ΔΕΚΕΜΒΡΙΟΥ  16

 

ΘΕΟΦΑΝΟΥΣ ΒΑΣΙΛΙΣΣΗΣ

 

ΕΣΠΕΡΙΝΟΣ

 

Προσόμοια. Ἦχος α. Πανεύφημοι Μάρτυρες

Πατέρα τὸν Ἄναρχον πιστῶς, σὺν Υἱῷ καὶ Πνεύματι, τὴν ἑνιαίαν Θεότητα, τρόμῳ δοξάσωμεν, ἐκ μὴ ὄντων πάντα εἰς τὸ εἶναι νεύματι, σαφῶς παραγαγόντα, κραυγάζοντας· Θεὲ ἀθάνατε, ἱκεσίαις τῆς Ὁσίας Σου, τὸν λαόν Σου οἴκτειρον ὡς εὔσπλαγχνος.

 

Υἱὸν γεννηθέντα ἐκ Πατρός, Πνεῦμά τε τὸ Ἅγιον ἐκπορευόμενον, ἅπαντες δοξολογήσωμεν, προσκυνοῦντες πίστει ὡς Θεὸν Παντάνακτα· λιταῖς τῆς σῆς Ὁσίας σου, οἰκτείρησον τοὺς σοὶ λατρεύοντας, σαρκωθεὶς ὁ Ὑπερούσιος, ὑπὲρ πάντων γηγενῶν, Ἀθάνατε.

 

Τὸ Πνεῦμά σου τὸ Ἅγιον σεπτῶς, πάντες προσκυνήσωμεν τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, ὡς ὁμοούσιον, καὶ Υἱῷ ἀρρήτως, ἐπαναπαυόμενον, βοῶντες, τὸν λαόν σου ἐλέησον, θείαις δεήσεσι, τῆς Ὁσίας σου ὑπέρθεε, ἧς τὴν μνήμην, πιστῶς ἑορτάζομεν.

 

Τερπνὰ τὰ του βίου νουνεχῶς, σκῆπτρα βασιλείας τε, τῆς ἐπιγείου ὡς ἄθυρμα, ἡγήσω πάνσεμνε· τὸν Θεὸν τῶν ὅλων εὐσεβῶς, ποθήσασα, ἀκτῖσιν ἐναρέτων σου πράξεων, τούτου τετύχηκας, ὂν δυσώπει ῥῦσαι ἅπαντας τῶν κινδύνων, καὶ πάσης κολάσεως.

Δόξα. Ἦχος πλ. α’

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, δεῦτε εὐσεβῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν πόθῳ, Θεοφανὼ τὴν πανσέβαστον. Αὔτη γὰρ σοφῶς τὰ σκῆπτρα, καὶ εὔκλειαν πρόσκαιρον, ἀντ’ οὐδενὸς ἡγησαμένη, τὰ οὐράνια ἐπόθησε, ἔρωτι σεβασμίῳ τοῦ Βασιλέως Χριστοῦ· καὶ ἐν κόσμῳ βιοῦσα, τοὺς ἐν ἐρήμοις, ὑπερήλασεν, ἀσκητικῶς βιοῦντας, τοῖς ἀκτῖσι τῶν ἐναρέτων αὐτῆς πραξεων· καὶ νῦν ἐν οὐρανῷ, τὸν παντάνακτα ἱκετεύει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν ἱερὰν αὐτῆς πανήγυριν.

Καὶ νῦν.

Ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου Νύμφης εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος· τότε τὸν βυθὸν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δὲ τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος· ἡ ἄμεμπτος μετὰ τὴν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος, Θεὸς ἐλέησον ἡμᾶς.

 

Φῶς ἱλαρόν.

Προκείμενον.

Ἀναγνώσματα

 

Εἰς τὴν λιτήν. Ἦχος δ’

Πάντα τὰ ἐν τῷ βίῳ τερπνά, εὔκλειαν, καὶ ὄλβον, ὡς οὐδὲν ἡγησαμένη, καὶ τὸν Σταυρὸν τοῦ Κυρίου ἐπ` ὤμων ἀραμένη, εὐαγγελικὼς Αὐτῷ ἠκολούθησας, καὶ νῦν ἐν οὐρανῷ, τῆς θείας Αὐτοῦ ἐμφορουμένη δόξης πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Ὁσία θεοφώτιστε, βλαστὸς ἀγαθός, τῆς βασιλευούσης τῶν πόλεων, καρπὸς εὐθαλὴς τῆς ὑπερκοσμίου βασιλείας, Θεοφανὼ ἀεισέβαστε, πάσης ἡμᾶς ἀπάλλαξον δυσπραγίας, τῶν αἰωνίων ἀξιοῦσα ἀγαθῶν, ταῖς πρὸς Κύριον πρεσβείαις Σου.

Ἦχος β’.

Σὲ τὴν παναοίδιμον, Ὁσίαν τὴν ὑπερθαύμαστον, Θεοφανὼ τὴν μακαρίαν εὐφημοῦντες κραυγάζομεν· παντὸς κινδύνου ἡμᾶς ἀπάλλαξον, ταῖς πρὸς Θεὸν ἱκεσίαις σου.

 

Πᾶσα πόλις καὶ χώρα, τιμᾷ τὰ πάνσεπτά σου λείψανα, Θεοφανὼ πανέντιμε, ἐν τῇ μεγάλῃ τοῦ Χριστοῦ κείμενα Ἐκκλησίᾳ, καὶ χάριν ἰαμάτων, ἅπαντες ἀντιλαμβάνοντες, ὑμνοῦσι τὸν Σωτῆρα τὸν τὴν ἱεράν σου καταλάμψαντα ψυχήν, τάς θείας Αὐτοῦ, ἐκτελέσαι ἐντολάς, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, ὂν ὑπὲρ ἡμῶν καθικέτευε.

Δόξα. Ἦχος δ’.

