ΑΝΑΠΛΗΡΩΣΙΣ ΑΚΟΛΟΥΘΙΑΣ ΜΗΝΑΙΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΥΡΣΟΥ

 

Ποίημα Δρος Χαρ. Μπούσια

 

῾Η μνήμη αὐτοῦ τελεῖται τῇ ΙΔ΄Δεκεμβρίου.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ.

 

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τοῦ Σιλβανοῦ, Κουμβρικίου καὶ Βάβδου φρύαγμα, Θεοῦ τῇ συνεργίᾳ κατεπάτησας, Θύρσε, καὶ σείσας δι' εὐχῆς σου τὰ τῶν Θεῶν, τῶν ἀψύχων ἱδρύματα ἐν τῷ σταδίῳ παρέδωκας σὴν ψυχήν, τῷ τὰ γέρα πᾶσι νέμοντι.

 

Τοῦ ἱεροῦ Θύρσου ἄθλους ὁρῶν Καλλίνικος, ὁ ἱερεὺς εἰδώλων εἰς τὴν πίστιν εἱλκύσθη, Χριστοῦ καὶ μαρτυρίου δρόμον εὐθύς, ὑπὲρ ταύτης διήνυσεν, ἀποκοπεὶς τὸν αὐχένα, ὣσπερ ἀμνὸς ἱερὸς ὁ παναοίδιμος.

 

Τῆς τρισαυγοῦς Θεαρχίας τριάδα ἔνθεον, τῶν φωταυγῶν μαρτύρων, ἱερώτατον Θύρσον, Καλλίνικον τὸν θεῖον καὶ τὸν σεπτὸν καλλιμάρτυρα Λεύκιον, ἀνευφημήσωμεν πάντες οἱ γηγενεῖς, τοὺς αὐτῶν βασάνους ᾄδοντες.

Δόξα. Ἦχος πλ.δ'.

Τὸν τοὺς όφθαλμοὺς ἐκκεντούμενον, στροβίλοις χαλκοῖς τοὺς πόδας συνθλιβόμενον καὶ μόλυβδον ζέοντα κατὰ τοῦ νώτου αὐτοῦ ἐπιχεόμενον Θύρσον τὸν ἀήττητον οἱ πιστοὶ μελῳδήσωμεν εὐσχήμοσιν ᾄσμασιν· οὗτος γὰρ λαμπροῖς κατορθώμασι τὸν ἀγῶνα ἐπεράτωσε καὶ στεφάνους δόξης λαβὼν παρὰ τοῦ ἀγωνοθέτου Κυρίου χάριν εἴληφεν ἐν πόλῳ δαψιλεῖ πρεσβεύειν ὑπὲρ τῶν τιμώντων αὐτοῦ τὸ μαρτύριον.

Καὶ νῦν.Προεόρτιον.

῾Υπόδεξαι Βηθλεὲμ τὴν τοῦ Θεοῦ μητρόπολιν...

 

Εἰς τὴν Λιτἡν.

᾽Ιδιόμελα

Ἦχος α'.

Τὸν καρτερῶς ὑπομείναντα βασάνους καί προσενεγκόντα ἑαυτὸν τῷ Κυρίῳ ἱερεῖον ἄμωμον Θύρσον τὸν θεομακάριστον εὐφημήσωμεν· οὗτος γὰρ οὐκ ἐπτοήθη πρίονος τοὺς ὀξυτάτους ὀδόντας, οὐδὲ τὴν ἀκμὴν τοῦ ξίφους, ἀλλ' ὡς ἄλλου πάσχοντος τὸν ἀγῶνα γενναίως ἐπεράτωσε· καί νῦν τὰ ἄνω οἰκῶν ἀνακτόρια καὶ συμβασιλεύων τῷ Παμβασιλεῖ, ἀγωνοθέτῃ Χριστῷ τῷ Θεῷ, ἀπαύστως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος β'.

Θάρσει άνεκλαλὴτῳ τὸν ἀγῶνα τελέσας σὺν τοῖς δυσὶ στεῤῥοψύχοις συναθληταῖς σου βραβεῖα εἴληφας δόξης, Θύρσε παμμακάριστε· καὶ νῦν σὺν τῷ Λευκίῳ καὶ τῳ Καλλινίκῳ ἀγαλλόμενος ἐν πόλῳ μὴ παύσῃ, δεόμεθα, πανάλκιμε, πρεσβεύειν ὑπὲρ τῶν τιμώντων σε.

