ΑΡΧΙΜ. ΝΙΚΟΔΗΜΟΥ Γ. ΑΕΡΑΚΗ

ΙΕΡΟΚΗΡΥΚΟΣ

 

ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ

ΤΗΣ ΑΓΙΑΣ ΕΝΔΟΞΟΥ ΜΑΡΤΥΡΟΣ ΔΟΜΝΗΣ

ἧς ἡ μνήμη τελεῖται τῇ 28ῃ Δεκεμβρίου.

    Ἡ ἀνὰ χεῖρας ἀκολουθία τῆς ῾Αγίας ἐνδόξου μάρτυρος Δόμνης ἐποιήθη τῇ παρακλήσει τοῦ ἀγαπητοῦ μοι συμπρεσβυτέρου ᾽Αρχιμ. π. Νεκταρίου Παρασκευάκου. Διὰ τοῦ παρόντος ποιήματος δύνανται οἱ φιλάγιοι νὰ τελοῦν καὶ ἀγρυπνίαν καὶ ἱερὰν Παράκλησιν πρὸς τιμὴν τῆς ῾Αγίας. Ὁ Κανὼν τοῦ ὄρθρου ὁμοῦ μετὰ τῶν λοιπῶν τροπαρίων, τῶν ἐνσωματωμένων εἰς τὴν παροῦσαν ᾀσματικὴν ἀκολουθίαν, εἶναι μία ὡλοκληρωμένη Παράκλησις.

    ῾Η νύμφη τοῦ Χριστοῦ μάρτυς ῾Αγία Δόμνα ἔζησε κατὰ τοὺς χρόνους τοῦ βασιλέως Μαξιμιανοῦ (286-305). ῏Ητο ἐπιφανὴς καὶ περίδοξος, ἀνατραφεῖσα εἰς τὸ παλάτιον τοῦ δυσσεβοῦς βασιλέως καὶ ἀφιερωθεῖσα ὑπὸ τῶν γονέων αὐτῆς ὡς ἱέρεια διὰ τὰ εἰδωλεῖα.

    ᾽Εγνώρισε τὸν Χριστὸν μελετήσασα τὰς ᾽Επιστολὰς τοῦ ᾽Αποστόλου Παύλου. Κρυφίως ἐβαπτίσθη αὐτὴ καὶ ὁ εὐνοῦχος ῎Ινδης, ὅστις πρὸ τῆς ῾Αγίας ἐμαρτύρησε διὰ τὸν Χριστόν. Διένειμε τὰ ὑπάρχοντα αὐτῆς εἰς τοὺς πένητας, ζῶσα μὲ ἁπλότητα, λιτότητα, αὐστηρὰν νηστείαν καὶ σκληρὰν ἄσκησιν.

    Συνελήφθη ὁμοῦ μετὰ τοῦ ῾Αγίου ῎Ινδη, ἐμαστιγώθησαν καὶ ἐφυλακίσθησαν. ῾Η ῾Αγία Δόμνα ἔλαβε μεθ' ἑαυτῆς τὴν ῾Αγίαν Γραφὴν καὶ ὁ ῞Αγιος ῎Ινδης τὸ ἱερὸν ᾽Αρτοφόριον, τὸ ὁποῖον εἶχε δοθῇ εἰς τοὺς μάρτυρας ἀπὸ τὸν ᾽Αρχιερέα Κύριλλον, διὰ νὰ μεταλαμβάνουν τοῦ Σώματος καὶ τοῦ Αἵματος τοῦ Χριστοῦ. ῾Η θεία Κοινωνία ἦτο ἡ μοναδικὴ τροφὴ τῶν ῾Αγίων, διότι ἀπηγορεύθη νὰ δοθῇ εἰς αὐτοὺς τροφὴ καὶ ὕδωρ.

    ῎Αγγελοι Κυρίου ὅμως ἐγέμισαν τὴν τράπεζαν αὐτῶν μὲ φαγητὰ καὶ ἐπλήρωσε τὸν οἶκον ὑπερκόσμιον φῶς. ῾Η ῾Αγία προσποιηθεῖσα σαλότητα ἠνάγκασε τὸν ἄρχοντα νὰ ἐλευθερώσῃ καὶ αὐτὴν καὶ τὸν ῞Αγιον Ἴνδην.

    ᾽Ελθὼν ὁ Μαξιμιανὸς εἰς τὴν Νικομήδειαν, ἐκαυχᾶτο διὰ τοὺς ψευδωνύμους θεοὺς τῶν εἰδώλων, προκαλῶν τοὺς χριστιανούς. Τότε Κύριος ᾽Ιησοῦς ἐπέτρεψε νὰ συμβοῦν ἔκτακτα καὶ καταστρεπτικὰ καιρικὰ φαινόμενα καὶ πολλοὶ θάνατοι ἀσεβῶν ἐξ αὐτῶν· καὶ αὐτὸς βασιλεὺς ἐκινδύνευσεν, χωρὶς ὅμως νὰ ἀποστῇ τῆς δυσσεβείας καὶ τοῦ διωγμοῦ κατὰ τῶν χριστιανῶν, μεταξὺ τῶν ὁποίων ἀνεζήτησε τοὺς ῾Αγίους Δόμναν καὶ ῎Ινδην. Καὶ τὸν μὲν ῞Αγιον ῎Ινδην ἔπνιξε μετὰ δύο ἄλλων μαρτύρων, τὸν Πέτρον καὶ τὸν Γοργόνιον, εἰς τὸ πέλαγος, τὴν δὲ ῾Αγίαν Δόμναν οἱ στρατιῶται δὲν ἀνεῦρον, διότι ἐνδυθεῖσα ἀνδρικὰ ἐνδύματα ἐκρύπτετο εἰς σπήλαιον. Πληροφορηθεῖσα τὸ μαρτύριον τοῦ ῾Αγίου ῎Ινδη καὶ τῶν δύο συμμαρτύρων αὐτοῦ, κατῆλθεν ἐκ τοῦ σπηλαίου καὶ ὑπὸ τῆς χάριτος τοῦ Θεοῦ φωτισθεῖσα, ἀνεῦρε καὶ εὐλαβῶς ἐτίμησε τὰ ἱερὰ τῶν μαρτύρων λείψανα. Τοῦτο πληροφορηθεὶς Μαξιμιανὸς ἀπέστειλε στρατιώτας, οἱ ὁποῖοι ἀπεκεφάλισαν τὴν ῾Αγίαν Δόμναν καὶ κατέκαψαν τὸ λείψανον αὐτῆς.

    Ταπεινῶς ἐκ καρδίας εὐχαριστῶ τὸν Θεάνθρωπον Κύριον, διότι κατηξίωσε τὴν εὐτέλειάν μου νὰ τιμήσῃ, διὰ τῶν πενιχρῶν τούτων ὕμνων, τὴν πανευκλεῆ μάρτυρα Δόμναν· εὐλαβῶς δὲ αἰτοῦμαι τὰς πρὸς τὴν Παναγίαν Τριάδα εὐπροσδέκτους αὐτῆς πρεσβείας, διά τε τὴν ἐλαχιστότητά μου καὶ δι' ὅλους τοὺς τιμῶντας τὴν μνήμην αὐτῆς, ὅπως καὶ ἡμεῖς ἀξιωθῶμεν τοῦ θείου ἐλέους καὶ τῆς ποθητῆς λυτρώσεως. ΑΜΗΝ.