Τὸ κατ` εἰκόνα, ἀλώβητον τηρήσασα, τάς τοῦ παλαμναίου προσβολάς, ῥωμαλέως καθελοῦσα, καὶ ἐν τοῖς βασιλείοις διανύουσα τὸν βίον ὡς ἐν ἐρήμῳ διῆγες ἀσκητικῶς, τὸ πολίτευμα ἐν οὐρανοῖς κεκτημένη· διὸ ὃν ἐπόθεις ἐνθέως τυχοῦσα, Χριστῷ συμβασιλεύεις, Θεοφανὼ ἀξιάγαστε. Αὐτὸν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζομεν τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν στίχον. Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε βασιλέων τῶν ἐν γῇ, ὄλβος, εὐφροσύνη, καὶ τύφος ἐν πᾶσιν ἴσχυε, τότε σὺ θαυμάσιε, ὥσπερ ἀθύρματα τὰ τοιαῦτα ἐνόμιζες, καὶ ἐν βασιλείοις, βίον ὀσιώτατον σαφῶς διήνυες· ὅθεν ὁ Χριστός σε δοξάσας, ἄφθορον ἐτήρησεν ὄντως, τὸ σεπτόν σου σκῆνος ἀεισέβαστε.

Στιχ. Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Δεῦτε ὀρθοδόξων ὁ ἐσμός, ἐν τῇ του Χριστοῦ Ἐκκλησίᾳ, λαμπρῶς ἀθροίσθητε, πόθῳ ἐορτάζοντες, τὴν θείαν κοίμησιν, τῆς Ὁσίας κραυγάζοντες· ἱκέτευε μῆτερ, Κύριον τὸν Ὕψιστον, ῥῦσαι κολάσεως πάντας, τοὺς πιστῶς σε τιμῶντας, καὶ πανηγυρίζοντας πόθῳ τὴν σεπτὴν καὶ θείαν σου πανήγυριν.

Στιχ. Καὶ ἔστησεν ἐπὶ πέτρᾳ τοὺς πόδας μου καὶ κατηύθυνε τα διαβήματά μου.

Ἅπαντες συνδράμετε φαιδρῶς, πόθῳ ἐκτελοῦντες τὴν μνήμην καὶ τὴν λαμπρὰν ἑορτήν, βασιλίδος ᾄσμασι Θεοφανοῦς, τῆς σεπτῆς· τῷ Θεῷ γὰρ δουλεύουσα τὰ τῆς βασιλείας, στέμματα ὑπέταξε, τῷ του παντὸς Βασιλεῖ· ὅθεν συνελθόντες ἐν πίστει, πόθῳ ἀσπαζόμεθα ταύτης, τὴν σορὸν λειψάνων τὴν πανίερον.

Δόξα. Ἦχος α’.

Ἀξίως ὦ θεοτίμητε, πᾶσα πνοὴ τιμᾷ σοῦ  τὴν ἱερὰν τῶν λειψάνων θήκην ἰαμάτων πηγὰς τοῖς πιστῶς αὐτὴν προσιοῦσι βλύζουσαν. Ὁ γὰρ πλουσιόδωρος Θεός, κατ` ἀξίαν νέμει, τοῖς ἑαυτοῦ θεράπουσι, τὰ δωρήματα παρ΄ αὐτοῦ ἐνθέως πλουτισθεῖσα, παράσχου ἡμῖν, τὰ πρὸς σωτηρίαν αἰτήματα, ταῖς πρὸς Αὐτὸν ἱκεσίαις Σου.

Καὶ νῦν.

Ἰδοὺ πεπλήρωται ἡ τοῦ Ἡσαΐου πρόρρησις. Παρθένος γὰρ ἐγέννησας, καὶ μετὰ τόκον ὡς πρὸς τόκου διέμεινας. Θεὸς γὰρ ἦν ὁ τεχθείς· διὸ καὶ φύσεις ἐκαινοτόμησεν. Ἀλλ΄ ὦ Θεομῆτορ, ἱκεσίαις σῶν δούλων, σῷ τεμένει προσφερομένας σοι μὴ παρίδῃς· ἀλλ` ὡς τὸν εὔσπλαγχνον σαῖς ἀγκάλαις φέρουσα, σοῖς ἱκέταις σπλαγχνίσθητι, καὶ πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

Ἀπολυτίκιον. Ἦχος δ`. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Προελομένη τὰ οὐράνια πόθῳ, Θεοφανὼ τὴν βιοτὴν διεξῆλθες, ἀγγελικῶς ἐν γῇ περιπολεύουσα· ὅθεν κατηξίωσαι οὐρανίων χαρίτων, σὺν Ἀγγέλων τάξεσι, καὶ ἁγίων χορείαις, παρισταμένη τῷ Παμβασιλεῖ, ὂν ἐκδυσώπει, εὑρεῖν ἡμᾶς ἔλεος.

Δόξα. Καὶ νῦν.

Τὸ ἀπ` αἰῶνος ἀπόκρυφονκαὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον∙ διὰ σοῦ Θεοτόκε, τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ, ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως, ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

 

ΟΡΘΡΟΣ

 

Μετὰ τὴν α΄ στιχολογίαν.

Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Ἡ πόλις ἡ λαμπρά, Κωνσταντίνου εὐφραίνου, ὁσίων γυναικῶν τὰς σοροὺς τῶν λειψάνων, πλουτοῦσα πλοῦτον ἄσυλον καὶ θησαύρισμα ἅγιον, καὶ τὴν θήκην δὲ Θεοφανοῦς τῆς ἀνάσσης, ἣν γεραίροντες, δοξολογοῦμεν ἐνθέως Χριστὸν τὸν παντάνακτα.

Θεοτοκίον.

Πανάχραντε Ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τὸν Θεόν, ἐν γαστρὶ συλλαβοῦσα, καὶ γάλακτι θρέψασα, σαρκωθέντα τὸν Κύριον· ὃν ἱκέτευε, πάντας ἡμᾶς οἰκτειρῆσαι, τοὺς τιμῶντάς σε, ὡς Θεοτόκον κυρίως, Πανύμνητε Δέσποινα.