῏Ηχος γ'.

Σὲ τὸν πανεύφημον ἀθλητὴν καὶ περίδοξον μάρτυρα τῆς ἀμωμήτου ἡμῶν πίστεως ἐτησίοις ὕμνοις τιμῶντες δεόμεθα· Θύρσε παμμακάριστε, ὁπλῖτα τοῦ Σωτῆρος στεῤῥότατε, φάνηθι τοῖς ὓμνοις τιμῶσί σε ἀρωγὸς ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

῏Ηχος δ'.

Θύρσε τρισόλβιε, τῶν ἀψύχων εἰδώλων καθαιρέτα καὶ μάρτυς τῆς ἀληθοῦς πίστεως γενναιότατε, τοὺς σοὺς κρουνοὺς αἱμάτων προθύμως ἐξέχεας διὰ τὴν ἀγάπην τοῦ Κτίσαντος· σὺ τὴν φάλαγγα τῶν τυράννων αἰσχύνας και τῆς εὐσεβείας τὸ κράτος μεγαλύνας κεχρωσμένος τοῖς ἰδίοις σου αἵμασιν ἀνῆλθες εἰς πόλον, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Ὁ αὐτός.

Δεῦτε, πιστοὶ πνευματικῶς εὐωχηθῶμεν πανηγυρίζοντες τὴν ἐτήσιον μνήμην Θύρσου τοῦ μεγαλομάρτυρος, ὃν ἐγκωμίων ῥόδοις καταστέφομεν· οὗτος γὰρ ἀθέων τυράννων καταβαλὼν τὸ θράσος καὶ τὴν πλάνην αἰσχύνας Κυρίῳ συγχορεύει, ᾯ ὑπὲρ πάντων πρεσβεύει τῶν αὐτοῦ τιμώντων τὴν ἄθλησιν.

 

Ἀπολυτίκιον.

Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Τῶν τυράννων τὸ θράσος σῇ ἐνστάσει κατέβαλες καὶ τὰς πολυτρόπους βασάνους, τοὺς ξεσμοὺς καὶ τὸν πρίονα ὑπέμεινας ἀνδρείως, ἀθλητά, στεῥῥόφρον Θύρσε· ὅθεν εὐσεβῶν ἀδιστάκτως σου τὰ πλήθη τοὺς πόνους εὐφημοῦμεν ἀνακράζοντες· Δόξα τῷ σὲ δυναμώσαντι, δόξα τῷ σὲ ἡμῖν πανσθενουργὸν προστάτην δείξαντι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα.

῏Ηχος α'. Τὸν τάφον Σου, Σωτήρ.

Ἐχθροῦ καταβαλὼν τὸ ἀδἱστακτον θράσος, δυνάμει θεϊκῇ, παμμακάριστε Θύρσε, ἀνδρείως ὑπέμεινας πολυώδυνα βάσανα, ξέσιν σώματος, θηρῶν ἀγρίων ὀδόντας, γεῦσιν πρίονος καὶ τοῦ αὐχένος σου τμῆσιν· διὸ καὶ δεδόξασαι.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Προεόρτιον.

Ὁ κλίνας οὐρανοὺς καὶ παρθένῳ οἰκήσας...

 

    Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.

῏Ηχος δ'. Ταχὺ προκατάλαβε.

Σοῖς λόγοις ἠδάφισας τὸν τῶν εἰδώλων ναὸν καί ᾔσχυνας ἅπαντας τοὺς λίθους εἶναι θεούς, πανάριστε, φάσκοντας· ὅθεν καὶ μαρτυρίου διανύσας τὰς τρίβους, ἤρθης ὡς πολυνίκης εἰς σκηνώματα δόξης συγχαίρειν μετ' ἁγίων ἀεί, Θύρσε πολύαθλε.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Προεόρτιον.

Παρθένοι προεξάρξατε...