 

῎Εγραφον τῇ 22ᾳ Μαρτίου 2010

ἑορτῇ τῆς ῾Αγίας Μάρτυρος Καλλινίκης

 

᾽Αρχιμ. Νικόδημος Γ. ᾽Αεράκης

῾Ιεροκήρυξ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

    Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια.

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Δόμναν παρθένον καὶ μάρτυρα εὐφημήσωμεν, ἐν ζήλῳ ἀρνηθεῖσαν, ἱερείας τὸ ἔργον, πόθῳ δ' ἀσπασθεῖσαν πίστιν Χριστοῦ, ὑπὲρ Οὗ ἀποπτύσασα, δόξαν καὶ πλούτη καὶ πάντα τὰ ἐπὶ γῆς, εἰσελήλυθεν εἰς ἄνω Σιών.

 

Τὴν πολυθαύμαστον κόρην Δόμναν τιμήσωμεν, ἐν ὕμνοις ἐγκωμίων καὶ ἐν λόγοις ἐνθέοις· Λόγον σαρκωθέντα, ὑπὲρ βροτῶν, μετὰ πόθου ἐκήρυξεν, ἀπαρνηθεῖσα λατρείαν τὴν δυσσεβῆ, καὶ θρησκείαν τὴν ἀντίχριστον.

 

Ἐν εὐφροσύνῃ ἡ Δόμνα πρὸς τὸν Θεάνθρωπον ἔσπευδεν ἐξ ἀγάπης, τὴν ζωὴν Αὐτῷ δοῦναι, ἵνα αἰωνίως, ἐν οὐρανοῖς, σὺν ῾Αγίοις ἀγάλληται, καὶ σαββατίζῃ ἐν δώμασι τοῦ Θεοῦ, ὡς ἁγία καλλιπάρθενος.

 

Δεῦτε τὴν Δόμναν ἐν ὕμνοις λαμπρῶς τιμήσωμεν, τῆς πίστεως Κυρίου, ἀδαμάντινον κόσμον, πάντων τῶν μαρτύρων, ὑπογραμμόν, καὶ παρθένων τὸ κλέϊσμα, τῶν ἀθλουμένων ὑπόδειγμα ἀσφαλές, καὶ πιστῶν τὸ περιτείχισμα.

Δόξα. ῏Ηχος β'.

Δόμναν τὴν πανεύφημον μάρτυρα, ἐν ψαλμοῖς καὶ ὕμνοις, καὶ ἐγκωμίων ᾠδαῖς ἐνθεαστικῶς τιμήσωμεν. Αὕτη γὰρ τὴν δυσσεβῆ θρησκείαν τῶν εἰδώλων ἀποπτύσασα, καὶ μανικῶς τὸν Χριστὸν ἀγαπήσασα ὑπὲρ Αὐτοῦ μαρτυρικῶς ἐτελεύτησε· Διὸ ἐν οὐρανοῖς ἐνδόξως στεφθεῖσα, συνεορτάζει τοῖς Μάρτυσιν, εἰς τοὺς αἰῶνας.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Ὅλον θεουργικῶς, φορέσας ἐκ Παρθένου ᾽Αδάμ Χριστέ τὸν πρῶτον, ἐτέχθης ἐν σπηλαίῳ καί φάτνῃ ἐσπαργάνωσαι.

 

    Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

῏Ηχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Δόμναν πανευλαβῶς, τιμήσωμεν ἐνθέως, ἐν ὕμνοις ἐγκωμίων, ὡς μάρτυρα Κυρίου, παρθένον τε πανθαύμαστον.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Δόμνα ἡ εὐκλεής, Χριστοῦ παρθενομάρτυς, εἰσῆλθεν μετὰ δόξης, εἰς δώματα Κυρίου, ἀξίως ὡς καλλίνικος.

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Δόμνα ἐν οὐρανοῖς ἱκέτευε ἀπαύστως Τριάδα τὴν ῾Αγίαν, ὑπὲρ τῶν εὐφημούντων, τὴν μνήμην σου ἐν ᾄσμασιν.

Δόξα. Τριαδικόν. ῞Ομοιον.

Δόξα σοι ὦ Τριάς, μονάς ἡ κατ' οὐσίαν, δημιουργὲ τοῦ κόσμου· ἐλέησον τοὺς πόθῳ, τιμῶντας τὸ σὸν ῎Ονομα.

Καὶ νῦν. Θεοτοκίον.

Ψάλλε προφητικῶς, Δαυῒδ κινῶν τὴν λύραν· τῆς σῆς γὰρ ἐξ ὀσφύος, ἐξ ἧς ἡ Θεοτόκος, Χριστός γεννᾶται σήμερον.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος δ'. Ως γενναῖον ἐν μάρτυσιν.

Ὡς καλλίνικον μάρτυρα καὶ παρθένον πανένδοξον Δόμναν τὴν πανθαύμαστον εὐφημήσωμεν· ὅτι Χριστὸν τὸν Θεάνθρωπον, ἐνθέως ἠγάπησε, καὶ ἐλάτρευσε πιστῶς, ὑπὲρ Οὗ ἀπηρνήσατο, πᾶν τὸ γήινον, τῆς νεότητος ἄνθος, καὶ τὰ πλούτη, καὶ τὴν δόξαν ἱερείας, καὶ τὰ τοῦ κόσμου ἐπίκηρα.

 

Γενναιότητος ἕδρασμα, παρθενίας κειμήλιον, ἀθλητῶν προπύργιον εὐφημήσωμεν, Δόμναν ὑπόδειγμα πίστεως, μαρτύρων τὸ πρότυπον, καὶ ἁγίων καλλονήν, τῆς θυσίας τὸ ἄγαλμα, καὶ τὸ πρότυπον, τοῦ Χριστοῦ καὶ Νυμφίου θείαν νύμφην, παρθενίας προβολέα, καὶ εὐσεβείας ἀγλάϊσμα.

 

Ἱερείας ἀπέπτυσας, τὴν τιμὴν καὶ ἀξίωμα, τὸν Χριστὸν ποθήσασα, Δόμνα ἔνδοξε· καὶ πρὸς τὸ βάπτισμα ἔσπευσας, ζητοῦσα τὴν ἄνωθεν, ἐκ Τριάδος ἀληθοῦς, χάριν ἄφθονον πάντιμε, τὰ δὲ μάταια, καὶ φθαρτὰ καὶ ἐπίκηρα λιποῦσα, τῆς Χριστοῦ ὁμολογίας καὶ τελευτῆς θείας ἔτυχες.

Δόξα. ῏Ηχος πλ. β΄.