 

Μετὰ τὴν β΄ Στιχολογίαν.

Ἦχος δ`. Κατεπλάγη Ἰωσήφ.

Καταπλήττει πάντα νοῦν, ἡ πολιτεία σου, σεμνή, ὅτι οὖσα βασιλίς, ἐν ἀνακτόροις ὑψηλοῖς, ἀσκητικῶς, μακαρία ἐπολιτεύσω, ἐκκρύψασα ὡς χοῦν, τάς τοῦ ἐχθροῦ μηχανάς, τελέσασα λαμπρῶς τάς τοῦ Θεοῦ ἐντολάς· διὸ πιστῶς τιμῶμέν σε Ὁσία Θεοφανὼ παναοίδιμε, Χριστὸν δυσώπει, ὑπὲρ τῶν πίστει ἐκτελούντων τὴν μνήμην σου.

Θεοτοκίον.

Τῶν Ἀγγέλων χαρμονή, τῶν Ἀσωμάτων καλλονή, σωτηρία τῶν βροτῶν, ἡ φωταυγία τῶν πιστῶν μόνη πέφυκας Θεοτόκε. Ὅθεν σε πιστῶς μακαρίζομεν, τιμῶντές σε, Ἁγνή, ὡς θεόπαιδα· παντὸς κινδύνου ῥῦσαι τοὺς οἰκέτας σου εὐλογημένη Θεόνυμφε, καταξιοῦσα τῆς οὐρανίου καὶ αἰωνίου λαμπρότητος.

 

Μετὰ τὸν Πολυέλεον. Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς Παρθενίας Σου.

Τὸν ὡραιότατον Χριστὸν ἐπόθησας, οὗ χάριν ἅπαντα, φθαρτὰ κατέλιπες, καὶ βασιλείαν τὴν ἐν γῆ, ὡς σκύμβαλα ἐλογίσω· ὅθεν ὁ ὑπέρθεος, ἀγαθὸς πλουσιόδωρος, λίαν σε ἐδόξασε, πανοσία Θεόπνευστε. Διό σε εὐσεβῶς ἀνυμνοῦμεν, Θεοφανὼ ἀειμακάριστε.

Θεοτοκίον.

Τῆς παρθενίας σου, κάλλος τὸ ἄρρητον, καὶ τῆς ἁγνείας σου φῶς τὸ ὑπέρλαμπρον, ὁ πλαστουργός, ὡς προειδώς, πανύμνητε Παναγία, μόνην ᾑρετίσατο, τῆς Αὐτοῦ κατοικήσεως, σὲ τὴν Ἀειπάρθενον καὶ Θεοτόκον ἀνέδειξε. Διό σε προσκυνοῦμεν, Κυρία, αὐτῷ λατρεύοντες, Θεόνυμφε.

 

Οἱ ἀναβαθμοί. Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.

Προκείμενον. Ἦχος β`

Ὑπομένων, ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στιχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Πᾶσα πνοή.

Εὐαγγέλιον. Κατὰ Μᾶρκον.

Τῷ καιρῷ ἐκείνῳ ἠκολούθει τὸν Ἰησοῦ ὄχλος πολύς, καὶ συνέθλιβον Αὐτόν…

 

Ὁ  Ν΄ ψαλμός.

 

Στιχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός..

Ἦχος πλ. α’

Δεῦτε τῶν πιστῶν τὸ σύστημα, δεῦτε εὐσεβῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν πόθῳ, Θεοφανὼ τὴν πανσέβαστον. Αὔτη γὰρ σοφῶς τὰ σκῆπτρα, καὶ εὔκλειαν πρόσκαιρον, ἀντ’ οὐδενὸς ἡγησαμένη, τὰ οὐράνια ἐπόθησε, ἔρωτι σεβασμίῳ τοῦ Βασιλέως Χριστοῦ· καὶ ἐν κόσμῳ βιοῦσα, τοὺς ἐν ἐρήμοις, ὑπερήλασεν, ἀσκητικῶς βιοῦντας, τοῖς ἀκτῖσι τῶν ἐναρέτων αὐτῆς πραξεων· καὶ νῦν ἐν οὐρανῷ, τὸν παντάνακτα ἱκετεύει, ὑπὲρ τῶν ἐκτελούντων, τὴν ἱερὰν αὐτῆς πανήγυριν.

 

Ὁ κανὼν τῆς Θεοτόκου.

 

Ὁ κανὼν τῆς Ἁγίας, οὗ ἡ ἀκροστιχίς: Πόθῳ ἄγει νῦν σοι Ἰωάννης τόδε.

 

ᾨδὴ α΄. Ἦχος α’. Χριστὸς γεννᾶται.

Πιστῶς τιμῶμεν ἐν ἄσμασιν, ὁσία σε πιστῶν ὡς ἀντίληψιν πόθῳ ἐκτελοῦντες ἄριστα τὴν κοίμησίν σου μῆτερ θεοπρεπῶς, κράζοντες· Ἁγία, ταῖς λιταῖς σου πρὸς Θεόν, ἡμᾶς οἰκτείρησον.

 

Ὁ πάντων πλάστης καὶ Κύριος, τὸ κάλλος τῆς ψυχῆς σου θεώμενος, λίαν σε λαμπρῶς ἀνύψωσεν, εἰς δόξαν οὐρανίαν καὶ ἀληθῆ, πάνσεμνε Ὁσία· διὸ πάντες εὐσεβῶς σε μακαρίζομεν.

 

Θελήσει ἔμφρονι πάνσεμνε, κατέπτυσας βασίλεια πρόσκαιρα ὦ Θεοφανὼ θαυμάσιε, προείλου τὰ οὐράνια συνετῶς, ὧν ἀξιωθεῖσα τὸν Χριστόν, ὑπὲρ ἡμῶν εἴης πρεσβεύουσα.

Θεοτοκίον.

