ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ

ΚΑΙ ΟΜΟλΟΓΗΤΟΥ ΕΥΘΥΜΙΟΥ ΕΠΙΣΚΟΠOY ΣΑΡΔΕΩΝ

Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου

 

Μνήμη Κς΄ ΔEΚEMΒΡΙΟΥ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

    Ἱστῶμεν Στίχους δ΄. καὶ ψάλλομεν. Στιχηρὰ Προσόμοια τὰ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε ἐν Νικαίᾳ ὁ χορός, τῶν σεπτῶν Πατέρων συνῆλθεν Ἁγίῳ Πνεύματι, τότε μέσον ἔλαμψας, τούτων Εὐθύμιε· ὡς ἀστὴρ οὐρανόφωτος καὶ λόγῳ σοφίας ὡς ὀρθὴν ἐκήρυξας τὴν τῶν Εἰκόνων τιμήν· ὅθεν ἐξορίας καὶ θλίψεις, ἤνεγκας στερρᾷ διανοίᾳ, τοὺς εἰκονομάχους ἐκτρεπόμενος.

 

Ὅτε ὡς θεράπων τοῦ Χριστοῦ Σάρδεων ποιμὴν ἀνεδείχθης καὶ Ἱεράρχης σοφὀς, τότε καθωδἡγησας, πρὸς θείας πίστεως, τὴν σὴν ποίμνην Εὐθύμιε καὶ ὁμολογίας, πόνοις ἠνδραγάθησας, οἷα περ ἄσαρκος· ὅθεν ἐδοξάσθης ἀξίως, καὶ θαυμάτων χάριτας βλύζεις, τοῖς θερμῶς προστρέχουσι τὴν σκέπην σου.

 

Σῶμά σου τὸ θεῖον δοξασθέν, Πνεύματι Ἁγίῳ Θεόφρον, ὡς θησαυρόν ἀληθῆ, εἶχε πάλαι ῞Αγιε, ἡ ἐν ἑώᾳ Χιλή· νῦν ἡμεῖς δὲ τὴν Κάραν σου, τὴν πάντιμον Πάτερ, τὴν ὀσμήν τῆς χάριτος, ἀρωματίζουσαν, ἔχοντες ὡς ἔνθεον δῶρον, εὐλαβῶς προσπίπτομεν ταύτῃ, ὕμνοις εὐφημοῦντές σε Ευθύμιε.

 

Πόλις Πειραιῶς πίστει θερμῇ, τῷ σεπτῷ ναῷ σου προστρέχει, Πάτερ Εὐθύμιε, ὅν σοὶ ἐδομήσαντο, ψυχαὶ θεόφρονες καὶ τὴν πάνσεπτον Κάραν σου κατασπαζομένην, ἐκ βαθέων κράζει σοι, ψυχῆς ἑκάστοτε. Πάσης ἐπηρείας καὶ βλάβης, καὶ αἱρετικῶν τῆς ἀπάτης, ῥύου τὸν λαὸν τὸν περιούσιον.

Δόξα. Ἦχος δ΄.

Ταῖς ἀρεταῖς ἀγλαΐσας τὸν βίον, Ἱεραρχίας τὴν στολήν, ἀξίως ἠμφιάσω θεοφόρε Εὐθύμιε· καὶ τῶν τῆς ἐκκλησίας προϊστάμενος θεσμῶν, σὺν τοῖς ἐν Νικαίᾳ συνελθοῦσι Πατράσιν, εἰκονομάχων τὴν ἅνοιαν διήλεγξας καὶ τῶν θείων ἐκτυπωμάτων τὴν τιμήν, ὡς σχετικὴν ἐτράνωσας· ὅθεν ὡς χρυσὸς ἐν χωνευτηρίῳ δοκιμασθείς, καὶ τῆς θείας δόξης τυχών, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ὁ αὐτός.

Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δέ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον βοῶσαι καὶ λέγουσαι· Δόξα τῇ συγκαταβάσει σου μόνε Φιλάνθρωπε.

 

    Στιχηρὰ Ἀπόστιχα.

῏Ηχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Σύνοδος ἡ σεπτή, ἡ ἐν Νικαίᾳ Πάτερ, συνήγορόν σε μέγαν· ὑπὲρ τῆς τῶν εἰκόνων, τιμῆς ἔσχεν Εὐθύμιε.

 

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Σάρδεων ὁ ποιμήν, ἡ τῆς ὁμολογίας, θεόφΘογγος κιθάρα Εὐθύμιος ὁ μέγας, τιμάσθω θείοις ᾄσμασι.

 

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην, καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

 

Κάραν σου τὴν σεπτὴν πλουτοῦντες Ἱεράρχα, λαμβάνομεν ἐκ ταύτης τὰς σωτηρίους δόσεις, Εὐθύμιε ὑμνοῦντές σε

Δόξα. Τριαδικόν.

Δόξαν τὴν ἀληθῆ, Τριάδος τῆς Ἁγίας, Εὐθύμιε κηρύττων, ὑπὲρ αὐτῆς προθύμως, ὑπέστης τὰ επίπονα.

Καὶ νῦν. Θεοτοκίον.

Χαίρων τοῦ σοῦ Υἱοῦ, τὴν ἐν σαρκὶ εἰκόνα, καὶ τὴν σὴν Θεοτόκε, Εὐθύμιος ὁ θεῖος, τιμῶν λαμπρῶς ἐνήθλησε.

 

Ἀπολυτίκιον τῆς Ἑορτῆς.

Καὶ τοῦ Ἁγίου, Ἦχος δ΄. Ταχὺ προκατάλαβε

Τῶν Σάρδεων Πρόεδρος καὶ Ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον, ὁμολογίας λαμπρᾶς, ἐδείχθης Εὐθύμιε. Ὅθεν τῇ μυριπνόῳ καἰ Ἁγίᾳ σου Κάρᾳ, ταύτην τὴν πόλιν Πάτερ μυστικῶς ἁγιάζεις· ᾗ δίδου Ἱεράρχα αεὶ τὴν προστασίαν σου.

Καὶ πάλιν τὸ τῆς Ἑορτῆς, Καὶ Ἀπόλυσις.

 

    Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ι΄. Καὶ ψάλλομεν ἰδιόμελα τῆς Ἑορτῆς δ΄, καὶ τοῦ Ἁγίου Στιχηρὰ Προσόμοια ς΄.

Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Ὡς σοφὸς ἐκ νεότητος ἀρετῶν τὴν ἐπίδοσιν, Ἱερὲ Εὐθύμιε ἐπεπόθησας, καὶ Ἱεράρχης θεόληπτος, γενόμενος Ὅσιε, τῆς ἐν Σάρδεσι ποιμήν, ἐκκλησίας περίδοξος ἐχρημάτισας, καὶ φωστὴρ εἐσεβείας διαπρέπων, Ἀποστόλων ἐν τῷ ζήλῳ, καὶ ἀληθείας τοῖς δόγμασι.

 

Ὡς φωτὸς θείου ἔμπλεως καὶ δογμάτων ὀρθότητος, ὑποφήτης ἔνθεος Ἱερώτατε, ἐν τῇ Ἑβδόμῃ διέλαμψας, Συνόδῳ, Εὐθύμιε, ἐν Νικαίᾳ ἐμφανῶς καὶ Πατέρων ἐκόσμησας, τὴν ὁμήγυριν· τῶν Ἁγίων Εἰκόνων γὰρ τὸ σέβας, ἀναγόμενον ἀξίως τῷ πρωτοτύπῳ ἐκήρυξας.