Δεῦτε πιστοὶ ἐν ὕμνοις παναρμονίοις, τὴν ἔνδοξον τοῦ Χριστοῦ μάρτυρα Δόμναν, ἐπαξίως ἐγκωμιάσωμεν βοῶντες πρὸς αὐτήν· Χαίροις ἡ ἐκ τῶν ἐπιστολῶν τοῦ θείου Παύλου σαγηνευθεῖσα, καὶ εἰς Χριστὸν ὁλοκαρδίως πιστεύσασα. Χαίροις ἡ τὴν ἀρετὴν τῆς θυσίας ἀγαπήσασα, καὶ ὑπὲρ τοῦ Θεανθρώπου ὁλοψύχως τὴν ζωὴν μαρτυρικῶς θύσασα. Χαίροις ἡ τοῦ ῾Αγίου μάρτυρος ῎Ινδη εἰς Χριστὸν ὁδηγός, καὶ ἡ ἀλείπτης εἰς τὸ αὐτοῦ μαρτύριον. Χαίροις ἡ πάντων τῶν τιμώντων σε προστάτις ἀσφαλής, καὶ θερμὴ ἱκέτις πρὸς Κύριον.

Καὶ νῦν. Θεοτοκίον.Ὁ αὐτός.

Χορεύουσιν ῎Αγγελοι πάντες ἐν οὐρανῷ, καὶ ἀγάλλονται σήμερον· σκιρτᾷ δὲ πᾶσα ἡ κτίσις, διὰ τὸν γεννηθέντα ἐν Βηθλεέμ Σωτῆρα Κύριον· ὅτι πᾶσα πλάνη τῶν εἰδώλων πέπαυται, καὶ βασιλεύει Χριστὸς εἰς τοὺς αἰῶνας.

 

    Εἴσοδος. Φῶς ἱλαρόν, τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ᾽Αναγνώσματα.

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.

 (Κεφ. μγ', 9 14)

Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἤ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; ᾽Αγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, ναὶ συνῆτε, ὅτι ἐγώ εἰμι. ῎Εμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. ᾽Εγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. ᾽Εγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ῾Υμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ ῞Αγιος ᾽Ισραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. γ', 1 9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. ῾Ως χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ, ε', 15 .' ς', 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. ᾽Ενδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. ᾽Αγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. ᾽Αντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ ῾Υψίστου.

 

    Εἰς τὴν Λιτήν.

Ψάλλομεν Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Ἑόρτιον πανήγυριν, ἐπὶ τῇ μνήμῃ τῆς πανενδόξου μάρτυρος Δόμνης, ὁ φιλάγιος σύλλογος εὐφροσύνως ἐπιτελεῖ σήμερον. Αὕτη γὰρ τὰ εἴδωλα ἀρνηθεῖσα, καὶ εἰς Χριστὸν πιστεύσασα, τὸν τοῦ Κυρίου λόγον: «μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι», ἐνθέρμως ἀποδεχθεῖσα, καὶ τὸν σταυρὸν τοῦ μαρτυρίου ἄρασα, ὑπὲρ τοῦ ἑαυτῆς νυμφίου Χριστοῦ, τὴν κεφαλὴν ἀπετμήθη. ῞Οθεν τὸν δρόμον τελέσασα, καὶ τὴν πίστιν τηρήσασα, τὸν τῆς δικαιοσύνης στέφανον εἴληφε, παρὰ τοῦ ἀθλοθέτου Χριστοῦ καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

῏Ηχος β'.

Δεῦτε φιλομαρτύρων ὁ δῆμος, τὴν πανένδοξον μάρτυρα Δόμναν, ἐγκωμίων λόγοις καὶ ὕμνοις εὐφημήσωμεν. Αὕτη γάρ, ὡς ὁ Θεάνθρωπος Κύριος ἐβεβαίωσεν, «ὃς δ' ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν», τὴν τῆς ἱερείας τιμὴν ἀπαρνηθεῖσα καὶ τῶν τοῦ κόσμου, ὡς μὴ ὄντων, καταφρονήσασα, τὴν ἑαυτῆς ψυχήν, ὁλοθύμως ὑπὲρ Χριστοῦ ἔθυσεν· ῞Οθεν ἐν λευκοῖς ἐν τῇ οὐρανίῳ παστάδι, μετὰ τοῦ ἐρασμίου αὐτῆς Νυμφίου συνοικοῦσα, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος γ'.

Τὴν πανένδοξον μάρτυρα Δόμναν, ἑορταστικῶς ἐν ὕμνοις, ὦ φιλέορτοι, τιμήσωμεν. Τοῦ αἰωνίου γὰρ διδασκάλου Χριστοῦ, ἀκουτισθεῖσα λέγοντος: «Πᾶς ὃς ἂν ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ Θεοῦ», τῇ μαρτυρικῇ ὁμολογίᾳ καὶ τῇ ἀποτομῇ τῆς κεφαλης αὐτῆς, Αὐτῷ κατηκολούθησεν. ῞Οθεν ἐν οὐρανοῖς, μετ' ᾽Αγγέλων καὶ Μαρτύρων ἀγάλλεται, καθικετεύουσα τὸν Κύριον, ὑπὲρ πάντων τῶν τιμώντων τὴν μνήμην αὐτῆς.

῏Ηχος δ'.

Δεῦτε ἀνυμνήσωμεν πιστοί, τὴν τῆς πανενδόξου μάρτυρος Δόμνης, πανίερον καὶ πάντιμον μνήμην. Αὕτη γὰρ τὴν τοῦ θείου Παύλου διδαχὴν «ἐὰν ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα χαλκὸς ἠχῶν ἢ κύμβαλον ἀλαλάζον πιστῶς τηροῦσα, τὰ ἑαυτῆς ἀγαθὰ καὶ αὐτὴν τὴν τροφὴν αὐτῆς, τοῖς ἐνδεέσι καὶ πένησι ἡδέως διένειμεν. Εἶτα δὲ τὰ τοῦ μαρτυρίου αἵματα, ἐξ ἀληθοῦς ἀγάπης κενώσασα, ἐνδόξως ἐν οὐρανοῖς κατεστέφθη, καὶ κατηξιώθη ἰδεῖν τὸν Τρισάγιον Κύριον.

Δόξα. ῏Ηχος πλ. α'.

Δεῦτε χριστοφόροι λαοί, ἐν εὐλαβείᾳ ἀκουτισθῶμεν, τί περὶ τῇς πανευφήμου μάρτυρος Δόμνης, καὶ πάντων τῶν μαρτύρων, εἷς τῶν εἰκοσιτεσσάρων πρεσβυτέρων λέγει: «Οὗτοι οὐ πενάσουσιν ἔτι οὐδὲ διψήσουσιν ἔτι, οὐδ' οὐ μὴ πέσῃ ἐπ' αὐτοὺς ὁ ἥλιος οὐδὲ πᾶν καῦμα, ὅτι τὸ ἀρνίον τὸ ἀνὰ μέσον τοῦ θρόνου ποιμαίνει αὐτούς, καὶ ὁδηγήσει αὐτοὺς ἐπὶ ζωῆς πηγὰς ὑδάτων, καὶ ἐξαλείψει ὁ Θεὸς πᾶν δάκρυον ἐκ τῶν ὀφθαλμῶν αὐτῶν». Τοιαύτης χάριτος, τῷ τοῦ Παντάνακτος ἐλέει, καὶ ἡμεῖς ἀδελφοὶ ἀξιωθείημεν.

Καἰ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Μάγοι Περσῶν Βασιλεῖς, ἐπιγνόντες σαφῶς, τὸν ἐπὶ γῆς τεχθέντα Βασιλέα Οὐράνιον, ὑπὸ λαμπροῦ ἀστέρος ἑλκόμενοι, ἔφθασαν ἐν Βηθλεέμ, δῶρα προσφέροντες ἔγκριτα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν· καὶ πεσόντες προσεκύνησαν· εἶδον γὰρ ἐν τῷ σπηλαίῳ, βρέφος κείμενον τὸν ῎Αχρονον.

 

    Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. α'. Χαίροις ἀσκητικῶς.

Χαίροις μελέτης θείας Γραφῆς, καρπὸς θεόσδοτος καὶ ὄργανον χάριτος, καὶ μάρτυς τῆς ἀληθείας, καὶ τοῦ Δεσπότου Χριστοῦ, νύμφη Δόμνα καλλίνικε ἔνδοξε. Αὐτὸν γὰρ ἠγάπησας, καὶ τὴν πίστιν ἐστήριξας, σεπτῶς τυθεῖσα, ὥσπερ σφάγιον ἔνθεον, ἐκνικήσασα, τῶν ἀθέων δυσσέβειαν. ῞Οθεν εἰς τὰ οὐράνια, εἰσῆλθες σκηνώματα, δόξαν λαβοῦσα ἁγίας, καὶ παρρησίαν πρὸς Κύριον, πρεσβεύειν ἀπαύστως, ὑπὲρ πάντων τῶν τιμώντων, τὰ σὰ θαυμάσια.

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χαίροις ἡ ἀρνηθεῖσα τιμήν, τῆς ἱερείας καὶ εἰδώλων δυσσέβειαν, νεότητος δὲ τὸ ἄνθος, καὶ ἐπικήρων τρυφήν, ἡδονῶν ματαίων τὴν ἀπόλαυσιν, τοῦ πλούτου τὴν ἄνεσιν, τὸ χαμαίζηλον φρόνημα, Δόμνα τοῦ κόσμου, κολακείαν καὶ ἔπαινον, τὸν δὲ Κύριον, ἐκ ψυχῆς ἀγαπήσασα. ῞Οθεν τὴν σὴν πανεύφημον, τιμῶντες πανήγυριν, χάριν Χριστοῦ ἐκζητοῦμεν, ταῖς σαῖς πρεσβείαις πανθαύμαστε, μιμεῖσθαι σὴν πίστιν, καὶ καλὴν ὁμολογίαν, καὶ βίον ἄμεμπτον.

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ἐν διωγμοῖς θαυμαστή, ἐν ἀγωνίσμασιν ἁγίων ἡ πρώταθλος, ἐν βίῳ χριστομιμήτῳ, περιφανὴς καὶ σεμνή, ἐν ἀσκήσει Δόμνα ὑπερθαύμαστος· ἐν μάρτυσιν ἔνδοξος, ἐν παρθένοις περίβλεπτος, ἐν ἀρεταῖς δέ, ἀθλοφόρος καλλίνικος, παρρησίᾳ τε θαυμαστὴ καὶ ἐξαίσιος. ῞Οθεν ἐν ἐγκωμίοις τε, καὶ ὕμνοις πανεύφημε, ἄθλους τοὺς σοὺς ἐπαινοῦμεν, καὶ τὰς λιτάς σου πρὸς Κύριον, αἰτούμεθα Μῆτερ, ἵνα λάβωμεν πλουσίως τὸ μέγα ἔλεος.

Δόξα. ῏Ηχος πλ. β΄.

Σήμερον ἡ τοῦ Χριστοῦ ᾽Εκκλησία, εἰς πανήγυριν πνευματικήν, τῶν φιλομαρτύρων τὸν δῆμον συγκαλεῖ χαίρουσα. Πρόκειται γὰρ πᾶσιν ἡμῖν, ἡ τῆς καλλινίκου μάρτυρος Δόμνης ἑορτή, καὶ ὡς ἐν πίνακι ἱερῷ ἡ θαυμαστὴ μεταστροφή, ἡ μανικὴ πρὸς Χριστὸν ἀγάπη, καὶ τὸ ἔνδοξον αὐτῆς μαρτύριον. Δεῦτε οὖν καὶ ἡμεῖς τὰς χεῖρας κροτοῦντες, ἐν ἀνατάσει ψυχῆς, ἐνθεαστικῶς αὐτὴν τιμήσωμεν. Τιμὴ γὰρ μάρτυρος, μίμησις μάρτυρος, ὥς φησιν ὁ Χρυσορρήμων. Αὐτῆς πρεσβείαις, σῶσον Κύριε τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον. Ὁ αὐτός.

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται ἡ Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον ῎Αγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καί ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

 

᾽Απολυτίκιον.

῏Ηχος γ'. Θείας πίστεως.

Δόμναν ᾄσμασιν ἐπευφημοῦμεν, νύμφην πάνσεμνον, τοῦ Θεανθρώπου, τῆς παρθενίας τὸ εὐῶδες κειμήλιον· Χριστομαρτύρων σεπτὸν ἐγκαλλώπισμα, καὶ ᾽Εκκλησίας ἀγλάϊσμα ἔνθεον. Αὕτη ἔλαβε, τὸ στέφος τῆς ἁγιότητος, καὶ δόξαν ἐκ Τριάδος τὴν αἰώνιον.

Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ'.

Ἡ γέννησίς σου Χριστέ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν ῞Ηλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Τὴν ἀπαστράπτουσαν, Δόμνα ἁγνείαν σου, καὶ τὴν πανθαύμαστον, ὁμολογίαν σου, ἐμμελετῶντες οἱ πιστοί, βοῶμέν σοι εὐφροσύνως· χαίροις τὸ τῆς χάριτος, θεοτίμητον ὄργανον, χαίροις τὸ τῆς πίστεως, θεοπρόβλητον πρότυπον· Χριστοῦ τῆς ᾽Εκκλησίας ἡ μάρτυς, χαίροις τοῦ Λόγου θεία Νύμφη.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Θαῦμα παράδοξον γέγονε σήμερον· ὁ γὰρ Σωτὴρ ἡμῶν, ἐν τῷ Σπηλαίῳ σαρκί, ὤφθη ἐκ Παρθένου δι' ἡμᾶς, καθὼς Αὐτὸς ἐπίσταται. Μάγοι μετὰ δώρων δέ, ὡς Βασιλεῖ προσεκύνησαν, Ποιμένες μετ' ᾽Αγγέλων τε, ἐδοξολόγουν Αὐτόν· μεθ' ὧν καί ὑμεῖς βοῶμεν Αὐτῷ· Δόξα τῷ δι' ἡμᾶς ἐνανθρωπήσαντι.

 

    Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα.

῏Ηχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὴν νύμφην τοῦ Χριστοῦ, εὐφημήσωμεν Δόμναν, καὶ στέψωμεν λαμπρῶς, ἐν ᾠδαῖς ἐγκωμίων· εἰδώλων γὰρ δυσσέβειαν, ἑκουσίως ἠρνήσατο, καὶ μαστίγωσιν, καὶ φυλακὴν καὶ τὴν πεῖναν, κατενίκησεν, ὁμολογοῦσα ἐμφρόνως, Χριστὸν τὸν Θεάνθρωπον.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐν φάτνῃ δι' ἡμᾶς, τῶν ἀλόγων ἐτέθης, μακρόθυμε Σωτήρ, νηπιάσας βουλήσει· ποιμένες δέ σε ὕμνησαν μετ' ᾽Αγγέλων κραυγάζοντες· Δόξα αἴνεσις τῷ ἐπὶ γῆς γεννηθέντι, καὶ ὑψώσαντι, τῶν γηγενῶν τὴν οὐσίαν, Χριστῷ τῷ Θεῷ ἡμῶν.

 

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.

Καταπλήττει τοὺς πιστούς, ἡ θαυμαστὴ μεταστροφή, τῆς παρθένου καὶ ἁγνῆς, Δόμνης τῆς νύμφης τοῦ Χριστοῦ· καὶ γὰρ κατέλιπε τιμὴν τῆς ἱερείας· Παύλου τὰς Γραφὰς ἐμμελετήσασα, Λόγον τοῦ Πατρὸς ὡμολόγησε· καὶ μαρτυρίου στέφανον ἐδέξατο, ἐν εὐφροσύνῃ κραυγάζουσα· Χριστός μου δόξα, καὶ στέφανός μου, Κύριος καὶ Θεός μου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Τί θαυμάζεις Μαριάμ; τί ἐκθαμβεῖσαι τῷ ἐν σοί; ῞Οτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. ῎Ανανδρός εἰμι, καὶ πῶς τέξω Υἱόν; ῎Ασπορον γονὴν τίς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται· Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς ᾽Ιουδαίας.

 

Οἱ ᾽Αναβαθμοί, τὸ α'. ᾽Αντίφωνον τοῦ δ΄.Ἤχου.

 

Προκείμενον. ῏Ηχος δ'.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχος. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Τό, Πᾶσα πνοή.

 

Εὐαγγέλιον Μαρτυρικόν, (Λουκ. κα΄ 12-19). Ὁ Ν' ψαλμός.

 

Δόξα.

Ταῖς τῆς ᾽Αθληφόρου πρεσβείαις, ᾽Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου πρεσβείαις, ᾽Ελεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

 

Εἶτα τὸ ᾽Ιδιόμελον. ῏Ηχος πλ. β.

Στίχος. ᾽Ελέησόν με ὁ Θεός...

Ἐν ᾠδαῖς καὶ ὓμνοις, τὴν πανένδοξον μάρτυρα Δόμναν ἐγκωμιάσωμεν λέγοντες· Χαίροις τὸ τοῦ θείου Παύλου ἁλίευμα καὶ τὸ τοῦ μάρτυρος ῎Ινδη ὑπόδειγμα. Χαίροις ἡ τὰ εἴδωλα θεοπρεπῶς ἀρνηθεῖσα, καὶ τὸν Χριστὸν μανικῶς ἀγαπήσασα. Χαίροις ἡ τῶν πενήτων χορηγός, καὶ ἀσκήσεως τὸ πρότυπον. Χαίροις τῶν μαρτύρων τὸ κλέος, καὶ τῶν πιστῶν τὸ ἀγαλλίαμα. Πρέσβευε Χριστῷ ἐκτενῶς, ὑπὲρ τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου.

 

    Οἱ Κανόνες, ὁ Κανὼν τῆς Θεοτόκου καὶ τῆς Μάρτυρος, οὗ ἡ ᾽Ακροστιχίς·

Δόμνης ἄθλους ᾄσμασι τιμῶ. Νικοδήμου

ᾨδὴ α'. ῏Ηχος πλ. δ'. Ὁ Εἱρμός. ῾Υγρὰν διοδεύσας.

Διαύγειαν δός μοι καὶ φωτισμόν, τὴν Δόμναν ὑμνῆσαι, ἐν ᾠδαῖς ἐνθεαστικαῖς, ὡς μάρτυρα Λόγε καὶ παρθένον, καὶ ᾽Εκκλησίας σεπτὸν ἐγκαλλώπισμα.

 

Ὁδὸν τοῦ Κυρίου Δόμνα κλεινή, ἠγάπησας πόθῳ, καὶ ἐβίωσας ἀληθῶς, ζωὴν τὴν σωτήριον καὶ θείαν, ἀξιωθεῖσα τυχεῖν τῆς θεώσεως.

 

Μεγάλως ἠγώνισαι ὦ σεπτή, ὑπὲρ ἀληθείας, και τῆς πίστεως τοῦ Χριστοῦ, λαβοῦσα σταυρὸν τοῦ μαρτυρίου, καὶ ὑπὲρ Τούτου τυθεῖσα ὡς σφάγιον.

Θεοτοκίον.

Ναὸς τῆς ἁγνείας παναληθής, σὺ πέλεις Παρθένε, καὶ παρθένων καταφυγή, μητέρων δὲ στήλη σωφροσύνης, καὶ ἀρετῆς θαυμαστὸν ἀκροθίνιον.

ᾨδὴ γ'. Ὁ Εἱρμός. Οὐρανίας ἁψῖδος.

Ἡ παρθένος καὶ μάρτυς, ὁμολογεῖ Κύριον, ὡς τὸν Λυτρωτὴν καὶ Δεσπότην, πάσης τῆς κτίσεως, καὶ ἐν ἀγάπῃ πολλῇ, νυμφαγωγεῖ καὶ τὸν ῎Ινδην, μεθ' οὗ συνευφραίνεται, θείοις σκηνώμασιν.

 

Σὺ εἰδώλων τὴν πλάνην, καὶ δυσσεβὲς φρόνημα, Δόμνα ἀπηρνήθης ἐνθέως, καὶ τὸ ἀξίωμα, τῆς ἱερείας σεμνή, διὰ Χριστὸν τὸν Σωτῆρα, καὶ τὴν ἐπουράνιον, θείαν κατάπαυσιν.

 

Ἀληθῶς ἀνεδείχθης, τῆς ἀρετῆς πρότυπον, Δόμνα καὶ μαρτύρων τὸ κλέος, καὶ τὸ ὑπόδειγμα, τῶν δὲ πενήτων τροφεύς, καὶ ἀρωγὸς δυστυχούντων· διὸ καὶ κατέλαβες, Χριστοῦ τὰ δώματα.

Θεοτοκίον.

Θεοτόκε Παρθένε, Λόγον Θεοῦ τέξασα, πρέσβευε ἀπαύστως ὡς Μήτηρ, πρὸς τὸν Θεάνθρωπον, ὅπως ῥυσθῶμεν ῾Αγνή, ἐκ τῶν τοῦ κόσμου σκανδάλων, ἀνυμνοῦντες Δέσποινα, τὰ μεγαλεῖά σου.

 

Κάθισμα.

῏Ηχος δ', Ταχὺ προκατάλαβε.

Τὴν Δόμναν τιμήσωμεν, ἐν εὐφροσύνῃ πιστοί, καὶ ὕμνοις κηρύξωμεν, μεταστροφὴν πρὸς Χριστόν, αὐτῆς καὶ βοήσωμεν· Χαῖρε παρθένων κλέος καὶ μαρτύρων ὁ τύπος· χαῖρε ἡ ἀνελθοῦσα, εἰς τὴν γῆν τῶν πραέων, πρεσβεύουσα τῷ Λόγῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Ἐνθέως εὐφραίνεται ἡ κτίσις σήμερον· Χριστὸς γὰρ ὁ Κύριος, Πατρὸς ἀνάρχου Υἱός, ἐκ Κόρης γεννᾶται ἁγνῆς, ἅπαν τὸ τῶν ἀνθρώπων, γένος ἀθανατίζων, λύων τε τὴν κατάραν, τῆς προμήτορος Εὔας. Διὸ εὐχαριστοῦντες αὐτῷ, ἐν ὕμνοις δοξάσωμεν.

 

ᾨδὴ δ'. Ὁ Εἱρμός. Εἰσακήκοα Κύριε.

Λυτρωτὴν τὸν Θεάνθρωπον, Δόμνα βιοτῇ σου λαμπρῶς ἐκήρυξας, καὶ Βελίαρ ἐταπείνωσας, διὰ μαρτυρίου σου πανεύφημε.

 

Οὐρανός σε ἐδέξατο, τῆς Νικομηδείας Δόμνα τὸ βλάστημα, ἐν παστάδι τοῦ Κυρίου σου, ὑπὲρ Οὗ ἐτύθης ὥσπερ σφάγιον.

 

Ὑψιπέτιν ὁρῶμέν σε, Δόμνα οἱ τιμῶντες τὸ σὸν μαρτύριον, καὶ τὴν λύτρωσιν αἰτούμεθα, σαῖς λιταῖς σεμνὴ πρὸς τὸν Θεάνθρωπον.

Θεοτοκίον.

Σῶσον πάντας πρεσβείαις σου, ἐκ παντὸς κινδύνου Θεοχαρίτωτε, ὡς γεννήσασα τὸν Κύριον, ἄνθρωπον ἐκ πλάνης λυτρωσάμενον.

ᾨδὴ ε'. Ὁ Εἱρμός. Φώτισον ἡμᾶς.

Ἄνακτα Θεόν, ἐκ καρδίας ἀγαπήσασα, τὰ δυσσεβῆ καὶ μάταια ἐν χαρᾷ, ἡ Δόμνα πάντα, ἠρνήθη καὶ κατεφρόνησεν.

 

Σώματος ἀκμήν, σῷ Νυμφίῳ Δόμνα δέδωκας, καθυπομείνασα πλῆθος αἰκισμῶν, καὶ μαρτυρίου, τελείωσιν καλλιπάρθενε.

 

Μάρτυς σαῖς λιταῖς, τὰς καρδίας ἡμῶν πλήρωσον, τῆς εὐφροσύνης καὶ τῆς χάριτος τῆς σῆς, ἵνα τηρῶμεν, τοῦ Λόγου θεῖα προστάγματα.

Θεοτοκίον.

Ἄνασσα Χριστόν, ἐν ἀγκάλαις σου ἐβάστασας, καὶ ἐγαλούχησας Αὐτὸν ὑπερφυῶς, τὸν τροφοδότην, τοῦ κόσμου Θεοχαρίτωτε.

ᾨδὴ ς', Ὁ Εἱρμός.Τὴν δέησιν.

Στερέωσον σαῖς λιταῖς πρὸς Κύριον, τὴν ἀθλίαν μου ψυχὴν Δόμνα θεία· ὅτι δεινῶς, πολεμεῖ με ὁ πλάνος, καὶ πειρασμοῖς διαφόροις προσβάλλει με· ἐδόθη γάρ σοι ἐκ Θεοῦ, παρρησία πρεσβείας πανένδοξε.

 

Ἱκέτευε τὸν Χριστὸν πανεύφημε, ὑπὲρ πάντων τῶν τιμώντων σε Δόμνα· ἵνα ἐχθροῦ, παγκακίστου νικῶμεν, τοὺς πειρασμοὺς καὶ τὰ πάθη οἱ δείλαιοι, καὶ τύχωμεν ἐν οὐρανοῖς, βασιλείας Θεοῦ καὶ ἀνέσεως.

 

Νεκρώσασα τῆς σαρκὸς τὸ φρόνημα, κατεπάτησας ἐχθροῦ τὰς ἐνέδρας· καὶ τὸν Χριστόν, ὡς Θεὸν καὶ Δεσπότην, τῷ μαρτυρίῳ σου Δόμνα ἐκήρυξας· στεφθεῖσα δὲ ἐκ τοῦ Θεοῦ, σαββατίζεις ὡς μάρτυς πανένδοξος.

Θεοτοκίον.

Τιμήσωμεν τὴν Παρθένον ἅπαντες, ἐν ἐνθέοις ἐγκωμίοις και ὕμνοις· ὅτι Θεόν, ὡς Υἱὸν ἱκετεύει, ὑπὲρ τοῦ γένους αὐτῆς ἡ Θεόνυμφος, καὶ πάντων τῶν χριστιανῶν, τῶν ποθούντων ψυχῆς ἀπολύτρωσιν.

 

Κοντάκιον

Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Εἰδώλων θεούς, ἠρνήθης Δόμνα ἔνδοξε, Χριστὸν δὲ Θεόν, τὸν κόσμον λυτρωσάμενον, ἐπιγνοῦσα ἔσπευσας, ὑπὲρ Αὐτοῦ τυθῆναι ὡς σφάγιον· σὺν χοροῖς δὲ μαρτύρων ἀεί, πρεσβεύεις Κυρίῳ, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Τῆς Νικομηδείας ᾽Εκκλησία, τὴν πρῴην τῶν εἰδώλων ἱέρειαν, νῦν δὲ σεπτὴν τοῦ Χριστοῦ μάρτυρα Δόμναν, ἑορταστικῶς τιμᾷ, τὴν αὐτῆς θείαν ἀλλοίωσιν, καὶ θαυμαστὴν μεταστροφήν, πρὸς μίμησιν προβαλλομένη. Αὕτη γὰρ τὰς τοῦ θείου Παύλου ᾽Επιστολὰς ἀναγνοῦσα, ἐκ καρδίας εἰς τὸν Θεάνθρωπον Χριστὸν ἐπίστευσεν. ᾽Εν προσευχῇ δὲ νηστείᾳ καὶ ἐλεημοσύνῃ ζῶσα, τὸν εὐνοῦχον ῎Ινδην εἰς τὴν τῆς ἀληθείας πίστιν ὡδήγησε, καὶ ἀλείπτης αὐτοῦ πρὸς τὸ μαρτύριον γέγονεν. Θαυμαστῶς τε αἰκισμοὺς καὶ μαστιγώσεις ὑπομείνασα καὶ ἐν εἱρκτῇ ἐγκλεισθεῖσα, ὑπὸ ᾽Αγγέλου ἐτρέφετο. Διὰ σαλότητος τῶν δεσμῶν ἀπολυθεῖσα, ἐν σπηλαίῳ ἀνδρικῶς ἠσκήτευεν. Εἶτα τῶν μαρτύρων τρία ἱερὰ λείψανα ἐν θαλάσσῃ εὑροῦσα, καὶ πλησίον αὐτῶν προσευχομένη, δέχεται τὸν διὰ ξίφους καὶ πυρὸς θάνατον. Καὶ νῦν ἐν οὐρανῷ σαββατίζουσα, σὺν λοιποῖς μαρτύρων χοροῖς, πρεσβεύει Κυρίῳ, ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον.

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων.

Στίχοι

·       Ὡς προσφοραὶ σοι Σῶτερ ἐξωπτημέναι,

·       Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον.

·       Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων.

 

Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται.

Στίχοι

·       Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας,

·       Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας.

 

Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται.

Στίχοι

·       Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον,

·       Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ.

 

Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται.

Στίχοι

·       Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους,

·       Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων.

 

Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται.

Στίχοι

·       Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα,

·       Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον.

 

Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται.

Στίχοι

·       Ὁ Δωρόθεος, τὴν κεφαλήν μου, λέγει,

·       Δῶρον κομίζω τῷ Θεῷ τετμημένην.

 

Ὁ ἅγιος Θεόφιλος ὁ Διάκονος λιθοβοληθεὶς τελειοῦται.

Στίχοι

·       Ἀπόγραφε βληθέντα συχνοῖς τοῖς λίθοις,

·       Καὶ Θεόφιλον συλλόγῳ Θεοῦ φίλων.

 

Ὁ Ἅγιος Μυγδόνιος βόθρῳ ἐγχωσθείς, τελειοῦται.

Στίχοι

·       Κἂν χωννύηται Μυγδόνιος ἐν βόθρῳ

·       Ἐγνωσμένος τοῖς πᾶσι Μάρτυς τυγχάνει.

 

Ὁ Ἅγιος Γλυκέριος, ὁ Πρεσβύτερος, πυρὶ τελειοῦται.

Στίχοι

·       Ὁ Γλυκέριος, εἰς τὸ πῦρ βεβλημένος,

·       Ἔφη, Γλυκύς μοι τῆς τελευτῆς ὁ τρόπος.

 

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ἁγίου ἐνδόξου μάρτυρος Δημοσθένους

τοῦ ἀπὸ Συγκλήτου Νικομηδείας.

Στίχοι

Ὦ Δημόσθενες, τὴν κεφαλήν μου, λέγεις

Δῶρον κομίζω τῷ Χριστῷ τετμημένην.

Εὐκλεῆ Δημοσθένην κτάνεν τὸ ξίφος ὡς Χριστοῦ.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ῾Αγία Μάρτυς Δόμνα, ξίφει τμηθεῖσα, τῷ πυρὶ

τελειοῦται.

Στίχοι

῞Εκτην συνάπτω ταῖς φρονίμοις παρθένοις,

Τὴν ψευδόμωρον Δόμναν ἐκτετμημένην.

Εὐκλεᾶ ὀγδοάτῃ κτάνεν εἰκάδι Δόμναν πῦρ.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον καὶ σῶσον ἡμᾶς.

᾽Αμήν.

ᾨδῂ ζ'. Ὁ Εἱρμός. Οἱ ἐκ τῆς ᾽Ιουδαίας.

Ἰσχυν ἐν μαρτυρίῳ, θεία Δόμνα λαβοῦσα, διὰ θαυμάτων πολλῶν, τὴν πίστιν τῆς Τριάδος, κηρύττει ἐν τοῖς ἔργοις, ὅπως ἅπαντες ψάλλωσιν· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Μαρτύρων ἐν χορείᾳ, καθορῶμέν σε Δόμνα, ἐν Βασιλείᾳ Θεοῦ, ὑμνοῦσαν ἀενάως, μεθ' ὅλων τῶν ῾Αγίων, τὸν Τρισάγιον Κύριον· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Ὦ Δόμνα ἐν δυνάμει, κατενίκησας ὄντως, τὰς μηχανὰς τοῦ ἐχθροῦ, ὑμνοῦσα ἐκ καρδίας, σὺν πᾶσιν ἀθλουμένοις, τὸν Νυμφίον σου λέγουσα· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον.

Ναὸς τοῦ θείου Λόγου, γέγονας Παρθένε, καὶ φωτοφόρος σκηνή· ἱκέτευε ἀπαύστως, ὑπὲρ τῶν σὲ ὑμνούντων, καὶ φαιδρῶς συμψαλλόντων σοι· Ὁ τῶν πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η'. Ὁ Εἱρμός. Τὸν Βασιλέα.

Ἰχνηλατοῦσα, τῶν πρωτοτόκων μαρτύρων, τὴν πορείαν ἡ Δόμνα ἐτύθη, Χριστὸν ἀνυμνοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

 

Κατατρυφῶσα, τῶν ἀγαθῶν Βασιλείας, μάρτυς Δόμνα πιστοὺς συναγείρει, τὸν Χριστὸν ὡς Λόγον, ὑμνεῖν εἰς τοὺς αἰῶνας.

 

Ὁμολογοῦσα, τὸν ᾽Ιησοῦν ὡς Σωτῆρα, ἐν Σιὼν σαββατίζει ἡ Δόμνα, ἀνυμνολογοῦσα, Αὐτὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Δεδοξασμένη ἐκ γηγενῶν ἡ Παρθένος δευτερεῖα Τριάδος κατέχει, ἧς τὴν θείαν δόξαν, ὑμνεῖ εἰς τοὺς αἰῶνας.

ᾨδὴ θ'. Ὁ Εἱρμός. Κυρίως Θεοτόκον.

Ἡδέως ἀπηρνήθη, ἡ Δόμνα τοῦ κόσμου, τὰ ἐπίκηρα δόξαν, καὶ πάντα τερπνά, ἵνα ἐν δώμασι θείοις, χαίρῃ σὺν μάρτυσιν.