 

    Μετὰ τὸν Πολυέλεον Κάθισμα.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Νομίμως ἤνυσας τὸ πολυώδυνον, ἀγώνων στάδιον καὶ πλάνην ᾔσχυνας εἰδώλων, Θύρσε θαυμαστέ, ὁπλῖτα σεπτὲ Κυρίου· ὅθεν καὶ ἀπείληφας, κατ' ἀξίαν τὸν κότινον νίκης τῆς τιμίας σου ἐκ χειρῶν τοῦ Παντάνακτος Χριστοῦ, ᾯ νῦν πρεσβεύεις διδόναι πᾶσι ὑγιείαν κατ' ἄμφω.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν. Προεόρτιον.

Χαρᾶς πεπλήρωνται πάντα τὰ πέρατα...

 

᾽Ιδιόμελον.

῏Ηχος πλ. β'.

Θαρσαλέως ἐκήρυξας ἐν τῷ σταδίῳ τὴν τοῦ Σωτῆρος ἡμῶν πίστιν ῥωσθεὶς δυνάμει τῇ θείᾳ καὶ πλάνην εἰδωλολατρῶν ἐξεμυκτήρισας, Θύρσε θειότατε· βασανισθεὶς οὖν πολυτρόπως καὶ σφαγιασθείς ὡς ἱερεῖον ἄμωμον μετέστης πρὸς τὴν Βασιλείαν τῶν οὐρανῶν, εἰς ἣν καὶ ἡμᾶς εἰσελθεῖν πρεσβεύεις τῷ Κτίσαντι.

 

Κοντάκιον.

῏Ηχος πλ. δ'. Τῇ Ὑπερμάχῳ.

Τὸν θαρσαλέως τῶν τυράννων ἄπαν φρύαγμα καταπατήσαντα καὶ πλάνην καταπνίξαντα τῆς λατρείας τῶν εἰδώλων αἱμάτων ῥείθροις τοῖς αὐτοῦ ἐγκωμιάσωμεν ἐν ᾄσμασιν ἀθλητὴν Κυρίου πάνυ γενναιόφρονα ἀνακράζοντες· Χαίροις, Θύρσε μακάριε.

Ὁ Οἶκος.

Ἄνθος τὸ ἐξανθῆσαν ἐν σταδίῳ ἀγώνων παντοίων σε γεραίρομιεν, Θύρσε· εὐωδίαν γὰρ πέμπεις καὶ στεῤῥᾶς, ὅσιε, ἐνστάσεως τοῖς κράζουσι φωναῖς νῦν σοι εὐήχοις ταῦτα·

Χαῖρε, ἡ πτῶσις τῶν πλανωμένων·

χαῖρε, ἡ τρῶσις ἐχθρῶν ἀπίστων.

Χαῖρε, τοῦ λειμῶνος Χριστοῦ θεῖον ἥδισμα

χαῖρε, λυμεῶνος φθορά τε καὶ σύντριμμα.

Χαῖρε, λόγχης τὴν ὀξύτητα ὁ γευσάμενος ἐχθροῦ·

χαῖρε, νίκης τὸ διάδημα ὁ λαβὼν παρὰ Χριστοῦ.

Χαῖρε, ὅτι συνθλάσεως ὑπομένεις ποδῶν σου·

χαῖρε, ὅτι κακώσεις οὐ πτοῇ, τῆς σαρκός σου.

Χαῖρε, ἀστὴρ ἀθλήσεως πάμφωτος·

χαῖρε, πρηστὴρ τυράννου τοῦ ἄφρονος.

Χαῖρε, χαρὰ ἀθλητοῦ Καλλινίκου·

χαῖρε, φθορὰ Κουμβρικίου καὶ Βάβδου.

Χαίροις, Θύρσε μακάριε.

 

᾽Εξαποστειλάριον.

῏Ηχος β΄. Γυναῖκες ἀκουτίσθητε.

Τὸν Θύρσον, δεῦρο, ἃπαντες τιμήσωμεν ἐν ᾄσμασι, στεῤῥῶν μαρτύρων τὸ κλέος, τῆς ἀληθείας τὸν στῦλον καί πύργον ἀκαθαίρετον τῆς ἀμωμήτου πίστεως ἡμῶν, τὸν θάρσει τύραννον καταβαλόντα τὸν πλάνον τοῦ Παρακλήτου δυνάμει.

Θεοτοκίον.