 

᾽Εξορίαις καὶ θλίψεσι, καὶ εἱρκταῖς καὶ κακώσεσιν, Ἱερέ Εὐθύμιε, προσωμίλησας, προκινδυνεύσας στερρότατα, τῶν ὅρων τῆς πίστεως, καὶ θεσμῶν τῶν Ἱερῶν, καὶ σεπτῶν παραδόσεων, καὶ τελέσας σου, τὸν ἀγῶνα ἀξίως ἐδοξάσθης, τῶν Μαρτύρων τῷ στεφάνῳ, καὶ τῶν θαυμάτων δυνάμεσι.

 

Τῷ Ἁγίῳ Λειψάνῳ σου, δοξασθέντι ἐν Πνεύματι, πάλαι ἡγιάζετο Πάτερ Ὅσιε, ἡ ἐν ἑώᾳ κωμόπολις Χιλὴ ὡς ηὐδόκησας· νῦν ἡ πόλις Πειραῶς , τὴν μυρίπνοον Κάραν σου , θησαυρίζουσα, εὐωδίας πληροῦται οὐρανίου, καὶ πανδήμως εὐφημεῖ σε, ἀγαλλομένη Εὐθύμιε.

 

Ὀσμὴν θείαν οὐράνιον, ὡς Ἀγίασμα ἔνθεον, ἡ Ἁγία Κάρα σου, ἀποπνέουσα, καθαγιάζει Εὐθύμιε, ἡμῶν τὴν διάνοιαν· διὰ τοῦτο οἱ πιστοί, τῷ ναῷ σου προστρέχοντες, ἐκβοῶσί σοι· Δυσωδίας αἱρέσεων ποικίλων καὶ παθῶν καὶ νοσημάτων, ταύτην τὴν πόλιν σου λύτρωσαι.

 

῾Ως ποιμένα πανάριστον, καὶ Μαρτύρων ὁμότροπον, καὶ ὁμολογίας σε στόμα εὔσημον, Ἱερομάρτυς Εὐθύμιε, φαιδρῶς μακαρίζομεν, καὶ βοῶμεν ἐκ ψυχῆς· σὺν Πατράσιν ἱκέτευε, τὸν Θεόν ἡμῶν, τῆς ἑβδόμης Συνόδου ὡς ἐκ τούτων, λυτρωθῆναι πάσης βλάβης, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου.

Δόξα. Ἦχος πλ. β '.

Σήμερον οἱ τῆς Ἑβδόμης Συνόδου Πατέρες ὡς ἄστρα φαεινὰ ἐκλάμπουσι, τῇ τοῦ Χριστοῦ ἐκκλησίᾳ· ἐν οἷς πλεῖον αὐγάζει ὁ θεοφόρος Εὐθύμιος , ὁ τῶν Σάρδεων Ποιμὴν θεοειδής, καὶ Μαρτύρων σύναθλος· οὗ τοὺς ἀγῶνας ἐπαινοῦντες , συμφώνως, βοήσωμεν· χαίροις ὁμολογίας θεόπνευστον ὄργανον καὶ τῆς ἐκκλησίας θεμέλιος, ἅσειστος· χαίροις ὁ μυρίοις πόνοις καὶ ἄθλοις βεβαιώσας, τὴν τῶν σεπτῶν Εἰκόνων ἐν τιμῇ προσκύνησιν· χαίροις ὁ θαυμάτων ἐνέργειαν, εὑεργετῶν τοὺς προστρέχοντας, τῷ ῾Αγίῳ Ναῷ σου· πρέσβευε δεόμεθα Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν, τῆς Ἑορτῆς. Ὁ αὐτός.

Δόξα ἐν Ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη· Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον, ῎Αγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν Ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

 

    Εἴσοδος. Τὸ Φῶς ἱλαρόν. Τὸ μέγα Προκείμενον Τίς Θεὸς μέγας… Καὶ τὰ Ἀναγνώσματα , ζήτει εἰς τὴν ἑορτὴν Ἁγ. Νικολάου.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ.

Τὰ παρόντα Ἰδιόμελα. Ἦχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Ἐκκλησία Χριστοῦ, προασπιστὴν μέγαν ἔχουσα, Εὐθύμιον τὸν ἔνδοξον, τὸν Ἱερὸν ποιμένα Σάρδεων· ὁμολογίας γἀρ ἀγῶσι, τὴν ὀρθὴν πίστιν ἐκράτυνε καὶ θαυμάτων χάρισι τῆς ἀληθείας τὴν δόξαν ἐκφαίνει· ἡ δὲ πόλις Πειραιῶς, τὴν θείαν αὐτοῦ Κάραν πλουτοῦσα, τῶν ἐξ αυτῆς προϊουσῶν διαδόσεων, τὰς ἐνεργείας καρπώθητι, τὰς ἀριστείας αὐτοῦ κρατοῦσα. Καὶ τῷ Σωτῆρι βοῶσα· Κύριε δόξα σοι.

Ἦχος β΄.

Τὴν σοφίαν ἐκ νεότητος, περιποιησάμενος Πάτερ, ὑπ αὐτῆς τετίμησαι, τῶν χαρίτων τῷ στεφάνῳ· καὶ Ἱεράρχης Ὅσιος, τῆς Ἐκκλησίας γεγονώς, ὑπὲρ αὐτῆς, προθύμως τέθεικας τὴν ψυχὴν Εὐθύμιε· τῶν γὰρ θείων Εἰκόνων τὴν προσκύνησιν εἰδώς, ἀναγομένην τῷ πρωτοτύπῳ, ὑπὲρ αὐτῶν στερρῶς ἠγώνισαι, ποικίλας θλίψεις ἐνεγκών· καὶ τῇ οἰκείᾳ ἀθλήσει, τὴν καλὴν ὁμολογίαν λαμπρύνας, διπλοῦν στέφος ἐδέξω, παρὰ Χριστοῦ τοῦ σὲ δοξάσαντος· ᾧ πρέσβευε Ἱεράρχα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄.

Ὁ τῶν Σάρδεων περίδοξος Πρόεδρος καὶ τῆς καθόλου Ἐκκλησίας, ἀκατάσειστος πρόβολος, Εὐθύμιος ὁ μέγας, μακαριζέσθω θείοις ᾄσμασι· τῆς γὰρ Ἑβδόμης Συνόδου, συνήγορος ὤφθη καὶ τῶν ὀρθῶν δογμάτων φύλαξ καὶ ἐκφάντωρ θεόσοφος, ὡς Ἀποστόλων ὁμόζηλος, εἰκονομάχων θριαμβεύσας τὴν ἄνοιαν· νῦν δὲ τὴν πόλιν Πειραιῶς, τῇ Παναγίᾳ αὐτοῦ Κάρᾳ ἁγιάζει καὶ παρέχει πᾶσι, τὰ πρὸς σωτηρίαν αἰτήματα· διὸ τῷ θείῳ αὐτοῦ Ναῷ προσέλθωμεν, τῷ Σωτῆρι βοῶντες· Κύριε δόξα σοι.

Ἦχος δ΄.

Τῷ πυρὶ τῶν λόγων σου ὡς ὕλην σαπρὰν ἐνέπρησας τὰς τῆς αἱρέσεως συστροφάς, θεηγόρε Εὐθύμιε· εὐθαρσῶς γὰρ ἐβόας. Εἴ τις οὐ προσκυνεῖ τὸν Σωτῆρα ἡμῶν, ἐν Εἰκόνι περιγραπτόν, ἢ τὸ ἀνάθεμα καὶ βασιλέων θυμὸν μὴ πτοηθείς, πρὸς τὴν ἁμαρτίαν μέχρις αἵματος ἀντικατέστης, ὑπέρ τῆς ὀρθῆς τῆς ἐκκλησίας, ἀνταγωνιζόμενος δόξης· καὶ ἐν Ἱεράρχαις περιφανὴς ἀνεδείχΘης, καὶ ἐν αἵματι Μαρτύρων καλλωπισθείς, τῇ Παναγίᾳ Τριάδι πρέσβευε,σωθῆναι τὰς ψυχάς ἡμῶν.

Δόξα. Ἦχος δ΄.

Ἀποστολικῷ ζήλῳ διαπρέπων, ὁμολογίας ἀγῶνας διήνυσας, ὡς μυσταγωγός Χριστοῦ θεόσοφος, Ἱερομάρτυς Εὐθύμιε· ἔνθεν τῇ ἐν Νικαίᾳ Ἑβδόμῃ Συνόδῳ, ἀληθείας στόμα ὤφθης, ἐν Ἁγίῳ τρανώσας, Πνεύματι, τῶν εὐσεβῶν δογμάτων τὴν γνῶσιν καὶ ἐν ἀθλήσει παθημάτων, στῦλος καὶ ἑδραίωμα τῆς ἐκκλησίας ἐδείχθης, ἀκατάβλητος ἐν πᾶσι φανείς· διὸ Χριστὸς ὁ Κύριος λαμπρῶς σε ἐθαυμάστωσε καὶ παρέχει διὰ σοῦ τοῖς πιστοῖς, ἱλασμόν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες δὲ καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ Δυνάμεις ἐθαύμαζον, βοῶσαι καὶ λέγουσαι·Δόξα τῇ συγκαταβάσει σου, μόνε Φιλάνθρωπε.

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὁ πεπλησμένος τῆς σοφίας τῆς ἄνωθεν, καὶ στόματι θεηγόρῳ καὶ θεολήπτω ψυχῇ, τῶν σεπτῶν Εἰκόνων τὴν προσκύνησιν· ὡς θεῖος διδάσκαλος, δογματίσας Εὐθύμιε σὺν τοῖς πατράσι, τοῖς τὴν Σύνοδον ῞Αγιε, συγκροτήσασι, τὴν Ἑβδόμην ἐν Πνεύματι. Ὅθεν σὺν τούτοις σήμερον, ὡς τούτων συνέριθον, σὲ ἀνυμνοῦμεν τελοῦντες, τὴν Ἱεράν σου πανήγυριν, δεχόμενοι Πάτερ, τῆς λαμπρᾶς σου προστασίας, χάριν τὴν ἄφθονον.

 

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε, ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου ἀγαλλιάσονται.

 

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, ὁμολογίας ὁ πολύφωτος ἥλιος· τῆς Σάρδεων ἐκκλησίας, ὁ διαυγὴς ὀφθαλμὸς καὶ Ποιμὴν ἐν πᾶσιν ἐνθεώτατος· ὁ πόνοις καὶ θλίψεσιν, ὁμιλήσας στερρότατα καὶ ἐξορίαις ἐναθλήσας ὡς ἄσαρκος καὶ ἐν θαύμασι, δοξασθεὶς πλείστοις ἔνδοξε· λύχνος ὁ παμφαέστατος, δογμάτων τῆς πίστεως· τὸ θεοκίνητον στόμα, τῶν Ἱερῶν παραδόσεων, Εὐθύμιε Πάτερ, ὁ αἰτούμενος τοῖς πᾶσι, τὸ θεῖον ἔλεος.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

 

Πάλαι ἡ ἐν ἑώᾳ Χιλή, τῷ Παναγίῳ σου, λειψάνῳ ἠγάλλετο· τὰ νῦν δὲ ἡ πόλις αὕτη, τοῦ Πειραιῶς ἀληθῶς, τῇ σεπτῇ σου Κάρᾳ ἀγλαΐζεται· καὶ ταύτην κατέθετο, ὡς οὐράνιον δώρημα, ναῷ σου θείῳ, ὃν λαμπρῶς σοι ἐδείματο, ᾧ και σπεύδουσα εὐλαβῶς ἀνακράζει σοι· σκέπε με τῇ σῇ χάριτι, Παμμάκαρ Εὐθύμιε, ἐκ πάσης νόσου καὶ λύμης ἀπειλουσῶν μοι αἱρέσεων, Χριστὸν τοῖς πιστοῖς ἀεὶ διδόναι, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Τῶν ἀρετῶν σου τῷ φωτί, ὡς ἀστὴρ παμφαὴς τῆς ἐκκλησίας ἐξέλαμψας Ἱεράρχα Εὐθύμιε· καὶ τῷ λόγῳ τῆς χάριτος, τὴν ἐν Νικαίᾳ Ἁγίαν Σύνοδον, περιφανῶς ἐλάμπρυνας, δοὺς αὐτῇ τὰ νικητήρια, κατὰ τῆς φρυαττομένης αἱρέσεως. Καὶ νῦν τὴν πόλιν Πειραιῶς, ἐν τῇ εἰσόδῳ τῆς θείας Κάρας σου, εὐφροσύνῃ ἔμπλησας, καὶ μείζονος εὐνοίας ἠξίωσας· ᾗ ἀπαύστως βράβευε, κατὰ πάσης ἀνάγκης καὶ χαλεπῶν αἱρέσεων δύναμιν, ταῖς πρὸς Χριστὸν πρεσβείαις σου.

Καὶ νῦν. Τῆς ῾Εορτῆς. Ὁ αὐτός.

Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

 

Ἀπολυτίκιον τῆς ῾Εορτῆς. Ἡ Γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν.

Τοῦ Ἁγίου. Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Οὐζαρᾶ τε τὸν γόνον καὶ τῶν Σάρδεων Πρόεδρον, Ὁμολογητὴν τοῦ Κυρίου, Ἱεράρχην θεσπέσιον, ἐν ἄθλοις στερρὸν ἀγωνιστήν, Εἰκόνων τε τὸν ἀναστηλωτήν, Εὐθύμιον τὸν ἔνδοξον οἱ πιστοί, τιμῶντες ἀνακράζομεν· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ενεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

Δόξα. Ἕτερον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε .

Τῶν Σάρδεων Πρόεδρος καὶ ἐκκλησίας φωστήρ, καὶ στόμα θεόσοφον ὁμολογίας λαμπρᾶς, ἐδείχθης Εὐθύμιε. Ὅθεν τῇ μυριπνόῳ καὶ Ἁγίᾳ σου Κάρᾳ, ταύτην τὴν πόλιν Πάτερ, μυστικῶς ἁγιάζεις· ᾗ δίδου Ἱεράρχα ἀεὶ τὴν προστασίαν σου.

Καὶ νῦν. Πάλιν τῆς Ἑορτῆς

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

    Μετὰ τὴν α '. Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Πολὑφωτος ἀστὴρ ἐκκλησίας ἐδείχθης, καὶ γνώμων ἀκριβὴς Ὀρθοδὁξων Παμμάκαρ, τὴν πίστιν ἐτράνωσας τοῖς σοφοῖς σου διδάγμασιν. Ὅθεν ῞Οσιε ὑπέρ τῶν σοὶ προστρεχόντων, λύσιν αἴτησαι ἀμπλακημάτων θεόφρον, Θεῷ παριστάμενος.

Δόξα καὶ νῦν Τῆς ῾Εορτῆς

Ἦχος δ΄. Κατεπλάγη ᾽Ιωσήφ.

Δεῦτε ἴδωμεν πιστοί, ποῦ ἐγεννήθη ὁ Χριστός· ἀκολουθήσωμεν λοιπόν, ἔνθα ὁδεύει ὁ ἀστήρ, μετὰ τῶν Μάγων Ἀνατολῆς τῶν Βασιλέων. Ἄγγελοι ὑμνοῦσιν, ἀκαταπαύστως ἐκεῖ, Ποιμένες ἀγραυλοῦσιν, ᾠδήν ἐπάξιον. Δόξα ἐν Ὑψίστοις λέγοντες, τῷ σήμερον ἐν Σπηλαίῳ τεχθέντι, ἐκ τῆς Παρθένου, καὶ Θεοτόκου, ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας.

