ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΜΑΡΤΥΡΟΣ ΔΗΜΟΣΘΕΝΟΥΣ

 

οὗ ἡ μνήμη τελεῖται τῇ 28ῃ Δεκεμβρίου.

 

ΑΡΧΙΜ. ΝΙΚΟΔΗΜΟΥ ΑΕΡΑΚΗ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

    Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

τὸν Δημοσθένην ἐν ὕμνοις ἀνευφημήσωμεν, Χριστοῦ τὸν ἀθλοφόρον, συμμαρτύρων τὸ κλέος, δόξαν ᾽Εκκλησίας, καὶ τῶν πιστῶν, πρωτοτόκων ὁμότιμον, Νικομηδείας τὸν μάρτυρα τὸν σεπτόν, καὶ ἁγίων ἰσοστάσιον.

 

Τὸν Δημοσθένην ἐνδόξως ἐγκωμιάσωμεν, τὸν ἐν Νικομηδείᾳ, ἀριστεύσαντα πάνυ ἄναρχον Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ῞Αγιον, μίαν σεπτὴν θεαρχίαν πάντων ἀρχήν, ἀσεβέσιν ἀνεκήρυξεν.

 

Τὸν Δημοσθένην ἐνθέως δεῦτε τιμήσωμεν, Νικομηδείας κλέος, καὶ μαρτύρων τὸν τύπον, πάντων ἀθλοφόρων, ὑπογραμμόν, καὶ πιστῶν τὸ ὑπόδειγμα, τὸν πρὸς Χριστὸν νῦν μεσίτην ὑπὲρ ἡμῶν, ἐν Σιὼν τὴν περιπόθητον.

 

Τὸν Δημοσθένην τὸν μάρτυρα ἐπαινέσωμεν, ὁμολογίας κόσμον, μαρτυρίας τὸν πλοῦτον, δόξαν ᾽Εκκλησίας, στῦλον πιστῶν, καὶ μαρτύρων τὸ κλέϊσμα, Νικομηδείας τὸν ἔνδοξον ἀθλητήν, παραδείσου τὸν οἰκήτορα.

Δόξα. Ἦχος β'.

Δεῦτε πιστοὶ τὸν πανένδοξον μάρτυρα Δημοσθένην, ἐν ἐγκωμίων ᾠδαῖς πανευλαβῶς ἐπευφημήσωμεν. Οὗτος γὰρ τὸν Χριστὸν ἀγαπήσας, καὶ τὴν τοῦ μαρτυρίου δόξαν ἐπιποθήσας, μετὰ παρρησίας τὸν ἐν Τριάδι Θεὸν ὡμολόγησε, καὶ ὡς πανάγιον σφάγιον ὑπὲρ τῆς πίστεως Αὐτοῦ ἐτύθη. Αὐτοῦ τὴν θυσίαν μιμησώμεθα, ἵνα τύχωμεν καὶ ἡμεῖς τῆς αἰωνίου μακαριότητος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός. Οἶκος τοῦ Ἐφραθᾶ.

Ὅλον θεουργικῶς, φορέσας ἐκ Παρθένου, Ἀδὰμ Χριστὲ τὸν πρῶτον, ἐτέχθης ἐν σπηλαίῳ καί φάτνῃ ἐσπαργάνωσαι.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Δεῦτε πανευλαβῶς, τιμήσωμεν ἐνθέως, ἐν ὕμνοις ἐγκωμίων, τὸν θεῖον Δημοσθένην, Νικομηδείας μάρτυρα.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Ὄντως ὁ εὐκλεής, συμμάρτυς πρωτοτόκων, εἰσῆλθε μετὰ δόξης, εἰς δώματα Κυρίου, ἀξίως ὡς καλλίνικος.

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Μάρτυς ἐν οὐρανοῖς, ἱκέτευε ἀπαύστως, Τριάδα τὴν ῾Αγίαν, ὑπὲρ τῶν εὐφημούντων, τὴν μνήμην σου ἐν ᾄσμασιν.

Δόξα. Τριαδικόν. ῞Ομοιον.

Δόξα σοι, ὦ Τριάς, τῇ φύσει ἡνωμένη, τοῦ κόσμου μονοκράτορ· ἐλέησον τοὺς πίστει, λατρεύοντάς σοι Κύριε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Ψάλλε προφητικῶς, Δαυίδ κινῶν τὴν λύραν τῆς σῆς γὰρ ἐξ ὀσφύος, ἐξ ἧς ἡ Θεοτόκος, Χριστός γεννᾶται σήμερον.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσιν.

Δημοσθένην τὸν μάρτυρα, ἀθλητὴν θεοτίμητον, ἐν ᾠδαῖς καὶ ᾄσμασιν, εὐφημήσωμεν· ὅτι Τριάδα τὴν ἄκτιστον, ἐνθέως ἠγάπησε, καὶ ἐλάτρευσε πιστῶς, ὑπὲρ Ἧς ἀπηρνήσατο, τὰ ἐπίκηρα πάντα, ταπεινώσας δυσσεβεῖς καὶ ἀντιχρίστους, ὡς χριστομάρτυς πανθαύμαστος.

 

Γενναιότητος ἕδρασμα, μαρτυρίας κειμήλιον, ἀθλητῶν προπύργιον εὐφημήσωμεν, ὄντως ὑπόδειγμα πίστεως, μαρτύρων τὸ πρότυπον, βιαστῶν ὑπογραμμόν, τῆς θυσίας τὸ ἄγαλμα, καὶ ζωῆς τῆς ἀλήκτου ὑποφήτην, Δημοσθένην ἀριστέα, τὸ τῶν μαρτύρων ἀγλάϊσμα.

 

Τὸν Χριστὸν ἐπεπόθησας, θησαυρὸν τὸν ἀτίμητον, καί ζωὴν τὴν κρεττονα, ΔημόσΘενες· καὶ εἰς μαρτύριον ἔσπευσας, ζητῶν τὴν σωτήριον, ἐκ Τριάδος ἀληθοῦς, χάριν ἄφθονον πάντιμε, ἀρνηθείς δὲ εἰδώλοις καταθῦσαι, τῆς Χριστοῦ ὁμολογίας καὶ τελευτῆς θείας ἔτυχες.

Δόξα. Ἦχος πλ. β΄.

Τὸν τῆς Νικομηδείας Χριστομάρτυρα Δημοσθένην, τὸν ὑπὲρ τῆς ἀληθοῦς πίστεως τυθέντα, ἐν ᾠδαῖς πνευματικαῖς, ἐγκωμιάσωμεν λέγοντες· Χαίροις τῆς πίστεως τοῦ Χριστοῦ ἀρραγὴς θέμεθλος, καὶ τῶν εἰς Χριστὸν πιστευόντων θεοδώρητον στήριγμα. Χαίροις τὸ τῆς θυσίας πανεύφημον πρότυπον, καί τὸ τῆς ὁμολογίας τοῦ Θεανθρώπου θεοτίμητον ὑπόδειγμα. Χαίροις τῶν οὐρανίων δωμάτων πανάξιε οἰκιστά, καὶ τῶν τιμώντων σε θεοδώρητε πρεσβευτά. Χαίροις ὁ αἰωνίως θεώμενος τὴν τῆς ῾Αγίας Τριάδος δόξαν τε καὶ λαμπρότητα.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Χορεύουσιν ῎Αγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ Σωτῆρα καὶ Κύριον· ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

 

    Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα

(Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ' 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
 

Εἰς τὴν Λιτήν.

Ψάλλομεν Στιχηρὰ ᾽Ιδιόμελα.

Ἦχος α'.

Ἑορτὴν χαρμόσυνον οἱ τὸν πανένδοξον μάρτυρα Δημοσθένην τιμῶντες, ἐν ᾽Εκκλησίαις θεσπεσίως ἐπιτελέσωμεν. Οὗτος γὰρ τοὺς τῆς δυσσεβείας ἄρχοντας ταπεινώσας, καί τὴν εἰς Χριστὸν πίστιν, μόνην σωτήριον, εὐθαρσῶς διακηρύξας, τοῦ μαρτυρικοῦ τέλους

κατηξιώθη. Οὕτω τῶν τῆς εὐσεβείας ἐραστῶν, πανθαύμαστον γέγονε πρότυπον, καί τῶν μαρτυρικῶς ποθούντων τελειωθῆναι, παντέλειον ἄγαλμα ἀνεδείχθη. Νῦν δὲ ἐν οὐρανοῖς περιπολεύων, πρεσβεύει ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'.

Δεῦτε φιλομάρτυρες πάντες, καὶ τοῦ πανευφήμου μάρτυρος Δημοσθένους θαυμασταί, ἐν ἐγκωμίων ᾠδαῖς τὴν πανίερον αὐτοῦ μνήμην ἐπιτελέσωμεν. Οὗτος γάρ, τὴν τοῦ συγκλητικοῦ δόξαν, τῇ μωρίᾳ τοῦ Εὐαγγελίου ἀνταλλάξας, ὑπὲρ τοῦ Σταυροῦ τοῦ Χριστοῦ θαυμαστῶς ἤθλησε, καί ἱεροπρεπῶς σὺν πολλοῖς συμμάρτυσιν ἐτελειώθη. ῞Οθεν σὺν τοῖς πρωτοτόκοις, ἐν τῇ οὐρανίῳ βασιλείᾳ, αἰωνίως σαββατίζων, ἀδιαλείπτως πρεσβεύει τῷ Σωτῆρι Χριστῷ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ'.

Τὴν τοῦ Χριστομάρτυρος Δημοσθένους, θεόσδοτον ἑορτήν, πανευφροσύνως ἐν ἐγκωμίων ᾄσμασιν, ἀδελφοί ἱεροπρεπῶς ἐπιτελέσωμεν. Οὗτος γὰρ τῇ θεοπροσδέκτῳ ὁμολογίᾳ καί τῇ θεοφιλεῖ ἀποτομῇ τῆς κεφαλῆς αὐτοῦ ὑπὲρ Χριστοῦ, τοῖς πρωτομάρτυσι τῆς πίστεως κατηκολούΘησεν. ῞Οθεν ἐν οὐρανίοις θαλάμοις, μετὰ πάντων τῶν ῾Αγίων ἀγάλλεται, καθικετεύων τὸν Κύριον, ὑπὲρ πάντων τῶν τιμώντων τὴν πανίερον μνήμην αὐτοῦ.

Ἦχος δ'.

Δεῦτε εὐφημήσωμεν ἀδελφοί, τὴν τοῦ θεοφίλου μάρτυρος Δημοσθένους, πανένδοξον καὶ πανευφρόσυνον ἑόρτιον μνήμην. Οὗτος γὰρ ὑπὲρ Χριστοῦ τὰ ἐπίκηρα πάντα καταλιπών, μαρτυρικῶς τὸν βίον ἐξεμέτρησε καὶ ἐν οὐρανοῖς ἐπαξίως ὑπὸ Κυρίου ἐστέφθη. Χαίρει Νικομήδεια, καθορῶσα τὴν τοῦ μάρτυρος αὐτῆς, οὐράνιον προαγωγήν· χαίρει ἡ ἐπὶ γῆς στρατευομένη ᾽Εκκλησία, ὁρῶσα τὸ τέκνον αὐτῆς, ἐν τῇ ἐπουρανίῳ θριαμβευούσῃ. ᾽Αλλ' ὦ μάρτυς Δημόσθενες, πρέσβευε ὑπὲρ ἡμῶν, ὅπως ἀξιωθείημεν τῆς σῆς μακαρίας καί ἐνδόξου καταπαύσεως.

Δόξα. Ἦχος πλ. α'.

Δεῦτε χριστοφόροι λαοί, ἐν χαρᾷ καὶ ἀγαλλιάσει πανηγυρίσωμεν, ἐπὶ τῇ λαμπροφόρῳ, μνήμῃ, τοῦ τῆς Νικομηδείας εὐκλεοῦς μάρτυρος Δημοσθένους. Οὗτος γὰρ τὴν τοῦ συγκλητικοῦ δόξαν ἀπαρνηθείς, καὶ ἑκουσίως τὴν τοῦ Εὐαγγελίου μωρίαν καὶ ἐξουθένωσιν ἀποδεχθείς, ὡς περικάθαρμα καί πάντων περίψημα, ἐν αἰκισμοῖς καὶ ποικίλαις κολάσεσιν ἐτελειώθη, τυχὼν δόξης αἰωνίου καὶ στεφάνου ζωῆς ἐκ χειρὸς Κυρίου ἐν οὐρανοῖς. Αὐτοῦ ταῖς ἱκεσίαις Θεάνθρωπε λυτρωτά, καί ἡμᾶς τῆς τῶν ὁμολογητῶν καταξίωσον τιμῆς, καί αἰωνίου μακαριότητος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα Βασιλέα Οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ σπηλαίῳ, βρέφος

κείμενον τὸν ῎Αχρονον.

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶς.

Χαίροις Νικομηδείας πυρσός, καὶ τῆς Συγκλήτου πανευῶδες κειμήλιον, Δημόσθενες Θεοφόρε, ὁμολογίας Χριστοῦ, ἀριστεύς, καὶ μάρτυς θεοτίμητος, πιστῶν ὑποτύπωσις, ἀθλητῶν τὸ ὑπόδειγμα, χριστομαρτύρων, θεοδώρητον ἄγαλμα, καὶ τῆς πίστεως, θεοπρόβλητον στήριγμα. Χαίρων εἰς τὰ οὐράνια, εἰσῆλθες σκηνώματα, δόξαν λαβὼν τῶν μαρτύρων, καὶ παρρησίαν πρὸς Κύριον, πρεσβεύειν ἀπαύστως, ὑπὲρ πάντων τῶν τιμώντων, σὴν θείαν ἄθλησιν.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χαίροις θῦμα εὐῶδες Χριστοῦ, μαρτύρων κλέος, ὦ Δημόσθενες ἔνδοξε· σταυρὸν γὰρ θυσίας ἄρας, ἐν διωγμοῖς φοβεροῖς, καὶ ὁμολογίας ἐν τοῖς ἔθνεσι, τὴν πλάνην ἐνίκησας, δυσσεβεῖς ἐταπείνωσας, καὶ ἀθλουμένων, τὴν ψυχὴν ἀνεπτέρωσας, καὶ ἐστήριξας τῶν πιστῶν τὰ συστήματα. ῞Οθεν τὴν σὴν πανένδοξον, τιμῶντες πανήγυριν, χάριν Χριστοῦ ἐκζητοῦμεν, ταῖς σαῖς πρεσβείαις πανθαύμαστε, μιμεῖσθαι σὴν πίστιν, καὶ καλὴν ὁμολογίαν, καὶ ζῆλον ἔνθεον.

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ἐν αἰκισμοῖς θαυμαστός, λαμπρὲ Δημόσθενες ἁγίων συνόμιλε, ἐν πράξει χριστομιμήτῳ, περιφανὴς καὶ σεπτός, ἐν ἀθλήσει ὄντως θεοφρούρητος· ἐν μάρτυσιν ἔνδοξος, ἐν πιστοῖς θεοπρόβλητος, ἐν ἐπισήμοις, ἀθλοφόρος θεόφιλος, ὁμολογίᾳ τε εὐσταθὴς καὶ ἀκλόνητος. ῞Οθεν ἐν ἐγκωμίοις τε, καὶ ὕμνοις πανεύφημε, ἄθλους τοὺς σοὺς ἐπαινοῦμεν, καὶ τὰς λιτάς σου πρὸς Κύριον, αἰτούμεθα πάντες, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β'.

Σήμερον ἡ ἐν οὐρανοῖς ᾽Εκκλησία, ἑορτίως συγχορεύει, μετὰ τῶν φιλομαρτύρων ἐν γῇ, ἐπὶ τῇ μνήμῃ τοῦ Χριστομάρτυρος Δημοσθένους. ᾽Εν τῇ μιᾷ ᾽Εκκλησίᾳ, ὁ τῆς Νικομηδείας συγκλητικὸς καὶ ἀθλητὴς τῆς πίστεως, ἐνθεαστικῶς καί πανευφροσύνως τιμᾶται καὶ

γεραίρεται· ἐν οὐρανοῖς μὲν ὡς συμμάρτυς καί συνάγιος τῶν πρωτοτόκων, ὑπὸ τοῦ ἐσφαγμένου ᾽Αρνίου ἐστεμμένος, ἐν γῇ δὲ ὡς πρότυπον ἀληθοῦς ἀθλητοῦ, καὶ γενναίου μάρτυρος, πεφιλημένου δὲ καὶ πεπαρρησιασμένου πρεσβευτοῦ, ὑπὲρ πάντων τῶν πιστῶν, πρὸς τὸν μόνον φιλάνθρωπον Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον ῎Αγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καί ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

 

Ἀπολυτίκιον

Ἦχος γ'. Θείας πίστεως.

Ὕμνοις στέψωμεν τὸν Δημοσθένην, θεῖον μάρτυρα, τοῦ Θεανθρώπου, ὁμολογίας τὸ εὐῶδες κειμήλιον, Χριστομαρτύρων θεόσδοτον κλέϊσμα, καὶ ᾽Εκκλησίας προπύργιον ἔνθεον. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'.

Ἡ γέννησίς σου Χριστέ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως · ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν ῞Ηλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τὴν ἀπαράμιλλον, ὁμολογίαν σου, καὶ θεοπρόσδεκτον, μάρτυς θυσίαν σου, κατανοοῦντες οἱ πιστοί, βοῶσι ἐν εὐφροσύνῃ· χαίροις, ὦ Δημόσθενες, τὸ τῆς χάριτος ὄργανον, χαίροις τὸ τῆς πίστεως, θεοπρόβλητον πρότυπον, Χριστοῦ τῆς ᾽Εκκλησίας ὁ στῦλος, χαίροις

μαρτύρων μέγα κλέος.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Θαῦμα παράδοξον, γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς Αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν. Ποιμένες μετ' ᾽Αγγέλων τε, ἐδοξολόγουν Αὐτόν· μεθ' ὧν καί ὑμεῖς βοῶμεν Αὐτῷ· Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν μάρτυρα Χριστοῦ, Δημοσθένην ἐν ὕμνοις, τιμήσωμεν λαμπρῶς, ἐν ᾠδαῖς ἐγκωμίων· εἰδώλων γὰρ δυσσέβειαν, εὐθαρσῶς ἐταπείνωσε, καί μαρτύρια καὶ ἀπειλὰς καὶ ὀνείδη, κατενίκησεν, ὁμολογῶν θεοφρόνως, Τριάδα τὴν ἄκτιστον.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἐν φάτνῃ δι' ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει· ποιμένες δέ σε ὕμνησαν μετ' ᾽Αγγέλων κραυγάζοντες· Δόξα αἴνεσις τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.

 

    Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.

Καταπλήττει τοὺς πιστούς, τοῦ Δημοσθένους βιοτή, ἐκ Συγκλήτου ἀθλητοῦ, μάρτυρος ὄντως τοῦ Χριστοῦ· καὶ γὰρ ἠρνήσατο δόξαν τὴν φθειρομένην· Νόμον τοῦ Θεοῦ διεκήρυξε, Λόγον τοῦ Πατρὸς ὡμολόγησε· καὶ τῶν μαρτύρων στέφανον ἐδέξατο, καὶ αἰωνίως ἀγάλλεται, ἐν θείοις δόμοις, Χριστοῦ νυμφίου, μετὰ τῶν πρωτοτόκων.

Δόξα. Καὶ νῦν.Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός.

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; ῞Οτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. ῎Ανανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ῎Ασπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται· Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας.

 

    Οἱ ᾽Αναβαθμοί, τὸ α' ᾽Αντίφωνον τοῦ δ΄. Ἤχου,

 

Προκείμενον Ἦχος δ'.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Τό, Πᾶσα πνοή.

Εὐαγγέλιον Μαρτυρικόν, (Λουκᾶ κα΄12-19). Ὁ Ν' Ψαλμός.

Δόξα. Ταῖς τοῦ ᾽Αθλοφόρου πρεσβείαις, ᾽Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ᾽Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Εἶτα τὸ ᾽Ιδιόμελον. Ἦχος πλ. β'.

Στίχος. ᾽Ελέησόν με ὁ Θεός...

 

Σήμερον ἐν ἐγκωμίων ᾠδαῖς, τὸν τῆς Νικομηδείας μάρτυρα Δημοσθένην, ἑορταστικῶς ἐπευφημήσωμεν λέγοντες· Χαίροις τὸ τῆς Συγκλήτου κλέϊσμα καὶ τὸ τῆς ᾽Εκκλησίας ἐγκαλλώπισμα. Χαίροις ὁ τῆς δυσσεβείας ἔλεγχος, καὶ τῆς ἀληθοῦς πίστεως ἐνσφράγισμα. Χαίροις τῆς ὁμολογίας τὸ ἀκροθίνιον, καὶ τῆς θυσίας τὸ πανάριστον πρότυπον. Χαίροις τῶν μαρτύρων τὸ κλέος, καὶ τῶν πιστῶν τὸ ἀγαλλίαμα. ᾽Εκτενῶς πρέσβευε, σεπτὲ Δημόσθενες, Χριστῷ τῷ Θεῷ, ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

    Οἱ Κανόνες, ὁ Κανὼν τῆς ἑορτῆς καὶ τοῦ Μάρτυρος, οὗ ἡ ᾽Ακροστιχίς·

«Κλεινὲ Δημόσθενες λιταῖς σου σῶσόν με».

Νικοδήμου.

ᾨδὴ α'. ῏Ηχος πλ. δ'. Ὁ Εἱρμός. ῾Υγρὰν διοδεύσας.

Καταύγασον Πνεῦμα φωτιστικόν, ἐμοῦ τοῦ ἀθλίου, τὴν διάνοιαν σαῖς αὐγαῖς, ὑμνῆσαι ἐν λόγοις ἐγκωμίων, τοῦ Δημοσθένους μαρτύριον ἔνδοξον.

 

Λαμπρὰν τῆς Συγκλήτου περιβολήν, ἀντήλλαξε μάρτυς, διὰ πίστεως ἀληθοῦς, δορᾷ ταπεινῇ τῇ τῶν προβάτων, ἀκολουθῶν τῷ ποιμένι Παντάνακτι.

 

Ἐγεύσω Δημόσθενες ἐν χαρᾷ, ὑπὲρ ἀληθείας, καὶ τῆς πίστεως τοῦ Χριστοῦ, ποτήριον θείου μαρτυρίου, καὶ ὑπὲρ Λόγου ἐτύθης ὡς σφάγιον.

Θεοτοκίον.

Ἱκέτις πρὸς Λόγον ὑπὲρ πιστῶν, σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

ᾨδὴ γ'. Ὁ Εἱρμός, Οὐρανίας ἁψῖδος.

Νομοθέτην ὁ μάρτυς, ὁμολογεῖ Κύριον, καὶ ὡς Λυτρωτὴν καὶ Δεσπότην, πάσης τῆς κτίσεως, καὶ ἐν ἀγάπῃ πολλῇ, ἐπιποθεῖ μαρτυρῆσαι, ἵνα συνευφραίνηται, πᾶσι τοῖς μάρτυσιν.

 

Ἐβδελύξω τὴν πλάνην, καὶ δυσσεβὲς φρόνημα, μάρτυς μισοχρίστων ἀθέων, κλεινὲ Δημόσθενες· διὸ Συγκλήτου τιμήν, ἀπαρνηθεὶς θεοφρόνως, τὸν Χριστὸν ἐκήρυξας, ὄντως Θεάνθρωπον.

 

Δημοσθένης ἐδείχθη, τῶν ἀθλητῶν πρότυπον, δόξα τῶν μαρτύρων καὶ τύπος, και τὸ ὑπόδειγμα, ὁμολογούντων Χριστόν, ἐν παρρησίᾳ ἁγίᾳ· διὸ καὶ κατέλαβε, Χριστοῦ τὰ δώματα.

Θεοτοκίον.

Ἡλιόμορφε Κόρη, Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ῾Αγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά σου.

 

Κάθισμα.

Ἦχος δ'.Ταχὺ προκατάλαβε.

Ἐνθέως ὑμνήσωμεν, τὸν Δημοσθένην πιστοί, καὶ λόγοις κηρύξωμεν, τοῦ μαρτυρίου αὐτοῦ, τὸ εὔσημον δώρημα· Χαίρει ἐν δόμοις θείοις καὶ χοροῖς τῶν μαρτύρων· χαίρει μετὰ Ἀγγέλων, καὶ Ἁγίων ἁπάντων, πρεσβεύων τῷ Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

 

ᾨδὴ δ'. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.

Μεγαλύνεις Δημόσθενες, τῆς ὁμοουσίου Τριάδος ὄνομα, ταπεινώσας τὸν ἀλάστορα, διὰ μαρτυρίου σου πανεύφημε.

 

Οὐρανός σε ἐδέξατο, τῆς Νικομηδείας μάρτυς τὸ καύχημα, ἐν τοῖς δώμασι τοῦ Κτίστου σου, ὑπὲρ οὗ ἐτύθης εὐφραινόμενος.

 

Σὲ τιμῶμεν Δημόσθενες, ὡς τῆς ᾽Εκκλησίας γενναῖον μάρτυρα, καὶ τὴν χάριν σου αἰτούμεθα, τοῦ λατρεύειν ἔργοις τῷ Παντάνακτι.

Θεοτοκίον.

Θεοτόκε πρεσβείαις σου, ἐκ παντὸς κνδύνου ἡμᾶς διάσωσον, ὡς γεννήσασα τὸν Κύριον, τὸν λυτρώσαντα τὸν ἄνθρωπον.

ᾨδὴ ε'. Ὁ Εἱρμός, Φώτισον ἡμᾶς.

Ἔθηκας κλεινέ, τὴν ζωήν σου ὑπὲρ πίστεως, καὶ κατηξίωσαι τοῦ σαββατισμοῦ, καὶ τοῦ πρεσβεύειν, ὑπὲρ τῶν τιμώντων σε.

 

Νήψεως ζωήν, τοῖς τιμῶσί σε Δημόσθενες, ταῖς σαῖς πρεσβείαις δώρησαι τοῦ ποιεῖν, Θεοῦ τοῦ Λόγου, τὰ θεῖα ἀεί προστάγματα.

 

Ἔλλαμψον Χριστέ, Δημοσθένους σε λιτάζοντος, ἐν ταῖς καρδίαις πάντων σὸν φωτισμόν, τοῦ εἰρηνεύειν, καί πράττειν σὸν θεῖον θέλημα.

Θεοτοκίον.

Σώτειρα ἡμῶν, ἐν ἀγκάλαις σου βαστάσασα, καὶ γαλουχήσασα Χριστὸν ὑπερφυῶς, Αὐτὸν δυσώπει, τοῦ σῶσαι σοὺς δούλους ῎Αχραντε.

ᾨδὴ ς', Ὁ Εἱρμός. Τὴν δέησιν.

Λαμπρύνθητι, ὦ ψυχὴ, ἐν χάριτι, τοῦ ὑμνῆσαι Δημοσθένην ἀξίως· ὅτι παθῶν, καὶ δεινῶν ἐνεπλήσθης, καὶ ἐν τῷ σκότει καθεύδεις ταλαίπωρε· ἱκέτευσον τὸν ᾽Ιησοῦν, τοῦ ἀνοῖξαι σὸν στόμα εἰς αἴνεσιν.

 

Ἱκέτευε τὸν Χριστὸν Δημόσθενες, ὑπὲρ πάντων τῶν τιμώντων σε ὕμνοις· ἵνα ἐχθροῦ, παγκακίστου νικῶμεν, τοὺς πειρασμοὺς καὶ τὰ ἔνεδρα ἅπαντα, καί τύχωμεν ἐν οὐρανοῖς, βασιλείας Θεοῦ καὶ ἀνέσεως.

 

Τὸν Κύριον αἰκισμοῖς ἐκήρυξας, καὶ ὡς μάρτυς ἐν Σιὼν ἀνεπαύθης· καὶ τὸν Χριστόν, ἱκετεύεις ἀπαύστως, ὑπὲρ τιμώντων τὴν θείαν σου ἄθλησιν, τοῦ ῥύεσθαι ἐκ πειρασμῶν, καὶ παθῶν καὶ φθορᾶς καὶ κολάσεως.

Θεοτοκίον.

Αἰνέσωμεν τῆς Παρθένου ὄνομα, ἐν ἐνθέοις ἐγκωμίοις καί ὕμνοις· ὅτι Θεόν, ὡς Υἱὸν ἱκετεύει, ὑπὲρ τοῦ γένους αὐτῆς ἡ Θεόνυμφος, καὶ πάντων τῶν χριστιανῶν, τῶν ποθούντων ψυχῆς ἀπολύτρωσιν.

 

Κοντάκιον

Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τὴν πίστιν Χριστοῦ, ἠγάπησας Δημόσθενες, καὶ μάρτυς Αὐτοῦ, ἐγένου θεοφώτιστε, τὰ τερπνὰ καὶ πρόσκαιρα, ἀρνηθεὶς ὡς μάταια ἔνδοξε· σὺν ῾Αγίοις οὖν τῷ Χριστῷ,πρεσβεύεις ἀπαύστως, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Ἡ τοῦ Χριστοῦ ᾽Εκκλησία, τὸ τῆς Συγκλήτου τῆς Νικομηδείας μέλος, τὸν κλεινὸν Δημοσθένην, ἐν ἐγκωμίων λόγοις τε καὶ ὕμνοις, θεοφρόνως καὶ ἐνθεαστικῶς τιμᾷ. Οὗτος γὰρ μανικῶς ἐρασθεὶς τοῦ Χριστοῦ, ὑπὲρ τῆς Αὐτοῦ ἀληθοῦς καὶ σωτηρίου πίστεως, τὴν ζωὴν αὐτοῦ, ὡς σφάγιον ὁλοθύμως καὶ μαρτυρικῶς ἔθυσε, καταλαβὼν τὰς οὐρανίους σκηνάς, καὶ σὺν τοῖς Μάρτυσιν ἀγαλλόμενος, πρεσβεύει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

 

Σ υ ν α ξ ά ρ ι ο ν.

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.

Στίχοι

· Ὡς προσφοραί σοι Σῶτερ ἐξωπτημέναι,

· Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.

· Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.

 

Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.

Στίχοι

· Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,

· Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.

 

Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.

Στίχοι

· Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,

· Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.

 

Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.

Στίχοι

· Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,

· Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.

 

Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.

Στίχοι

· Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,

· Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.

 

Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.

Στίχοι

· ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,

· Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.

 

Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.

Στίχοι

· Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,

· Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.

 

Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.

Στίχοι

· Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ

· Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.

 

Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.

Στίχοι

· Ὁ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,

· Ἔφη, Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ τελειοῦται.

Στίχοι

· Ἕκτην συνάπτω ταῖς φρονίμοις Παρθένοις,

· Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.

 

 Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου μάρτυρος Δημοσθένους

 τοῦ ἀπὸ Συγκλήτου Νικομηδείας.

 

Στίχοι

· Ὦ Δημόσθενες, τὴν κεφαλήν μου, λέγεις

· Δῶρον κομίζω τῷ Χριστῷ τετμημένην.

· Εὐκλεῆ Δημοσθένην κτάνεν τὸ ξίφος ὡς Χριστοῦ.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς, ᾽Αμήν.

 

ᾨδὴ ζ'. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.

Ἰσχὺν παρὰ Κυρίου, ὦ Δημόσθενες θεῖε, ἐν μαρτυρίῳ λαβών, ἐνίκησας γενναίως, τὴν πίστιν τῶν εἰδώλων, καὶ συμμάρτυσιν ἔψαλλες· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Σεμνύνεται χορεία, τῶν ἁγίων μαρτύρων, ἐν τῇ ἀθλήσει τῇ σῇ, Δημόσθενες καὶ ψάλλει, σὺν πᾶσι τοῖς ἁγίοις, τῷ ἡμᾶς διασώσαντι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Σὺ μάρτυς ἐν Κυρίῳ, ἐταπείνωσας ὄντως, τῶν διωκτῶν τὴν ὀφρύν, ὑμνῶν ἐν ἐγκωμίοις, σὺν πᾶσιν ἀθλουμένοις, τὸν Χριστὸν σὺν ᾽Αγγέλοις τε· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ὁλόφωτε Παρθένε, γέγονας τοῦ Λόγου, ἡ Ζωοδόχος πηγή· ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Ὁ Εἱρμός. Τὸν Βασιλέα.

Ὑμνολογοῦντες, τὸν Δημοσθένην ἐνθέως, τῷ Χριστῷ ἀναμέλπομεν ὕμνον καὶ ὑπερυψοῦμεν, Αὐτὸν εἰς τοὺς αἰῶνας.

 

Σὺ ἠξιώθης, τῆς οὐρανῶν Βασιλείας, ὦ Δημόσθενες, μάρτυς Κυρίου, ῝Ον σὺν τοῖς ἁγίοις, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

 

Ὦ θεῖον ἄνθος, σεπτὲ Δημόσθενες μάρτυς, ὑπὲρ Λόγου ἐτύθης ἐμφρόνως, ῝Ον ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον.

Σὺ ἐδοξάσθης, ἐκ γηγενῶν Θεοτόκε, δευτερεῖα Τριάδος λαβοῦσα, Ἧς τὴν θείαν δόξαν, ὑμνεῖς εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.

Ὁ μάρτυς Δημοσθένης, ὡς σφάγιον ἐτύθη, ὑπὲρ τοῦ μόνου δεσπότου, Χριστοῦ τοῦ Θεοῦ· διὸ ἀξίως χορεύει, σὺν Χριστομάρτυσιν.

 

Ναὸς Σιὼν κατέχει, ψυχὴν τοῦ Δημοσθένους, κατεστεμμένην ἐνδόξως, ὑπὸ τοῦ Χριστοῦ, τοῦ ἀθλοθέτου ἁγίων, καὶ Παντοκράτορος.

 

Μετάδος μοι σὴν χάριν, τῆς ὁμολογίας, καί μαρτυρίου τὸν πόθον, Χριστοῦ ἀθλητά, σαῖς ἱκεσίαις πρὸς Λόγον, μάρτυς Δημόσθενες.

Θεοτοκίον.

Ἐν ὕμνοις τὴν Μαρίαν, τιμήσωμεν ἐνθέως, τὴν τῶν πιστῶν προστασίαν, καὶ σκέπην σεπτήν, τῶν ᾽Ασωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.

 

Ἐξαποστειλάριον.

Ἦχος β'. Γυναῖκες ἀκουτίσθητε.

Τιμήσωμεν ἐν ᾄσμασιν, Νικομηδείας καύχημα, καὶ τῆς συγκλήτου τὴν δόξαν, τὸν Δημοσθένην τὸν θεῖον· Κύριον τὸν Θεάνθρωπον, σφοδρῶς οὗτος ἠγάπησε, τυθεὶς δὲ ὥσπερ σφάγιον, ὑπὲρ Αὐτοῦ μετὰ ζήλου, ἐν οὐρανοῖς κατεστέφθη.

Τῆς ἑορτῆς.

Εἰκόνος ἧς μετελαβον θεουργικῶς τῆς κρείττονος ἐξώσθην οἴμοι ὁ τλήμων! δι' ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ μου, παρθενικῶν ἐξ αἱμάτων.

 

Εἰς τοὺς Αἴνους.

῾Ιστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β'. ῞Ολην ἀποθέμενοι.

Δεῦτε ἀνυμνήσωμεν, τὸν Δημοσθένην ἐν ὕμνοις, τοῦ Χριστοῦ τὸν μάρτυρα, καὶ Νικομηδείας τὸ ἐγκαλλώπισμα· ἐν χαρᾷ ἔσπευσε, ὡς ἀμνὸς τυθῆναι, καὶ ὡς θῦμα θεοπρόσδεκτον, ὑπὲρ τῆς πίστεως, κατακολουθῶν Παντοκράτορι, τῷ σώσαντι τὸν ἄνθρωπον, ἐκ χειρὸς δεινοῦ κοσμοκράτορος· ὅθεν ἐπαξίως, ἀγάλλεται ὡς μάρτυς τοῦ Χριστοῦ, ἐν οὐρανίοις σκηνώμασιν, ὁρῶν τὸν Θεὸν ἡμῶν.

 

Δεῦτε Δημοσθένην τε, καὶ τοὺς λοιποὺς ἀθλοφόρους, ἐν ᾠδαῖς τιμήσωμεν, καὶ ἐνθέοις ὕμνοις ἐγκωμιάσωμεν· πρὸς Χριστὸν ἔδραμον, ἐν ἀγάπῃ θείᾳ, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν, ζωὴν τὴν κρείττονα, καὶ τὴν αἰωνίαν ποθήσαντες· διὸ καὶ ἐμαρτύρησαν, ἐν Νικομηδείᾳ οἱ ἔνδοξοι· ὅθεν ἐπαξίως, ἀγάλλονται ὡς μάρτυρες Χριστοῦ, ἐν οὐρανίοις σκηνώμασιν, ὁρῶντες τὸν Κύριον.

 

Χάριτι Δημόσθενες, σφαγιασθεὶς ὡς ἀρνίον, οὐρανοὺς κατέλαβες, μετὰ τῶν συνάθλων σου θεοτίμητε· σὺν σεπτοῖς μάρτυσιν, συγχορεύεις μάκαρ, ἀνυμνῶν τὸν Τρισυπόστατον, Θεὸν Παντάνακτα, τὸν δημιουργὸν πάσης κτίσεως· ἡμᾶς δὲ τοὺς τιμῶντάς σε, σκέπεις σαῖς πρεσβείαις πρὸς Κύριον· ὅθεν συνελθόντες, τιμῶμεν τὴν σὴν μνήμην ἀθλητά, τῷ ἀθλοθέτῃ λατρεύοντες, Χριστῷ τῷ Θεῷ ἡμῶν.

Δόξα. Ἦχος α'.

Σήμερον τῶν φιλομαρτύρων ὁ σύλλογος, δεῦτε ἐν ἐγκωμίων ὕμνοις, τὸν τοῦ Χριστοῦ πανένδοξον μάρτυρα Δημοσθένην, ἐνθεαστικῶς ὑμνήσωμεν λέγοντες· Χαῖρε τῆς Νικομηδείας τὸ κλέος, καὶ τῆς ᾽Εκκλησίας τὸ κλέϊσμα. Χαῖρε τὸ τοῦ ἐσφαγμένου ᾽Αρνίου πάντιμον σφάγιον, καὶ τὸ τῶν δυσσεβῶν καὶ ἀθέων, δεινότατον ῥάπισμα. Χαῖρε τῶν πιστῶν τὸ ὑπόδειγμα, καὶ τῶν ἀθλουμένων τὸ ἄγαλμα. ῾Ως ἔχων παρρησίαν, πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε, Δημόσθενες πανεύφημε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. τῆς ἑορτῆς. Ὁ αὐτός.

Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνη εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γὰρ φῶς τοῖς ἐσκοτισμένοις· καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.

 

Δοξολογία μεγάλη, καὶ ᾽Απόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾨδὴ γ' καὶ ς'.

 

Εὐαγγέλιον Μαρτυρικόν.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

Ὕμνοις εὐφημήσωμεν εὐλαβῶς, κλεινὸν Δημοσθένην, τὸν δοξάσαντα τὸν Χριστόν, τῇ ὁμολογίᾳ, ἐν μέσῳ τῶν ἀθέων, καὶ θείῳ μαρτυρίῳ, ὑπὲρ τῆς πίστεως.

 

Δεῦτε Δημοσθένην πανευλαβῶς, τιμήσωμεν ὕμνοις, τὸν τυθέντα ὑπὲρ Χριστοῦ, ἐν Νικομηδείᾳ, καί δόξῃ τιμηθέντα, ἐν οὐρανοῖς ἀξίως, σὺν θείοις μάρτυσιν.