Ὡς μόνη ἄγαν ὑπέρφωτος, Θεοῦ ἐκ δεξιῶν μόνη, ὥσπερ ὁ Δαβῒδ προείρηκε, πανύμνητε Παρθένε, ὑπερφυῶς· ὅθεν σε ὑμνοῦμεν, Παναγία ἀγαθή, Θεοχαρίτωτε.

 

ᾨδὴ γ’. Τῷ πρὸ τῶν αἰώνων

Ἄγει σοι, Ὁσία, ὑμνῳδίας ᾠδάς τε καὶ ᾄσματα, πιστῶν χορεία, θεοφρόνως προσκυνοῦσα τὸν Κτίστην, ὡς μόνον Θεὸν παντάνακτα, σὲ ἀνυψώσαντα, γῆθεν πρὸς οὐρανόν, εἰς αΐδιον ἀπόλαυσιν.

 

Ἄγγελοι τιμῶσι, τοὺς σεπτούς σου ἀγῶνας, πανόλβιε, ἐκδυσωποῦντες τὸν Σωτῆρα, ὡς Θεὸν τῶν ἁπάντων, λαμπρῶς σε, Ἁγνή, δοξάσαντα· διὸ τελοῦντες τὴν σὴν ἑορτήν, τὸν Χριστὸν δοξάζομεν.

 

Γένος τῶν ἀνθρώπων, εὐφημεῖ τοὺς ἀγῶνάς σου, πάνσεμνε, ὅτι καθεῖλες τὸν Βελίαρ, ἐν τῷ κόσμῳ τελοῦσα, σεπτὴ πανοσία ἔνδοξε, ὑπὲρ ἡμῶν τὸν Χριστὸν ἐκτενῶς, μῆτερ καθικέτευε.

Θεοτοκίον.

Ἔχεις Παναγία, κυριότητα πάντων ὡς πέλουσα, μήτηρ τοῦ πάντων βασιλέως, , ὂν δυσώπει ἀπαύστως, σῶσαι πάντας τοὺς ὑμνοῦντάς σε καὶ ἀπαλλάξαι φθορᾶς καὶ παθῶν καὶ γεέννης ἅπαντας.

 

Κάθισμα. Ἦχος α’. Χορὸς ἀγγελικός.

Τιμῶμεν τὴν σεπτήν, καὶ ἁγίαν σου μνήμην, σοφὴ Θεοφανώ· προλιποῦσα γὰρ πάντα, τὰ πρόσκαιρα τάχιστα, οὐρανίων τετύχηκας· ὅθεν πρέσβευε ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ, πάντας ῥύσασθαι, τῆς ἐν τῷ ᾍδῃ γεέννης, καὶ πάσης κολάσεως.

Θεοτοκίον.

Πανύμνητε σεμνή, ἡ Θεὸν τετοκυῖα, οἰκτείρησον ἡμᾶς τοὺς πιστῶς σε ὑμνοῦντας, ὡς μόνην Πανάχραντον, βασιλίδα ἀθάνατον, πάντας λύτρωσαι, τῶν ἀδοκήτων κινδύνων, καὶ ἀξίωσον, τῆς οὐρανῶν βασιλείας, Πανάχραντε Δέσποινα.

 

ᾨδὴ δ’. Ῥάβδος ἐκ τῆς ῥίζης.

Ἵνα σε Ἁγνὴ θεοπρεπῶς ὑμνοῦντες μακαρίζομεν Θεοφανώ, ὁσίων καύχημα, ἱκέτευε τὸν Χριστὸν ἐκτενῶς ἀείμνηστε, ῥύσασθαι τοὺς πόθῳ σε τιμῶντας, ἐκ πάσης φθοροποιοῦ τῶν ἀντικειμένων σκαιότητος.

 

Νόες οἱ οὐράνιοι, σεμνή, τιμῶσί σε ἀοίδιμε, Θεοφανώ, ὁσίων καύχημα, ἱκέτευε τὸν Χριστόν, σῶσαι τοὺς τιμῶντάς σε, πάντων δυσχερῶν, καὶ ἐναντίων, δωρούμενον τοῖς πιστοῖς, ἔλεον καὶ χάριν οὐράνιον.

 

Ὕμνους καὶ ᾠδὰς πρὸς τὸν Θεόν, ἀνέπεμπες ἀείμνηστε Θεοφανώ, ἀεὶ δακρύουσα· διὸ εἰς ἄνω μονάς, ἤρθης καὶ σκηνώματα, Θεὸν προσκυνοῦσα ἀεννάως, ὂν ἐκδυσώπει ἀπαύστως σεμνή, ὑπὲρ τῶν πιστῶς εὐφημούντων σε.

Θεοτοκίον.

Ναὸς καὶ ἀνάκτορον Θεοῦ, γέγονας πανύμνητε, Θεὸν τεκοῦσα ἀθάνατον, τὸν πάντα ἁμαρτωλοὺς ἐλεοῦντα χάριτι· ὂν ἀεὶ ὑμνοῦντες ὡς Δεσπότην, σὲ ἱκετεύομεν Ἁγνή, ῥῦσαι τοὺς πιστοὺς τῆς κολάσεως.

 

ᾨδὴ ε’. Θεὸς ὢν εἰρήνης.

Σὲ πάντες τιμῶμεν, ὁσία σεμνή, ὡς Χριστὸν ὁλοψύχως ποθήσασαν, καὶ πάντα καταλείψασαν, τὰ τῇδε νουνεχῶς· ὅθεν τῶν οὐρανίων ἠξιώθης παστάδων, τῷ Θεῷ καὶ κτίστῃ Σου, διὰ παντὸς συνοῦσα, πάντιμε.

 

Ὁ πάντων Δεσπότης, Χριστὸς ὁ Θεός, οὐρανίων θαλάμων ἠξίωσε, τιμήσας σε ἀοίδιμε, ὡς γύναιον σεμνόν· διὸ ἐν τοῖς ὑψίστοις, αὐτῷ παρισταμένη, ὑπὲρ πάντων, πρέσβευε τῶν εὐφημούντων σε Πανύμνητε.

 

Ἱκέτευε μῆτερ, Χριστὸν τὸν Θεόν, οἰκτειρῆσαι ἡμᾶς ὡς φιλανθρωπος· λίαν γὰρ ἁμαρτάνοντες, οἱ ἄθλιοι ἀεί, πτοούμεθα εἰκότως, τὴν ὀργὴν τὴν δικαίαν, ἐξ ἧς πάντα λύτρωσαι, σαῖς ἱκεσίαις, ἀείμνηστε.

Θεοτοκίον.

Ἰδόντες οὖν Κόρη, Μαρία σεμνή, τὸ ὑπέρτατον ὕψος τῆς δόξης σου, ὑμνοῦντες προσκυνοῦμέν σε, βοῶντες ἀγαθή, ἀπείρῳ σου ἐλέει, ῥῦσαι ἡμᾶς κινδύνων, τῆς γεένης, καὶ πάντων τῶν δυσχερῶν ἁπάσης θλίψεως.

 

ᾨδὴ στ’. Σπλάγχνων Ἰωνᾶν.

Ὦ Θεοφανώ, ὁσίων τὸ καύχημα, τιμῶμέν σε πίστει παναοίδιμε, πόθῳ κραζοντες· τοὺς τιμῶντάς σε νόσων ἀπάλλαξον, ταῖς πρεσβείαις σου, ὁσίων ἐγκαλλώπισμα, ἵνα εὐσεβῶς ἐν ᾄσμασι, τὴν σεπτήν σου τελῶμεν πανήγυριν.

 

Ἅπαντες πιστοί, πόθῳ ἑορτάζομεν, τὴν μνήμην σεμνὴ τῆς σῆς κοιμήσεως, εὐφραινόμενοι καὶ ὑμνοῦντες Χριστὸν τὸν ὑπέρθεον· ἱκεσίαις ἐλεῆμον τῆς ὁσίας σου, πάντας τῶν δεινῶν ἀπάλλαξον, καὶ κολάσεως ῥῦσαι, ἀθάνατε.

 

Νῦν ἐν οὐρανοῖς ὑπάρχουσα πάνσεμνε, ὑμνεῖς τὸν Χριστόν, τὸν ὑπεράγαθον, ὦ Θεοφανώ, ὑπὲρ πάντων τῶν πίστει τιμώντων σε, καθικέτευσον ῥυσθῆναι τῆς κολάσεως, ἵνα ἐκτελῶμεν ᾄσμασι, τὴν σεπτὴν ἑορτήν σου, ἀοίδιμε.

Θεοτοκίον.

Νόσων καὶ δεινῶν καὶ πάσης κολάσεως, τὸν κόσμον Ἁγνὴ ῥῦσαι ἐλέει σου, καὶ κυβέρνησον ἐν εἰρήνῃ καλῶς τὴν ζωὴν ἡμῶν, ἵνα πόθῳ σε καὶ πίστει μακαρίζομεν, μόνη μήτηρ ἀειπάρθενε, Παναγία πανάμωμε Δέσποινα.

 

Κοντάκιον. Ἦχος δ`. Ἐπεφάνη σήμερον.

Ἑορτήν σου σήμερον, τὴν λαμπροτάτην, ἐκτελοῦντες κράζομεν, Θεοφανώ, πανευσεβῶς, τοὺς σὲ ὑμνοῦντας διάσωσον, ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου.

Ὁ οἶκος.

Ὁ τῶν ἁπάντων Πλαστουργός, καὶ βασιλεὺς τῶν ὅλων, τὸ τῆς ψυχῆς εἰλικρινές, τῆς σῆς ὦ πανοσία, προγνοὺς πανσόφως, τῶν φθαρτῶν, ὕψωσέ σε, λαμπρύνας σε τῶν ἀρετῶν ἀκτῖσιν, ὥσπερ δέον νῦν ἐν οὐρανοῖς αὐτῷ συμβασιλεύουσαν, ὑμνοῦμέν σε κράζοντες μετὰ πόθου, διάσωσον ἀπὸ παντοίων κινδύνων τοὺς δούλους σου.

 

Συναξάριον.

Τῷ αὐτῷ μηνὶ ΙΣΤ’, μνήμη τῆς Ἁγίας καὶ θαυματουργοῦ Θεοφανοῦς τῆς βασιλίσσης, συζύγου  γενομένης Λέοντος τοῦ σοφωτάτου βασιλέως.

Στίχοι

Ἐγγὺς Βασιλὶς Θεοφανὼ Κυρίου

Ταῖς ἀρεταῖς ἕστηκεν ἐστιβωλμένη.

Σκῆνος γεηρόν, λέπτυνας μακαρία,

Ἀπῆρας ὤκα εἰς μονὰς τῶν Ἁγίων.

Φαίδιμον, ὑψ΄ ἐς ἄνω ἄστυ δράμες, ὦ Θεοφανοῖ.

 