 

Μετάδος μοι σὴν χάριν, τῆς ὁμολογίας, καὶ μαρτυρίου τὸν πόθον, πρὸς δόξαν Θεοῦ, σαῖς ἱκεσίαις πρὸς Λόγον, Δόμνα πανεύφημε.

 

Ὁμότροπον μαρτύρων, σὲ ὁμολογοῦμεν, Νικομηδείας τὸ κλέος, ὦ Δόμνα σεμνή, καὶ ἀθλοφόρων ἁγίων, πιστὸν ἀντίτυπον.

Θεοτοκίον.

Ὑμνήσωμεν Μαρίαν, Μητέρα τοῦ Λόγου, καὶ τῶν πιστῶν προστασίαν, καὶ σκέπην σεπτήν, τῶν ᾽Ασωμάτων τὴν δόξαν, καὶ τὸ ἐντρύφημα.

 

᾽Εξαποστειλάριον.

῏Ηχος β'.Γυναῖκες ἀκουτίσθητε.

Τὴν Δόμναν μεγαλύνωμεν, μαρτύρων ἐγκαλλώπισμα, ἄθεον πλάνην εἰδώλων, ἀπαρνηθεῖσαν γενναίως· Λόγον γὰρ τὸν Θεάνθρωπον, σφοδρῶς ἐπιποθήσασα, ἐτύθη ὥσπερ σφάγιον, ὑπὲρ Αὐτοῦ μετὰ πόθου, ἐξ Οὗ ἐστέφθη ἀξίως.

Θεοτοκίον.

Εἰκόνος ἧς μετέλαβον θεουργικῶς τῆς κρείττονος, ἐξώσθην οἴμοι ὁ τλήμων, δι' ἀκρασίας τῆς πάλαι, σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας Σωτήρ μου, Παρθενικῶν ἐξ αἱμάτων.

 

Εἰς τοὺς Αἴνους.

    ῾Ιστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. β'. ῞Ολην ἀποθέμενοι.

Δεῦτε τὸν βλαστὸν πιστοὶ Νικομηδείας τὸν θεῖον, Δόμναν ἀνυμνήσωμεν, καὶ ᾠδαῖς εὐφήμοις ἐγκωμιάσωμεν· τοῦ Χριστοῦ γέγονεν, πανευῶδες θῦμα, καὶ τοῦ Παύλου ἀπεδέξατο, Γραφὰς καὶ βίωμα, καὶ τὴν τῶν παθῶν ἀπονέκρωσιν, διδάσκουσα ἐν ἔργοις τε, καὶ μαρτυρικοῖς ἀγωνίσμασι, πάντας τοὺς τιμῶντας, τὸν βίον καὶ τὴν ἄθλησιν αὐτῆς, καὶ μαρτυρίου τελείωσιν, καὶ στέψιν οὐράνιον.

 

Παύλου θεῖον ζώγρημα ἀνευφημήσωμεν ὕμνοις, καὶ Χριστοῦ τὴν μάρτυρα, Δόμναν πάντες λόγοις ἐγκωμιάσωμεν· ἀρετῆς γέγονε, ἱερὸν δοχεῖον καὶ τοῦ ῎Ινδη ἡ διδάσκαλος, ζωῆς τῆς κρείττονος, καὶ ὁμολογίας τὸ πρότυπον· διὸ καὶ ὁ Θεάνθρωπος, διὰ μαρτυρίου ἐτίμησεν. ῞Οθεν γεγηθότες, βοήσωμεν αὐτῇ χαρμονικῶς· ὑπὲρ ἡμῶν καθικέτευε, λιταῖς σου τὸν Κύριον.

 

Χάριτι ἀπέπτυσας τῆς ἱερείας τὴν πλάνην, καὶ Χριστὸν ἠγάπησας, Δόμνα θεοφώτιστε καὶ φιλόθεε· τοῖς λαοῖς ἔδειξας, τοῦ Θεοῦ τὴν χάριν, καὶ ἀθέοις διετράνωσας, Σταυροῦ τὴν δύναμιν, καὶ τοῦ ᾽Ιησοῦ τὴν θεότητα· διὸ εἰς τὰ οὐράνια, ὑπερθαυμαστῶς εἰσελήλυθας. ῞Οθεν ὑπὲρ πάντων, Τριάδα καθικέτευε σεμνή, ἵνα ἐν ἔργοις τιμήσωμεν, Χριστοῦ θεῖον ῎Ονομα.

Δόξα. ῏Ηχος α'.

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε ἐν ἐγκωμίων ὕμνοις, τὴν τοῦ Χριστοῦ καλλίνικον μάρτυρα Δόμναν, λαμπρῶς εὐφημήσωμεν λέγοντες· Χαῖρε ἡ τῆς Νικομηδείας δόξα, καὶ τῆς ᾽Εκκλησίας τὸ κλέϊσμα. Χαῖρε τὸ τοῦ ἐσφαγμένου ᾽Αρνίου πάντιμον σφάγιον, καὶ τὸ τῶν εἰδώλων δεινότατον ῥάπισμα. Χαῖρε ἡ τῶν πενήτων τροφεύς, καὶ ἡ τῶν ἀγωνιζομένων πνευματικὴ ὁδηγός. Πρέσβευε ἐκτενῶς, Δόμνα πάνσεπτε, τῷ νυμφίῳ Χριστῷ, ὑπὲρ ἡμῶν τῶν ἐνθεαστικῶς τιμώντων, τὴν πανίερον μνήμην σου.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ὁ αὐτός.

Δόξα ἐν ὑψίστοις Θεῷ, ἐν Βηθλεὲμ ἀκούω, ὑπὸ ἀσωμάτων σήμερον, τῷ ἐπὶ γῆς εἰρήνην, εὐδοκήσαντι γενέσθαι. Νῦν ἡ Παρθένος οὐρανῶν πλατυτέρα· ἐξανέτειλε γὰρ φῶς τοῖς ἐσκοτισμένοις· καὶ ταπεινοὺς ὕψωσε, τοὺς ἀγγελικῶς μελῳδοῦντας· Δόξα ἐν ὑψίστοις Θεῷ.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ Τυπικά, καὶ ἀπὸ τοῦ Κανόνος, ᾽Ωδὴ γ' καὶ ς'.

 

Εὐαγγέλιον Μαρτυρικόν. (Λουκ. κα΄ 12-19)

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

 

Πάντες εὐφημήσωμεν εὐλαβῶς, Δόμναν τὴν ἁγίαν, τὴν ἀθλήσασαν ἀκλινῶς, ἐν ἀγαλλιάσει, ὑπὲρ τοῦ Θεανθρώπου, λαβοῦσάν τε ἀξίως, στέφος ἀμάραντον.

 

Δεῦτε μεγαλύνωμεν οἱ πιστοί, Δόμναν τὴν ἁγίαν, τὴν τυθεῖσαν ὑπὲρ Χριστοῦ, τὴν ἀξιωθεῖσαν, ἰδεῖν τὸν θεῖον Λόγον, καὶ ψάλλειν αἰωνίως, Αὐτῷ σὺν μάρτυσιν.