 

    Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον σου, Σωτήρ.

Δοχεῖον ἀρετῶν, ἐκ νεότητος ὤφθης, ποθήσας ὁλικῶς, τῶν κρειττόνων τὴν κτῆσιν καὶ θεῖος ἐχρημάτισας, Ἱεράρχης ΕὐΘύμιε· ὅθεν ᾔσχυνας, κακοδοξίας τὴν πλάνην καὶ ἠγώνισαι, ὑπὲρ Χριστοῦ τῆς Εἰκόνος, ὡς μύστης τῆς χάριτος.

Δόξα καὶ νῦν. Τῆς Ἑορτῆς.

Κάθισμα Ἦχος δ'. Κατεπλάγη Ἰωσὴφ

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησά φησι, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

 

    Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ὡς δῶρον θεόσδοτον, τὴν σὴν σεπτὴν κεφαλήν, ἡ πόλις ἐδέξατο τοῦ Πειραιῶς ἀληθῶς, Παμμάκαρ ΕὐΘύμιε· ὅθεν τῷ σῷ Ἁγίῳ, προσιοῦσα τεμένει, ταύτῃ πιστῶς προσπίπτει καὶ φαιδρῶς ἑορτάζει, τὴν θείαν σου πανήγυριν, ὡς σωτηρίας πρόξενος.

Δόξα. Καὶ νῦν . Τῆς Ἑορτῆς.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ κόρης γεννᾶται Ἁγνῆς, ἅπαν τὸ τῶν ανθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ ἐν ὕμνοις δοξάσωμεν.

 

Τὸ α΄. Ἀντίφωνον τῶν Ἀναβαθμῶν τοῦ δ΄. ἤχου

 

Προκείμενον. Ἦχος δ΄.

Τὸ στόμα μου λαλήσει, σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ῞Οσιοί σου ἀγαλλιάσονται.

 

Πᾶσα Πνοὴ καὶ τὸ Εὐαγγέλιον ἴδε εἰς τὴν ἑορτὴν τοῦ Ἁγ. Ιωάννου τοῦ Χρυσοστόμου

 

Δόξα. Ταῖς τοῦ Ἱεράρχου.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 

Στίχ. ᾽Ελέησόν με ὁ Θεός.

Τὸ Ἰδιόμελον. Ἦχος πλ. β΄.

Ἱεράρχα τοῦ Χριστοῦ, Εὐθύμιε, ὁ συγκαλέσας ἡμᾶς, εἰς εὐωχίαν πνευματικὴν τῶν θαυμάτων σου, φώτισον τὰς καρδίας ἡμῶν τῇ χάριτί σου. Ἵνα δι’ αὐτῆς ὁδηγούμενοι τὰς ἐντολάς τοῦ Κυρίου ποιοῦμεν, καὶ τῆς οὐρανῶν βασιλείας, διὰ πρεσβειῶν σου, οἱ ἐν ᾄσμασι τιμῶντές σε τύχωμεν.

 

    Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου. Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς· «Τοὺς Εὐθυμίου μέλπω ἀγῶνας, Γερασίμου».

ᾨδὴ α΄.

Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Τριάδος τὴν ἔλλαμψιν, ἀμέσως Πάτερ δεχόμενος, τὸν νοῦν μου καταύγασον, φωτὶ τῆς χάριτος, καὶ παράσχου μοι, τοῖς χείλεσι σοφίαν, ὑμνῆσαι Εὐθύμιε τὰς ἀριστείας σου.

 

Ὁ νοῦς ὁ θεόληπτος, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸ σκεῦος τοῦ Πνεύματος τὸ πολυτίμητον ὁ τῶν Σάρδεων ποιμὴν ὁ θεοφόρος, ὁ Μέγας Ευθύμιος ὑμνολογείσθω μοι.

 

Ὑπάρχων ἀνἀπλεως, σοφίας θείας καὶ χάριτος, εὐτόνως διήλεγξας εἰκονομάχων τὸν νοῦν, τὴν προσκύνησιν, τὴν τῶν σεπτῶν Εἰκόνων, ἀνάγων Εὐθύμιε, εἰς τὸ πρωτότυπον.

Θεοτοκίον.

Σαρκὸς ὁμοιώματι ἐκ σοῦ τεχθεὶς ὁ Ὑπέρθεος, τὸν κόσμον διέσωσε, τῆς αρχεγόνου ἀρᾶς· ὅθεν Δέσποινα τὴν τούτου προσκυνοῦντες, Εἰκόνα τὴν ἄχραντον, σὲ μεγαλύνομεν.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ῾Υμνολόγους.

Ἐπλήσθης τῆς θείας ἐπιπνοίας, ποθήσας ἐξ ὅλης τῆς ψυχῆς, τῶν ἐφετῶν τὸ ἔσχατον καὶ βίον καθαρώτατον, ἔσχες ἀπό νεότητος, Πάτερ θεόφρον Εὐθύμιε.

 

Ὑψίστου Θεοῦ δι’ εὐσπλαγχνίαν, φανέντος, μορφῆ τῇ καθ᾽ἡμᾶς, Εἰκόνα τὴν ἐν σώματι, ἐτίμησας ΕὐΘύμιε καὶ ὑπέρ ταύτης ἤνεγκας, θλίψεις πολλὰς ὡς ἀσώματος.

 

Θαυμάτων δυνάμεις ἐνεργοῦσα, ἡ Κάρα σου Πάτερ ἡ σεπτὴ καὶ τὴν ὀσμὴν τῆς χάριτος, πᾶσιν ἀρωματίζουσα, τοῖς Πειραιεῦσι δέδοται, ὥσπερ θησαύρισμα ἄσυλον.

Θεοτοκίον.

Ὑπὲρ τῆς φθαρείσης πρὶν εἰκόνος, ὁ Λόγος Θεοῦ ἐκ σοῦ Ἁγνή, Εἰκόνα τὴν ἀνθρώπειον, ἀτρέπτως ἐνεδύσατο καὶ πύλην σε Πανάχραντε, τῆς σωτηρίας ἀνέδειξε.

 

Κάθισμα.

῏Ηχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τοὺς πολλούς σου ἀγῶνας καὶ τὰ παλαίσματα, ὁ κατ΄ ἀξίαν παρέχων πᾶσι τά ἔπαθλα, ὥσπερ θείαν προσφοράν Πάτερ ἐδέξατο· καὶ θαυμάτων παροχήν, σοὶ παρέσχε δαψιλῶς, Εὐθύμιε Ἱεράρχα· ἔνθεν ἡ θεία σου Κάρα· πᾶσι πηγάζει τὰ ἰάματα.

Δόξα. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Ἐν σπηλαίῳ ἐτέχθης, ὥσπερ ηὐδόκησας, τοῦ Πατρὸς οὐ κεχώρισαι Λόγε συνάναρχε, καὶ Ἀγγέλων οἱ χοροί, δόξα ἐκραύγαζον, τῷ γεννηθέντι ἐν σαρκί, ἐκ τῆς Παρθένου καὶ Ἁγνῆς καὶ σώσαντι τοὺς ἀνθρώπους, ἐκ τῆς ἀρχαίας κατάρας, αὐτοῦ τῇ θείᾳ ἀγαθότητι.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ

Μεγαλόφρονι καρδίᾳ καὶ γενναίῳ φρονήματι, τῶν εἰκονομάχων Πάτερ βασιλέων τὴν ἄνοιαν, ὡς ζηλωτὴς εὐσεβείας ἐνθεώτατος, κατεπάτησας, μὴ δείσας τούτων τὴν δύναμιν.

 

Ἱερῶς Πάτερ ἀνοίξας, σοῦ τὸ στόμα τὸ Ἅγιον, ἐν τῇ ἐν Νικαίᾳ, Ἑβδόμῃ Συνόδῳ Εὐθύμιε, τὴν τῶν εἰκόνων τιμήν, σαφῶς ἐτράνωσας, ὡς συνᾴδουσαν, ταῖς Ἱεραῖς παραδόσεσιν .

 

᾽Οσμὴν πνέει ἀφθαρσίας, ἡ μυρίπνοος Κάρα σου καὶ δυσώδη πάθη, Πάτερ ἐκδιώκει τῇ χάριτι· ὡς γὰρ ῾Αγίασμα θεῖον ταύτην ῞Αγιε, ἡμῖν δέδωκας, καὶ νοητόν ἱλαστήριον.

Θεοτοκίον.

Ὑψηλὴ Θεοῦ καθέδρα καὶ παλάτιον ἔμψυχον, ὤφθης Θεοτόκε ἐν ταῖς σαῖς ἀγκάλαις βαστάζουσα, τὸν τῇ δρακὶ περιέχοντα τὰ σύμπαντα·ὃν ἱκέτευε σῶσον ἡμᾶς, τοὺς αἰνοῦντάς σε.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Μεγίστοις ἐνήθλησας, ἀγῶσι καὶ παλαίσμασι ὑπὲρ τῆς σεπτῆς Χριστοῦ, ὑπερορίαις πικραῖς στελλόμενος καὶ καθείρξεις φέρων χαλεπάς, ἔνδοξε Εὐθύμιε, ᾽Εκκλησίας ἑδραίωμα.

 

Εἰδὼς τὴν προσκύνησιν, τὴν τῶν Εἰκόνων ῞Αγιε, ἐπὶ τὸ πρωτότυπον προσάγειν, ὥσπερ ὁ Μέγας φησὶ Βασίλειος, ἤθλησας στερρῶς ὑπὲρ ταύτης καὶ Μαρτύρων αἵμασι, τὴν στολήν σου ἐφαίδρυνας.

 

Λαμπρύνεται Ἅγιε, ὁ Πειραιεὺς τῇ δόξῃ σου, ἔχων τὸν περίβλεπτον ναόν σου, ὃν εὐσεβεῖς σοι πόθῳ ἀνήγειραν, ἔνθα ἡ σεπτή σου κεφαλή, βρύει τοῖς προστρέχουσιν, χάριν θείαν Εὐθύμιε.

Θεοτοκίον.

Πηγὴ Ἁγιάσματος Ὑπεραγία Δέσποινα, οἷα τοῦ Θεοῦ Ἄχραντος Μήτηρ, ἁγίασόν μου ψυχὴν καὶ ἔννοιαν καὶ αἰσθήσεις πάσας καὶ τὸν νοῦν, ἐναγῶν προλήψεων λυτρουμένη Πάναγνε.

 

ᾨδὴ ς΄. Τὴν θείαν ταύτην.

Ὡράθης ξίφος ἀμφίστομον, αἱρέσεως συγκόπτων τὴν φάλαγγα, Πάτερ Εὐθύμιε· ὅθεν ἡμᾶς διαφύλαττε, ἐπηρείας πάσης, δεινῶν αἱρέσεων.

 

Ἀδίκῳ κρίσει ὑπέμεινας, πικρᾶς ὑπερορίας καὶ μάστιγας Πάτερ Εὐθύμιε, ὡς ἀθλητὴς ἐννομώτατος ὑπὲρ τῆς αληθείας, στερρῶς μαχόμενος.

 

Γενοῦ προστάτης καὶ ἔφορος , τῇ πόλει Πειραιῶς τῇ τιμώσῃ σε, ἐνθέοις ᾄσμασι, καὶ τὴν ὑπέρτιμον Κάραν σου, πιστῶς ἀσπαζόμένη, Πάτερ Ευθύμιε.

Θεοτοκίον.

῾Ως τοῦ Θεοῦ Μήτηρ ἄφθορος, παθῶν φθοροποιῶν με ἀπάλλαξον, Κόρη Πανάμωμε, καὶ μετανοίας τοῖς δάκρυσιν, ἐκ μώμου ἐγκλημάτων, τὸν νοῦν μου κάθαρον.

 

Κοντάκιον καὶ ὁ Οἶκος

ἴδε αμφότερα ἐν τῷ Μηναίῳ.

Καὶ τὰ παρόντα τοῦ Ἁγίου.

 

Κοντάκιον Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἀγωνισάμενος καλῶς, Ἱεράρχα, ὑπέρ τῶν θείων θεοφρόνως Εἰκόνων, ὁμολογίας στέφανον ἀπείληφας. Ὅθεν προσκυνοῦντές σου, τὴν σεπτὴν Πάτερ Κάραν, καθαγιαζόμεθα, ἐν τῇ ταύτης προσψαύσει. ᾽Αλλ΄ἐκδυσώπει ῥύεσθαι ἡμᾶς, πάσης ἀνάγκης, παμμάκαρ, Εὐθύμιε.

Ὁ Οἶκος.

Ὁμολογίας τῷ φωτὶ τῷ κόσμῳ ἀναλάμψας, ὡς ἑωσφόρος φαεινός, διέλυσας τὴν χαλεπήν, εἰκονομάχων πλάνην καὶ ἐλάμπρυνας τῆς ἐκκλησίας τὸ πλήρωμα, ταῖς τῶν καμάτων σου νοηταῖς λαμπρότησι· σὺ γὰρ ὡς χρυσὸς ἐν καμίνῳ ἐδοκιμάσθης, ὅτι ἐν κόποις καὶ μόχθοις περισσοτέρως καὶ ἐξουσίαις πικραῖς καὶ φρουραῖς δειναῖς,καὶ μάστιξιν ἀλγειναῖς , διήνυσας τὸν βίον, μαρτυρικὴν ἀνδρείαν ἐπιδειξάμενος καὶ οἰκείοις ἄθλοις, τὴν Ἱεράν σου στολὴν λαμπροτέραν ἐργασάμενος. Ὅθεν λαμπρῶς ἐδοξάσθης καὶ τὴν Ἁγίαν σου Κάραν, ὡς δώρημα θεῖον ἡμῖν δέδωκας, ἁγιάζουσαν ψυχὰς ἡμῶν καὶ σώματα. ῾Αλλ᾽ὡς ἔχων παρρησίαν πρὸς Χριστὸν δυσώπει ῥύεσθαι ἡμᾶς πάσης ἀνάγκης, Παμμακάριστε Εὐθύμιε.

 

Συναξάριον.

    Πρῶτον τὸ τῆς ἡμέρας, ἴδε ἐν τῷ Μηναίῳ

 

Εἶτα τὸ παρόν τοῦ Ἁγίου.

Τῇ Κς΄. τοῦ Μηνὸς Δεκεμβρίου, Μνήμην ὡσαύτως ἐπιτελοῦμεν τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ευθυμίου, Ἐπισκόπου Σάρδεων τοῦ Ὁμολογητοῦ

Στίχ.

Ἄθλοις τῆς σεπτῆς ὁμολογίας Πάτερ.

Τὴν τῶν Εἰκόνων τιμὴν σαφῶς σφραγίζεις.

Εὐθυμίου οὔτε μέγα κυδαίνω ἀέθλων κῦδος.

 

Ταῖς τῆς σῆς Ἀχράντου Μητρός, καὶ τοῦ Ἁγίου Ἱερομάρτυρος Εὑθυμίου πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν τῇ κτήσει.

Νομήν ἔστησας, τῆς χαλεπῆς αἱρέσεως, ὁμολογίας σου, τῇ ἀνενδότῳ ροπῇ καὶ λόγοις χειλέων σου, στόματι ἔφραξας, τὰ λαλήσαντα, Εὐθύμιε Πατὴρ ἡμῶν, εὐσεβῶς κατὰ τοῦ Κτίστου.

 

Ἀκαθαίρετος, τῆς ἐκκλησίας πρόβολος, ὤφθης Εὐθύμιε, ὑπερορίαις συχναῖς, ἀδίκως στελλόμενος καὶ μαστιζόμενος, πικραῖς μάστιξι, δι’ ὧν κατεμαστίγωσας, τῶν εχθρῶν τὰς διανοίας.

 

Σκεῦος τίμιον, τῆς δωρεᾶς τοῦ Πνεύματος, ὤφθη, ἡ Κάρα σου, Εὐθύμιε ῾Ιερέ, ἣ Πάτερ ἀπέκειτο, τῷ θαυμαστῷ σου Ναῷ, ᾗ καὶ σπεύδοντες, λαμβάνομεν ἑκάστοτε, εὐφροσύνην καὶ ὑγείαν.

Θεοτοκίον.

Γνῶσιν κρείττονα καὶ φόβον θεῖον δίδου μοι, Θεοχαρίτωτε, ὡς ἂν ἐκκλίνω δεινῶν, ἐχθροῦ ἐπιθέσεων, δι’ ὦν μολύνει μου, τὴν διάνοιαν καὶ μετανοίας δάκρυσι, τῶν παθῶν τὸν ῥύπον πλύνων.

 

ᾨδὴ η΄ Παῖδας εὐαγεῖς.

Εἶχε μὲν Χιλή, ἡ ἐν Ἑώᾳ, τὸ θεῖόν σου πάλαι Πάτερ Λείψανον, ὡς λιμένα ἄκλυστον, τοῖς τοῦ βίου κύμασι· νῦν δὲ τὴν θείαν Κάραν σου ἡ πόλις τοῦ Πειραιῶς, κατέχει ὡς θησαύρισμα θεῖον· ὅθεν καὶ πανδήμως, γεραίρει σου τὴν μνήμην.

 

Ῥῦσαι τὸν λαόν σου Ἱεράρχα, τὸν πίστει ἐν τῷ Ναῷ σου καταφεύγοντα καὶ τὴν θείαν Κάραν σου, θερμῶς λιτανεύοντα, κινδύνων τε θλίψεων καὶ περιστάσεων καὶ πλάνης κενοφώνων ἀνθρώπων, τῶν διαστρεφόντων, τὰς τρίβους τοῦ Κυρίου.

 

Ἄθλησιν ὑπέστης παθημάτων, ὡς μέγας τῆς εὐσεβείας Πάτερ πρόμαχος, ποικίλως θλιβόμενος καὶ ἐκδιωκόμενος, Εὐθύμιε μακάριε ὑπέρ τῆς δόξης Χριστοῦ· διό σε ἡ οὐράνιος δόξα, δέδεκται ἀξίως, τελέσαντα τὸν δρόμον.

Θεοτοκίον.

Σῶμα καὶ ψυχήν μου καὶ καρδίαν καὶ πάσας μου τὰς αἰσθήσεις καὶ τὴν ἔννοιαν, κάθαρον Πανάμωμε, ῥείθροις τοῦ ἐλέους σου καὶ σύνεσιν παράσχου μοι, ὡς ἄν τελέσω καλῶς, τὸν βίον τὸν ὑπόλοιπον Κόρη καὶ τῆς τῶν δικαίων μερίδος επιτύχω.

 

ᾨδὴ θ΄. ῞Απας γηγενής.

Ἴσχυσας σοφέ, ἰσχύϊ τοῦ Πνεύματος ἐνδυναμούμενος, ἀσθενείᾳ φύσεως τοὺς μακροὺς πόνους ὑπενεγκεῖν καρτερῶς· ἐντεῦθεν πρὸς τὴν ἄπονον ζωὴν καὶ ἄλυπον, μετετέθης, ἐν χαρᾷ Εὐθύμιε, εὐθυμίας τῆς θείας πληρούμενος.

 

Μύστης ἀληθής δογμάτων τῆς πίστεως, ὤφθης Εὐθύμιε, ὑπὲρ ὧν καὶ ἤθλησας καὶ τὴν ζωήν σου πᾶσαν διήνυσας, ἐν πόνοις καὶ κακώσεσι καὶ πλείσταις θλίψεσι· διά τοῦτο, ὡς Ἱερομάρτυρα, θαυμαστόν ὁ Χριστός σε ἐδόξασε.

 

῞Ορμος γαληνός, ναός σου ὁ Ἅγιος, πέλει Εὐθύμιε, ἐν ᾧ καὶ προστρέχοντες, οἱ χειμαζόμενοι περιστάσεσιν, ταχέως ἀπαλλάττονται τῇ ἀντιλήψει σου, τῶν κινδύνων, ὕμνον χαριστήριον, τῇ πρεσβείᾳ σου Πάτερ προσᾴδοντες.

Θεοτοκίον.

Ὕψιστον Θεόν, τεκοῦσα ἐν σώματι, τὸν ἀπερίγραπτον, Κόρη παντευλόγητε, δι ' εὐσπλαγχνίαν, ἀνακαλούμενον, ἡμᾶς τῆς πάλαι πτώσεως τὸν νοῦν μου ὕψωσον, πρὸς ὑψώσεις θείων ἀναβάσεων, φωτισμοῦ ἀξιοῦσά με κρείττονος.

 

Ἐξαποστειλάρια.

Τῆς Ἑορτῆς. Ἐπεσκέψατο ἡμᾶς.

καὶ τοῦ ῾Αγίου.

Ἦχος γ΄. Ἐν Πνεύματι τῶ Ἱερῷ.

Σοφίᾳ Πάτερ ἀληθεῖ καὶ φρονήσει τελείᾳ καὶ πολιτείας χάρισι, διαπρέπων ἀξίως, τῆς ἀληθείας ἐκφάντωρ καὶ γενναῖος πρόμαχος, ἐδείχθης στερρῶς, ἀθλήσας καὶ πλουσίας ἀμοιβάς, ἐκομίσω ἐκ Θεοῦ Εὐθύμιε Ἱεράρχα.

Καὶ πάλιν τῆς Ἑορτῆς.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

    Ἱστῶμεν Στίχους η΄ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἑορτῆς δ΄ καὶ τοῦ Ἁγίου Στιχηρὰ Προσόμοια γ΄ εἰς δ΄ δευτεροῦντες τὸ α΄ .Προσόμοια τοῦ Ἁγίου

῏Ηχος πλ δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ Ἱερὲ Εὐθύμιε, Ἱερωσύνης φωτί, Ἱερῶς λαμπρυνόμενος, Ἱεράρχης Ὅσιος, ἀληθῶς ἐχρημάτισας καὶ τὴν ζωήν σου πᾶσαν διήνυσας, ὁμολογίας θείας τοῖς σκάμμασιν· ὢ τῶν ἀγώνων σου δι’ ὧν καταβέβληκας, τῆς δυσμενοῦς Ἅγιε αἱρέσεως, μάταιον

φρόνημα. (Δίς).

 

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Πάτερ Εὐθύμιε, τὴν τῆς Εἰκόνος Χριστοῦ, δογματίζων σοφώτατα θείαν ἀναστήλωσον καὶ τιμήν θείῳ Πνεύματι, ὑπερορίας πικρὰς ὑπήνεγκας καὶ μαστιγώσεις σκληρὰς ὡς ἄσαρκος · ὤ τῇς ανδρείας σου! ὅθεν λαμπρῶς, δόξης κατηξίωσαι, τῆς ὑπὲρ ἔννοιαν.

 

Στίχ. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ Ὅσιοί σου, ἀγαλλιάσονται.