Νοεῖν τὸ ἀκατάληπτον τοῦ τοκετοῦ σου, Δέσποινα, θαῦμα μὴ σθένοντες, Μῆτερ, δοξολογοῦμέν σε πάντες, τὴν μόνην παναμώμητον ἐν γυναιξί καί ἄσπιλον ἀμνάδα τοῦ Παντάνακτος καὶ σωτηρίας αἰτίαν ἡμῶν βροτείου τοῦ γένους.

 

    Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

῏Ηχος α'. Πανεύφημοι μάρτυρες.

Πανεύφημε μάρτυς τοῦ Χριστοῦ, Θύρσε θεοδόξαστε, πυρὸς ὁρμήματα ἤνεγκας, στρεβλώσεις σώματος καὶ ποδῶν συνθλάσεις διὰ τῂν τοῦ Κτίσαντος Χριστοῦ τοῦ Ζωοδότου ἀγάπησιν καρτερικώτατα· ὅθεν πᾶσαν καταβέβληκας δυναστείαν ἐχθροῦ εἰδωλόφρονος.

 

Τὴν μνήμην σου σήμερον φαιδρῶς, Θύρσε, ἑορτάζοντες σὺν τοῦ Λευκίου τοῦ μάκαρος καὶ τοῦ στεῤῥόφρονος Καλλινίκου, μάρτυς, ἐκβοῶμεν· ἔκτυπον ἀθλήσεως λαμπρόν, καθικέτευε Χριστὸν τὸν Κύριον πλῆσαι πάντων τῶ τιμώντων σε τὰς καρδίας γενναίου φρονήματος.

 

Χριστοῦ τοῦ ἁπάντων Λυτρωτοῦ στρατιώτης ἄριστος, πανευκλεές ἐχρημάτισας Θύρσε ἀοίδιμε· ὑποστὰς γὰρ πλῆθος δι' Αὐτὸν κακώσεων είδώλων τὴν λατρείαν κατήργησας καὶ πλάνης ἔσβεσας σέβας ῥείθροις τῶν αἱμάτων σου τῶν τιμίων, μαρτύρων ἀκρώρεια.

 

Ἀγγέλων χαρᾶς ἐν οὐρανοῖς ἠξιώθης ἄριστε, νικήσας, Θύρσε, τὰς φάλαγγας τυρράνων· ὅθεν σου μνήμην τὴν ἁγίαν πάντες ἐορτάζοντες τιμῶμέν σου τὴν ἔνδοξον ἄθλησιν καὶ ἀνακράζομεν τῶν ποθούντων σου μιμήσασθαι τοὺς ἀγῶνας, γενοῦ πρέσβυς ἔνθερμος.

Δόξα. Ἦχος πλ. δ'.

Δεῦτε, πάντες φιλέορτοι, ἐπί τῇ μνήμῃ συνελθόντες τοῦ μεγαλομάρτυρος Θύρσου τοὺς ἀγῶνας αὐτοῦ χρεωστικῶς εὐφημήσωμεν· οὗτος γὰρ ἀπτοήτως τὸ στάδιον τῆς ἀθλήσεως διήνυσε καὶ τὸ ἀμέτρητον πλῆθος τῶν βασάνων ἀνδρειοφρόνως ὑπήνεγκε· καὶ νῦν σὺν τοῖς αὐτοῦ σεπτοῖς συνάθλοις καὶ πᾶσι τοῖς χοροῖς τῶν μαρτύρων αὐλιζόμενον ἐν πόλῳ Χριστῷ πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Προεόρτιον.

Βηθλεὲμ ἑτοιμάζου, εὐτρεπιζέσθω ἡ φάτνη...

 

Μεγαλυνάριον.

Χαίροις, τῶν μαρτύρων Χριστοῦ πυρσός, Θύρσε ἀθλοφόρε, ὁ ἀγώνων σου ταῖς αὐγαῖς, τῶν τιμίων πᾶσαν φαιδρύνας ᾽Εκκλησίαν καὶ πλάνην τῶν εὶδώλων τρώσας ἐνστάσει σου.

Δίστιχον.

Θύρσου ἐξύμνησε λαμπρὰς ἀριστείας

καὶ αὐχένος τμῆσιν Χαραλάμπης χαίρων.

 

Αθῆναι, 1996

 

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ, Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ.