μ. Γερασίμου μικραγιαναννίτου

Ἀρχοντος Ὑμνογράφου τῆς Μ.Χ.Ε

Ἡ Ἀκολουθία τοῦ ἁγίου Μάρτυρος Σεβαστιανοῦ

 

Ἀργυρούπολη 2006

 

Τῌ ΙΗ΄ ΔΕΚΕΜΒΡΙΟΥ

 

Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ,καὶ τῶν σὺν αὐτῶ.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

    Στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τὸ, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους Ϛ΄ καὶ ψάλλομεν Στιχηρὰ προσόμοια.

Ἧχος α΄ .

Πανεύφημοι Μάρτυρες ὑμᾶς.

Αἱμάτων τιμίων σου βαφαῖς, Μάρτυς κατεσκεύασας, σαυτῷ πορφύραν πολύτιμον˙ ἣν στολισάμενος, κατοικεῖς τὰ ἂνω, ἀληθῶς βασίλεια, Θεῷ παμβασιλεῖ παριστάμενος˙ διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Σεβαστιανός τε καὶ Ζωή, Μᾶρκος Μαρκελλῖνός τε, σὺν Τιβουρτίῳ συνήθλησαν, καθυπομείναντες, τρικυμίας πόνων˙ καὶ νῦν κατεσκήνωσαν, πρὸς ἂπονον καὶ θείαν κατάπαυσιν˙ ἐν ᾗ πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Ἀήττητοι Μάρτυρες τῇ γῇ, τὰ τῆς γῆς ἐάσαντες, πρὸς οὐρανοὺς ἀνεδράμετε, ὑμῶν τοῖς στίγμασι, καθωραϊσμένοι, καὶ σεπτοῖς παθήμασι, λαμπρῶς πεποικιλμένοι μακάριοι˙ διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Ἓτερα προσόμοια.

Ἧχος δ΄ . Ὡς γενναῖον ἐν μάρτυσιν.

Τὴν τοῦ βίου σου εὒκλειαν, λαμπροτέραν ἐτέλεσας, μαρτυρίου σκάμμασιν ἀξιάγαστε˙ τοῦ γὰρ Σωτῆρος τὸ ὄνομα, λαμπρῶς ὡμολόγησας, παριδὼν τῶν γεηρῶν, θεολήπτῳ φρονήματι, τὸ χαμαίζηλον, καὶ νομίμως ἀθλήσας ἐδοξάσθης, Σεβαστιανὲ τρισμάκαρ, ἐπουρανίοις χαρίσμασι.

 

Τῇ σοφίᾳ τῶν λόγων σου, καὶ ἀγάπῃ τῇ κρείττονι, καὶ οἰκείῳ ἔνδοξε ὑποδείγματι, ὑπὲρ Χριστοῦ παρεθάῤῥυνας, ἀθλῆσαι στεῤῥότατα, μάρτυς Σεβαστιανέ, ἀθλητῶν θεῖον ὃμιλον, οὕς προέπεμψας, τῷ Σωτῆρι λαμπρῶς ἠγωνισμένους, καὶ τελέσας τὸν ἁγῶνα, τῆς ἂνω δόξης μετέσχηκας.

 

Τῶν βελῶν τοῖς τοξεύμασι, τὸν ἐχθρὸν κατετόξευσας, καὶ καιρίως ἔτρωσας τῇ ἐνστάσει σου, καὶ ῥαβδισμῶν τῇ δεινότητι, σφοδρῶς ἀπεῤῥάπισας, δυσσεβείας τὴν ὀφρύν, λαμπρυνθεὶς θείῳ Πνεύματι, ὡς περίδοξος, καὶ ἀήττητος μάρτυς τοῦ Σωτῆρος, Σεβαστιανὲ θεόφρον, τῶν ἀθλητῶν ἐγκαλλώπισμα.

Δόξα. Ἦχος πλ. β΄.

Ἀθλητικῆς χορείας κορυφαῖος, ἀληθῶς ἀνεδείχθης, ὡς ἐν ἂστροις ἥλιος, Σεβαστιανὲ πανθαύμαστε˙ βίῳ γὰρ καὶ λόγῳ κοσμούμενος, τὸ ὑπὲρ Χριστοῦ θανεῖν, προθύμως προείλου, ὡς ἐν πᾶσιν ἀγχίνους˙ ἐν ᾧ σοφῶς ἐπαίδευσας, τῶν συνόντων σοι τὸ φρόνημα, ὑπερφρονεῖν τῆς σαρκός, διὰ τὴν πάντων ζωήν˙ καὶ μαρτυρικὸν ἀνύσας ἁγῶνα, ἐπαξίως τετύχηκας, τῶν βραβείων τῆς ἂνω δόξης. Ἀλλ᾿ ὦ μαρτύρων ἀγλάϊσμα, σὺν τοῖς συνάθλοις σου, πρέσβευε, ὑπὲρ τῶν πίστει τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.

Σπήλαιον εὐπρεπίζου˙ ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν˙ καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός˙ ὃν περ καὶ κύψασα δουλικῶς, ἡ μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς˙ πῶς ἐνεσπάρης μοι; ἤ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός;

 

    Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ ἀναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα

(Κεφ. Μγ΄ 9 ).

Τάδε λέγει Κύριος˙ πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἂρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν, γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσετέ μοι, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ μάρτυς λέγει Κύριος ὁ Θεός, ἔτι ἀπ᾿ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. γ΄ 1 ).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα˙ οἱ δέ εἰσιν ἐν εἰρήνῃ˙ καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται˙ ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ˙ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(Κεφ. ε΄ 16 -Ϛ΄ 3).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου˙ ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας˙ πορεύσονται εὒστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται˙ καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς˙ καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε˙ μάθετε δικασταὶ περάτων γῆς˙ ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν˙ ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Κυρίου.

 

    Εἰς τὴν Λιτήν, ψάλλομεν Στιχηρὰ ἰδιόμελα.

Ἦχος α΄.

Τῆς ἀληθείας τῷ λόγῳ, ἰθύνων τὸν βίον, μαρτυρικῶς ἠνδραγάθησας Σεβαστιανὲ μακάριε˙ οὐ γὰρ δόξης μέγεθος, οὒτε συγκλήτου ἀξίωμα, καὶ ἀπειλαὶ καὶ θλίψεις, τῆς τοῦ Χριστοῦ ἀγάπης, οὐδόλως χωρίσαι σε ἴσχυσαν˙ ἀλλὰ πάντων περιγενόμενος, ὡς εὐσεβείας διδάσκαλος, τύπος καὶ παράδειγμα, πρὸς ἀθλητικοὺς ἁγῶνας ὤφθης. Ἀλλ᾿ ὡς ἔχων παῤῥησίαν πρὸς Χριστόν, πρέσβευε, δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β΄.