Αὔτη ὑπῆρχε γέννημα καὶ θρέμμα Κωνσταντινουπόλεως, ἐξ αἵματος βασιλικοῦ τὴν γέννησιν ἔχουσα, ἐκ τῶν περιβλέπτων Μαρτινακίων , θυγάτηρ Κωνσταντίνου, τὴν ἀξίαν Ἰλλουστρίου, καὶ μητρὸς Ἄννης, ἐκ τῶν ἀφ ἡλίου ἀνατολῶν ὁρμημένων. Οὗτοι καθ ἑκάστην ἤσχαλον καὶ ἠθύμουν, παῖδας μὴ ἔχοντες, καὶ τὴν Ἁγίαν Θεοτόκον εἰς βοήθειαν ἐπεκαλοῦντο, εἰς τὸν ἐκείνης πανσεβάσμιον ναὸν τὸν ἐν τοῖς Βάσκου διατρίβοντες, καὶ τάς δεήσεις αὐτῶν ἐκεῖσε ἐκχέοντες· καὶ λυθήτω Δέσποινα, λέγοντες, ἡ του κόσμου Κυρία, ἡ ἐκτήκουσα τοὺς δούλους σου ἀπαιδία. Καὶ ἐπὶ πιστῶς ᾔτουν, ἔλαβον παιδίον θῆλυ. Τοῦτο δὲ ἀπογαλακτισθέν, καὶ περὶ ἑξαετίαν ἐλάσαν, γράμματα ἐκπαιδεύεται, καὶ πάσαις καλῶν ἀρετῶν ἰδέαις περιφέρεται. Ταῦτα βλέποντες οἱ γονεῖς, ἔχαιρον καὶ ἐσκίρτων καὶ τῆς εὐπαιδείας οὐκ εἰς μακρὰν ἀπολήψεσθαι τοὺς καρποὺς ᾤοντο. Ἐπεὶ δὲ ὁ χρόνος τῆς ἡλικίας αὐτῆς προέβη, καὶ τοῖς ὁμοίοις, μᾶλλον δὲ τοῖς κρείττοσι προέκοπτε, ζήτησις παρὰ τῶν βασιλέων γέγονε κόρης εὐόπτου καὶ ἐναρέτου. Εἰς ἣν πάντα τὰ κάλλιστα οἱ βασιλεῖς εὑρηκότες, ταύτην συνάπτουσι Λέοντι τῷ υἱῷ αὐτῶν καὶ βασιλεῖ. Καὶ λοιπὸν χαρᾶς καὶ εὐφροσύνης τὰ πάντα ἐπληροῦντο. Οὐ πολὺ τῷ ἐν μέσῳ καὶ ὁ πονηρὸς ζιζάνιον ἔσπειρας τῇ ἀκοῇ Βασιλείου τοῦ βασιλέως, διὰ γλώσσης τοῦ Σανταβαρινοῦ Ἀββᾶ, τὸν υἱὸν καὶ βασιλέα Λέοντα ἐγκατάκλειστον ποιεῖται ἅμα τῇ γυναικὶ χρόνοις τρισί. Τῶν ἐγκαινίων δὲ τοῦ ναοῦ Προφήτου Ἠλιοὺ καταλαβόντων ὁ βασιλεὺς τῷ υἱῷ καταλλάττεται, καὶ μετ` αὐτοῦ τὴν προέλευσιν ποιεῖται. Ἐπεὶ δὲ Αὐτοκράτωρ ἀνηγορεύθη ὁ βασιλεὺς Λέων ὑπὸ τοῦ πατρός, διὰ τὸ νοσήματι αὐτὸν περιπεπτωκέναι, τηνικαύτα ἡ τιμία, βασίλισσα Θεοφανὼ εἰς τὰ βασίλεια περινοστοῦσα, τῆς ψυχικῆς σωτηρίας ἐπεμελεῖτο· τὴν δόξαν τῆς βασιλείας ὡς οὐδὲν ἡγουμένη, καὶ τὰ τερπνὰ τοῦ βίου ὡς ἀράχνην καὶ σκιὰν παραβλέπουσα, οὐκ ἔλειψε νυχτὸς καὶ ἡμέρας ψαλμοῖς καὶ ὕμνοις καὶ εὐχαῖς τὸν Θεὸν θεραπεύουσα, καὶ ἐλεημοσύνας αὐτὸν ἐκμειλίσουσα. Τὰ γὰρ ἄνθη τῆς ἁλουργίδος φοροῦσα, καὶ τὴν ἄλλην εὐπρέπειαν ἔξωθεν περιβεβλημένη, τοῖς ῥάκεσιν ἔνδον τὸ σῶμα κρυπτῶς κατέτρυχε καὶ ἀσκητικὴν ἀγωγὴν αἱρουμένη, τῶν πολυτελῶν τραπεζῶν καταφρόνει, καὶ εὐτελεῖ καὶ αὐτοσχεδίῳ τοῦ ἄρτου καὶ τῶν λαχάνων ὠσανεί τινι πολυτελεῖ πανδαισίᾳ ἐτρέφετο· τὰ δὲ ἐν ταῖς χερσὶν αὐτοῖς παρεμπίπτοντα χρήματά τε καὶ κτήματα τίμια, τοῖς βιωτικοῖς φαντάσμασι, πένησιν ἐδίδου καὶ τῶν πέπλων τὰ πολύτιμα τοῖς δεομένοις παρεῖχε· χήραις καὶ ὀρφανοῖς τὴν αὐτάρκειαν ἐχορήγει, τῶν μοναστῶν τὰ εὐτελῆ καταγώγια χρήμασι καὶ κτήμασι κατεπλούτιζε, τῶν οἰκετῶν καὶ ἀδελφῶν ἐπεμελεῖτο· οὐ κὲκληταί ποτέ τινα ἁπλῷ ὀνόματι, ἀλλὰ πάντων ἐκυρολόγει τάς κλήσεις. Οὐκ ἐφθέγξατο ὅρκον διὰ τῆς γλώττης, οὐ ψευδὲς ῥῆμα διὰ τῶν ταύτης χειλέων προῆλθεν ἡ λοιδορία. Οὐκ ἐπαύσατό ποτε κρυπτῶς πενθεῖν καὶ σκυνθρωπάζειν, καὶ τὴν στρωμνὴν τοῖς δάκρυσι καταβρέχειν· ἡ κλίνη δὲ αὐτῆς χρυσοϋφάντοις τάπησι κατεστρωμένη τοῖς οἰκείοις ὡρᾶτο· ἡνίκα δὲ ἡ νὺξ κατελάμβανεν, ἐκεῖθεν ἀνισταμένη, ψαθίῳ καὶ τριχίνοις ῥάκεσι ἐν τῷ ἐδάφει κειμένοις τὴν ἀνάπαυσιν ἐποιεῖτο, ὥραν ἐξ ὥρας ἀνισταμένη, καὶ τῷ Θεῷ τάς αἰνέσεις ἀναπέμπουσα· διὸ ἐκ τῆς ἄγαν σκληραγωγίας, ἡ σωματικὴ αὐτὴν περιεστοίχησε νόσος. Αὔτη δὲ εἰς ἐγκρατείας ἀφορμὴν τὴν νόσον λαβοῦσα, οὐ διέλιπε τοῖς πεινῶσι διαθρύπτειν τὸν ἄρτον, τὸ δὲ στόμα αὐτῆς, ἐν τῇ μελέτῃ τῶν θείων ὕμνων ἐθισθέν, οὐκ ἐπαύσαυτο τὰ ἱερώτατα λόγια τοῦ Δαβῒδ κατεπάδειν. Οὐ παρεωρᾶτο ἐξ αὐτῆς ἡ ἑπτάκις αἴνεσις τοῦ Κυρίου, οὐδὲ ὕπνωσεν ἀναπαύσεως ὕπνον ἄνευ δακρύων ταῖς τῶν ἀλλοτρίων συμφοραῖς συμπαθοῦσα. Δάκρυσι τὸν Θεὸν ἐκλιπαροῦσα ἦν ὑπὲρ αὐτῶν, καταπονουμένοις χεῖρα βοηθείας ὀρέγουσα, τῶν χειρῶν προϊσταμένη, τῶν ἐν θλίψεσι καὶ ἀθυμίᾳ χειμαζομένων ὑπάρχουσα εὐθυμία καὶ παράκλησις. Πάντα τοιγαροῦν τὸν κόσμον, καὶ τὰ ἐν κόσμῳ διὰ τὸν Χριστὸν ἀπηρνησαμένη, καὶ τὸν χρηστὸν τοῦ Κυρίου ζυγὸν λαβοῦσα, καὶ τὸν Σταυρὸν ἐπ` ὤμων ἀραμένη, τῶν ἐλπιζομένων οὐ διήμαρτεν ἀγαθῶν. Αὔτη αἰσθομένη τὴν ἐκ τοῦ σώματος καὶ τοῦ κόσμου ἐκδημίαν, ἀσπάσασθαι αὐτὴν πάντας προετρέψατο τὸν τελευταῖον ἀσπασμόν, καὶ οὕτως ἐν εἰρήνῃ τὸ πνεῦμα τῷ Θεῷ παρέθετο. Τὸ δὲ ἅγιον αὐτῆς λείψανον μεγάλως τιμηθὲν παρὰ πάντων, κατετέθη ἐν τῷ ναῷ, ὃν ὁ βασιλεὺς Λέων εἰς τιμὴν αὐτῆς ᾠκοδόμησεν ἐν Κωνσταντινουπόλει. Νῦν δὲ ἀκέραιον εἰσέτι σῴζεται ἐν τῷ Πατριαρχικῷ τῆς μεγάλης τοῦ Χριστοῦ ἐκκλησίας ναῷ, ὡς ἰατρεῖον προκείμενον, ἐξ οὗ ἀμισθὶ τάς ἰάσεις ἀρύονται πάντες οἱ μετὰ πίστεως καὶ πόθου προσερχόμενοι.

 

Ταῖς τῆς ὁσίας βασιλίδος πρεσβείαις, Χριστὲ παμβασιλεῦ, ῥυσθείημεν τῶν ἐπικειμένων ἡμῖν δεινῶν καὶ τῆς οὐρανίου βασιλείας ἀξιωθείημεν. Ἀμήν.

 

ᾨδὴ ζ’. Οἱ παῖδες εὐσεβείᾳ

Ἡ μνήμη σου τὴν σήμερον εὐφραίνει, εὐσεβῶν ὁμήγυριν ἀειμακάριστε, τιμῶσαν τοὺς σοὺς ἀγῶνας, ἔνδοξε, καὶ Θεῷ χαρμονικῶς ἀνακραυγάζουσα·  ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 

Σήμερον, Ἁγία, σὲ ὑμνοῦμεν, τιμῶντας σοῦ τοὺς ἀγῶνας ἀεισέβαστε, οὓς ἔτλης νεανικῶς, Ὁσία πάνσεμνε, εὐλογοῦντες τὸν Θεὸν καὶ ἀναμέλποντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 

Τοῦ κόσμου τὴν ματαίαν φαντασίαν, καὶ τρυφὴν βασίλειον, καὶ πᾶσαν εὔκλειαν, κατέλιπες ὡς οὐδέν, πανθαύμαστε, ἀγαπήσασα Χριστόν, πρὸς ὃν ἐκραυγαζες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Δεήσεων σῶν δούλων, Θεοτόκε, εὐμενῶς ἐπάκουσον, τῶν ἀνυμνούντων σε, πάντας τῶν δεινῶν νῦν ἁπαλλάτουσα ἐκβοῶντας μετὰ πόθου· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η’. Θαύματος ὑπερφυοῦς.

Ἔδειξας Θεοφανὼ ἁγιωτάτη, ὅτι ῥᾴδιον πέλει τῷ ὄντι, ἀρετὴν ἐργάσασθαι, καὶ ἐν κόσμῳ ὡς ἀληθῶς, ὥσπερ σὺ ἐτέλεσας λαμπρότατα· διό σε τιμῶντες ἀνακραζομεν` εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

 

Ἔσω τῶν τῆς βασιλείας ἀνακτόρων, βασιλὶς φρουρουμένη Ἁγία, βίον μέντοι ἄριστα τὸν ἐν πόνοις, σὺ θαυμασίως κατορθώσας, ὡς ἄϋλος βιοῦσα, σεμνή· διὸ καὶ πρὸς Κύριον ἀνεκραζες· εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.

 

Θαύματος ὑπερφυοῦς ὑπάρχεις ὄντως, ἡ σεπτὴ πολιτεία σου μῆτερ· κόσμον γὰρ ἐτέλεσας βίον λίαν, ἀγγελικόν, καταισχύνασα Βελίαρ τὸ ὑπέρογκον· διό σε πιστῶς ἀεὶ δοξάζομεν, ἐκτελοῦντες τὴν μνήμην σου ᾄσμασι, καὶ ὑπερυψοῦντες εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ἄνασσα τῶν οὐρανῶν παντός τε κόσμου, σὺ ὑπάρχεις Παρθένε Μαρία· ὑπὲρ νοῦν γὰρ ἔτεκες καὶ ἀληθὴς Θεοτόκος ἐχρημάτισας, Θεόνυμφε·  διὸ εὐσεβῶς σε μακαρίζομεν, τὸν Υἱὸν καὶ Θεόν σου δοξάζοντες, καὶ ὑπερυψοῦντες αὐτὸν εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ’. Τύπον τῆς Ἁγνῆς.

Πόλις ἡ πατρίς σου πάνσεμνε, ἡ βασιλεύουσα αὕτη λίαν σε σέβεται, ἤδη τὴν σορὸν τῶν σῶν λειψάνων θαυμάζουσα, καὶ πιστῶς εὐφημεῖ σε κραυγάζουσα· Θεοφανὼ Ὁσία, λιταῖς σου πάντας διατήρησον.

 

Τύπος ἐναρέτων πράξεων τῇ σῇ πατρίδι γεγονυῖα ἀπέδειξας, ἅπαντα πιστὸν ἰσχύειν ῥάστα ἐργάζεσθαι ἐντολὰς τοῦ Κυρίου, βουλόμενον, καὶ ἐν τῷ κόσμῳ ὄντα, ὥσπερ αὐτὴ ἀειμακάριστε.

 

Πόθῳ σοι βοῶ ἀοίδιμε Θεοφανώ, ὁ νῦν συνθεὶς σοῦ ἐφύμνια, θείαις σου λιταῖς, ἀμπλακημάτων ἀπάλλαξον, καὶ κολάσεως ῥῦσαί με τάχιστα, ἵνα πιστῶς ὑμνῶ σε, εἰς τοὺς αἰῶνας, ἀξιάγαστε.

Θεοτοκίον.

Πάντα οὐρανῶν στρατεύματα, δοξολογεῖ σε ὑπερύμνητε Δέσποινα· σὺ γὰρ ἀγαθή, πάντας κατηύγασας χάριτι, ὡς τεκοῦσα Θεὸν τὸν παντάνακτα· διό σε ἱκετεύω, κἀμὲ οἰκτείρησον ἐλέει σου.

 

Ἑξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Πόλις ἡ βασιλεύουσα ἡ Κωνσταντίνου σκίρτησον, πλουτοῦσα σκῆνος τὸ θεῖον, Θεοφανοῦς τῆς Ἁγίας· αὔτη γὰρ ὥσπερ σκύμβαλα, ἡγήσατο τὰ πρόσκαιρα, ποθοῦσα τὰ οὐράνια, ὧν καὶ τυχοῦσα, πρεσβεύει, ὑπὲρ ἡμῶν τῷ Σωτῆρι.

Θεοτοκίον.

Παντάνασσα Θεόνυμφε, εὐλογημένη Δέσποινα, ἡ μήτηρ τοῦ βασιλέως, τὸ ἄνθος τῆς παρθενίας, Ἀγγέλων ἡ εὐπρέπεια, οὐρανίων ἀγλάϊσμα, τὸ μέγα καταφύγιον, ὑμνοῦμέν σε Παναγία, ὡς σωτηρίαν τοῦ κόσμου.

 

Εἰς τοὺς αἴνους. Ἦχος α’. Τῶν οὐρανίων ταγμάτων.

Τῶν εὐσεβούντων τὰ στίφη, δεῦτε συνδράμετε, ὑμνοῦντες τὸν Σωτῆρα, τὸν Θεὸν τῶν ἁπάντων, δοξάσαντα ἐν κόσμῳ τὴν φαεινήν, θαυμασίαν ἐν ᾄσμασι, Θεοφανὼ τὴν Ἁγίαν ὑπὲρ ἡμῶν, πρὸς τὸν Κύριον πρεσβεύουσαν.

 

Ἡ του Χριστοῦ ἐκκλησία ἡ μεγαλώνυμος, τῶν ὀρθοδόξων μήτηρ, δι΄ αἰώνων πλουτοῦσα, τὸ πάνσεπτόν σου σκῆνος, Θεοφανὼ ἀνακράζει πρὸς Κύριον. Αὐτῆς πρεσβείαις Παντάναξ, ῥῦσαι ἡμᾶς, τῶν παγίδων τοῦ ἀλάστορος.

 

Ὁ τὴν ὁσίαν σου κλίσιν εἰδώς, πανόλβιε, ἣν ἔσχες θεοφρόνως πρὸς Χριστὸν τὸν σωτῆρα, προέτρεψεν εἰκότως τοὺς εὐσεβεῖς, τοῦ συνθεῖναι ἐφύμνια, καὶ ἐκτελεῖν τὴν ἁγίαν σου ἑορτήν, πανοσία εὐφημότατα.

 

Ἐν οὐρανοῖς σὺν Ἀγγέλοις, ὑμνοῦσα, πάνσεμνε, τὸ ἄρρητον καὶ θεῖον, τῆς Ἁγίας Τριάδος, ὑπέρτατον τῷ ὄντι, ὑπὲρ ἡμῶν, ἀδιαλείπτως ἱκέτευε, ὅπως ῥυσθῶμεν κινδύνων καὶ δυσχερῶν, καὶ κολάσεως πανεύφημε.

Δόξα. Ἦχος πλ. α’.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε πιστῶν ἡ ὁμήγυρις, δεῦτε εὐφημήσωμεν ὕμνοις, Θεοφανὼ τὴν θεόφρονα. Αὔτη γὰρ τά τοῦ βίου τερπνά, καὶ ἐπιγείου βασιλείας τὸ κράτος, ἀντ΄ οὐδενὸς πανσόφως ἡγησαμένη, τὰ ἄνω ἐνθέως προείλετο· καὶ νῦν περὶ τὸν θρόνον τοῦ Παντάνακτος σὺν ἀσωμάτοις δοξολογοῦσα, πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη