριστοκηρύκων πρόβολε, ὁ πολλὰ κοπιάσας ὑπὲρ τῆς τοῦ Χριστοῦ Ἐκκλησίας καὶ οὐρανόθεν δαψιλῶς εἰληφὼς τὴν χάριν τῶν ἰάσεων, τὰ τραύματα ἐκ τῆς πτώσεως εἰς τὴν ἁμαρτίαν ἡμῶν ἐπούλωσον φαρμάκῳ θερμῶν ἐντεύξεών σου πρὸς τὸν τὰ πάθη τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν ἰώμενον.

 

Εἶτα ὁ Κανὼν τοΰ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς•

" Γερμανοῦ, ἰσαποστόλου Ὁσίου, αἴνεσις. Χ. "

ᾨδὴ α.' Ἦχος δ.' Ἀνοίξω τὸ στόμα μου.

Γεράσμιον Ὅσιον, τῶν Ἀποστόλων ὁμόζηλον, Ὀρθόδοξον σπείραντα ἐν τῇ Ἀλάσκᾳ Χριστοῦ πίστιν, μέλψωμεν νῦν Γερμανὸν τὸν θεῖον, ὡς κήρυκα ἔνθεον ὕμνοις καὶ ᾄσμασιν.

 

Εὐχῆς ἐνδιαίτημα καὶ ταπεινώσεως σκήνωμα, τὴν πίστιν διέδωσας, θεοειδὲς Γερμανέ, εἰς αὐτόχθονας Ἀλάσκας, θεοφόρε, ἡμῶν τὴν Ὀρθόδοξον τῶν ἀνυμνούντων σε.

 

Ῥοαῖς σου κατέτηξας τὸν παγετόν, ἰσαπόστολε, Ῥωσίας ἐκβλάστημα, τῶν καρδιῶν, Γερμανέ, πάντων, Ὅσιε, Ἀλάσκας οἰκητόρων εὐχαῖς ὁλοθέρμοις σου, μάκαρ, καὶ δάκρυσι.

Θεοτοκίον.

Μητράνανδρε ἄχραντε, θεοχαρίτωτε Δέσποινα, πιστῶν καταφύγιον καὶ ταχινὴ ἀρωγὴ τῶν ἐν κλύδωσι τοῦ βίου καὶ ἀνάγκαις, ἐκλύτρωσαι θλίψεων τοὺς προσιόντας σοι.

 

ᾨδὴ γ.' Τοὺς σοὺς ὑμνολόγους.

Ἀρέσκειν Κυρίῳ ἢ ἀνθρώποις ἐκ χρόνων νεότητος τῆς σῆς ποθήσας συνηρίθμησαι ἀζύγων ὁμηγύρεσι Μονῆς Σεργίου, Ὅσιε, ἐν Πετρουπόλει τοῦ ἐμφρονος.

 

Νικήσας μισόκαλον ἀρχαῖον ἀσκήσει συντόνῳ, Γερμανέ, σκληραγωγίᾳ, δάκρυσι καὶ ταπεινῷ φρονήματι Κυρίῳ εὐηρέστησας ἀξίως σε στεφανώσαντι.

 

Ὁδὸν τελειώσεως ἀνῦσαι ποθήσας εἰς Μάνδραν Βαλαὰμ προσῆλθες τὴν περίδοξον, ἧς Ὅσιος Ναζάριος προΐστατο, ὁ ἄριστος ψυχῶν ἀλείπτης πρὸς θέωσιν.

Θεοτοκίον.

Ὑπέραγνε Κεχαριτωμένη, πρεσβείαις Ὁσίου Γερμανοῦ, ἀξίωσον τοὺς δούλους σου ὁδὸν ἀνῦσαι δύσβατον πρὸς πόλον τὴν ἀπάγουσαν καὶ εὐφροσύνην αἰώνιον.

 

Κάθισμα. Ἦχος γ.' Θείας πίστεως.

Νέον καύχημα Ὀρθοδοξίας καὶ ἀγλάϊσμα τῆς Ἐκκλησίας, Γερμανέ, ἰσαποστόλων ὡράϊσμα καὶ νηπτικῶν ἀσκητῶν ἐγκαλλωπισμα, τῶν Ἀλεούτων ψυχὰς κατεφώτισας, ἀμαρύγμασι συντόνων κατορθωμάτων σου καὶ φέγγει θείων λόγων καὶ φθεγμάτων σου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Καταφύγιον ἐμπεριστάτων, παραμύθιον τῶν θλιβομένων καὶ χαρίτων οἰκητήριον πάνσεπτον, Θεογεννῆτορ, ἁγνὴ ἀειπάρθενε, μὴ διαλίπῃς ἡμᾶς ἐποπτεύουσα τοὺς τιμῶντάς σε ἐν ὕμνοις φαιδροῖς καὶ ᾄσμασιν ἐξ ὕψους δόξης Τόκου τοῦ πανσέπτου σου.

 

ᾨδὴ δ.' Ὁ καθήμενος ἐν δόξῃ.

Ἱεραποστόλων κλέος, Γερμανὲ ὀσιώτατε, ἄχρι τελευτῆς σου ταπεινὸν ἐτήρεις τὸ φρόνημα καὶ ζηλωτὴς τῆς Χριστοῦ πτωχείας ἔνθερμος πέλων, πάνσοφε, ἐπολιτεύσω ὡς Ἄγγελος.

 

Σὺν τῷ Ἰουβεναλίῳ, Γερμανὲ ἱερώτατε, καὶ τῷ Ἰωάσαφ, ἔδραμες τῷ ἄρτῳ τῆς πίστεως τῷ σωστικῷ διαθρέψαι κόσμου πέρατα θείοις ῥήμασιν ὑπείκων τοῦ ἡγουμένου σου.

 

Ἀλεούτων μαργαρίταις σῆς ψυχῆς κατεκόσμησας νήσους καὶ σαπφείροις λόγων σου αὐτὰς πολυτίμητα Ὀρθοδοξίας ἀνέδειξας κειμήλια, πάτερ Ὅσιε, τῶν Ἀποστόλων ὁμόζηλε.

Θεοτοκίον.

Παῦσον σάλον Ἐκκλησίας καὶ τὸν κόσμον εἰρήνευσον, Κεχαριτωμένη, εἰρηνάρχου Μῆτερ φιλόστοργε Χριστοῦ, συντρίψαντος κράτος πολεμήτορος τῇ ἐκ μνήματος Αὐτοῦ ἐγέρσει, πρεσβείαις σου.

 

ᾨδὴ ε.' Ἐξέστη τὰ σύμπαντα.

Ὁσίων τοῖς βήμασιν ἀκολουθήσας κλίμακα, Γερμανέ, ἀνῆλθες ἐν Ῥωσίᾳ καὶ ἐν Ἀλάσκα, ἧς τὸν λαὸν πρὸς νομὰς κατηύθυνας λόγοις σου σεπτοῖς γνῶσιν πρὸς σωτήριον καὶ Ὀρθόδοξον φρόνημα.

 

Συνέσει κοσμούμενος ἐκ χρόνων σου νεότητος, Γερμανέ, ἡσυχαστῶν ἀκρότης, σοφίας στῦλος καὶ ἀρετῆς ἀκραιφνοῦς θεμέλιος πέφηνας στερρὸς· ὅθεν πάντες σέβομεν τὴν πανέορτον μνήμην σου.

 

Ταῖς νήσοις ἐπλούτισας τῶν Ἀλεούτων, Ὅσιε Γερμανέ, τῇ θήκῃ σῶν λειψάνων, τῇ ἐκβλυζούσῃ θαυμάτων παντοδαπῶν ὡς φρέαρ ἀκένωτον ἀεὶ νάματα, πανόλβιε, ἀσκητὰ θεοτίμητε.

Θεοτοκίον.

Ὁδὸν καθυπόδειξον ἡμῖν Θεογεννήτρια, ἄγουσαν πρὸς δόμους οὐρανίους τοῖς καθ' ἕκαστην μελισταγέσιν ᾠδαῖς ὑμνοῦσιν ὡς χάριτος πηγήν, συμπαθείας χείμαρρον σὲ καὶ ῥεῖθρον χρηστότητος.

 

ᾨδὴ στ.' Τὴν θείαν ταύτην.

Λαὸν ἐν σκότει καθεύδοντα Ἀλάσκας, Γερμανέ, κατεφώτισας λόγων πυρσεύμασι καὶ ἀστραπαῖς διδαγμάτων σου, νεόφωτε λυχνία Χριστοῦ τῆς πίστεως.

 

Ὀρθοδοξίας κεφάλαιον καὶ τόμος, Γερμανέ, ἄρτι πέφηνας ὄντως θεόγραφος χρηστοηθείας καὶ νήψεως• διό σε μελῳδοῦμεν πιστοὶ γηθόμενοι.

 

Ὑπὲρ πλησίον φωτίσεως κατέλιπες τὴν πάτριον χθόνα σου, πνευματοφόρητε, καὶ τὴν 'Ἀλάσκαν κατέλαβες, ἧς σκοτομήνην λόγοις φαιδροῖς σου ἔλυσας.

Θεοτοκίον.

Οὐ παύω, Θεογεννήτρια, εἰς πάντας τοὺς αἰῶνας γεραίρων σε καὶ μακαρίζων σε ὡς ἀρωγὸν εὐσυμπάθητον καμνόντων καὶ ἑτοίμην πιστῶν βοήθειαν.

 

Κοντάκιον. Ἦχος πλ. δ.' Τῇ Ὑπερμάχῳ.

Τὴν φλόγα ἔχων ἀνημμένην θείας πίστεως καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανέ, τῶν νηπτικῶν πατέρων ἔκτυπον καὶ κλεινὲ ἱεραπόστολε, διέλυσας• ὅθεν κράζομεν· Χαίροις, πάτερ πανόσιε.

 

Ὁ Οἶκος.

Ἄγγελε σαρκοφόρε, Γερμανέ, τῆς Ἀλάσκας λαὸν Ὀρθοδοξίας φωτίσας ἀστραπαῖς ἐν ἐσχάτοις καιροῖς, τῆς καρδίας ζόφωσιν ἡμῶν σκέδασον πιστῶς μεγαλυνόντων σε καὶ ᾄσμασι τερπνοῖς βοώντων·

Χαῖρε, ὁ θεῖος Ῥωσίας γόνος• χαῖρε, ὁ νέος Ὁσίων λύχνος.

Χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας φαιδρότατος· χαῖρε, πολιστὴς τοῦ Βορρᾶ ἐνθεώτατος.

Χαῖρε, ἔμψυχον ἀνάκτορον προσευχῆς καρδιακῆς· χαῖρε, μέλαθρον χρυσότευκτον ἀγωγῆς μοναδικῆς.

Χαῖρε, τοῦ Ναζαρίου μαθητὴς τοῦ Ὁσίου· χαῖρε, τοῦ γλυκυτάτου ἀσκητὴς Ναζωραίου.

Χαῖρε, λαμπὰς φαιδρὰ ταπεινώσεως· χαῖρε, ψεκὰς λαῶν ἀναψύξεως·

Χαῖρε, ἀκρότης ἱεραποστόλων· χαῖρε, φαιδρότης κηρύκων ἐνθέων.

Χαίροις, πάτερ πανόσιε.

 

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΙΕ΄ Νοεμβρίου. Εἶτα λέγομεν·

Τῇ αὐτῇ ἡμερᾳ μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Γερμανοῦ, τοῦ φωτιστοῦ τῆς Ἀλάσκας καὶ ἰδρυτοῦ τῆς ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ Ὀρθοδόξου Ἐκκλησίας.

Στίχοι.

Ῥίζα ὁσία, καρποὺς Ὀρθοδοξίας, Γερμανέ, ἐξήνεγκας ἐν τῇ Ἀλάσκᾳ.

 

Συναξάριον.

Ὁ Ὅσιος καὶ θεοφόρος πατὴρ ἡμῶν Γερμανὸς ἐγεννήθη ἐν τῇ πλησιοχώρῳ τῆς Μόσχας πόλει Σερπούκωφ ἐν ἔτει 1756 μ. Χ. Σὺν τῇ προόδῳ τῆς ἡλικίας ηὔξανε καὶ ἐκραταιοῦτο πνεύματι καὶ ἡ πανσθενὴς τοῦ Κυρίου χάρις ἐνίσχυε αὐτὸν πρὸς ἀρετῆς τελείωσιν.

 

Ἐκ τῶν πρώτων νεανικῶν αὐτοῦ χρόνων ἠσπάσθη τὸν μοναχισμὸν συναριθμηθεὶς τοῖς ἀζύγοις τοῦ ἐν Πετρουπόλει μετοχίου τῆς Ἁγίας Τριάδος τῆς Λαύρας τοῦ Ἁγίου Σεργίου. Ἐν αὐτῷ δι' ἄκρας ὑπακοῆς, καρδιακῆς ἀενάου προσευχῆς καὶ διακριτικῆς ἀσκήσεως ἔθηκε τάς βάσεις τῆς μετέπειτα ἀγγελικῆς αὐτοῦ πολιτείας.

 

Μετὰ παραμονὴν ἓξ ἐτῶν ἐν τῷ Μετοχίῳ αὐτῷ ὁ Ὅσιος Γερμανός, ἐν ᾧ ἐδέξατο τὴν ἰαματικὴν ἐπίσκεψιν τῆς Κυρίας Θεοτόκου, ἀνεχώρησε διὰ τὴν Μονὴν Βαλαάμ, τὴν εὑρισκομένην ὑπὸ τὴν ἀπλανῆ καθοδήγησιν τοῦ Ὁσίου αὐτῆς καθηγουμένου Ναζαρίου.

 

Το διάχυτον ἄρωμα τῆς Ὀρθοδοξίας ἐν ἐκείνοις τοῖς χρόνοις καὶ τὸ ἁγιοπνευματικόν μύρον τῆς φιλοκαλικῆς ἀνακαινίσεως τοῦ μοναχισμοῦ ἐν 'Ρωσίᾳ καθήδυναν τὴν ἀγαπῶσαν καρδίαν τοῦ Ὁσίου Γερμανοῦ καὶ τὴν ὤθησαν εἰς ἀδιάλειπτον καρδιακὴν προσευχήν. Ὃ Ἅγιος Γερμανὸς ἂν καὶ σαφῶς νεώτερος τοῦ ἀνακαινιστοῦ Ὁσίου Παϊσίου, τοὐπίκλην Βελιτσκόφσκυ, εἶχε πλήρη πνευματικὴν ἐπαφὴν μετὰ τῶν μαθητῶν αὐτοῦ καὶ μετὰ τοῦ αὐτοῦ ὁμοψύχου, Ὁσίου Γέροντος Ναζαρίου. Οὕτω ἡ ἐπιρροὴ τοῦ Παϊσιανικοῦ ῥεύματος ἦτο ἄμεσος καὶ καταλυτικὴ διὰ τὸν νεαρὸν τότε ἀσκητὴν Γερμανόν, τὸν λαβόντα ἀπόφασιν, καθ' ὑπόδειξιν τοῦ αὐτοῦ Γέροντος, ἔργον ποιῆσαι εὐαγγελιστοῦ καὶ μεταβῆναι εἰς τὸν Νέον ὀνομαζόμενον Κόσμον πρὸς διάδοσιν τῆς Ὀρθοδόξου μαρτυρίας καὶ πίστεως τοῖς αὐτόχθοσι τῆς Ἀλάσκας.

 

Ἢ ἱεραποστολικὴ συνοδεία τοῦ Ὁσίου Γερμανοῦ ἐγκατεστάθη ἐν τῇ νήσῳ Κόντιακ, τῇ διαχωριζομένῃ διὰ στενοῦ πορθμοῦ ἐκ τῆς νήσου Sρrυce, ἐν ᾗ αὐτὸς ἔκτισεν ἠσυχαστήριον καὶ τὴν μετενώμασε «Νέο Βαλαάμ», πρὸς ἐνθύμησιν τῆς ἀγαπητῆς αὐτῷ Μονῆς τῆς Ῥωσίας. Ἐκεῖ συνεδύαζε τὸν ἀγῶνα τῆς ἐσωτερικῆς τελειώσεως μετὰ τῆς ἱεραποστολικῆς δράσεως καὶ ἡ ἐπιρροὴ αὐτοῦ τοῖς ταπεινοῖς αὐτόχθοσιν Ἀλεούτοις, ἀλλὰ καὶ τοῖς πλουσίοις ἐμπόροις ὑπῆρξε μεγίστη. Ἡ ἡσυχαστικὴ παράδοσις εὗρεν ἐν τῷ προσώπῳ τοῦ Ὁσίου Γερμανοῦ τὸν πρῶτον αὐτῆς ἰχνηλάτην ἐν τῇ Ἀμερικανικῇ ἠπείρῳ. Ἡ Φιλοκαλία τῶν νηπτικῶν πατέρων, τὸ εἰς αὐτὸν παραδοθὲν ψυχοτονωτικὸν βιβλίον ὑπὸ τοῦ Ἀββᾶ Ναζαρίου, ὑπῆρχεν οὐχὶ μόνον καθημερινὸν αὐτοῦ ἐντρύφημα ἀλλὰ καὶ ἡ πυξὶς τῆς ἡσυχαστικῆς αὐτοῦ ἀσκητικῆς πολιτείας.

 

Ὁ Ἅγιος Γερμανὸς ἀποτελεῖ τὴν εὐγενικὴν ῥίζαν, τὴν βλαστήσασαν τὸ εὐῶδες ἄνθος τῆς Ὀρθοδοξίας εἰς ὅλον τὸν Νέον Κόσμον. Διὸ καὶ ὁ Κύριος ἠξίωσεν αὐτὸν δωρεῶν οὐρανίων καὶ θαυμάτων πλείστων ξενοτρόπων. Ὅτε ὁ καιρὸς τῆς ἀναλύσεως τοῦ Ἁγίου Γερμανοῦ ἔφθασεν, εἶχε ἤδη αὐτὸς ἀποκτήσει φήμην Ὁσίου. Διὰ χρονικὸν διάστημα μεγαλύτερον τῶν τεσσαράκοντα ἐτῶν ἒν τῷ ἀπερίττῳ αὐτοῦ κελλίῳ ἐπολιτεύσατο ἰσαγγέλως καὶ δοὺς αἷμα, ἵνα λάβῃ πνεῦμα, ἠναλώθη ἐν τῇ ἀγάπῃ τοῦ πλησίον καὶ ἐν τῇ προσφορᾷ πρὸς ὅλους τοὺς αὐτόχθονας Ἀλεούτους, ὧν πνευματικὸς πατὴρ καὶ ἰθύντωρ ἐχρημάτισε πρὸς ἀρετῆς ἀπόκτησιν καὶ σωτηρίαν.

 

Τὸ χρυσόπλοκον στέφος τοῦ ἱεραποστόλου καὶ τοῦ Ὁσίου ἐδέξατο τῇ 15ῃ Νοεμβρίου τοῦ 1836 μ. Χ., ὅτε ἡ ἁγία αὐτοῦ ψυχὴ ἀνῆλθεν πρὸς τάς αἰωνίους μονάς, Ἀγγέλοις συνευφραίνεσθαι. Ἡμῖν κατέλιπε τὸ χαριτόβρυτον αὐτοῦ σκῆνος καὶ τάς μυροβόλους διδαχάς, τάς ἀποπνεούσας εὐωδίαν ἄρρητον οὐρανίας σοφίας. Ὁ Θεὸς τὸν γνήσιον αὐτοῦ φίλον, Ὅσιον Γερμανόν, ἀντεδόξασε μετὰ τὸν θάνατον αὐτοῦ διὰ πλήθους θαυμάτων. Οὕτως, ὁ ταχὺς βοηθὸς τῶν αὐτὸν ἐπικαλουμένων, συμφώνως ταῖς γραπταῖς μαρτυρίαις, ὄγκους ἀνιάτους ἀφανίζει, ἀσθενεῖς θεραπεύει, παραλύτους συσφίγγει καὶ ἑνὶ ἑκάστῳ πληροῖ τὰ δίκαια πρὸς σωτηρίαν αἰτήματα.

 

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ.' Οὐκ ἐλάτρευσαν.

Στῦλε ἄσειστε, νηστείας, ταπεινώσεως, ἁγνείας, νήψεως, καρδιακῆς προσευχῆς καὶ δουλαγωγήσεως σαρκὸς γηΐνης σου, ἐπεστήριξας σῷ θείῳ παραδείγματι, Γερμανέ, τὸν Νέον Κόσμον.

 

Ἱλαρώτατε καὶ ἄγαν εὐσυμπάθητε ἱεραπόστολε, τῶν Ἀλεούτων πατὴρ φιλόστοργος πέφηνας καὶ ἱερώτατος, χαριτόβρυτε, διδάσκαλος φρονήματος Ὀρθοδόξου ἐν Ἀλάσκᾳ.

 

Ὁ φιλόκαλος πατὴρ καὶ ἰσαπόστολος, ὅνπερ ὁ Κύριος πηγὴν θαυμάτων πολλῶν ἀνέδειξε, σήμερον τιμᾶται ᾄσμασιν πανευσχήμοσι παρὰ πιστῶν συστήματος, Γερμανὸς ὁ θεοφόρος.

Θεοτοκίον.

Ὑπερένδοξε Παντάνασσα, ἁγίαζε τῶν ἀνυμνούντων σε τὰ ἔργα καὶ τὴν ζωὴν καὶ εὔθυνον πάντοτε τὰ διαβήματα πρὸς ἀπόκτησιν τῆς ἀρετῆς τῶν δούλων σου, Κεχαριτωμένη Μῆτερ.

 

ᾨδὴ η.' Παῖδας εὐαγεῖς.

Ἄνθος τῆς Ῥωσίας μυροβόλον, Μονῆς Βαλαὰμ εὐῶδες λείριον καὶ Ἀλάσκας ἴασμε, εὐωδίᾳ χάριτος τῆς θείας σου καθήδυνας πιστῶν ὁμήγυριν, ἐκθύμως, Γερμανέ, σὲ τιμῶσαν καὶ εκδεχομένην σὰς πρὸς Θεὸν πρεσβείας.

 

Ἱεραποστόλων κοσμιότης, θειότατε Γερμανέ, βραβεύων πόνους σου νυχθημέρους Κύριος Ὀρθοδόξου πίστεως διδάσκαλόν σε ἔδειξε καὶ ὑφηγήτορα ὁσίας βιοτῆς• ὅθεν πάντες σὲ ὑμνολογοῦμεν εὐτάκτως εἰς αἰῶνας.

 

Νήσων πολιστὴς τῶν Ἀλεούτων σεμνότατος, Γερμανὲ αἰδεσιμώτατε, πεφηνὼς ὠνόμασας νῆσον Σπροὺς τὴν σύσκιον εἰς Βαλαάμ, ἰσάγγελε, Νέον τῆς Μάνδρας σου εἰς μνείαν καὶ τιμὴν τῆς ἐνδόξου, ἀποστειλασάσης Βορρᾶ λαὸν φωτίσαι.

Θεοτοκίον.

Εὔσπλαγχνε πανευϊλάτου Μῆτερ Θεοῦ, διαφύλαττε σῇ χάριτι γένος τὸ χριστώνυμον, μέλπον σε ἀείποτε ἡδύστοις μελῳδήμασι καὶ θεῖον Τόκον σου δοξάζον ὁλοθύμως, Παρθένε, Κεχαριτωμένη, μερόπων προστασία.

 

ᾨδὴ θ.' Ἅπας γηγενής.

Σθένος ἐκ Θεοῦ λαβὼν ἠκολούθησας ἐνδόξων βήμασιν Ἀποστόλων, Ὅσιε, και τῆς Ἀλάσκας λαὸν ἐφώτισας μαρμαρυγαῖς ῥημάτων σου, θεοφορούμενε, ἐν ἐσχάτοις, Γερμανέ, τοῖς ἔτεσι, καὶ σεπτῶν διδαχῶν σου πυρσεύμασι.

 

Ἵλεων ἡμῖν τὸν Κτίστην ἀπέργασαι, Θεὸν καὶ Κύριον, Γερμανὲ θεσπέσιε, τῶν ἀνυμνούντων τάς κακουχίας σου πρὸς πίστεως ἑδραίωσιν Χριστοῦ Ὀρθόδοξον εἰς τὴν χώραν Ἀλεούτων, Ὅσιε, καὶ εἰς Ἀμερικῆς χθόνα ἅπασαν.

 

Σκέπε, Γερμανέ, καὶ φύλαττε πάντοτε τοὺς ἀνυμνοῦντάς σε ἐκ βελῶν τοῦ δράκοντος, ἀεὶ τὸ γένος ἡμῶν πτερνίζοντος, καὶ στήριζε τοὺς κήρυκας Χριστοῦ τῆς πίστεως, κοπιῶντας διὰ τὴν εὐσέβειαν καὶ Χριστοῦ ἀληθείας διάδοσιν.

Θεοτοκίον.

Χάριτος πηγὴ ἀκένωτε, Δέσποινα, εὐχαῖς σου δρόσιζε τὰς αὐχμώσας, πάναγνε, ψυχὰς σῶν δούλων, Θεογεννήτρια, τῶν ἀνυμνούντων ᾄσμασι τὰ μεγαλεῖά σου καὶ ζητούντων θείαν προστασίαν σου καὶ ἑτοίμην ἐν βίῳ βοήθειαν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τὸν τοῦ Χριστοῦ τὸ ποίμνιον τὸ λογικὸν αὐξήσαντα, ἱεραπόστολον θεῖον Ἀλάσκας μέλψωμεν ὕμνοις ὡς ἀσκητὴν φιλόκαλον καὶ φωτιστὴν περίδοξον τῶν Ἀλεούτων κράζοντες• Φῶς, Γερμανέ, Νέου κόσμου ὤφθης ἐν χρόνοις ἐσχάτοις.

Θεοτοκίον.

Φωτὸς κατοικητήριον ἀδύτου, Μητροπάρθενε, ἡμῶν παθῶν σκοτομήνην μεγαλυνόντων σε πόθῳ διάλυσον πρεσβείαις σου πρὸς Φωτοδότην Κύριον, καὶ ἦμαρ ἐξανάτειλον ἡμῖν ταχὺ ἀπαθείας χρυσοφαές, Θεοτόκε.

 

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ.' Ὢ, τοῦ παραδόξου θαύματος !

Πάτερ Γερμανέ, πανόσιε, Ἀλάσκας ὁ φωτιστής, Νέου Κόσμου διδάσκαλε καὶ ἱεραπόστολε θαυμαστὲ καὶ ἀκάματε• Ὀρθοδοξίας ἄσειστον ἔρεισμα καὶ ταμιοῦχε τῆς θείας χάριτος, πρῶτος ἐκήρυξας θεῖον Εὐαγγέλιον Ἀμερικῆς εἰς μεγάλην ἤπειρον, ἥνπερ ἠλλοίωσας.

 

Πάτερ Γερμανέ, ἀκένωτον τῶν ἰαμάτων πηγὴν τὸ σὸν λείψανον ἔδειξεν ὁ δοξάζων Κύριος εἰς Αὐτὸν τοὺς πιστεύοντας• ἰᾷ γὰρ πάθη ψυχῶν δυσίατα, σαρκὸς διώκεις τὰ ἀσθενήματα καὶ δίδως ἅπασιν ἄμφω τὴν ὑγίειαν τοῖς εὐλαβῶς ἰατρὸν ὡς τάχιστον ἀνευφημούντων σε.

 

Σκεῦος Παρακλήτου εὔχρηστον, ὁ ἡσυχίαν φιλῶν ἐκ νεότητος χρόνων σου, Ναζαρίου ῥήμασι τοῦ σεπτοῦ ἡγουμένου σου ὑπείκων ἦλθες κηρῦξαι Κύριον εἰς Ἀλεούτους, τὸν πάντας σῴζοντα, καὶ στῆσαι τρόπαιον Ὀρθοδόξου πίστεως εἰς τὸν Βορρᾶν, Γερμανὲ θειότατε, πατέρων κλέϊσμα.

 

Δεῦτε, Γερμανὸν φιλόκαλον, ἡσυχαστὴν θαυμαστόν, ἀπαθείᾳ κοσμούμενον, ταπεινώσει, δάκρυσιν, ἀσιτίᾳ, στερήσεσι καὶ νήψει ὕμνοις ἐγκωμιάσωμεν καὶ ὁλοθύμως αὐτῷ βοήσωμεν· Πάτερ παγκόσμιε, ὁ βαδίσας ἴχνεσι τῶν θεαυγῶν Ἀποστόλων, Κύριον ἡμῖν ἱλέωσαι.

Δόξα. Ἦχος πλ. α.'

Ὡς νοητὸς εὐσεβείας ἥλιος ἀρτιφανῶς Ἀλεούτων ἐν νήσοις ἀνέτειλας καὶ τῆς ἀγνωσίας τοὺς πάγους κατέτηξας θερμαντικοῖς, Γερμανὲ Ὅσιε, λόγοις σου· ὅθεν ὡς θερμαντῆρα πίστεως καὶ φωτιστὴν λαῶν τιμῶντές σε τάς εὐχάς σου πρὸς Κύριον ἐκδεχόμεθα τὸν ἐκ τοῦ χειμῶνος τῆς φθορᾶς εἰς τὸ ἔαρ τῆς ἀφθαρσίας πάντας ἑλκύοντα.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ὁσίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

 

Ἀπόστολος• πρὸς Γαλάτας. (Κεφ. ε' 22 - στ ' 2 ).

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστι, χαρά,...

Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ ' Ἑβδομάδος.

 

Εὐαγγέλιον κατὰ Ματθαῖον. Κεφ. ια΄ 27 - 30.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς...

Ζήτει τῇ Πέμπτῃ τῆς Δ Ἑβδομάδος.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος.

 

Μεγαλυνάριον.

Χαίροις, ἄνθος Μάνδρας τοῦ Βαλαάμ, τὸ ἐν τῇ Ἀλάσκᾳ ἑξανθῆσαν ἀσκητικῶς, Γερμανέ, καὶ πᾶσαν μυρίσαν οἰκουμένην ὀδμαῖς σεπτῶν καμάτων καὶ θείων λόγων σου.

Δίστιχον.

Γερμανον ὁμόζηλον ἰσαποστόλων ἐγκωμίοις κατέστεψε Χαραλάμπης.

 

ΤΕΛΟΣ

ΚΑΙ ΔΟΞΑ

Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ         

ΘΕῼ ΗΜΩΝ

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΛΤΕΡΑ ΗΜΩΝ

ΓΕΡΜΑΝΟΝ ΤΟΝ ΕΝ ΑΛΑΣΚᾼ

 

Εὐλογήσαντος τοῦ Ἱερέως εἰς τὸ Κύριε εἰσάκουσον μεθ' ὃ τό, Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς:

Ἦχος δ '. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἱεραπόστολον σεπτὸν τῆς Ἀλάσκας καρδιακῆς ὡς προσευχῆς καὶ ἀγάπης πρὸς πάντας ἐνδιαίτημα ψαλμοῖς ἱεροῖς, Γερμανὸν τὸν Ὅσιον, εὐφημήσωμεν πόθῳ, εὐσεβῶν συστήματα ἐκ μυχίων καρδίας, καὶ τὰς αὐτοῦ πρὸς Κύριον εὐχὰς τάς διαθέρμους πιστῶς αἰτησώμεθα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα τίς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· Σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Ν' Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·

" Γερμανέ, νήφειν καὶ ἀγαπᾶν ἀξίωσόν με. Χ.'

 

ᾨδὴ α.' Ἦχος πλ. δ.' Ὑγρὰν διοδεύσας.

Γεράσμιε πάτερ, ὁ θεαυγῶς ἐκλάμψας συνέσει, ἐνασκήσει καὶ προσφορᾷ πρὸς πάντας καθεύδοντας ἐν σκότει τῆς ἀγνωσίας, κἀμοῦ ζόφον σκέδασον.

 

Ἐκβλάστημα τίμιον, Γερμανέ, Ῥωσίας, ὁ ῥόδα ἐξανθήσας ἡδυτερπῆ Χριστοῦ ἀγαπήσεως, παθῶν μου τὴν δυσωδίαν λιταῖς σου διάλυσον.

 

Ῥανίσιν ἱδρώτων σου, Γερμανέ, Ἀλάσκας τὴν χθόνα ὁ ἀρδεύσας, σῶν ἱκετῶν κατάρδευσον χεύμασι καρδίας ἁμαρτιῶν τὰς αὐχμώσας ἐκ καύματος.

Θεοτοκίον.

Μυράλειπτρον εὔοσμον, Μαριάμ, ἁγνείας, σοὺς δούλους, τοὺς ἀσώτους καὶ μυσαρούς, ὑπάλειψον μύρῳ σῆς ἀγάπης τοῦ Γερμανοῦ τοῦ σεπτοῦ παρακλήσεσι.

 

ᾨδὴ γ.' Οὐρανίας ἁψῖδος.

Ἀπαθείας πυξίον, τοῦ Βαλαὰμ καύχημα της Μονῆς καὶ νήψεως στῦλε, ῥάβδῳ δεήσεων θεοπειθῶν, Γερμανέ, τῶν σῶν χοροὺς ἱκετῶν σου στήριζε ἀείποτε, πάτερ παγκόσμιε.

 

Νήσων Ἀλεουτίων θεοειδὲς ἔνοικε, Γερμανέ, πτωχῶν αὐτοχθόνων ἄγρυπνε πρόμαχε, ὑπερμαχεῖν εὐσεβῶν μὴ διαλίπῃς στενόντων ἐν τοῦ βίου κλύδωσι καὶ περιστάσεσι.

 

Ἑτοιμότατε ῥῦστα ἐξ ἐχθρικῆς μήνιος, Γερμανέ, τῶν σοὶ προστρεχόντων, σκέπε ἀείποτε τοὺς μελῳδοῦντας φαιδρῶς σοὺς ἐν 'Ἀλάσκᾳ καμάτους πρὸς Χριστοῦ τῆς πίστεως, πάτερ, διάδοσιν.

Θεοτοκίον.

Νεκρωθέντα με, Μῆτερ, ταῖς ἠδοναῖς ζώωσον, Κεχαριτωμένη Παρθένε, αὔρᾳ δεήσεων σῶν μητρικῶν πρὸς Χριστόν, τὸν τοῦ Θεοῦ Θεὸν Λόγον, ὃν ἀφράστως ἔτεκες, Θεογεννήτρια.

 

Ἀνάτειλον τοῖς ἐν τῷ σκότει καθεύδουσιν ἁμαρτίας, φωτοπάροχε Γερμανέ, τὸ φῶς ἐπιγνώσεως, εἰρήνης, συνέσεως καὶ ἀγάπης.

 

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β.' Πρεσβεία θερμή.

Σεργίου Μονῆς Ἁγίου, Σάρωφ, Ὄπτινα καὶ τοῦ Βαλαὰμ πατέρων ἰσοστάσιε, Γερμανὲ ἱερωτατε, Ἀποστόλων τῶν θείων ἑπόμενε, ἀκολουθῆσαι τρίβοις σου σεπτοῖς ἡμᾶς πρὸς τελείωσιν ἀξίωσον.

 

ᾨδὴ δ.' Εἰσακήκοα, Κύριε.

Ἡ Ῥωσία σεμνύνεται, Γερμανὲ θεόσοφε, τοῖς σπαργάνοις σου, ἡ Ἀλάσκα τοῖς ἀγῶσί σου καὶ ἡμεῖς τῇ θείᾳ ἀντιλήψει σου.

 

Φυτοκόμε χρηστότητος, Γερμανέ, δρεπάνῃ σῆς θείας χάριτος ἁμαρτάδων τὰ ζιζάνια σύγκοψον ἡμῶν, μακαριζόντων σε.

 

Εὐσεβῶν καταφύγιον, Γερμανέ, ἀκέστορ καὶ παραμύθιον ὀρφανῶν, ἐκδυσωποῦμέν σε· φύλαξ ἴσθι πάντων τῶν τιμώντων σε.

Θεοτοκίον.

Ἴθυνόν με, Μητρόθεε, πρὸς ὁδὸν ἀπάγουσαν εἰς τὴν ἄληκτον σὺν Χριστῷ μακαριότητα, τῷ μονογενεῖ, Παρθένε, Τόκῳ σου.

 

ᾨδὴ ε.΄Φώτισον ἡμᾶς

Νίκας κατ΄ ἐχθρῶν, Γερμανὲ πνευματοφόρητε, νοητῶν τῶν πτερνιζόντων εὐσεβεῖς δίδου πᾶσιν ἀκλινῶς σε μεγαλύνουσι.

 

Κόπασον παθῶν τρικυμίας τῶν προσφύγων σου, Γερμανὲ ἱεραπόστολε, σεμνὲ τῆς Ἀλάσκας καὶ διάκοσμε τῆς πίστεως.

 

Αἴρων τοῦ Χριστοῦ, Γερμανὲ, Σταυρὸν κατήντησας, εἰς ἐπάλξεις θεϊκάς, ἔνθα Αὐτὸν δυσωπεῖς ὑπὲρ ἡμῶν ἀνευφημούντων σε.

Θεοτοκίον.

Ἵλεων ἡμῖν σὸν μονογενῆ ἀπέργασαι Τόκον, ἄχραντε Παρθένε, τοῖς λαμπρῶς μεγαλύνουσι πληθὺν τῶν θαυμασίων σου.

 

ᾨδὴ στ΄ Τὴν δέησιν.

Ἀσθένειαν τὴν ἡμῶν ἐπίσκεψαι, Γερμανέ, καὶ πρεσβειῶν σου φαρμάκῳ κούφισον ἄλγη δυσίατα πάντων τῶν μελῳδούντων ἀόκνους καμάτους σου πρὸς φωτισμὸν τῶν ἐν σκιᾷ ἀγνωσίας κειμένων, θειότατε.

 

Γηθόμενοι καθ' ἑκάστην μέλποντες, Γερμανὲ ἱεραπόστολε, πόνους τοὺς νυχθημέρους σου πρὸς ἀπαθείας καὶ τελειώσεως κτῆσιν κραυγάζομεν· Νήψεως δεῖξον σωστικὴν ἀτραπὸν τοῖς ζητοῦσι σὴν εὔνοιαν.

 

Αἰτούμενοι, Γερμανέ, πρεσβείας σου, ἵνα κλίμακα καλῶς ἀναβῶμεν τῶν ἀρετῶν, ἀσκητὰ θεοφόρε, ἀνευφημοῦμεν ᾠδαῖς πανευσχήμοσι τὴν ἀκραιφνῆ σου βιοτὴν καὶ ἀγάπην πρὸς πάντας τοὺς στένοντας.

Θεοτοκίον.

Πανύμνητε, Θεοτόκε Δέσποινα, γλυκασμὲ τῶν φωτομόρφων Ἀγγέλων καὶ χαρμονὴ μεροπείου τοῦ γένους, τοῦ Γερμανοῦ τοῦ σεπτοῦ παρακλήσεσιν, ἡμῶν ζωῆς τῶν λυπηρῶν τὴν πικρίαν σῇ χάριτι γλύκανον.

 

Ἀνάτειλον τοῖς ἐν τῷ σκότει καθεύδουσιν ἁμαρτίας, φωτοπάροχε Γερμανέ, τὸ φῶς ἐπιγνώσεως, εἰρήνης, συνέσεως καὶ ἀγάπης.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Κοντάκιον. Ἦχος β.' Τοῖς τῶν αἱμάτων σου.

Τῶν Ἀποστόλων βαδίζων τὰ βήματα εἰς τὴν Ἀλάσκαν Χριστοῦ πίστιν σῴζουσαν ἐκ τῆς φθορᾶς, Γερμανέ, διεκήρυξας, ὁ νῦν Αὐτὸν δυσωπῶν δοῦναι ἅπασιν ἰσχὺν σοῖς ἱκέταις καὶ δύναμιν.

 

Προκείμενον. Ἦχος δ.'

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

 

Εὐαγγέλιον κατὰ Λουκᾶν Κεφ. στ' 17 - 33. Ζήτει τῇ Παρασκευῇ τῆς Β ' Ἑβδομάδος.

Τῷ καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ....

 

Δόξα. Ταῖς τοῦ Σοῦ Ὁσίου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...

 

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Ἰδιόμελον. Ἦχος πλ. β.' Ὅλην ἀποθέμενοι.

Μάκαρ ἰσαπόστολε, ὁ φωτιστὴς Ἀλεούτων, Γερμανὲ ἀοίδιμε, γῆς Ῥωσίδος βλάστημα εὐκλεέστατον, σθένει δεήσεως σῆς ὁ καταπαύσας τρικυμίαν τὴν πανώλεθρον καὶ τὴν ἀγέλην σου σώσας, θεοφόρε, τὴν ἔλλογον, ἡμῶν παθῶν κατάστειλον δίνην χαμαιζήλων σῇ χάριτι καὶ τὴν σὴν εἰρήνην κατάπεμψον ἡμῖν τοῖς εὐλαβῶς ἐπιτελοῦσι τὴν μνήμην σου, πάτερ, τὴν πανσέβαστον.

 

ᾨδὴ ζ.' Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἀλεούτων τοὺς δήμους, Γερμανέ, ὁ φωτίσας αὐγαῖς ῥημάτων σου, τῶν Ὀρθοδόξων, σκότη ἑξάλειψόν μου τάχος ἐγκλημάτων καὶ θλίψεων καὶ πρὸς ὁδὸν ἀρετῆς εὐθεῖαν ἴθυνόν με.

 

Ναζαρίου Ὁσίου, Βαλαὰμ προεστῶτος Μονῆς τοῦ ἔμφρονος ὁ μαθητὴς ὁ σώφρων, τοὺς σὲ ὑμνολογοῦντας, Γερμανὲ θεῖε, δίδαξον τηρεῖν πιστῶν ἐντολὰς τάς σωστικὰς Κυρίου.

 

Ἀσκητῶν φιλοκάλων, Γερμανέ, Παϊσίου σοφοῦ ἀκόλουθε τοῖς τρόποις, σοῖς ἱκέταις ἀπάθειαν καὶ νῆψιν ἐπιβράβευσον ᾄσμασι καὶ μελιρρύτοις ᾠδαῖς νῦν μακαρίζουσί σε.

Θεοτοκίον.

Ξύλου ἐπαπολαύειν τῆς ζωῆς, Θεοτόκε, ἡμᾶς ἀξίωσον ἐν κήπῳ οὐρανίῳ τοὺς σὲ ὑμνολογοῦντας ὥσπερ ξύλον ἀθάνατον, φέρων τῷ κόσμῳ καρπόν, τὸν Κύριον τῆς δόξης.

 

ᾨδὴ η.' Τὸν Βασιλέα.

Ἱδρώτων ῥείθροις ὁ καταρδεύσας τάς νήσους, Γερμανέ, Ἀλεούτων, ψυχῆς μου βόρβορον ὑσσώπῳ τῶν πρεσβειῶν σου πλῦνον.

 

Ὡς Παρακλήτου τοῦ πανσθενοῦς σκεῦος, πάτερ Γερμανέ, χαρμονῆς τὰς καρδίας πλῆσον ἱκετῶν σου, τάς δυσθυμίας πλήρεις.

 

Σοῦ τοὺς καμάτους, ὑπομονὴν ἐν τῷ ψύχει, Γερμανέ, καὶ τῇ πείνῃ τιμῶντες πίστει ἐκζητοῦμεν τὰς πρὸς Θεὸν λιτάς σου.

Θεοτοκίον.

Οἱ νῦν τιμῶντες τοῦ Γερμανοῦ θείους ἄθλους δυσωποῦμέν σε· Θεογεννῆτορ, πλῆσον εὐλογίας ἡμᾶς τῆς τοῦ Υἱοῦ σου.

 

ᾨδὴ θ.' Κυρίως Θεοτόκον.

Νῦν δῆμοι χριστωνύμων, Γερμανέ, σὴν μνήμην ἐπιτελοῦντες πιστῶς ἐκδεχόμεθα τὰς πρὸς Θεὸν ἱκεσίας τάς ἀσιγήτους σου.

 

Μετὰ τοῦ Ναζαρίου, Σεραφεὶμ τοῦ Σάρωφ, Σεργίου νῦν, Γερμανέ, καὶ τῆς Ὄπτινα Ὁσίων σὲ ἀνυμνοῦμεν ἡμῶν ὡς ἔφορον.

 

Εὐλόγει οὐρανόθεν σὲ τοὺς ἀνυμνοῦντας νῦν, Γερμανέ, καὶ τὰ ἔργα ἁγίαζε τῶν προστρεχόντων ἐν πίστει τῇ προστασίᾳ σου.

Θεοτοκίον.

Χριστοῦ τοῦ Ζωοδότου πέμψον οὐρανόθεν καὶ σοῦ Υἱοῦ ἐφ' ἡμᾶς, Μητροπάρθενε, τῶν οἰκτιρμῶν καὶ ἐλέους πλοῦτον τὸν ἄμετρον.

 

Ἄξιόν ἐστι....καὶ τὰ παρόντα Μεγαλυνάρια.

 

Χαίροις, ἄνθος Μάνδρας τοῦ Βαλαάμ, τὸ ἐν τῇ Ἀλάσκᾳ ἐξανθῆσαν ἀσκητικῶς, Γερμανέ, καὶ πᾶσαν μυρίσαν οἰκουμένην ὀδμαῖς σεπτῶν καμάτων καὶ θείων λόγων σου.

 

Χαίροις, τῶν πενήτων καὶ ὀρφανῶν ταχινὸς προστάτης καὶ ἁπάντων ὁ ἀρωγὸς τῶν δεινῶς στενόντων ὑπὸ ζυγὸν δουλείας, ὦ Γερμανέ, πατέρων θείων καλλώπισμα.

 

Χαίροις, θεοφώτιστε Γερμανέ, τῆς φιλοκαλίας και τῆς νήψεως ζηλωτά, χαίροις, ἀκτησίας, λιτότητος, ἁγνείας καὶ ταπεινοφροσύνης εὖχος ἀτίμητον.

 

Σκέπε καὶ ἁγιάζε, Γερμανέ, δήμους Ἀλεούτων καὶ χορείας τῶν εὐσεβῶν πάσης οἰκουμένης τῇ σῇ ἐπιστασίᾳ Σταυροῦ σεπτοῦ δυνάμει, ἱεραπόστολε.

 

Γόνε τῆς Ῥωσίας περιφανές, ὁ Χριστὸν φιλήσας ἡλικίας ἐξ ἁπαλῆς καὶ Αὐτοῦ κηρύξας, ὦ Γερμανέ, τὴν κλῆσιν τὴν θείαν ἐν Ἀλάσκᾳ, ὄντως δεδόξασαι.

 

Παῦσον τρικυμίας ἡμῶν παθῶν σαῖς θερμαῖς πρεσβείαις πρὸς τὸν Ὕψιστον, Γερμανέ, ὁ τὴν τρικυμίαν μετὰ σεισμὸν θαλάσσης εὐχαῖς σου καταστείλας, πάτερ ἰσάγγελε.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμάς.

 

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α.' Τὸν συνάναρχον Λόγον.

Ἀνατείλας ὡς ἄστρον εὐχῆς καὶ νήψεως ἐν Βαλαὰμ τῷ Σεμνείῳ Εὐαγγελίου τὸ φῶς εἰς Ἀλάσκας τοὺς αὐτόχθονας διέσπειρας ἀκολουθήσας ταῖς ὁδοῖς Ἀποστόλων, Γερμανέ, ἐν χρόνοις ὑστέροις, μάκαρ· καὶ νῦν Κυρὶῳ πρεσβεύεις παθῶν ἡμῶν σκεδάσαι ζόφωσιν.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἢν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β.' Ὅτε ἐκ τοῦ Ξύλου.

Ῥῦσαι τρικυμίας τῶν παθῶν καὶ τῆς δίνης ἀμπλακημάτων, θεοειδὲς Γερμανέ, τὸν θερμῶς προσφεύγοντα τῇ ἀντιλήψει σου καὶ βοῶντα ἐκ πίστεως· Ἱεραποστόλων τῆς Ἀλάσκας κλέϊσμα, ὁ λυτρωσάμενος νῆσον Ἀλεούτων ἐκ δίνης παλλιροϊκῆς, οὐρανόθεν σπεῦσον βοηθῆσαι τοῖς τιμῶσι σέ.

 

Δέσποινα, πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.

Γερμανέ, ῥῦσαι θανατηφόρου δίνης τὸν σοὶ προσπίπτοντα θερμῶς Χαραλάμπη.

 

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ Τῼ ΜΟΝῼ ΛΛΗΘ1Νῼ ΘΕῼ ΗΜΩΝ

 

ΧΑΙΡΕΤΗΣΤΗΡΙΟΙ ΟΙΚΟΙ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ

ΓΕΡΜΑΝΟΝ ΤΟΝ ΕΝ ΑΛΑΣΚᾼ

 

Κοντάκιον. Ἦχος πλ. δ.' Τῇ Ὑπερμάχῳ.

Τἢν φλόγα ἔχων ἀνημμένην θείας πίστεως καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανέ, τῶν νηπτικῶν πατέρων ἔκτυπον καὶ κλεινὲ ἱεραπόστολε, διέλυσας• ὅθεν κράζομεν Χαίροις, πάτερ πανόσιε.

Οἱ Οἶκοι.

Ἄγγελε σαρκοφόρε, Γερμανέ, τῆς Ἀλάσκας λαὸν Ὀρθοδοξίας φωτίσας (ἐκ γ') ἀστραπαῖς ἐν ἐσχάτοις καιροῖς, τῆς καρδίας ζόφωσιν ἡμῶν σκέδασον πιστῶς μεγαλυνόντων σε καὶ ᾄσμασι τερπνοῖς βοώντων·

Χαῖρε, ὁ θεῖος Ῥωσίας γόνος· χαῖρε, ὁ νέος Ὁσίων λύχνος.

Χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας φαιδρότατος· χαῖρε, πολιστὴς τοῦ Βορρᾶ ἐνθεώτατος.

Χαῖρε, ἔμψυχον ἀνάκτορον προσευχῆς καρδιακῆς· χαῖρε, μέλαθρον χρυσότευκτον ἀγωγῆς μοναδικῆς.

Χαῖρε, τοῦ Ναζαρίου μαθητὴς τοῦ Ὁσίου· χαῖρε, τοῦ γλυκυτάτου ἀσκητὴς Ναζωραίου.

Χαῖρε, λαμπὰς φαιδρὰ ταπεινώσεως· χαῖρε, ψεκὰς λαῶν ἀναψύξεως·

Χαῖρε, ἀκρότης ἱεραποστόλων· χαῖρε, φαιδρότης κηρύκων ἐνθέων.

Χαίροις, πάτερ πανόσιε.

 

Βλάστημα τοῦ Σερπούκωφ, Μόσχας περιοικίδος, ἐξήνθησας ἡδύπνευστα κρίνα φιλοκάλου ζωῆς, Γερμανέ, καὶ Ὁσίων νέων τοῦ βορρᾶ εὔοσμε ἡδύοσμε καὶ ηὔφρανας τοὺς πίστει τῷ Θεῷ βοώντας.

Ἀλληλούϊα.

 

Γνῶσιν Θεοῦ σοφίας εἰληφὼς παιδιόθεν προσύλων ὑπερόπτης ἐδείχθης καὶ ἀρρεύστων θερμὸς ζηλωτής, Γερμανέ, πατέρων νεαυγῶν καύχημα· διό σε μακαρίζοντες κραυγάζομεν ἀξιοχρέως·

Χαῖρε, σοφίας Θεοῦ ταμεῖον χαῖρε, ἁγνείας λαμπρὸν δοχεῖον.

Χαῖρε, τοῦ Ὁσίου Σεργίου ὁμοζηλος· χαῖρε, τοῦ σεπτοῦ Ναζαρίου ὁμότροπος.

Χαῖρε, εὔοσμον λευκάνθεμον φιλοκάλου βιοτῆς· χαῖρε, πάγκαλον ἀνάκτορον ἀκραιφνοῦς διαγωγῆς.

Χαῖρε, ὅτι τῶν Ῥώσων γῆν ἡγίασας πόνοις· χαῖρε, ὅτι Ὁσίων συναγάλλῃ νῦν δήμοις.

Χαῖρε, στρουθὸς ἀγάπης φιλέρημος· χαῖρε, σκηπτὸς τοῦ πλάνου ἀλάστορος.

Χαῖρε, ῥεόντων σαφὴς οἰκονόμος· χαῖρε, ἀρρεύστων σεπτὸς κληρονόμος.

Χαίροις, πάτερ πανόσιε.

 

Δύναμιν οὐρανόθεν εἰληφὼς παιδιόθεν κατέστειλας σαρκὸς τὰς ὀρέξεις καὶ ἐλθὼν εἰς Σεργίου Μονὴν τοῦ Ὁσίου πᾶσαν κοσμικὴν μέριμναν ἀπεξεδύσω, πάνσοφε, καὶ πίστει, Γερμανέ, ἐλάλεις·

Ἀλληλούϊα.

 

Ἔμπροσθεν τῆς εἰκόνος τῆς ἁγνῆς Θεοτόκου εὐχόμενος ἐδέξω τὴν χάριν τῆς ἰάσεως ἐκ ζοφεροῦ, Γερμανέ, καρκίνου καὶ χαρᾶς ἔμπλεως ἀνύμνεις σὴν ἰάτειραν καὶ ἔπειθες πιστοὺς βοᾶν σοι·

Χαῖρε, Ὁσίων ὁ μαργαρίτης· χαῖρε, ἀγώνων ἀρίστων μύστης.

Χαῖρε, παμφαῶν ἀσκητῶν ὑποτύπωσις· χαῖρε, ἱερῶν Ἀποστόλων ἐγκαύχησις.

Χαῖρε, ὅτι ἔσχες πρέσβειραν Θεοτόκον τὴν ἁγνὴν χαῖρε, ὅτι πᾶσιν ἔδειξας σὴν ὁσίαν ἀγωγήν.

Χαῖρε, ὁ τῆς Ῥωσίας εὐθαλεστατος γόνος· χαῖρε, τῆς Ἐκκλησίας ὁ πυρσὸς ὁ φωσφόρος.

Χαῖρε, εὐχῆς θερμῆς ἐργαστήριον· χαῖρε, σιγῆς λαμπρὸν οἰκητήριον.

Χαῖρε, εἰκὼν τῆς Χριστοῦ συμπαθείας· χαῖρε, λειμὼν σωστικῆς ἀπαθείας·

Χαίροις, πάτερ πανόσιε.

 

Ζήλῳ σεπτῶν καμάτων, Γερμανέ, καὶ ἀγώνων ἀσκήσεως τρωθεὶς θεαρέστων τὴν περίλαμπρον τοῦ Βαλαὰμ ἐν Λαντόγκᾳ λίμνῃ, θαυμαστέ, ᾤκησας, ἐν ᾗ ὥσπερ ἰσάγγελος ἐβίωσας Θεῷ κραυγάζων·

Ἀλληλούϊα.

 

ᾜσχυνας τὸν τοῦ σκότους ἀρχηγὸν σοῖς ἀγῶσι καὶ σῇ ὑπακοῇ Ναζαρίῳ Προεστῶτι Ὁσίῳ Μονῆς Βαλαάμ, θέοφρον ἀσκητά· ὅθεν σε ἀξίως μεγαλύνοντες βοῶμέν σοι ἀξιοχρέως.

Χαῖρε, ἀζύγων ὁ ὑποφήτης· χαῖρε, μερόπων ὁ ὁδοδείκτης.

Χαῖρε, μαθητὴς Ναζαρίου τοῦ ἐμφρονος· χαῖρε, φωτιστὴς τῆς Ἀλάσκας θεόσδοτος.

Χαῖρε, ἔνοικος θειότατος τοῦ Σεμνείου Βαλαάμ· χαῖρε, πάνσεμνος ἀπόγονος πατριάρχου Ἀβραάμ.

Χαῖρε, ὅτι λαμπρύνεις τοὺς χοροὺς μονοτρόπων, χαῖρε, ὅτι φαιδρύνεις τάξεις τῶν Ἀποστόλων.

Χαῖρε, φωστὴρ Ἀλάσκας πολύφωτος· χαῖρε, λαμπτὴρ σοφίας τῆς κρείττονος.

Χαῖρε, ὁδὸς ἀγωγῆς φιλοκάλου· χαῖρε, σκηπτὸς μυσαροῦ βροτοκτόνου·

Χαίροις, πάτερ πανόσιε.

 

Θέλων Χριστοῦ κηρῦξαι τὴν ἀλήθειαν πάσῃ τῇ κτίσει, Γερμανέ, Ἀποστόλων ἠκολούθησας ταῖς ἀτραποῖς καὶ λιπὼν 'Ρωσίαν ἀχανῆ τρόπαιον Ὀρθοδοξίας ἔστησας εἰς νήσους Ἀλεούτων κράζων·

Ἀλληλούϊα.

 

Ἵνα Χριστοῦ τὴν πίστιν, Γερμανέ, ἑδραίωσῃς αὐτόχθοσι λαοῖς τῆς Ἀλάσκας ἐκοπίασας νυχθημερὸν καὶ σκληραγωγίαν ὡς τρυφήν, πάνσοφε, οἰόμενος διήγειρες αὐτούς σοι ἐν χαρᾷ κραυγάζειν·

Χαῖρε, ὁ λόγος τῆς ἀληθείας· χαῖρε, ὁ στῦλος τῆς εὐσεβείας.

Χαῖρε, Ἀλεούτων πατὴρ ὁ φιλόστοργος· χαῖρε, τῶν δαιμόνων πρηστὴρ ὁ δριμύτατος.

Χαῖρε, δῶμα οὐρανότευκτον προσευχῆς καρδιακῆς· χαῖρε, πόμα τὸ ἡδύτατον εὐγενείας ψυχικῆς.

Χαῖρε, τῶν αὐτοχθόνων τῆς Ἀλάσκας προστάτης· χαῖρε, τῶν πενομένων καὶ καμνόντων ὁ ῥύστης.

Χαῖρε, γλυκὺς ἀκέστωρ νεότητος· χαῖρε, πραῢς τοῖς τρόποις καὶ πάνσοφος.

Χαῖρε, κρατὴρ μυστικῆς εὐωδίας· χαῖρε, λυτὴρ Ἀλεούτων σκοτίας·

Χαίροις, πάτερ πανόσιε.

 

Κόντιακ νῆσον, πάτερ Γερμανέ, σῶν ἀγώνων ἐπέλεξας ὡς κέντρον, ἐν ᾧπερ σπόρον ἔσπειρας τὸν σωστικὸν καὶ πολύχουν στάχυν τῆς Χριστοῦ πίστεως ἐβλάστησας Ὀρθόδοξον ἱδρύσας καλιὰν βοῶσαν·

Ἀλληλούϊα.

 

Λάμπων τῶν ἀρετῶν σου τῷ φωτὶ καὶ σῶν πόνων ἀσκήσεως πυρσεύμασι πάντας κατεφώτισας τοὺς γηγενεῖς, Γερμανέ, Ἀλάσκας, ὧν ταχὺ ἔλυσας τῆς ἀμαθείας ζόφωσιν καὶ ἤνοιξας τὰ χείλη κράζειν·

Χαῖρε, τὸ σέλας τῆς εὐσεβείας· χαῖρε, τὸ κέρας Ὀρθοδοξίας.

Χαῖρε, ὁ φωτίσας Ἀλάσκας τὸ πλήρωμα· χαῖρε, ὁ πατήσας ἐχθίστου τὸ φρύαγμα.

Χαῖρε, φέγγος ταπεινώσεως καὶ ἀγάπης χρυσαυγή· χαῖρε, μένος τοῦ ἀλάστορος καὶ Ἀγγέλων χαρμονή.

Χαῖρε, τῆς παλιρροίας ὁ τὸ κῦμα κοπάζων· χαῖρε, τῆς σωτηρίας ὁ τὸν δρόμον δεικνύων.

Χαῖρε, λαοῦ καθεύδοντος ἔγερσις· χαῖρε, Χριστοῦ ἀγάπης ἐκτύπωσις.

Χαῖρε, διδάσκαλος τῶν Ἀλεούτων χαῖρε, ὑπέρμαχος τῶν ἀδυνάτων.

Χαίροις, πάτερ πανόσιε.

 

Μένων ἐν τῇ ἀγάπῃ, Γερμανέ, τοῦ Κυρίου, μετέσχες τῆς θεώσεως, μάκαρ, καὶ ἀνέστειλας παλιρροϊκὸν σῇ ἐντεύξει κῦμα θαυμαστῶς, Ὅσιε, προβάλλων θεῖον ἔκτυπον Παρθένου τῆς ἁγνῆς καὶ ψάλλων·

Ἀλληλούϊα.

 

Νάμασι καταρδεύσας τῶν σῶν λόγων καρδίας ξηρὰς τῶν Ἀλεούτων ἐφάνης ὀμβροτόκος ὡς νέφος λαοῖς, Γερμανέ, τοῦ πόλου τοῦ βορρᾶ, Κύριον ὧν χείλη τάχος ἤνοιξας δοξάζειν καὶ βοᾶν σοι ταῦτα·

Χαῖρε, τὸ ἔαρ φιλοκαλίας· χαῖρε, τὸ φρέαρ χρηστοηθείας.

Χαῖρε, τῶν ἡδέων τοῦ βίου στερούμενος· χαῖρε, τῶν Ὁσίων πατέρων ἐφάμιλλος.

Χαῖρε, ὅτι διεσκέδασας Ἀλεούτων τὴν ἀχλὺν, χαῖρε, ὅτι κατεκάλλυνας σοῖς ἀγῶσι τὴν ψυχήν.

Χαῖρε, ὁ κατατήξας σαῖς εὐχαῖς τὸ σαρκίον, χαῖρε, ὁ καταπτύσας σοῖς καμάτοις τὸν πλάνον.

Χαῖρε, πιστῶν τοῦ βίου ὑπόδειγμα· χαῖρε, σοφῶν πατέρων ἐκσφράγισμα.

Χαῖρε, κρηπὶς τῶν ἱεραποστόλων, χαῖρε, βαλβὶς ἀσκητῶν θεοσόφων

Χαίροις, πάτερ ἀνόσιε.

 

Ξένως πυρὸς τὴν φλόγα καταπαύσας ὃ εἶχες πῦρ φλέγων, Γερμανέ, ἐν καρδίᾳ πᾶσιν ἔδειξας, τὴν τῶν παθῶν κατακαίων ὕλην ὡς ξηρὰν ἄκανθαν· διό σου τὴν ἐγκράτειαν γεραίροντες Θεῷ βοῶμεν·

Ἀλληλούϊα.

 

Ὄρος τῆς ἐνάρετου ἀναβὰς πολιτείας ἀπείληφας θαυμάτων τὴν χάριν καὶ παιδίων προστάτης φανείς, Γερμανέ, τῇ τούτων προκοπῇ βίου σου ἰκμάδα κατηνάλωσας καὶ ἔπειθες βοᾶν σοι πίστει·

Χαῖρε, τῶν παίδων ὁ ποδηγέτης· χαῖρε, τῶν νέων θερμὸς προστάτης.

Χαῖρε, Ἀλεούτων ὁ θεῖος διδάσκαλος· χαῖρε, Ἀποστόλων ἀόκνων ἀκόλουθος.

Χαῖρε, εὔχαρις, φιλόστοργος καὶ φιλόκαλος ἀνήρ· χαῖρε, πρύτανις σεμνότητος καὶ χρηστότητος πατήρ.

Χαῖρε, κακουχουμένων ἀσκητῶν ἡ ἀκρότης, χαῖρε, ὑφηγητόρων Ὀρθοδόξων σεμνότης.

Χαῖρε, λαμπρὸν ἀσκήσεως ἔσοπτρον, χαῖρε, τερπνὸν ἀγάπης κιννάμωμον.

Χαίρε, πολλῶν ὀρφανῶν ὁ προστάτης· χαῖρε, ἐχθρῶν νοητῶν ὁ ὀλέτης·

Χαίροις, πάτερ πανόσιε.

 

Πράξεις τῶν Ἀποστόλων μιμησάμενος, πάτερ, καὶ νῆσον Σπροὺς σαφῶς ἁγιάσας τοῖς ἱδρῶσί σου, ἣν Βαλαὰμ Νέον, θεοφόρε, Γερμανὲ Ὅσιε, ὠνόμασας, ἀνέδραμες Χριστῷ προϋπαντῆσαι ψάλλων

Ἀλληλούϊα.

 

Ῥέοντος ὑπερόπτα, Γερμανέ, καὶ ματαίου φρονήματος φωτὸς τοῦ ἀκτίστου ὅλος ἔμπλεως ὤφθης σαφῶς ἐν τῇ σῇ κοιμήσει, ἀσκητὰ ἔνθεε, δεικνύοντος σὴν εὔκλειαν τὴν ἄρρευστον, διὸ βοῶμεν·

Χαῖρε, τὸ φρέαρ τῆς εὐσεβείας· χαῖρε, τὸ ἔαρ τῆς ἀπαθείας.

Χαῖρε, τῶν Ἀγγέλων εὐκλείας ὁμόσκηνος· χαῖρε, θεοφόρων Ὁσίων ἰσότιμος.

Χαῖρε, ἅπαντα τὰ ῥέοντα λογιζόμενος φθαρτὰ· χαῖρε, σκύβαλα ἐγκόσμια ὁ οἰόμενος τερπνά.

Χαῖρε, ἄστρον πυρφόρον τὴν Ἄλάσκαν φωτίσαν· χαῖρε, ῥόδον τάς νήσους Ἀλεούτων ἡδῦναν.

Χαῖρε, φρουρὸς νεότητος ἄγρυπνος χαῖρε, φανὸς τῆς πίστεως πάμφωτος.

Χαῖρε, ἡμῶν ἐν κινδύνοις ἀκέστωρ· χαῖρε, πιστῶν ταχινὸς ἀντιλήπτωρ·

Χαίροις, πάτερ πανόσιε.

 

Σπροὺς ὀρφανὰ τῆς νήσου, Γερμανὲ θεοφόρε,κατέσκαψαν χερσὶ ταῖς ἰδίαις σοῦ τὸν τάφον, τὸν εἶτα πηγὴν ἐποφθέντα, πάτερ, καὶ κρουνὸν ἄφθονον ἰάσεων, πανθαύμαστε, ἀεὶ ὁ σὺν Ἀγγέλοις ψάλλων·

Ἀλληλούϊα.

 

Τύπος ὀφθεὶς πατέρων, νηπτικῶν, φιλοκάλων, τρισμάκαρ Γερμανέ, καὶ Ὁσίων, ταπεινώσει τε, ὑπομονῇ, νήψει, ἀπαθείᾳ καὶ εὐχῇ Κτίσαντι Κυρίῳ εὐηρέστησας καὶ ἔπειθες λαοὺς κραυγάζειν·

Χαῖρε, ὁ σύνοικος τῆς σοφίας· χαῖρε, ὁ γόνος λαμπρὸς Ῥωσίας.

Χαῖρε, ἀρετῆς ἱερὸν καταγώγιον χαῖρε, προσευχῆς νοερᾶς ἀνακτόριον.

Χαῖρε, πρῶτος καὶ ὑπέρλαμπρος φωτιστὴς Ἀμερικὴς· χαῖρε, εὖχος πολυτίμητον ἐν Χριστῷ καινῆς ζωῆς.

Χαῖρε, ῥεῖθρον χαρίτων ἱεροῦ Παρακλήτου· χαῖρε, κρίνον εὐῶδες τοῦ ἀγροῦ τοῦ Κυρίου.

Χαῖρε, Χριστοῦ ὁ φίλος ὁ ἔνθερμος· χαῖρε, λαοῦ ὁ στῦλος ὁ ἄσειστος.

Χαῖρε, κρουνὸς ἰαμάτων ἀφθόνων· χαῖρε, σκηπτὸς φθονερῶν δαιμονίων·

Χαίροις, πάτερ πανόσιε.

 

Ὑμνοις σε καθ' ἕκαστην, Γερμανέ, εὐφημοῦντες ὡς κήρυκα Χριστοῦ ἀληθείας καὶ δογμάτων ὀρθῶν τηρητήν, τῆς ἠπείρου ἄρτι παμφαῶς πέρατα Ἀμερικῆς φωτίσαντα, Χριστῷ πανευλαβῶς φωνοῦμεν·

Ἀλληλούϊα

 

Φλόγα τῆς ἀληθείας ὡς δρομεὺς περιφέρων Ὀρθόδοξον εἰς γῆν Ἀλεούτων κατεφώτισας τοὺς ἐν σκιᾷ ἀγνωσίας, πάτερ, καὶ παθῶν, πάντιμε, καθεύδοντας καὶ ἤνοιξας τὰ χείλη αὐτοχθόνων κράζειν·

Χαῖρε, ἡ φαῦσις τῆς εὐποιΐας· χαῖρε, ἡ σβέσις τῆς ἀγνωσίας.

Χαῖρε, ὁ κηρύξας Ὀρθόδοξον φρόνημα· χαῖρε, ὁ μισήσας γεώδη καὶ πρόσκαιρα.

Χαῖρε, νέον ἀγαλλίαμα παμφαοῦς ἀσκητισμοῦ, χαῖρε, βάθρον ἀδιάσειστον ἀγαπήσεως Θεοῦ.

Χαῖρε, ὅτι παρέσχες Ἀλεούτοις σὴν χάριν, χαῖρε, ὅτι συντρίβεις παμβεβήλου τὴν μῆνιν.

Χαῖρε, ἀγώνων θείων τὸ στάδιον· χαῖρε, ἐνθέων μόχθων κυάθιον.

Χαῖρε, θαλάττης κυμάτων ἡ στῆσις· χαῖρε, ἀπάτης ἐχθίστου ἡ παῦσις·

Χαίροις, πάτερ πανόσιε.

 

Χαῖρε, ἰσαποστόλων, Γερμανέ, κοσμιότης, Ἀλάσκας φωτιστὰ καὶ προστάτα ὀρφανῶν καὶ καμνόντων, τρανῶς σοὶ βοῶντες θείας σου εὐχὰς πάντοτε δεχόμεθα καὶ ἄσμενοι βοῶμεν τῷ δοξάσαντί σε·

Ἀλληλούϊα.

 

Ψάλλειν ἐν κατανύξει τῷ Σωτῆρι τῶν ὅλων ἀξίωσον θερμούς σου ἱκέτας, Ἀποστόλων φανέ, Γερμανέ, νηπτικῶν πατέρων τιμαλφὲς μάργαρον καὶ πίστεως θησαύρισμα, τοὺς νῦν περιχαρῶς βοῶντας·

Χαῖρε, ἡ στήλη τῆς εὐψυχίας· χαῖρε, ἢ πύλη χρηστοηθείας.

Χαῖρε, τῆς Ῥωσίας θειότατον βλάστημα· χαῖρε, εὐσεβείας περίβλεπτον σέμνωμα.

Χαῖρε, ῥίζα ὁσιότητος δένδρου τῆς Ἀμερικῆς· χαῖρε, αὔρα πανευφρόσυνος Ὀρθοδόξου διδαχῆς.

Χαῖρε, φιλοκαλίας ἡ σφραγὶς καὶ ὁ στῦλος· χαῖρε, ὀρθοπραξίας ἀκραιφνοῦς ὄντως κλέος.

Χαῖρε, πηγὴ ἰάσεις βλυστάνουσα· χαῖρε, αὐγὴ δεικνύουσα κρείττονα.

Χαῖρε, λαοῖς ἀρετὴν ὁ διδάξας· χαῖρε, πιστοῖς ὁ σὴν χάριν βραβεύσας.

Χαίροις, πάτερ πανόσιε.

 

Ὦ φωστὴρ Ἀλεούτων, Γερμανὲ θεοφόρε, φιλόκαλε καὶ τίμιε πάτερ, (ἐκ γ') ὁ φωτίσας ταῖς σαῖς διδαχαῖς τοὺς ἐν ἀγνωσίας τῇ σκιᾷ, Ὅσιε, καθεύδοντας, διάλυσον τὴν ζόφωσιν ἡμῶν ψαλλόντων·

Ἀλληλούϊα.

 

Καὶ αὖθις τὸ Κοντάκιον.

Ἦχος πλ. δ.' Τῇ Ὑπερμάχῳ

Τὴν φλόγα ἔχων ἀνημμένην θείας πίστεως καὶ θερμαινόμενος πυρὶ τῆς τοῦ Παντάνακτος κοινωνίας ἐν Ἀλάσκᾳ ψυχῶν τοὺς πάγους, Γερμανέ, τῶν νηπτικῶν πατέρων ἔκτυπον καὶ κλεινὲ ἱεραπόστολε, διέλυσας· ὅθεν κράζομεν· Χαίροις, πάτερ πανόσιε.

Δίστιχον.

Χαῖρε, ἱερῶν ἀποστόλων κλέϊσμα, Γερμανέ, Χαραλάμπης ἔκραξε πόθῳ.

 

ΤΕΛΟΣ

ΚΑΙ ΔΟΞΑ

 Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ.

 

 

ΕΓΚΩΜΙΑ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΛΤΕΡΑ ΗΜΩΝ ΓΕΡΜΑΝΟΝ ΤΟΝ ΕΝ ΑΛΑΣΚᾼ

 

Ὁ Κανὼν φέρει τήνδε τὴν ἀκροστιχίδα·

" Χαῖρε, Γερμανέ, φωτιστὰ Ἀλάσκας, Ἱεραποστόλων κλέος. Χ."

 

ΣΤΑΣΙΣ Α'

Ἦχος πλ. α΄ Ἡ ζωὴ ἐν τάφῳ.

Μακαρίζομέν σε, ἀσκητὰ Γερμανέ, Ἀλεούτων φωτιστὰ νήσων πάμφωτε καὶ ἀπόστολε σοφὲ Ἀμερικῆς.

Μακαρίζομέν σε, Γερμανὲ θεαυγές, τῆς Ῥωσίας εὐθαλέστατον βλάστημα καὶ πατέρων νηπτικῶν ὑπογραμμέ.

 

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα·

" Χαῖρε, Γερμανέ."

 

Χαῖρε, Ἀλεούτων ἀπλανὲς ὁδηγὲ ἐκ τοῦ σκότους πρὸς τὸ φῶς τὸ ὀρθόδοξον καὶ τὸ ἄδυτον ἀμέμπτου ἀγωγῆς.

 

Ἀσκητῶν τῆς Μάνδρας Βαλαὰμ καλλονή, Ναζαρίου μαθητὰ τοῦ θεόφρονος, Γερμανέ, σοφίας πέφηνας κρατήρ.

 

Ἱεραποστόλων θαυμαστῶν κορυφή, Γερμανέ, σαυτὸν ἐκθύμως ἐκένωσας τῇ ἀγάπῃ τῶν στενόντων ἐν σκιᾷ.

 

Ῥαντισμῷ εὐχῶν σου ἁγιάζεις ἡμᾶς τοὺς τιμῶντας, Γερμανέ, τοὺς καμάτους σου,οὕσπερ ἔτλης τῶν λαῶν πρὸς φωτισμόν.

 

Ἐν Σερπούχωφ εἶδες τοῦ ἡλίου τὸ φῶς, Γερμανέ, καὶ ἐν Ἀλάσκᾳ ἀνέτειλας ὥσπερ ἥλιος βιούντων ἐν νυκτί.

 

Γερμανὲ τρισμάκαρ, τοῦ Σεργίου σαφῶς καὶ τοῦ θείου Σεραφεὶμ ἠκολούθησας ταῖς ὁδοῖς τῆς ἰσαγγέλου βιοτῆς.

 

Εὖχος φιλοκάλων καὶ Ὁσίων ἀνδρῶν, Γερμανέ, τῆς Θεομήτορος ἔστησας τῇ δυνάμει κῦμα παλιρροϊκόν.

 

Ῥεῖθρα τῆς θαλάσσης δι' εὐχῶν σου Θεοῦ, Γερμανέ, φωτοειδέστατοι Ἄγγελοι καθηγίαζον Ἀλάσκας, θαυμαστέ.

 

Μονοτρόπων κέρας, Γερμανέ, ὀρφανῶν Ἀλεούτων πατρικῇ προστασίᾳ σου περιέβαλλες καὶ θείᾳ ἀρωγῇ.

 

Ἀσκητὰ θέοφρον, νήφων, κακοπαθῶν, σάρκα τήκων καὶ ἀπαύστως στερούμενος, Γερμανέ, πνεῦμα ἐζώωσας τὸ σόν.

Δόξα. Τριαδικόν.

Νῦν δοξάζοντές Σε, Παναγία Τριάς, δυσωποῦμέν Σε· κατάπεμψον ἅπασι Σοῦ τὸ ἔλεος καὶ πλῆθος οἰκτιρμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ βυθοῦ κακίας καὶ παθῶν, ἀγαθή, ἕλκυσόν με τὸν ἀεὶ μακαρίζοντα, Θεοτόκε, ὑμνῳδίαις σε λαμπραῖς.

 

Καὶ αὖθις τὸ πρῶτον.

Μακαρίζομέν σε, ἀσκητὰ Γερμανέ, Ἀλεούτων φωτιστὰ νήσων πάμφωτε καὶ Ἀπόστολε σοφὲ Ἀμερικῆς.

 

ΣΤΑΣΙΣ Β.'

Ἦχος πλ. α.' Ἄξιόν ἐστι.

Ἄξιόν ἐστι μακαρίζειν σε, τῶν Ἀλεούτων φωτιστὴν καὶ ἱεραπόστολον, Γερμανέ, Ὁσίων νέων χαρμονή.

Ἄξιόν ἐστι μακαρίζειν σε τῶν φιλοκάλων ἀσκητῶν φωστῆρα τὸν πάμφωτον, Γερμανέ, Ἀλάσκας θεῖε φωτιστά.

 

Καὶ τὰ ἑπόμενα φέροντα Ἀκροστιχίδα

" Φωτιστὰ Ἀλάσκας."

 

Φλόγα ἱερὰ Σοῦ κατέκαιε καρδίαν, πάτερ Γερμανέ, καὶ ὅλον σε ἔδειξε Ὀρθοδόξου παραδόσεως πυρσόν.

 

Ὡς τοῦ Βαλαὰμ ἀσκητὴν τῆς Μάνδρας θεοφόρον, Γερμανέ, τιμῶμέν σε ἅπαντες καὶ Ὁσίου Ναζαρίου μαθητήν.

 

Τοὺς φωτοειδεῖς ἐθεάσω τοῦ Θεοῦ Ἀγγέλους, Γερμανέ, θαλάσσης τὰ ὕδατα ἁγιάζοντας, θεόφρον ἀσκητά.

 

Ἴσχυσας πληθὺν Ἀλεούτων πρὸς Χριστὸν ἑλκῦσαι, Γερμανέ, δυνάμει τῶν λόγων σου καὶ ἰσχύϊ σῆς ἀμέμπτου ἀγωγῆς.

 

Σόφισον ἡμᾶς τοὺς τιμῶντάς σε ὡς τῆς σοφίας, Γερμανέ, Ὑψίστου τὸν σύνοικον καὶ ὁμόσκηνον ἁπάσης ἀρετῆς.

 

Τεῖχος ὀρφανῶν καὶ προπύργιον ἐμπεριστάτων ὤφθης, Γερμανὲ ἀξιαγαστε, ἐν ταῖς νήσοις Ἀλεούτων τοῦ Βορρᾶ.

 

Ἄνερ θεαυγές, ἱδρυτὴς ὑπάρχεις Ἐκκλησίας τῆς Ἀμερικῆς ἐνθεώτατος, Γερμανέ, χριστοκηρύκων λαμπηδών.

 

Ἄνθος τῆς Χριστοῦ πανευῶδες ὤφθης ἀληθείας, Γερμανέ, καὶ κρίνον ἡδύπνευστον Ὀρθοδόξου ἀληθῶς διαγωγῆς.

 

Λύπης ὀλετὴρ καὶ κρηπίδωμα χαρᾶς ἀρρήτου ὤφθης, Γερμανέ, τῶν τιμώντων σε καὶ τελούντων σου τὴν μνήμην τὴν σεπτὴν

 

Ἄστρον τηλαυγὲς ὁσιότητος, σκληραγωγίας, Γερμανέ, νηστείας καὶ νήψεως ἀνεφάνης ἐν ἐσχάτοις τοῖς καιροῖς.

 

Σοῦ τὰ ἱερὰ κατορθώματα ἐν τῇ Ἀλάσκᾳ, Γερμανέ, τρανῶς μεγαλύνοντες ὥσπερ ἄνθρωπον τιμῶμέν σε Θεοῦ.

 

Κόπασον ἡμῶν, Γερμανέ, σαρκὸς ἐπαναστάσεις, τῶν καταφευγόντων σῇ χάριτι καὶ σὴν κλῆσιν προφερόντων εὐλαβῶς.

Δόξα. Τριαδικόν.

Ἄφεσιν ἡμῶν ἐγκλημάτων δός, Τριὰς ἁγία, τῶν δοξολογούντων ἑκάστοτε Σοῦ τὸ κράτος καὶ τὴν ἄρρητον ἰσχύν.

Καὶ νῦν. Θεοτοκίον.

Στῦλος ἀρραγὴς ἀντιλήψεως, Θεογεννῆτορ, τῶν καταφευγόντων τῇ σκέπῃ σου καὶ ἀόκνῳ σου ὑπάρχεις ἀρωγῇ.

 

Καὶ αὖθις τὸ πρῶτον.

Ἄξιόν ἐστι μακαρίζειν σε, τῶν Ἀλεούτων φωτιστὴν καὶ ἱεραπόστολον, Γερμανέ, Ὁσίων νέων χαρμονή.

 

ΣΤΑΣΙΣ Γ.'

Ἦχος γ.' Αἱ γενεαὶ πᾶσαι.

Αἱ γενεαὶ πᾶσαι τιμῶμέν σε, Ἀλάσκας νῦν, Γερμανέ, κοσμῆτορ.

Αἱ γενεαὶ πᾶσαι ὡς γέρας ἀνυμνοῦμεν σέ, Γερμανέ, Ὁσίων.

 

Καὶ τὰ ἑπόμενα φέροντα ἀκροστιχίδα

"Ἱεραποστόλων κλέος. Χ."

 

Ἰσχὺν λαβὼν θεόθεν ἐβάδισας ἀρτίως τῶν Ἀποστόλων τρίβους.

 

Ἐκθύμως σε τιμῶμεν νῦν, Γερμανὲ θεόφρον, ὡς Ἀλεούτων φέγγος.

 

Ῥοαῖς θερμῶν δακρύων κατέτηξας τοὺς πάγους, ὦ Γερμανέ, Ἀλάσκας.

 

Ἀσύλητον ταμεῖον ἐδείχθης θαυμασίων καὶ ἰαμάτων, πάτερ.

 

Πατέρων νέων εὖχος, ὦ Γερμανέ, χαρίτων ἐπλήσθης οὐρανίων.

 

Ὁ τῆς Ῥωσίας γόνος, ἐξήνθησας σοφίας Θεοῦ εὐώδη ῥόδα.

 

Σεμνείου ἀνεδείχθης τοῦ Βαλαὰμ οἰκήτωρ ἰσάγγελος, τρισμάκαρ.

 

Τοῦ θείου Ναζαρίου ἐφάμιλλος τῶν πόνων, ὦ Γερμανέ, ἐδείχθης.

 

Ὁδοὺς χριστοκηρύκων ἐβάδισας Ὁσίων, ὦ Γερμανέ, ἀρτίως.

 

Λαμπὰς Ὀρθοδοξίας, ὦ Γερμανέ, 'Ἀλάσκας ἐφώτισας τὰ πλήθη.

 

Ὡς ὀρφανῶν πατέρα καὶ στήριγμα καμνόντων σὲ ἀνυμνολογοῦμεν.

 

Νεκρώσας τὸ σαρκίον συντόνῳ σου ἀσκήσει ἐζώωσας τὸ πνεῦμα.

 

Κατέπαυσας τὸ κῦμα τῆς παλιρροίας, πάτερ, εὐχῇ τῆς Θεοτόκου.

 

Λαμπρύνεις τὰς χορείας, ὦ Γερμανέ, Ὁσίων καὶ ἱεραποστόλων.

 

Ἐλέησον εὐχαῖς σου τοὺς μέλποντας ἐν ὕμνοις σοῦ, Γερμανέ, καμάτους.

 

Οὐρανοδρόμον, πάτερ, διήνυσας πορείαν ἐν νήσοις Ἀλεούτων.

Δόξα. Τριαδικόν.

Συνέτισον Σοὺς δούλους τοὺς ἀσυνέτους, οἴμοι, Τριὰς ὑπεραγία.

Καὶ νῦν. Θεοτοκίον.

Χαρίτωσον οἰκέτας τῆς χάριτός σου, Μῆτερ, ἁγνὴ Θεοκυῆτορ.

 

Καὶ αὖθις τὸ πρῶτον.

Αἱ γενεαὶ πᾶσαι τιμῶμέν σε, Ἀλάσκας νῦν, Γερμανέ, κοσμῆτορ.

 

ΕΥΛΟΓΗΤΑΡΙΑ

Ἦχος πλ. α.'

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Γερμανὸν ὑμνῆσαι.

Τῶν Ἀγγέλων χορεῖαι κατεπλάγησαν πόνους ἀγωγῆς ἰσαγγέλου κατιδόντες, Γερμανέ, φωτιστὰ τῆς Ἀλάσκας, σῶφρον ἀσκητά, φιλόκαλε Ὅσιε, λαμπὰς νηπτικῶν πατέρων φωτόλαμπρε.

 

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Γερμανὸν ὑμνῆσαι.

Ἡδυπνεύστοις μύροις καταστέφομεν τὴν πανεύφημόν σου μνήμην, Γερμανέ, τῶν Ἀλεούτων στήριγμα καὶ χειραγωγὲ πρὸς εὐσεβείας τρίβους σωστικάς, Σερπούχωφ ἐκβλάστημα καὶ Σεμνείου Βαλαὰμ θησαύρισμα.

 

Εὐλογητός εἶ, Κύριε, δίδαξόν με τὸν Γερμανὸν ὑμνῆσαι.

Λίαν καλῶς τὴν ὁδὸν διήνυσας τῆς ἀσκήσεως καὶ ἀπαθείας ἀνεδείχθης ἀκρεμών, ὁ Βαλαὰμ τὸ Νέον ἐν τῇ νήσῳ Σπροὺς ἱδρύσας, ἰσάγγελε, ἐν ᾧ ταπεινῶς τὸν σὸν βίον ἐτέλεσας.

 

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὸν Γερμανὸν ὑμνῆσαι.

Μυροφόροι ὡς ἄλλοι οἱ πιστοὶ Ἀλεοῦτοι τῶν λειψάνων σου ῥαίνουσι τὴν θήκην μύροις ὑμνῳδιῶν καὶ τιμῶντες σὴν μνήμην, μάκαρ Γερμανέ, βοῶσιν· ἀείποτε περιφρούρει τοὺς εἰς σὲ καταφεύγοντας.

Δόξα. Τριαδικόν.

Μίαν δύναμιν πάντες, μίαν σύνταξιν πόθῳ καὶ προσκύνησιν μίαν, προσκυνοῦντες βοῶμεν Πάτερ, Λόγε καὶ Πνεῦμα, ὦ Τριὰς σεπτή, τοὺς δούλους Σου φύλαττε τῆς μανίας τοῦ πλάνου ἀπήμονας.

Καὶ νῦν. Θεοτοκίον.

Εὐσυμπάθητε Μῆτερ τοῦ Θεοῦ θείου Λόγου, Παναγία Παρθένε, οἰκτιρμοὺς τοῦ Υἱοῦ σου δαψιλῶς καὶ ἐλέη πλούσια ἡμῖν κατάπεμψον, ἄχραντε, εἰς αἰῶνας τοῖς σὲ μακαρίζουσι.

Ἀλληλούϊα, ἀλληλούϊα, ἀλληλούϊα, δόξα Σοι, ὁ Θεός. (ἐκ γ)'

 

Δίστιχον.

Γερμανὸν ἔστεψεν ἐγκωμίων κρίνοις, φωτιστὴν Ἀλάσκας σοφόν, Χαραλάμπης.

 

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ

Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ

 

ΕΥΧΗ ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΛ1 ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ ΓΕΡΜΑΝΟΝ ΤΟΝ ΕΝ ΑΛΑΣΚᾼ

 

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

Πνευματοφόρε ἀσκητὰ καὶ ἄνερ θεοείκελε, Ἀποστόλων ὁ τρίβους ζηλώσας καὶ ὡς φῶς ἐκ Φωτὸς τοῦ ἀληθινοῦ φωτίσας Ἀλεούτων τὴν χώραν καὶ δι' αὐτῆς σύμπασαν τὴν τῆς Ἀμερικῆς ἤπειρον, Γερμανὲ πανσεβάσμιε· ὁ τῆς Ῥωσίας εὐθαλέστατος γόνος, Σεραφεὶμ τοῦ Σάρωφ ὁμότροπος καὶ Βαλαὰμ τοῦ σεμνείου οἰκῆτορ καὶ μοναστὴς ἱερώτατος· ὁ τοῦ ἐν Ὁσίοις πατράσι Ναζαρίου ὑποτακτικὸς καὶ τῆς Ἐκκλησίας Χριστοῦ ἀδάμας ὁ πολύεδρος· ὁ παιδιόθεν σύνοικος ὀφθεὶς τῆς τοῦ Θεοῦ σοφίας καὶ ἀρετῶν τῶν ψυχοτρόφων τὸ σκεῦος τῆς ἐκλογῆς τοῦ Παρακλήτου Πνεύματος καὶ τὸ εὔχρηστον κυάθιον τῆς ὑπακοῆς, τῆς ταπεινώσεως καὶ τῆς νήψεως· ὁ τῆς Ἀλάσκας πατὴρ καὶ διδάσκαλος καὶ σκεπαστὴς καὶ ἀρωγὸς καὶ πολιοῦχος· τὸ τῆς προσευχῆς ἐργαστήριον καὶ τῆς προσφορᾶς φρέαρ τὸ ἀκεσώδυνον, ὁ ἐπιμόνῳ σαρκὸς σκληραγωγίᾳ καταμαράνας πάθη τὰ χαμαίζηλα καὶ τὸν νοῦν πτερώσας πρὸς Κύριον, ὁ ἰσαγγέλως πολιτευσάμενος καὶ Ἀγγέλων δήμοις ἀξιωθεὶς συγχορεύειν ἐν τῇ ἀλήκτῳ μακαριότητι· ὁ τὸ βραβεῖον λαβὼν τῆς ἄνω κλήσεως καὶ θαυματουργικῇ ἐμπλησθεὶς χάριτι· ὁ τάχιστος ἰατρὸς τῶν νοσούντων καὶ πάντων τῶν πιστῶς δεομένων σου προστάτης ἑτοιμότατος· ὁ τῶν προσφύγων σου πληρῶν τὰ δίκαια αἰτήματα ὡς ἀγαθός, εὐΐλατος καὶ εὐσυμπάθητος, Αὐτός, Ἅγιε τοΰ Θεοῦ, πρόσδεξαι καὶ ἡμῶν ταύτην τὴν ἱκετήριον φωνὴν καὶ ἑνὸς ἑκάστου πλήρωσον χαρᾶς καὶ ἀενάου ἀγαλλιάσεως τὰς καρδίας· ἴασαι τοὺς ἀλγεινῶς καὶ ἀνιάτως νοσοῦντας ταῖς θεοπειθέσι πρεσβείαις σου· ἴθυνον τὴν ζωὴν ἡμῶν πρὸς νομὰς σωτηρίας καὶ δόμους ἀφθαρσίας παμφώτους, ἔνθα ἀνεσπέρου ἤμαρος ἀπολαύουσιν ἐκλεκτῶν καὶ δικαίων οἱ δῆμοι· τῶν Ὀρθοδόξων τὴν μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν κραταίωσον καὶ πάντων τῶν κοπιαζόντων διὰ τὴν ἐξάπλωσιν καὶ ἑδραιωσιν τῆς ἀληθείας ἐν τῇ τε ἡμεδαπῇ καὶ ἀλλοδαπῇ ἔσο φωστὴρ ἀπλανέστατος καὶ βάκτρον στηρίξεως ἀσάλευτον, τῇ δαψιλῶς δοθείσῃ σοι χάριτι. Ναί, Ἅγιε Γερμανέ, σημειοφόρε, διάλυσον τὰ νέφη τῆς ἀγνωσίας τοῦ κόσμου καὶ ἐφάπλωσον ἐπὶ τὸν κόσμον ἅπαντα τὸ φῶς τῆς τοῦ Θεοῦ ἐπιγνώσεως, ἵνα ἐν αὐτῷ πορευόμενοι μὴ σαλευθῶμεν, οὐδὲ προσκόψωμεν πρὸς λίθους τοὺς πόδας ἡμῶν σύγκοψον ἐκ τῶν τριβῶν ἡμῶν τάς ἀκάνθας καὶ τὰς τριβόλους τῶν παθῶν, τῆς ἐπηρείας τοῦ πονηροῦ, τῶν φαύλων καὶ ἐπωδύνων ἡμῶν συνηθειῶν καὶ πάσης θλίψεως, συνοχῆς καρδίας καὶ ὀδυνηρᾶς ἐπελθούσης ἀσθενείας τῇ ἀοράτῳ ἐπισκιάσει σου. Ἐπάκουσον οὖν τῆς δεήσεως ἡμῶν, Γερμανὲ ἀξιάγαστε, καὶ ῥῦσαι τὸν δοῦλόν σου (δεῖνα) πειρασμῶν καὶ κακώσεως, τὸν ἀπεκδεχόμενον τὴν σὴν μεσιτείαν καὶ ἀντίληψιν, ἵνα ἐλευθέρως καὶ ὁλοθύμως καὶ φωνῇ στεντορείᾳ μακαρίζει σε ὡς ἰατρὸν τάχιστον καὶ ἀνάργυρον καὶ δοξολογεῖ τὸν ἐν Τριάδι Θεὸν ἡμῶν τὸν φιλάνθρωπον, τὸν Πατέρα, τὸν Υἱὸν καὶ τὸ Ἅγιον Πνεῦμα, τὴν ὁμοούσιον καὶ ἀδιαίρετον καὶ ὁμόθρονον νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.