Τοῦ μαρτυρίου ὑπελθὼν τοὺς ἀγῶνας, στρατηγὸς ὤφθης ἀήττητος, καὶ ὁδηγὸς θεόσοφος μαρτυρικοῦ συνασπισμοῦ, Σεβαστιανὲ ἀεισέβαστε˙ διὸ τοῖς συναθλοῦσί σοι ἐβόας, θεολήπτῳ φωνῇ˙ στῶμεν ἀνδρείως, ἀδελφοί, πρὸς τὸν προκείμενον ἀγῶνα˙ ὅτι Χριστὸς ὁ Κύριος ἡμᾶς ἀπεκδέχεται ἐν τῇ ἀϊδίῳ ζωῇ˙ μεθ᾿ ὦν ποικίλοις ἂθλοις τὸν ἐχθρὸν θριαμβεύσας, σὺν αὐτοῖς ἠξίωσαι τῶν μακαρίων ἐλπίδων τὸ πέρας ἀπολαβεῖν ἐν χαρᾷ˙ μεθ᾿ ὦν καὶ νῦν ἱκέτευε ὑπὲρ ἡμῶν πανεύφημε.

Ἦχος γ΄.

Τὴν πανοπλίαν τῆς πίστεως ἐνδεδυμένος μυστικῶς, ὡς βέλη νηπίων λελόγισαι τὰς τῶν βελέμνων τρώσεις, Σεβαστιανὲ ἔνδοξε˙ ὡς γὰρ ἂλλου πάσχοντος ἐκαρτέρεις τοξευόμενος, ἀπεριτρέπτῳ καρδίᾳ καὶ ἀνδρείῳ φρονήματι˙ τῇ γὰρ θείᾳ ἑνώσει ἔξω κόσμου καὶ σαρκὸς ἐγένου μακάριε˙ καὶ ἰδίῳ αἵματι δοξάσας Χριστὸν κατ᾿ ἀξίαν ἐδέξω τὰς ἐπικαρπίας τῶν πόνων σου˙ διὸ τὴν ἁγίαν σου μνήμην ἑορτάζωμεν.

Ἦχος δ΄.

Τῆς εὐσεβείας τὸ φῶς ὡς λύχνον τοῖς ποσὶν ἔχων κατὰ Δαβίδ, ἀπροσκόπτως διέβης τοῦ μαρτυρίου τὴν τρίβον, πρὸς τὸν σκοπὸν ἀφορῶν τῆς ἂνω κλήσεως˙ καὶ ἁγίων μαρτύρων ἀλείπτης καὶ ὁδηγὸς γενόμενος, σὺν αὐτοῖς τῷ ξύλῳ τῆς ζωῆς ἀπεκατέστης, Σεβαστιανέ, θεόσοφε˙ διὸ σὺν αὐτοῖς τιμῶντές σε βοῶμεν˙ τῷ ἀθλοθέτῃ Σωτῆρι ὁμοῦ πρεσβεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δόξα. Ὁ αὐτός.

Ἀθλητικῇ εὐψυχίᾳ καὶ ὑποθήκαις τῆς χάριτος, πρὸς τὴν τελειοτάτην Χριστοῦ ἀγάπην τῶν συμμαρτύρων τὰς ψυχὰς ἐπτέρωσας, Σεβαστιανὲ μακάριε˙ ἐκ γὰρ τοῦ πλούτου τῆς καρδίας σου, ἀγαθὰς χορηγίας τοῖς ποθοῦσι μετέδωκας˙ καὶ ῥοπάλοις καὶ τοξεύμασι καρτερικῶς διαθλήσας, μεγαλοπρεπῶς ἐδέξω τὸ τῆς νίκης διάδημα, παρὰ Χριστοῦ τοῦ Θεοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

    Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.

Ἦχος δ΄. Ὁ ἐξ ὑψίστου κληθείς.

Ὁ εὐσεβείας τῷ φέγγει διαλάμψας, ὃτε πρὸς τὸ στάδιον τὸ τῆς ἀθλήσεως, περιφανῶς προσεχώρησας, γνώμῃ ἀνδρείᾳ, ὡς πεπλησμένος θείας φρονήσεως, τότε περιφάνειαν πᾶσαν ἐπίγειον, καὶ πᾶν γεῶδες ἀξίωμα ἀπεβδελύξω, καὶ τοῦ Σωτῆρος τὸ μέγα ὄνομα ὁμολογήσας κατεπάλαισας, τοῦ ἐχθροῦ τὴν μανίαν τοῖς πόνοις σου, ὡς ὁπλίτης γενναῖος, Σεβαστιανὲ τοῦ Κτίσαντος.

 

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 

Ὁ τῶν ἁγίων Μαρτύρων τὴν χορείαν, ἀρθροίσας ἐν Πνεύματι λόγῳ τῆς πίστεως, καὶ εὐσεβείας διδάγμασι καὶ θείοις ἔργοις, καὶ πολιτείας σεμνῆς τῇ χάριτι, τούτων ἐνθεώτατος ὤφθης διδάσκαλος καὶ ὁδηγὸς πρὸς τὴν ἂθλησιν, δι᾿ ἧς καθεῖλον, τοῦ ἀρχεκάκου τὰ μηχανήματα, μεθ᾿ ὦν τῆς ἂνω ὑπὲρ ἔννοιαν ἀπολαύων τρυφῆς καθικέτευε, Σεβαστιανὲ παμμάκαρ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Ὁ τῇ ἀγάπῃ τῇ θείᾳ τετρωμένος, ὃτε ὥσπερ ἂσαρκος ἐδέχου Ἅγιε, ἐν τῷ ἁγίῳ σου σώματι, κρίσει ἀδίκῳ, τὰ τῶν βελέμνων πικρὰ τοξεύματα, τότε τῆς ἀνδρείας σου καὶ καρτερότητος κατετραυμάτισας βέλεσιν, ἐχθρῶν καρδίας, ὡς στρατιώτης Χριστοῦ ἀήττητος, καὶ νικηφόρος ἀνελήλυθας, ἔνθα νέφος Μαρτύρων ἀγάλλεται, Σεβαστιανὲ θεόφρον, πρεσβευτὰ τῶν εὐφημούντων σε.

Δόξα. Ἦχος πλ. β΄.

Ἐν τῇ ἀγάπῃ τοῦ Χριστοῦ, κραταιούμενος Ἅγιε, παρεμβολὰς ἀλλοτρίων, κατὰ Παῦλον τὸν θεῖον, τῇ σῇ ἀθλήσει ἔκλινας˙ καὶ μαρτυρικῆς παρεμβολῆς, ταξίαρχος ὀφθείς, θεοπρεπῶς διήνυσας, τὸ τῆς ἀθλήσεως στάδιον. Καὶ νῦν, Σεβαστιανὲ πολύαθλε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.

Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν˙ φῶς γὰρ τὸ ἂδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει˙ Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν Παντουργέτην.

 

Ἀπολυτίκια.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὴν δόξαν τὴν πρόσκαιρον, καταλιπὼν νουνεχῶς, ἀθλήσει ἐδόξασας τὸν ἀθλοθέτην Χριστόν, Σεβαστιανὲ ἔνδοξε˙ ὃθεν τῆς οὐρανίου, εὐφροσύνης μετέχων, πρέσβευε Ἀθλοφόρε πάσης ῥύεσθαι βλάβης, τοὺς πόθῳ προσιόντας τῇ θείᾳ πρεσβείᾳ σου.

Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

Συγκλήτου σφαλλομένης παριδὼν τὰ συνέδρια, Σεβαστιανὲ πανολβίαν συναγείρεις συνέλευσιν, Μαρτύρων ἀληθῶς πανευκλεῶν, σὺν σοὶ καταβαλόντων τὸν ἐχθρόν˙ μεθ᾿ ὧν θείας συναυλίας ἀξιωθείς, φαιδρύνεις τοὺς βοῶντάς σοι˙ Δόξα τῷ δεδοκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἱάματα.

Θεοτοκίον. Ὁ αὐτός.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὃλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὴν α΄ στιχολογίαν.

Κάθισμα. Ἧχος α΄ . Τὸν τάφον σου Σωτήρ.

Ὡς ἥλιος λαμπρός, ἀνατέλλεις τῷ κόσμῳ, ὦ Σεβαστιανέ, ἀθλητὰ γενναιόφρον, ὡς ἂστρα συνανίσχοντα τοὺς κλεινοὺς ἔχων Μάρτυρας, οὕς ἐπήλειψας πρὸς μαρτυρίου ἀγῶνας, μεθ᾿ ὦν πρέσβευε, τῷ φιλανθρώπῳ Δεσπότῃ, ὑπὲρ τῶν τιμώντων σε.

Προεόρτιον, ὃμοιον.

Ἣν πάλαι προφητῶν, προεκήρυξαν στίφη, προέρχεται τεκεῖν, Βηθλεὲμ ἐν σπηλαίῳ, ἡ μόνη Ἀειπάρθενος, τὸν Ὑπέρθεον Κύριον, σάρκα ἔμψυχον, ἐκ ταύτης ἤδη λαβόντα˙ οὗ τὴν γέννησιν, προεορτάσωμεν πάντες, ψυχῆς καθαρότητι.

 

    Μετὰ τὴν β΄ στιχολογίαν.

Κάθισμα. Ἧχος δ΄ . Ταχὺ προκατάλαβε.

Σοφίᾳ κοσμούμενος, καὶ πολιτείᾳ σεμνῇ, νομίμως ἐνήθλησας, ὑπὲρ τῆς δόξης Χριστοῦ, Σεβαστιανὲ ἔνδοξε˙ βέλεσι γὰρ ἐτρώθης, καὶ τυφθεὶς τοῖς ῥοπάλοις, ἤνυσας ἀνενδότως τὸ μακάριον σκάμμα˙ διὸ παρὰ Κυρίου, ἀξίως δεδόξασαι.

Προεόρτιον, ὃμοιον.

Τεχθῆναι προέρχεται, σωματικῶς δι᾿ ἡμᾶς, ἐκ κόρης θεόπαιδος, ὁ τῶν ἁπάντων Θεός, δι᾿ ἂφατον ἔλεος. Ὅθεν προεορτίους, τούτῳ ᾄσωμεν αἴνους, δόξα σοι ἐκβοῶντες, τῷ Σωτῆρι τῶν ὃλων, τῷ ἥκοντι ἐν τῷ κόσμῳ, σῶσαι τὸν ἂνθρωπον.

 

    Μετὰ τὸν Πολυέλεον.

Κάθισμα. Ἧχος πλ. α΄ . Τὸν συνάναρχον Λόγον.

Τετρωμένος ἀγάπῃ τῇ θείᾳ ἔνδοξε, ἀπηνῶς κατετρώθης ὃλῳ τῷ σώματι, ἐκκεντήμασι βελῶν ὡς ἂλλου πάσχοντος, καὶ ῥαβδισμῶν καρτερικῶς, ὑπομείνας τὴν φοράν, μετέστης πρὸς δόξαν θείαν, Σεβαστιανὲ τρισμάκαρ, ὡς ἀθλοφόρος ἐνθεώτατος.

Προεόρτιον, ὃμοιον.

Σαρκωθεὶς ἐξ ἀχράντων Ἁγνὴ αἱμάτων σου, ἐν σπηλαίῳ τεχθῆναι ἤδη προέρχεται, ἐκ νηδύος σου Ἁγνὴ ὁ Ὑπερούσιος, ἀναπλάττων τὸν Ἀδάμ, τὸν πεσόντα χαλεπῶς˙ διό σε πιστῶς ὑμνοῦμεν, Θεογεννήτρια κόρη, ὡς σωτηρίας ἡμῶν πρόξενον.

 

Οἱ Ἀναβαθμοί, τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.

 

Προκείμενον. Ἦχος δ΄.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Ὁ Ν΄.

Δόξα. Ταῖς τοῦ ἀθλοφόρου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Τῶν ἀρετῶν τὴν εὒκλειαν, τῇ δι᾿ αἵματος ἀθλήσει ἐσφράγισας, Σεβαστιανὲ θεόσοφε˙ σοφῶς γὰρ διεξάγων τὰ σά, προσφόρως ἐκφαίνεις τὴν χάριν, τῇ καλῇ ὁμολογίᾳ σου˙ διὸ λαμπρῶς δοξασθείς, ἀδιαλείπτως ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

 

    Ὁ κανὼν τῆς Θεοτόκου μετὰ τῶν εἱρμῶν, εἰς Ϛ΄ καὶ τῶν Μαρτύρων, εἰς η΄.

Κανὼν τῆς Θεοτόκου.

ᾨδὴ α΄ . Ἦχος α΄ . Ὁ Εἱρμός.

ᾨδὴν ἐπινίκιον, ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι τὸν Ἰσραήλ˙ ὅτι δεδόξασται.

 

Σοφίας τὴν ἂβυσσον, ἡ τετοκυῖα, σταγόνα σοφίας μοι, Πηγὴ χαριτόβρυτε, σεμνὴ κατάπεμψον, ὑμνολογῆσαι τῶν χαρίτων σου τὸ πέλαγος.

 

Ὑμνῶ σε Πανύμνητε, ἣν ἀνυμνοῦσιν, Ἀγγέλων τὰ τάγματα, ὡς Θεὸν κυήσασαν, τὸν ὑπερύμνητον˙ ὃν πᾶσα κτίσις ἀνυμνεῖ˙ ὅτι δεδόξασται.

Κανὼν τοῦ Μάρτυρος, οὗ ἡ ἀκροστιχίς˙

Θεῖον σέβας σοι Μάρτυς ἐμφρόνως νέμω. Ἰωσήφ.

ᾨδὴ α΄ . Ἦχος α΄ .

Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχύϊ δεδόξασται˙ αὕτη γὰρ Ἀθάνατε, ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα.

 

Θείαις φαιδρυνόμενος αὐγαῖς, τῆς σεβασμίας Τριάδος Ἀοίδιμε, πίστει τοὺς τιμῶντάς σου, τὴν φωταυγῆ καὶ ἱερὰν πανήγυριν, σοῦ ταῖς ἱκεσίαις, φωτὸς μετόχους ἀνάδειξον.

 

Ἔχων λογισμὸν φωτοειδῆ, καὶ δεκτικὸν καθαρῶν ἐπιλάμψεων, μόνον ἐπεπόθησας, τὸ ὄντως Ὄν, ὡς νουνεχὴς καὶ φρόνιμος, Μάρτυς ἀθλοφόρε, καὶ τούτου πίστει τετύχηκας.

 

Ἱδρῶσιν ἐνθέοις ἀληθῶς, τὰ τῆς σαρκὸς ἀμαυρώσας φρονήματα, αἵμασιν ἀθλήσεως, τοὺς θολεροὺς χειμάῤῥους ἀπεξήρανας, τῆς πολυθεΐας, θεόφρον Μάρτυς πολύαθλε.

 

Ὅμιλον προσῆξας Ἀθλητῶν, διδασκαλίαις σου θείαις τῷ Κτίσαντι, πᾶσαν τὴν διάνοιαν, τῶν διωκτῶν καταβαλὼν τῇ χάριτι, Πνεύματος Ἁγίου, μεθ᾿ ὦν πρεσβεύεις σωθῆναι ἡμᾶς.

Θεοτοκίον.

Νέον ἀπεκύησας Υἱόν, τὸν πρὸ αἰώνων Πατρὶ συννοούμενον, φύσεως καινίσασα, νόμους ἁγνή, Παρθενομῆτορ ἂχραντε, ἐν τῇ ὑπὲρ φύσιν, σεπτῇ καὶ θείᾳ γεννήσει σου.

Καταβασία.

Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς ὑψώθητε. ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί˙ ὅτι δεδόξασται.

 

Τῆς Θεοτόκου. ᾨδὴ γ ΄ . Ὁ Εἱρμός.

Στερεωθήτω ἡ καρδία μου, εἰς τὸ θέλημά σου Χριστὲ ὁ Θεός, ὁ ἐφ᾿ ὑδάτων οὐρανὸν, στερεώσας τὸν δεύτερον, καὶ ἑδράσας ἐν τοῖς ὕδασι, τὴν γῆν παντοδύναμε.

 

Ο οὐρανὸς ὁ καθαρώτατος, τὸ τοῦ Βασιλέως ἀνάκτορον, ὁ χαριτόπνους ἀληθῶς, καὶ εὐώδης Παράδεισος, ἡ ἐλπὶς Χριστιανῶν, ἡ Θεοτόκος ὑμνείσθω μοι.

 

Λόγῳ τὸν Λόγον ἀπεκύησας, τὸν τῷ λόγῳ πᾶσαν ὕπαρξιν, παραγαγόντα λογικήν, φύσιν ἅμα καὶ ἄλογον, ἀλογίας ἐκλυτρούμενον, βροτοὺς Παντευλόγητε.      

Τοῦ Μάρτυρος.

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι Ἅγιος, ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι.

 

Στρατὸν ἐπαγόμενος σεπτόν, τῆς θείας ὃπλοις πίστεως, ὠχυρωμένον Μάρτυς ἀήττητε, τὰς παρατάξεις τοῦ πολεμήτορος, καὶ τὰ πανουργεύματα τῶν Τυράννων ἅπαντα, καταβάλλεις τῷ σθένει τοῦ Πνεύματος.

 

Ἐρείσας ἐν πέτρᾳ νοητῇ, τὰς βάσεις τῆς καρδίας σου, εὐσεβοφρόνως Μάρτυς πολύαθλε, οὐ παρετράπης τοῖς μηχανήμασι, τοῦ δολίου δράκοντος, ἀλλὰ πᾶσιν ἔρεισμα, εὐσεβείας ἐν Πνεύματι γέγονας.

 

Βελῶν ἐκκεντήσεις χαλεπάς, ὑπέφερες δεσμούμενος, καὶ ἐπὶ ξύλου Μάρτυς τεινόμενος˙ Θεοῦ δὲ θείᾳ δυνάμει ἔνδοξε, ἀσινὴς ὁλόκληρος, αὗθις ἀπεδείκνυσο, καταισχύνων ἐχθροῦ μηχανήματα.

Θεοτοκίον.

Ἁγίασμα ὤφθης νοητόν, τοῦ πάντας ἁγιάζοντος, καὶ καθαρὸν Πανάμωμε σκήνωμα˙ ἐκ σοῦ γὰρ ὤφθη Θεὸς σαρκούμενος, καὶ διπλοῦς ταῖς φύσεσι, κόσμῳ γνωριζόμενος, ἐν μιᾷ ὑποστάσει Θεόνυμφε.

Καταβασία.

Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀῤῥεύστως Υἱῷ, καὶ ἐπ᾿ ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν˙ ὁ ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.

 

Κάθισμα Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Τῷ βίῳ τῷ φαιδρῷ, συναστράπτοντα ἔχων, τὸν λόγον ἱερῶς, ἐφειλκύσω ἀγέλας, πιστῶν πρὸς εὐσέβειαν˙ μεθ᾿ ὦν χαίρων ἐνήθλησας, πᾶσαν κάκωσιν, ὑπενεγκὼν τῶν Τυράννων˙ ὃθεν σήμερον τὴν παναγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.

Δόξα, Καὶ νῦν. Θεοτοκίον.

Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς βάθος, δεινῆς ἀπογνώσεως, καὶ πταισμάτων καὶ θλίψεων˙ σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σώζεις τοὺς δούλους σου.

Ἤ Σταυροθεοτοκίον.

Ὢ θαύματος φρικτοῦ! ὤ καινοῦ μυστηρίου! ἐβόα ἡ ἁγνή, καὶ πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἔβλεψε, τανυσθέντα σε Κύριε˙ πῶς ἀδέκαστε, Κριτὰ ἁπάντων καὶ Λόγε, ὡς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακέκρισαι;

 

Τῆς Θεοτόκου. ᾨδὴ δ ΄ . Ὁ Εἱρμός.

Ἐν πνεύματι προβλέπων, προφῆτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν, ἐκήρυττες βοῶν˙ ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήσῃ. Δόξα τῇ δυνάμει σου Κύριε.

 

Θανάτου μὲν αἰτία, ἡ Εὒα τοῖς βροτοῖς, συμβουλίᾳ ὄφεως, γεγένηται Ἁγνή˙ σὺ δὲ Παρθένε τεκοῦσα λόγῳ τὸν Λόγον, ἀθανασίας καὶ ζωῆς πρόξενος ὤφθης˙ ὃθεν ἐπαξίως ὑμνοῦμέν σε.

 

Ἐν πνεύματι Προφῆται, προεῖδον σε Ἁγνή, Ὄρος Πύλην Τράπεζαν, ἁγίαν Κιβωτόν, Λυχνίαν, Θρόνον ζωῆς, Στάμνον καὶ Κλίνην, Θεοῦ Μητέρα, ἐν συμβόλοις σε δηλοῦντες, ὧν ἡμεῖς ὁρῶμεν τὴν ἔκβασιν.

Τοῦ Μάρτυρος.

Ὄρος σε τῇ χάριτι, τῇ θείᾳ κατάσκιον, προβλεπτικοῖς ὁ Ἀββακούμ, κατανοήσας ὀφθαλμοῖς, ἐκ σοῦ ἐξελεύσεσθαι, τοῦ Ἰσραὴλ προανεφώνει τὸν Ἅγιον, εἰς σωτηρίαν ἡμῶν καὶ ἀνάπλασιν.

 

Σθένοις σοι Τιβούρτιε, δωρεῖται ὁ Κύριος, δι᾿ ἀσθενείας τῆς σαρκός, καταπαλαῖσαι τὸν ἐχθρόν˙ πυρὶ γὰρ φλογίζοντι, νεανικῶς, ἐπέβης Μάρτυς στεῤῥότατα, καὶ τὴν οὐράνιον δρόσον ἀντέλαβες.

 

Συνήφθης, τοῖς ἂνω, λειτουργοῖς ὦ Τιβούρτιε, ὡς λειτουργήσας τῷ Χριστῷ, καὶ ἀνενέγκας καθαράς, θυσίας ἐν πνεύματι, ἱερουργὲ, Μαρτύρων κλέος καὶ καύχημα, χαρμονικῶς διὰ τοῦτο τιμῶμέν σε.

 

Ὄρθιος κρεμάμενος, καὶ πλήκτροις ξεόμενος, καὶ ταῖς σφοδραῖς τῶν αἰκισμῶν, περικυκλούμενος φοραῖς, καὶ βόθρῳ χωννύμενος, καὶ ἐν αὐτῷ τὸ θεῖον τέλος δεχόμενος, ὁ γενναιόφρων ἠγάλλετο Κάστουλος.

 

Ἰάσεις ἐν Πνεύματι Ἁγίῳ μακάριε, ἐπιτελῶν πρὸς φωτισμόν, τῶν καθορώντων εὐσεβῶς, λαοῖς τὸ σωτήριον, θεοπρεπῶς Σεβαστιανὲ κατήγγειλας, μαρτυρικῶς δὲ τὸν δρόμον ἐτέλεσας.

Θεοτοκίον.

Μόνην σε πασῶν, ἐκ γενεῶν ἐξελέξατο, ὁ ὑπερούσιος Θεός, καὶ οὐσιώθη καθ᾿ ἡμᾶς γενόμενος ἂνθρωπος, ὁ πλαστουργός, τῆς ἀνθρωπίνης ὑπάρξεως, Θεογεννῆτορ πανάμωμε Δέσποινα.

Καταβασία.

Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἂνθος ἐξ αὐτῆς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας˙ ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἂϋλος καὶ Θεός. Δόξα τῇ δυνάμει σου Κύριε.

 

Τῆς Θεοτόκου. ᾨδὴ ε΄ . Ὁ Εἱρμός.

Τὸ φαεινὸν ἡμῖν ἐξανάτειλον, φῶς τὸ ἀπρόσιτον, τοῖς ὀρθρίζουσιν ἐπὶ τὰ κρίματα, τῶν ἐντολῶν σου, Δέσποτα φιλάνθρωπε, Χριστὲ ὁ Θεὸς ἡμῶν.

 

Ὡς Κιβωτὸς Σεμνὴ ἁγιάσματος, καὶ ὡς πυρίμορφος θρόνος ἅγιος, καὶ ὡς Παλάτιον ἡγιασμένον, Δέσποινα ἐχώρησας, Θεὸν Παντοκράτορα.

 

Μήτηρ ἀπειράνδρως ἐν παρθένοις σύ, αὗθις Παρθένος δέ, ἐν μητράσι μόνη Πάναγνε ἀῤῥήτως ὤφθης˙ Θεὸν γὰρ ἐγέννησας, τὸν φύσεις ἀμείβοντα.

Τοῦ Μάρτυρος.

Ὁ φωτίσας, τῇ ἐλλάμψει τῆς σῆς παρουσίας Χριστέ, καὶ φαιδρύνας τῷ Σταυρῷ σου τοῦ κόσμου τὰ πέρατα, τὰς καρδίας φώτισον φωτί, τῆς σῆς θεογνωσίας, τῶν ὀρθοδόξως ὑμνούντων σε.

 

Αἱ τρίβοι σου καὶ πορεῖαι πρὸς μόνον φερόμεναι, τὸν Κύριον, ἀνοδίας ἐχθρῶν ὑπεξέκλιναν, καὶ πολλοῖς γεγόνασιν, ὁδὸς εὐθεῖα καὶ πραεῖα, Μάρτυς Χριστοῦ πανσεβάσμιε.

 

Ῥητορεύει, Μαρκελλῖνος καὶ Μᾶρκος σοφώτατα, πρὸ βημάτων, τοῦ Χριστοῦ τὴν σωτήριον ἔλευσιν˙ προσδεθέντες ἂμφω δε, κέντροις τοὺς πόδας καθηλοῦνται, μαρτυρικῶς κλεϊζόμενοι.

 

Τὸ πάθημα, τοῦ τὰ πάθη ἡμῶν θανατώσαντος, Μαρκελλῖνος, καὶ ὁ Μᾶρκος στεῤῥῶς εἰκονίζοντες, λόγχῃ σφαγιάζονται, καὶ στεφηφόροι ταῖς χορείαις, τῶν ἀθλοφόρων συνάπτονται.

Θεοτοκίον.

Ὑπέρφωτε, τοῦ Ἡλίου Νεφέλη πανάμωμε, ἀπέλασον, τῆς ψυχῆς μου τὰ νέφη πρεσβείαις σου, καὶ τὸν νοῦν μου φώτισον, τῇ ἀμελείᾳ σκοτισθέντα, ὅπως ὑμνῶ σε Πανύμνητε.

Καταβασία.

Θεὸς ὤν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν˙ ὃθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε.

 

Τῆς Θεοτόκου. ᾨδὴ Ϛ ΄ . Ὁ Εἱρμός.

Τὸν Προφήτην Ἰωνᾶν, ἐκμιμούμενος βοῶ˙ τὴν ζωήν μου ἀγαθέ, ἐλευθέρωσον φθορᾶς, καὶ σῶσόν με, Σωτὴρ τοῦ κόσμου, κράζοντα˙ Δόξα σοι.

 

Προστασία τῶν πιστῶν, ἀθυμούντων χαρμονή, εὐφροσύνης καὶ χαρᾶς, ἔμπλησον πνευματικῆς, τοὺς δούλους σου, τοὺς πεποιθότας τῇ προστασίᾳ σου.

 

Οὐρανὸς ὁ λογικός, ὁ Ναὸς ὁ καθαρός, ἡ ἁγία Κιβωτός, ὁ τερπνότατος Θεοῦ, Παράδεισος, ἐν ᾧ τὸ ξύλον τῆς ζωῆς ὑμνείσθω μοι.

Τοῦ Μάρτυρος.

Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἂβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος˙ ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς˙ σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν˙ σὺ γὰρ ἰσχὺς τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.

 

Στεῤῥότητι νοὸς σεβασμιώτατε, ἐδείχθης ἀταπείνωτος, ἐν τῷ τύπτεσθαι ταῖς ράβδοις ἀφειδῶς, καὶ κατακεντᾶσθαι πολλοῖς τοῖς βέλεσιν˙ ὃθεν πρὸς φῶς, μετέβης χαίρων Μάρτυς ἀνέσπερον.

 

Ἐνεύρου σε Χριστὸς ἀγωνιζόμενον, καὶ δαίμοσι μαχόμενον, καὶ αἰκίαις ὁμιλοῦντα χαλεπαῖς, Σεβαστιανὲ Μάρτυς ἀήττητε, καὶ πρὸς αὐτὸν ἀποσκοποῦντα καρδίας ὄμμασι.

 

Μοχλεύσεσι στεῤῥαῖς πανσόφως λόγων σου, τὴν πλάνην ἀνεμόχλευσας, καὶ σεβάσματα κατέαξας ἐχθρῶν, καὶ εἰδωλικοὺς ναοὺς ἠδάφισας, καὶ σεαυτὸν ναὸν τοῦ θείου ἤγειρας Πνεύματος.

Θεοτοκίον.

Φθαρεῖσαν τὴν ἡμῶν ἐκ παραβάσεως, οὐσίαν ἀνεκαίνισας, τὸν καινίζοντα τὰ πάντα θεϊκῷ, μόνῳ τῷ βουλήματι κυήσασα, ἐν γυναιξὶν εὐλογημένη Θεοχαρίτωτε.

Καταβασία.

Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἶον ἐδέξατο˙ τῇ Παρθένῳ δὲ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον˙ ἧς γὰρ οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν κατέσχεν ἀπήμαντον.

 

Συναξάριον.

Τῇ ΙΗ΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Σεβαστιανοῦ καὶ τῶν σὺν αὐτῷ, Ζωῆς, Τραγκυλίνου, Νικοστράτου, Κλαυδίου, Κάστορος, Τιβουρτίου, Καστούλου, Μαρκελλίνου καὶ Μάρκου.

Στίχοι.

Σεβαστιανὸς τῶν πλάνης σεβασμάτων

Καταφρονήσας τύπτεται τὸ σαρκίον.

Ὀγδοάτῃ δεκάτῃ Σεβαστιανὸς ῥοπαλίσθη.

Ζωὴ πρὸς ὕψος ἐκ κεφαλῆς ἠρμένη,

Καπνῷ δυσώδει λαμβάνει ζωῆς τέλος.

Ναὶ, βάλλετε σφοδρῶς με συχνοῖς τοῖς λίθοις,

Ἐκ καρδίας ἔκραζεν Τραγκυλῖνος.

Καὶ τοὺς περὶ Κλαύδιον ὦδε τακτέον˙

Οὕς, κἂν βυθὸς συνέσχεν, οὐρανὸς φέρει.

Τιβουρτίου τέμνουσι τὴν θείαν κάραν,

Σύ μου Θεὸς κράζοντος, ὦ Θεοῦ Λόγε.

Κάστουλον εἷλκον εἰς ἀπωλείας βόθρον˙

Ὡς δ᾿ οὐχ ὑπεῖξε, γῆς ἐνεβλήθη βόθρῳ.

Ἐχθρῶν παγέντες, οἷα λόγχαι, καρδίας,

Νύττεσθε λόγχαις, Μᾶρκε καὶ Μαρκελλῖνε.

 

Τούτων ὁ μὲν Σεβαστιανός, εἶς τῆς συγκλήτου βουλῆς ὑπῆρχεν ἐπὶ βασιλείας Διοκλητιανοῦ καὶ Μαξιμιανοῦ, ἐκ πόλεως Μεδιολάνων ὁρμώμενος, πολλοὺς πρὸς τὴν εὐσεβῆ πίστιν ἐνάγων. Μαρκελλῖνος δὲ καὶ Μᾶρκος οἱ αὐτάδελφοι, χρονίαν ὑπομείναντες κάθειρξιν, καὶ πολλαῖς βασάνων ἰδέαις ὑποβληθέντες ἐκελεύθησαν ἀποτμηθῆναι. Ὁ δὲ πατὴρ αὐτῶν Τραγκυλῖνος Ἕλλην ὤν, καὶ Μαρκία ἡ μήτηρ, παρὰ μικρὸν τοῖς ὀδυρμοῖς ἐκώλυον αὐτοὺς τοῦ διὰ Χριστὸν παθεῖν. Τάχα δὲ ἂν τοῦτο ἐγεγόνει, εἰμὴ Σεβαστιανὸς ὁ ἀοίδιμος παῤῥησιασάμενος, οὐ μόνον αὐτοὺς ἐστερέωσεν, ἀλλὰ καὶ Τραγκυλῖνον πρὸς τὴν εἰς Χριστὸν ἐπεσπάσατο πίστιν˙ καὶ αὗ Τραγκυλῖνος τὸν Ἔπαρχον ἐκατήχησε πιστεύσαντα.

 

Αὐτίκα οὗν ὁ Ἔπαρχος, προσκαλεσάμενος τὸν ἐνδοξότατον καὶ μακάριον Σεβαστιανόν, καὶ Πολύκαρπον τὸν πρεσβύτερον, ἠξίου σωτηρίας τυχεῖν, καὶ τῆς κατεχούσης αὐτὸν νόσου ἀπαλλαγῆναι˙ ἦς καὶ ἀπηλλάγη, πιστεύσας τῷ Χριστῷ ὁλοψύχως, καὶ τὰ ἐν τῷ οἴκῳ εἴδωλα συντρίψας, καὶ βαπτισθείς. Ὁ δὲ μακάριος Γάϊος Ἐπίσκοπος, τὸν μὲν Μαρκελλῖνον καὶ Μᾶρκον, τοὺς αὐταδέλφους, τῷ τῶν Διακόνων ἐγκαταλέγει τάγματι˙ τὸν δὲ μακάριον Σεβαστιανόν, Ἔκδικον τῆς Ἐκκλησίας καθίστησι.

 

Κινηθέντος δὲ τοῦ διωγμοῦ, σὺν τούτοις Νικόστρατος, Κλαύδιος, Κλάστωρ, Τιβούρτιος, Κάστουλος καὶ Ζωή, ἐπεὶ κατεσχέθησαν, διαφόρως ἐξετασθέντες, τὸ πέρας τοῦ βίου δέχονται. Ὁ δὲ ἅγιος Σεβαστιανός, μετακληθεὶς παρὰ τοῦ Διοκλητιανοῦ, καὶ ἐρωτηθείς, βέλεσι πυκνοῖς, οἶα εἰκὀς, κατατιτρώσκεται, καὶ ῥοπάλοις τὸ σῶμα καταθραύεται, καὶ εἰς μέρη κατατμηθείς, τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐβιότου.

Στίχοι.

Ἤθλησεν Εὐβίοτος ἂχρις αἱμάτων,

Βίου δὲ τέρμα εὗρε χωρὶς αἱμάτων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Φλώρου, ἐπισκόπου Ἀμινσοῦ.

Στίχοι.

Εἴκων ὁ Φλῶρος τῇ πάλαι κατακρίσει,

Εἰς γῆν ἀπῆλθε˙ γῆ γὰρ ἦν, καὶ τί ξένον;

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωκᾶ καὶ Ἑρμύλου, διὰ ξίφους τελειωθέντων.

Στίχοι.

Ἔγωγε τμηθῶ πρῶτον, Ἕρμυλος λέγει.

Οὒ, φησὶ Φωκᾶς, ἀλλ᾿ ὁ Φωκᾶς Ἕρμυλε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ζακχαίου διακόνου, καὶ Ἀλφειοῦ ἀναγνώστου, ἀθλησάντων ἐν Καισαρείᾳ.

 

Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῆς Ἁγίας καὶ Θαυματουργοῦ Σοφίας καὶ τὰ ἐγκαίνια τοῦ σεβασμίου Οἴκου τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τοῖς χαλκοπρατείοις.

 

Καὶ μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ Συγκέλλου, τοῦ Ὁμολογητοῦ.

Στίχοι.

Οὐκ, εἰ τελευτᾷς Μιχαήλ, τοῦτο ξένον˙

Ἀλλ᾿ εἰ θανὼν ζῇς, ὥς περ οὗν ζῇς ἀξίως.

Ταῖς τῶν ἀγίων σου πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

Τῆς Θεοτόκου. ᾨδὴ ζ΄. Ὁ Εἱρμός.

Ἡ κάμινος Σωτὴρ ἐδροσίζετο, οἱ Παῖδες δὲ χορεύοντες ἔψαλλον˙ Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

 

Ο Ὕψιστος παράδεισον ἔμψυχον, Παστάδα τε Ἁγνὴ χαριτόπλοκον, χρυσόμορφον Πορφύραν, καὶ Οὐρανόν σε ἀνέδειξε.

 

Στερέωσον τὸν νοῦν μου τρεπόμενον, τὸν λογισμὸν κλονούμενον ἕδρασον ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῇ σῇ σκέπῃ Μητροπάρθενε.

Τοῦ Μάρτυρος.

Σὲ νοητὴν, Θεοτόκε κάμινον, κατανοοῦμεν οἱ πιστοί˙ ὡς γὰρ Παῖδας ἔσωσε τρεῖς, ὁ ὑπερυψούμενος, ὃλον με τὸν ἂνθρωπον, ἐν τῇ γαστρί σου ἀνέπλασεν, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

Ρώμῃ τῇ σῇ, κραταιᾷ σθενούμενοι, οἱ Ἀθλοφόροι σου Χριστέ, ἐτροπώσαντο τὸν ἐχθρόν˙ πλάνην κατεπάτησαν˙ σώματα παρέδωκαν, τοῖς αἰκισμοῖς ἀναμέλποντες˙ Ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

Οἱ θεαυγεῖς, Ἀθλοφόροι Μάρτυρες, ἀγωνισάμενοι καλῶς, Μαρκελλῖνος καὶ ὁ κλεινός, Μᾶρκος καὶ Τιβούρτιος, Κάστουλος ὁ πάνσοφος, πρὸς οὐρανὸν μετετέθησαν, τὸν αἰνετὸν ἀνυμνοῦντες, Θεὸν τὸν ὑπερένδοξον.

 

Νεανικῶς, ἀθλητὰ Τιβούρτιε, ὥσπερ οἱ Παῖδες τῇ πυρᾷ, ἐπιβέβηκας νοητῶς, δρόσον τὴν τοῦ Πνεύματος, ἂνωθεν δεχόμενος, καὶ μελῳδῶν ἐμμελέστατα˙ Ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

 

Ὥσπερ ἀμνάς, κρεμαμένη ἔνδοξε, ἐναπηγχόνισας ἐχθρόν, ταῖς νευραῖς τῶν μαρτυρικῶν, πόνων σου πανεύφημε, ζῇς δὲ μετὰ θάνατον, Μάρτυς Ζωὴ ἀναμέλπουσα˙ Ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Θεοτοκίον.

Στάμνον χρυσῆν, παναγίαν Τράπεζαν, τοῦ θείου Ἄρτου τῆς ζωῆς, ὀνομάζομέν σε Ἁγνή, Τόπον ἁγιάσματος, Θρόνον ὑψηλότατον, ἐν ᾧ Θεὸς ἀνεπαύσατο, ὁ αἰνετὸς τῶν πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

Καταβασία.

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον˙ Ὁ τῶν Πατέρων, Θεὸς εὐλογητὸς εἶ.

 

Τῆς Θεοτόκου. ᾨδὴ η ΄. Ὁ Εἱρμός.

Ὅν φρίττουσιν Ἄγγελοι, καὶ πᾶσαι στρατιαί, ὡς κτίστην καὶ Κύριον, ὑμνεῖτε Ἱερεῖς, δοξάσατε Παῖδες, εὐλογεῖτε Λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὡς ἔμψυχος θάλαμος, καὶ ἔμψυχος ἁλουργίς, χλαμὺς ἁλουργόχροος, τῷ πάντων Βασιλεῖ, ἐδείχθης Παρθένε, καὶ πορφύρα ἐξ ἧς, ἡ σὰρξ συνεξυφάνθη, τοῦ θεανθρώπου Λόγου.

 

Συνέλαβες Ἄχραντε τὸν ἅπασαν δρακί, τὴν κτίσιν συνέχοντα, ὡς Κτίστην καὶ Θεόν, ἀῤῥήτως ἀφράστως, δι᾿ ἡμᾶς, βροτὸν γεγονότα, καὶ ὃ ἦν μὴ ἐκστάντα.

Τοῦ Μάρτυρος.

Ἐν καμίνῳ Παῖδες Ἰσραὴλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες˙ Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Νεκρωθῆναι κόσμῳ βουληθεἰς, καὶ τοῖς ἐν κόσμῳ πᾶσι, τοῖς ὄντως κατηξιώθης, Ἀεισέβαστε ζωῆς, βοῶν προθυμότατα˙ Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἔθεντό σε ἂνομοι δεινῶς, ἐν λάκκῳ κατωτάτῳ, χωννύντες καὶ θανατοῦντες, ἀναμέλποντα τρανῶς, ἀοίδιμε Κάστουλε˙ Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Μακαρίας ἔτυχες ζωῆς, ὡς ἐπώνυμος ταύτης˙ πνιγμῷ γὰρ βιαιοτάτῳ, τὴν ἐπίκηρον ζωήν, κατέλιπες μέλπουσα˙ Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὡραιώθης τέξασα Θεόν, ὡραῖον καὶ Δεσπότην, τὸν θείαις καταφαιδρύναντα, ἀκτῖσι τοὺς βροτούς˙ διὸ ἀναμέλπομεν˙ Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία.

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον˙ οὐ γὰρ οὕς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν˙ διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν˙ Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας.

 

Τῆς Θεοτόκου. ᾨδὴ θ΄ . Ὁ Εἱρμός.

Τὴν ζωοδόχον Πηγὴν τὴν ἀένναον, τὴν φωτοφόρον Λυχνίαν τὴν πάγχρυσον, τὸν Ναὸν τὸν ἔμψυχον, τὴν Σκηνὴν τὴν ἂχραντον, τοῦ οὐρανοῦ καὶ τῆς γῆς τὴν πλατυτέραν, τὴν Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.

 

Ῥείθρῳ τῆς σῆς με κατάρδευσον χάριτος, τῶν συμφορῶν τῷ φλογμῷ φλογιζόμενον, καὶ δεινῶς τηκόμενον, Πηγὴ χαριτόβρυτε, τὸν Ποταμὸν ἡ τεκοῦσα τῶν χαρίτων, ἐξ οὗ ὁ πίνων διψήσει οὐδέποτε.

 

Ὡς τοῦ Νυμφίου ὡραῖόν τε Θάλαμον, ὡς τοῦ Δεσπότου παλάτιον ἔμψυχον, ὡς Πορφύραν πάγχρυσον, καὶ τερπνὸν Ἀνάκτορον, τοῦ Χριστοῦ Δέσποινα πάντων, καθικετεύοντά σε σῶσόν με.

Τοῦ Μάρτυρος.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἂφλεκτος˙ καὶ νῦν καθ᾿ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

 

Ἵνα θεϊκῆς λαμπρότητος, καὶ αἰωνίου δόξης καὶ ὡραιότητος, Σεβαστιανέ, ἀξιωθῇς ἀξιάγαστε, τὰς βασάνους, τοὺς πόνους, τὸν θάνατον, ὑπέμεινας ἀνδρείως˙ διό σε πάντες μακαρίζομεν.

 

Ὤφθης μέσον ἂστρων ἥλιος, τῶν συναθλούντων Μάρτυς˙ καὶ νῦν φωτίζεται, ἂθλων ἱερῶν, ἱερωτάταις λαμπρότησιν, Ἐκκλησίας τὸ θεῖον στερέωμα, καὶ πᾶσα διαβόλου, διασκεδάζεται ἀπόνοια.

 

Στέργοντες Χριστὸν Τιβούρτιος, καὶ Μαρκελλῖνος, Μᾶρκος, Ζωὴ καὶ Κάστουλος, Σεβαστιανῷ, καθηγητῇ καὶ θεόφρονι, συναθλοῦσι, καὶ ἴσους κομίζονται, τῆς νίκης τοὺς στεφάνους, ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύοντες.

 

Ἤρθη πρὸς μονὰς σκηνούμενος, φωτοειδὴς Μαρτύρων χορός ὁ ἔνθεος, καὶ τοὺς οὐρανούς, περιπολεῖ ἀγαλλόμενος, ὑπὲρ πάντων ἡμῶν τὸν φιλάνθρωπον, ἀεὶ παρακαλοῦντες, μακαριζόντων αὐτοὺς πάντοτε.

Θεοτοκίον.

Φρίττει νοερὰ Στρατεύματα, τὸ τοῦ Πατρὸς ὁρῶντα θεῖον ἀπαύγασμα, σοῦ ἐν ταῖς χερσίν, ἀνερμηνεύτως κρατούμενον, καὶ τὸ σὸν κεκτημένον ὁμοίωμα, ἵνα βροτοὺς θεώσῃ, Παρθενομῆτορ ἀπειρόγαμε.

Καταβασία.

Μυστήριον ξένον, ὁρῶ καὶ παράδοξον, οὐρανὸν τὸ Σπήλαιον˙ Θρόνον χερουβικὸν τὴν Παρθένον˙ τὴν Φάτνην χωρίον˙ ἐν ᾧ ἀνεκλίθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός˙ ὃν ἀνυμνοῦντες μεγαλύνομεν.

᾿Εξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἂστροις.

Περιφανῶς ἀθλήσας, θεόφρον Σεβαστιανέ, ἀξίως ἐμεγαλύνθης τοῦ Πνεύματος ταῖς δωρεαῖς, καὶ τοῖς ἐν κόσμῳ πηγάζεις τὴν χάριν τῶν ἰαμάτων.

Προεόρτιον, ὃμοιον.

Ὁ τῶν ἁπάντων Κτίστης, σωματωθεὶς δίχα τροπῆς, ἐκ τῆς Ἁγνῆς Παρθένου, ἐπείγεται πρὸς Βηθλεέμ, τοῦ γεννηθῆναι ὡς βρέφος, εἰς ἀναγέννησιν κόσμου.

 

Εἰς τοὺς Αἴνους, ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν.

Στιχηρὰ προσόμοια.

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῆς εὐσεβείας τὸν πλοῦτον καὶ τὴν λαμπρότητα, ἐν σοὶ ἐταμιεύσω πολιτείᾳ ἀμέμπτῳ, καὶ πόνοις μαρτυρίου ὑπερφυῶς, ἠγωνίσω ὡς ἂσαρκος˙ διὸ τελοῦντες τὴν μνήμην σου τὴν λαμπράν, Σεβαστιανὲ ὑμνοῦμέν σε.

 

Τῶν Ἀθλοφόρων ῥωννύων Μάρτυς τὸ φρόνημα, λόγοις ὁμοῦ καὶ ἔργοις, πρὸς τελείους ἀγῶνας, σὺν τούτοις ἠγωνίσω ἀθλητικῶς, καὶ Χριστὸν ἐμεγάλυνας, τῇ σῇ ἀτρέπτῳ ἐνστάσει καὶ θαυμαστῇ, Σεβαστιανὲ πανένδοξε.

 

Τὰς τῶν βελῶν ἐκκεντήσεις φέρων στεῤῥότατα, τὴν τῶν μελῶν σου θλᾶσιν, ἀνδρικῶς καθυπέστης, καὶ ἔθλασας λεόντων τῶν νοητῶν, τὰ ὀστᾶ καὶ τὴν δύναμιν, ὡς στρατιώτης Κυρίου περιφανής, Σεβαστιανὲ πανεύφημε.

 

Τοὺς τὴν ἁγίαν σου μνήμην πανηγυρίζοντας, καὶ ἀνυμνοῦντας Μάρτυς, τοὺς στεῤῥούς σου ἀγῶνας, φύλαττε καὶ σῶζε πάσης ὀργῆς καὶ κινδύνων καἰ θλίψεων, μαρτυρικῇ σου πρεσβείᾳ πρὸς τὸν Χριστόν, Σεβαστιανὲ μακάριε.

Δόξα. Ἦχος πλ. α΄.

Τοῦ μαρτυρίου τὸν ἀγῶνα ἐν πολλῇ φρονήσει καὶ ἀνδρείᾳ ψυχῆς, Σεβαστιανὲ διήνυσας˙ ὑπεριδὼν γὰρ σαρκός, ἐν τῷ πυρὶ τῆς θείας ἀγάπης, πάντα σκύβαλα ἡγήσω, ἵνα Χριστὸν κερδήσῃς˙ καὶ βασάνων σκληρῶν κατατολμήσας ἀνδρείως, τῆς πλάνης τὸν σύνδεσμον διέλυσας, καὶ ταῖς μαρτυρικαῖς συνήφθης χορείαις˙ μεθ᾿ ὦν ἱκέτευε δεόμεθα, Μεγαλομάρτυς ἔνδοξε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἂσειστον, τὸ Τεῖχος τὸ ἂῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἀπὸ τοῦ κανόνος, ᾿ Ωδὴ γ΄ καὶ Ϛ΄.

 

Ὁ Ἀπόστολος.

Προκείμενον. Ἦχος βαρύς. (Ψαλμὸς ξγ΄).

Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ.

Στίχ. Εἰσάκουσον ὁ Θεὸς τῆς φωνῆς μου.

Πρὸς Τιμόθεον Β΄ ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ Ἰησοῦ, καὶ ἃ ἤκουσας παρ᾿ ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ἑτέρους διδάξαι. Σὺ οὗν κακοπάθησον ὡς καλὸς στρατιώτης Ἰησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ. Ἐὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἃ λέγω˙ δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε Ἰησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου, ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος˙ ἀλλ᾿ ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ Ἰησοῦ μετὰ δόξης αἰωνίου.

 

Ἀλληλούϊα (γ΄). Ἦχος δ΄. (Ψαλμὸς α΄).

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένοι ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσουσιν.

 

Εὐαγγέλιον. Τοῦ Ἁγίου. Ἐκ τοῦ κατὰ Ἰωάννην.

 

Κοινωνικόν. (Ψαλμὸς ρια΄).

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα.

 

Μεγαλυνάριον.

Χαίροις ὁ ἐν Μάρτυσιν εὐκλεής, ὧν ἀλείπτης ὤφθης πρὸς ἀγῶνας ἀθλητικούς, μεθ᾿ ὦν ἐκδυσώπει, δοθῆναι ἡμῖν πᾶσι, συγχώρησιν πταισμάτων, Σεβαστιανὲ σοφέ.

Δίστιχον.

Σεβαστιανὲ σὴν εὐλογίαν δίδου

Γερασίμῳ ᾄσαντι θεῖον σοι ᾇσμα.