 

Πάτερ Παμμάκαρ Εὐθύμιε, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, κληρονόμος γενόμενος, ὥσπερ κλῆρον ῞Αγιον καὶ πολύτιμον δώρημα, ἡμῶν παρέσχες τήν θείαν Κάραν σου, χάριν τὴν θείαν ἀρωματιζουσαν· ὅθεν ἡ πόλις σε, Πειραιῶς ἐν ᾄσμασιν, ἐνευφημεῖ, τὴν ἁγίαν μνήμην σου, πανδήμως ἅγουσα.

Δόξα. ῏Ηχος πλ. δ΄.

Τῶν Ἁγίων Πατέρων ὁ χορός, ἐν τῇ πόλει Νικαίᾳ Πάτερ συνδραμών, συγκάθεδρόν σε ἔσχεν ὡς Πνεύματος πλήρη, μεθ΄ ὧν καὶ ἠγωνίσω, Εὐθύμιε Παμμάκαρ καὶ τῶν Ἁγίων Εἰκόνων τὸ σέβας, ὀρθῶς ἐτράνωσας ἐν ἀληθείᾳ καὶ νῦν σύν τούτοις σὲ τιμῶντες, μακαρίζομεν λέγοντες· Ὦ ἄνθρωπε τοῦ Θεοῦ, θεηγόρε ἐκφάντωρ, τῆς θείας ἐπιπνοίας· θεόφθογγον ὄργανον, δογμάτων τῆς πίστεως ὁμολογίας θαυμαστῆς, πολύσοφον στόμα, τὸ πολύτιμον σκεῦος τοῦ Παρακλήτου· ὁ ἄσειστος στῦλος τῆς ἐκκλησίας · σὺν τοῖς λοιποῖς Πατράσι, τοῖς ἐν Ἑβδόμῃ Συνόδῳ, ἐκτενῶς ἱκέτευε , ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς

 

Δοξολογία Μεγάλη. ᾽Εκτενής.

Καὶ ᾽Απόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Ἀντίφωνα τῆς Ἑορτῆς.

᾽Αντί τοῦ Τρισαγίου, τό, ῞Οσοι εἰς Χριστόν ἐβαπτίσθητε.

 

Ἀπόστολος τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου, ἴδε εἰς

τὴν ῾Εορτὴν τοῦ Ἁγ. Ἐλευθερίου, Δεκεμβρίου ΙΕ΄.

 

Εὐαγγέλιον τῆς ῾Εορτῆς καὶ τοῦ Ἁγίου.

 

Ζήτει εἰς τὴν αὐτὴν Ἑορτὴν τοῦ Ἁγ. Ελευθερίου.

 

Κοινωνικόν. Τῆς Ἑορτῆς.

 

Καὶ τοῦ Ἁγίου. Eἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάρια

Δεῦτε αἱ χορεῖαι τῶν εὐσεβῶν, ὕμνοις ἐγκωμίων, καταστέψωμεν εὐλαβῶς, Εὐθύμιον ὄντως, τὸν θεῖον Ἱεράρχην καὶ Μάρτυρα Χριστοῦ τὸν μεγαλώνυμον.

 

Δεῦτε Καισαρείας γόνον λαμπρόν καὶ Χιλῆς προστάτην, εὐφημήσωμεν οἱ πιστοί, ταν Ἀρχιερέα καὶ Μάρτυρα Κυρίου, Εὐθύμιον τὸν νέον πάντες τιμήσωμεν.

 

Σέβας ἀπονέμων τῷ τοῦ Χριστοῦ καὶ τῆς Θεοτόκου ἐκτύπωματι σχετικῶς, πικραῖς ἐξορίαις, ἠλάθης Θεοφόρε καὶ θάνατον ὑπέστης, Πάτερ Εὐθύμιε.

 

ΤΥΠΙΚΟΝ ΑΚΟΛΟΥΘΙΑΣ.

Ἐὰν ἑορτασθῇ ὁ Ἅγιος κατὰ τὴν Κυριακὴν μετὰ τὴν Χριστοῦ Γέννησιν, ἡ Ἀκολουθία ψάλλεται οὕτως:

Τῷ Σαββάτῳ ἑσπέρας, μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε Ἐκέκραξα ψάλλομεν ἀναστάσιμα στιχηρὰ δ΄, τῶν Θεοπροπατόρων γ΄. καὶ τοῦ Ἁγίου γ΄.

Δόξα τῶν Θεοπροπατόρων καὶ νῦν τῆς Ἑορτῆς. Εἴσοδος, Φῶς ἱλαρόν, καὶ τὸ Μέγα Προκείμενον. Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς…

Τὰ ἀναγνώσματα τοῦ Ἁγίου. Εἰς τὰ Ἀπόστιχα τὰ Ἀναστάσιμα στιχηρὰ. Δόξα τοῦ Ἁγίου καὶν νῦν τῆς Ἑορτῆς.

Ἀπολυτίκια.Τὸ ἀναστάσιμον, τῶν Θεοπροπατόρων. Δόξα τοῦ Ἁγίου καὶ νῦν τῆς Ἑορτῆς καὶ Ἀπόλυσις.

 

Τῇ Κυριακῇ εἰς τὸν Ὄρθρον, μετὰ τὸν Ν΄. Ψαλμὸν, ὁ Τριαδικὸς κανών καὶ τὰ Τριαδικὰ Ἄξιόν ἐστιν, εἶτα τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον Ἡ Γέννησίς σου.. καὶ ὁ Ἑξάψαλμος. Εἰς τὸ Θεὸς Κύριος, τὰ Ἀπολυτίκια ὡς εἰς τὸν Ἑσπερινόν. Εἶτα τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος. Τὰ ἀναστάσιμα καθίσματα ἀνὰ ἓν τοῦ Ἁγίου καὶ ἀνὰ ἓν τῆς Ἑορτῆς.Εὐλογητάρια, ἡ Ὑπακοή, οἱ Ἀναβαθμοὶ τοῦ ἤχου καὶ τὸ Προκείμενον.Καὶ ἅπασα ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου. Κανόνες ὁ Ἀναστάσιμος, τῆς Ἑορτῆς, τῶν Θεοπροπατόρων καὶ τοῦ Ἁγίου. Ἀπὀ γ΄. ᾠδῆς τὸ Ἀναστάσιμον Κοντάκιον καὶ ὁ οἶκος ὁμοίως καὶ τὰ τοῦ Ἁγίου. Εἶτα τὸ κάθισμα τῶν Θεοπροπατόρων. Δόξα τοῦ Ἁγίου καὶ νῦν τῆς Ἑορτῆς.

Ἀφ’ ἕκτης κοντάκιον καὶ οἶκος τῶν Θεοπροπατόρων. Συναξάριον τῆς ἡμέρας, τοῦ Ἁγίου καὶ τὸ ὑπόμνημα τῆς Κυριακῆς μετὰ τὴν Χριστοῦ Γέννησιν. Καταβασίαι. Ἔσωσε λαὸν, ἡ Θ΄. ἀμφοτέρων τῶν κανόνων τῆς Ἑορτῆς. Ἐξαποστειλάρια, τὸ ἀναστάσιμον τῶν Θεοπροπατόρων, τοῦ Ἁγίου καὶ τῆς Ἑορτῆς. Εἰς τοὺς Αἴνους, ἀναστάσιμα β΄., τῶν Θεοπροπατόρων γ΄. καὶ τοῦ Ἁγίου γ΄ . Δόξα τῶν Θεοπροπατόρων, καὶ νῦν τῆς Ἑορτῆς. Δοξολογία Μεγάλη, Ἐκτενὴς καὶ Ἀπόλυσις.

Εἰς τὴν Λειτουργίαν, τὰ Ἀντίφωνα τῆς Ἑορτῆς. Εἰς τὸ β΄. ὁ ἐκ Παρθένου τεχθεὶς. Μετὰ τὴν εἴσοδον. Δεῦτε προσκυνήσωμεν...ὁ ἀναστὰς ἐκ νεκρῶν, τὰ Ἀπολυτίκια. Κοντάκιον τῆς Ἑορτῆς τὸ, Ὅσοι εἰς Χριστὸν ἐβαπτίσθητε, Ἀπόστολος καὶ Εὐαγγέλιον τῆς Κυριακῆς. Εἰς τὸ, Ἐξαιρέτως Μεγάλυνον ψυχή μου… Στέργειν μὲν ἡμᾶς. Κοινωνικὸν τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου. Ἀντὶ τοῦ Εἴδομεν τὸ Φῶς, τὸ, ἡ Γέννησἰς σου Χριστὲ καὶ Ἀπόλυσις.

 

᾽Εὰν ἑορτασθῇ ἡ μνήμη τοῦ ῾Αγίου τὴν Κυριακὴν τῶν Ἁγίων Πατέρων τῆς Ζ΄. Οἰκουμενικῆς Συνόδου, ἡ ἀκολουθία ψάλλεται οὕτως:

Τῷ Σαββάτῳ Ἑσπέρας, μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.

Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα δ΄., τῶν Ἁγίων Πατέρων γ΄. καὶ τοῦ Ἁγίου γ΄. Δόξα τῶν Ἁγίων Πατέρων καὶ νῦν τὸ Θεοτοκίον τοῦ ἤχου. Εἴσοδος, τὸ Φῶς ἱλαρόν, τὸ, Προκείμενον τὰ Ἀναγνώσματα τῶν Ἁγίων Πατέρων, καὶ τοῦ Ἁγίου.

 

Ἀπόστιχα τὰ ᾽Αναστάσιμα. Δόξα τοῦ ῾Αγίου καὶ νῦν τῶν ῾Αγίων Πατέρων.

Ἀπολυτίκιον τὸ, Ἀναστάσιμον,τῶν Ἁγίων Πατέρων. Δόξα τοῦ Ἁγίου καὶ νῦν Θεοτοκίον ὁμόηχον καὶ Ἀπόλυσις.

 

Τῇ Κυριακῇ εἰς τὸν Ὄρθρον. Μετὰ τὸν Ν.΄ Ψαλμὸν, ὁ Τριαδικὸς κανὼν καὶ τὰ Τριαδικὰ Ἄξιόν ἐστιν, εἶτα τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον τῶν Ἁγίων Πατέρων καὶ ὁ Ἑξάψαλμος. Εἰς τὸ Θεὸς Κύριος τὰ Ἀπολυτίκια, ὡς ἐν τῷ Ἑσπερινῷ. Εἶτα τὸ Ψαλτήριον καὶ ὁ Πολυέλεος.

Μετὰ τὴν α΄. Στιχολογίαν καθίσματα τὰ Ἀναστάσιμα. Μετὰ τὴν β΄. Στιχολογίαν καθίσματα τοῦ Ἀγίου. Δοχεῖον ἀρετῶν.

 

Δόξα καὶ νῦν Θεοτοκίον.

Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.

Εἰκόνα τὴν σεπτήν, τοῦ ἐκ σοῦ προελθόντος, Μορφῇ τῇ καθ’ἡμᾶς καὶ τὴν σὴν Θεοτόκε, κηρύττων ὀρθῶς σέβεσθαι, ὁ θεόφρων Εὐθύμιος, πᾶσαν κάκωσιν· ὑπὲρ αὐτῆς καθυπέστη καὶ νῦν Δέσποινα τὴν σὴν θεώμενος δόξαν, ὑμνεῖ σου τὰς χάριτας.

Μετὰ τὸν Πολυέλεον, τὰ Ἀναστάσιμα Εὐλογητάρια. Ἡ Ὑπακοὴ

καὶ κάθισμα τοῦ Ἁγίου. Ὡς δῶρον θεόσδοτον.

 

Δόξα… Καὶ νῦν… Θεοτοκίον.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Σαρκὶ καθ’ ὑπόστασιν, τεχθεὶς ὁ λόγος ἐκ σοῦ, διπλοῦς κόσμῳ πέφηνε καὶ τῆς ἀρχαίας ἀρᾶς, ἡμᾶς ἐλυτρώσατο. Ὅθεν τὴν θείαν τούτου, προσκυνοῦντες Εἰκόνα, μέλπομεν Θεοτόκε, τὰ πολλὰ μεγαλεῖα, τῆς σῆς ἀρρήτου δόξης, καὶ σὲ μεγαλύνομεν.

 

Τὰ Ἀντίφωνα τοῦ ἤχου, τὸ Προκείμενον καὶ ἅπασα, ἡ τάξις τοῦ Ἑωθινοῦ Εὐαγγελίου. Οἱ Κανόνες, ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου, τῶν Ἁγίων Πατέρων καὶ τοῦ Ἁγίου. Μετὰ τὴν γ΄. ᾠδὴν Κοντάκιον καὶ Οἶκος τὰ ἀναστάσιμα, ὁμοίως καὶ τὰ τοῦ Ἁγίου. Τὸ κάθισμα τῶν Ἁγίων Πατέρων. Δόξα τοῦ Ἀγίου. Τοὺς πολλούς σου ἀγῶνας...

Καὶ νῦν. Θεοτοκίον.

Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.

Τὸν Δεσπότην τῶν ὅλων σαρκί κυήσασαν, σαρκωθέντα ἀφράστως ἐκ τῶν αἱμάτων σου, πρὸς Θεὸν καταλλαγὴ κόσμου γεγέννησαι· ῞Οθεν μὴ παύσῃ πρὸς αὐτόν, μεσιτείᾳ μητρικῇ, πρεσβεύουσα Θεοτόκε, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν χαριτόβρυτον Εἰκόνα Σου.

 

Μετά τὴν ς΄. ᾠδήν, Κοντάκιον καὶ οἶκος τῶν ῾Αγίων Πατέρων, τό, Συναξάριον τῆς ἡμέρας καὶ τοῦ Ἁγίου καὶ τὸ ὑπόμνημα τῶν Ἁγίων Πατέρων.

 

Καταβασίαι. ᾽Ανοίξω τὸ στόμα μου. Τὴν Τιμιωτέραν. Ἐξαποστειλάρια τὸ Ἀναστάσιμον, τῶν Ἁγίων Πατέρων, τοῦ Ἁγίου καὶ τὸ Θεοτοκίον. Πρεσβείαις ῾Υπεράγαθε… ἴδε εἰς τὸ Μηναῖον ἐν τῇ ἑορτῇ τῶν ῾Αγίων Πατέρων. Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους η΄. καὶ ψάλλομεν Στιχηρὰ Ἀναστάσιμα β΄. τῶν ῾Αγίων Πατέρων γ΄. καὶ τοῦ Ἁγίου γ ΄. Δόξα τῶν ῾Αγίων Πατέρων καὶ νῦν Ὑπερευλογημένη. Δοξολογία Μεγάλη, ᾽Εκτενὴς καὶ Ἀπόλυσις

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τά Τυπικά, οἱ Μακαρισμοὶ εἰς Στίχους ιβ΄. Ψάλλομεν τῆς Ὀκτωήχου δ΄. τῶν Ἁγίων Πατέρων τὴν γ΄. ᾠδὴν καὶ ἐκ τοῦ Ἁγίου τὴν ς΄. ᾠδήν.

'Απόστολος καὶ Εὐαγγέλιον, τῶν ῾Αγίων Πατέρων.

 

Κοινωνικόν. Αἰνεῖτε τὸν Κύριον.

 

Καὶ τοῦ Ἁγίου. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάρια.