ΔΕΚΕΜΒΡΙΟΥ ΛΑ΄

 

ΑΚΟΛΟΥΘΙΑ

ΤΗΣ ΟΣΙΑΣ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΜΗΤΡΟΣ ΗΜΩΝ

ΜΕΛΑΝΗΣ ΤΗΣ ΡΩΜΑΙΑΣ

ΧΑΡ. ΜΠΟΥΣΙΑ

 

    Διὰ τὸ ἀποδίδοσθαι σήμερον τὴν ἑορτὴν τῆς τοῦ Χριστοῦ Γεννήσεως, ἀκολουθία τῆς Ὁσίας Μελάνης ψάλλεται τη λ' Δεκεμβρίου μεταὐτῆς τῆς Ὁσίας Ἀνυσίας.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Στενὴν ἀσκήσεως τρίβον σοφῶς βαδίσασα, Μελάνη τρισολβία, εἰς εὐρύχωρον πλάτος κατήντησας τοῦ πόλου, ὅπου χοροί ἑορτάζουσι πάντοτε, δοξολογουντες τὸν Κύριον καὶ Θεόν, τὴν Ζωὴν και τὴν Ἀλήθειαν.

 

Τῆς παρθενίας σαγήνῃ αὐτῆς τὸν σύνευνον ζωγρήσασαν καὶ βίον ἐν Κυρίῳ ἁγνείας ἀνύσασαν, Μελάνην, πανευλαβῶς οἱ πιστοί μακαρίσωμεν, ὡς ἀκραιφνοῦς πολιτείας ὑπογραμμὸν καὶ κανόνα ταπεινώσεως.

 

Τῷ δροσισμῷ ἐγκρατείας καμίνους ἔσβεσας παθῶν τῶν χαμαιζήλων, θεοφόρε Μελάνη, καὶ ῥεῖθρα, ἐπομβρίᾳ σοῦ τῶν εὐχῶν, ἰαμάτων ἀνέβλυσας, προσφύγων σῆς κατακλύζοντα τὰς ψυχὰς ἀκενώτου, Μῆτερ, χάριτος.

 

Σὸν πλοῦτον καὶ τὸ χρυσίον πτωχοῖς ἐσκόρπισας, πεινῶσιν, ἐνδεέσι καί ταῖς Μάνδραις, Μελάνη, ἐνθέων μονοτρόπων ἐν Αφρικῇ και ἐν Τόποις, οὓς Κύριος Ζωοδότης ἐβάδισεν ᾽Ιησοῦς, ἐλεῆμον Μῆτερ, πάνσεμνε.

Δόξα. ῏Ηχος β΄.

Οἶκον εὐπρεπέστατον σεαυτὴν ἀρετῶν ἀναδείξασα δι' ἐγκρατείας, νηστείας, φιλανθρωπίας καὶ ταπεινώσεως οἴκους θείους ἐδόμησας, ἐν οἷς συνήθροισας παρθένων χορείας πρὸς αἶνον ἀσίγητον Χριστοῦ, τοῦ ἐν οὐρανοῖς Νυμφίου σου, Μελάνη, Ὁσίων γυναικῶν ἀκροθίνιον· δοξάζουσα οὖν Κύριον ἀκαταπαύστως τὸν ἀρχέκακον ἐπάτησας ὄφιν σῇ καθαρᾷ πολιτείᾳ καὶ ἠξιώθης Αγγέλων χοροῖς συνευφραίνεσθαι καί πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καί νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου...

 

Εἰς τὸν Στίχον.῏Ηχος β'. Οἶκος τοῦ Εφραθᾶ.

Χαῖρε, τὴν στολὴν τὴν χρυσοΰφαντόν σου ἀλλάξασα, Μελάνη, διὰ μελαμβαφοῦς σου, εὐτελεστάτου τρίβωνος.

 

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

 

Χαῖρε, σὺν τῷ σῷ συζύγῳ ἐν ἁγνείᾳ τελέσασα τὸν βίον καὶ ἐποφθεῖσα κρίνον, Μελάνη, ἐνασκήσεως.

 

Στίχος. Καὶ ἔστησεν ἐπί πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

 

Ἔδωκας τοῖς πτωχοῖς, ἐσκόρπισας, Μελάνη, σὸν πλοῦτον ἐνδεέσι καὶ ηὔγασας τὸν κόσμον φωτί δικαιοσύνης σου.

Δόξα. Τριαδικόν.

Λεύκανον τὰς ψυχὰς τῶν Σὲ δοξολογούντων, Τριὰς ὑπεραγία, ὑσσώπῳ χάριτός Σου Μελάνης παρακλήσεσι.

Καὶ νῦν. Θεοτοκίον.

Χαῖρε, Μῆτερ Θεοῦ ὑπερευλογημένη, παρθένων ὡραιότης καὶ καύχημα μητέρων, Κυρία Μητροπάρθενε.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

῏Ηχος δ΄. ῎Εδωκας σημείωσιν.

Χρώμασι τῆς πίστεως, πολλῆς ἐλεημοσύνης σου, ἐγκρατείας, χρηστότητος, ἠθῶν καὶ σεμνότητος, θεαυγὲς Μελάνη, ἐν ψυχῇ εἰκόνα διεζωγράφησας καλῶς τῆς ὁσιότητος καὶ Νυμφίῳ σου, Κυρίῳ, ἐνεφάνισας αὐτὴν τῷ σὲ ἀξιώσαντι ἀπολαῦσαι τερπνότητος οὐρανῶν ὑπὲρ ἔννοιαν.

 

Ἔρωτος πυρσεύμασι τοῦ σοῦ θερμοῦ πρὸς τὸν Κύριον κατεφλέχθη, θεόνυμφε, τὰ βέλη τοῦ δράκοντος τὰ πεπυρωμένα, τὰ κινοῦντα πάντας τοὺς τετρωμένους ἐξ αὐτῶν πρὸς ψυχοκτόνα ἔργα, ἐφάμαρτα, Μελάνη παναοίδιμε, καὶ κακουργία ἠφάνισται ἀγαπήσεως φέγγει σου πρὸς Θεὸν καὶ τὸν ἔγγιστα.

 

Βίου σου λαμπρότητι τοὺς εὐσεβεῖς κατεφώτισας τηλαυγὲς ὥσπερ ἔσοπτρον, ἀκτῖνας δεχόμενον Πνεύματος Αγίου, καὶ φιλανθρωπίας τῆς σῆς αὐγαῖς ὡς ἀληθῶς τὴν σκοτομήνην πτωχῶν ἐσκέδασας, Μελάνη πνευματέμφορε, σεπτὸν ἀσκήσεως ἄγαλμα καὶ εἰκὼν ἀγαθότητος, συμπαθείας καὶ νήψεως.

 

Ἔπειθες σὸν σύνευνον ἀποβαλέσθαι τὴν ἄστατον τύρβην καὶ διαῤῥέουσαν τοῦ βίου σοῖς ῥήμασι καὶ σῇ ἐγκρατείᾳ, θεαυγὲς Μελάνη· ὅθεν σὺν τούτῳ τὴν ζωὴν εὗρες τὴν θείαν καὶ τὴν ἀπόλαυσιν ἀεὶ τὴν διαμένουσαν Χριστὸν ἀεί τὸν εὐΐλατον δυσωποῦσα, πανεύφημε, ὑπὲρ πάντων προσφύγων σου.

 

Ἔδωκας τοῖς πένησι τὰς μυριάδας χρυσίου σου καὶ διένειμας ἅπασαν, Μελάνη, οὐσίαν σου τοῖς ἐμπεριστάτοις, ἵνα ἀφθαρσίαν πλουτήσῃς τὴν ἐν οὐρανοῖς καὶ ἀπολύτρωσιν, θεοτίμητε· διό σου ἑορταζοντες μνήμην λαμπρῶς οἱ φιλέορτοι σὰς λιτὰς ἐκδεχόμεθα πρὸς ζωῆς τὸν Κυρίαρχον.

 

Βίου ῥυπαρότητι μελανωθέντα με κάθαρον σῶν δεήσεων νάμασι πρὸς τὸν κόσμου αἴροντα πάσας ἁμαρτίας, θαυμαστὴ Μελάνη, ὁσίου πλήθους γυναικῶν περικλεέστατον ἐγκαλλώπισμα, ὡς ἂν ἐγκωμιάζω σου βίον τὸν ὄντως ἰσάγγελον, ἀκτησίαν, ταπείνωσιν καὶ νυχθήμερον ἄσκησιν.

Δόξα. ῏Ηχος πλ. β΄.

Ὑπείκουσα ταπεινῶς σοῖς γονεῦσιν ἄκουσα εἰς γάμου ἦλθες κοινωνίαν μετ' ἀνδρὸς πλουσίου, ὃν Χάριτι Θείᾳ ἔπιθες μετὰ τὴν δευτέραν σου κύησιν τὸν θεῖον ζυγὸν τῆς ἐγκρατείας σὺν σοὶ ἐπαυχένιον φέρειν, Μελάνη,Ὁσίων γυναικῶν ἐκσφράγισμα· βαδίσασα οὖν σὺν αὐτῷ τὴν ὁδὸν τῆς προσφορᾶς καὶ ἀσκήσεως κατήντησας εἰς τὰς ἀΰλους μονὰς τοῦ πόλου, ἔνθα Ἀγγέλοις ἐπαγαλλομένη πρεσβεύεις Χριστῷ ἀπαύστως ὑπὲρ τῶν τιμώντων τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς (Ἐκ τοῦ Μηναίου).

Δόξα ἐν ὑψίστοις Θεῷ καὶ ἐπὶ γῆς εἰρήνη. Σήμερον δέχεται Βηθλεέμ, τὸν καθήμενον διὰ παντὸς σὺν Πατρί. Σήμερον Ἄγγελοι τὸ βρέφος τὸ τεχθέν, θεοπρεπῶς δοξολογοῦσι. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

 

    Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Αναγνώσματα·

Παροιμιῶν τὸ Ανάγνωσμα.

(Κεφ. λα' 10 - 31 )

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ' αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.᾽Εγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον.Ἐγεύσατο ὄτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε και ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. ᾽Ισχὺν και εὐπρέπειαν ἐνεδύσατο και εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως και ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς και νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αυτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς και ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῆ ἀπὸ καρπῶν χειλέων αὐτῆς καί αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.

(Κεφ. α΄ 1 - 10 )

Ἀγαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι και ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανιζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοί γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας.῞Οτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καί τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδείς· μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη.᾽Εν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

᾽Ιδιόμελα.

Ἦχος α'.

Τὴν εὐσυμπάθητον κυρίαν τῆς῾Ρώμης, καταλιποῦσαν τὰς ἐφημέρους τρυφὰς καὶ ἡδονὰς ὁλοθύμως καὶ ἀναζητήσασαν τρυφὴν τὴν μὴ διαῤῥέουσαν, Μελάνην τὴνὉσίαν τιμήσωμεν· αὕτη γὰρ ἐπιδημοῦντας εἰς῾Ρώμην ξένους ὑπεδέχετο καὶ ἐξένιζε, τοὺς ἐν φυλακαῖς καὶ ἐξορίαις ἐπεσκέπτετο καὶ τὸν πλοῦτον ἀφειδῶς τοῖς πτωχοῖς διετίθετο· θησαυρίσασα οὖν ἐν ουρανοῖς ὄλβον ἀσύλητον ἀπῆλθε Χριστῷ συνεῖναι εἰς τοὺς αἰῶνας καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος β΄.

Ἐγκρατευομένη καὶ τὴν σάρκα νυχθημέροις πόνοις κατατήκουσα διὰ δύο ἡμερῶν ἐν ἀρχῇ τροφὴν μετελάμβανες, εἶτα διὰ πέντε καὶ ἐν τέλει μόνον ἐν τῷ Σαββάτῳ καὶ τῆ Κυριακῆ, Μελάνη, ἀσκητριῶν Ὁσίων ἐγκαλλώπισμα· προσενεγκοῦσα οὖν σεαυτὴν θυσίαν τῷ Θεῷ εὐπρόσδεκτον καὶ πρότυπον πίστεως καὶ ἀσκήσεως γενομένη, μετέστης πρὸς μονὰς αἰωνίους Χριστῷ συνεπαγάλλεσθαι τῷ παρέχοντι πᾶσιν ἡμῖν εὐχαῖς σου τὸ ἄμετρον ἔλεος.

῏Ηχος γ΄.

Ῥώμη καὶ Καρχηδὼν καὶ Ἀλεξάνδρεια καὶ ῾Ιεροσολύμων πόλις τὰς σὰς εὐεργεσίας μεγαλύνουσι, ΜελάνηὉσία, καὶ τὴν σὴν φιλάνθρωπον δρᾶσιν κηρύττουσι, δι' ἧς Θεῷ καὶ ἀνθρώποις εὐηρέστησας· σὺν αὐταῖς καὶ ἡμεῖς ὁμολογοῦντες τὴν σὴν πρὸς ἡμᾶς ἐποπτείαν ὡς ἰσάγγελόν σε ἀνυμνοῦμεν καὶ τὰς πρὸς Κύριον λιτάς σου ἐκδεχόμεθα, ἵνα ἥσυχον καὶ ἤρεμον βίον διάγωμεν.

῏Ηχος δ΄.

Πλουσία οὖσα ἐν ἀγάπῃ τὴν πτωχείαν ῾Ιησοῦ ἐπεπόθησας καὶ ἐπτώχευσας ὡς ἄνθρωπος πτωχοὺς πλουτίζουσα, Μελάνη, ἀρετηφόρε ἀσκήτρια· ὅθεν τῷ πλουσίῳ ἐν οἰκτιρμοῖς καὶ ἐλέει Κυρίῳ παρεστῶσα καὶ τῆς ἀϊδίου μακαριότητος ἀπολαύουσα ἐκτενῶς πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. ῏Ηχος ὁ αὐτός.

Περισχεθεῖσα ὑπὸ τῆς τῶν πλευρῶν ἀλγηδόνος σφόδρα ἐνόσησας, μακαρία Μελάνη, ἀσκητῶν σεμνολόγημα· προσκαλεσαμένη τότε τὸν ἀρχιθύτην ᾽Ελευθερουπόλεως καὶ δεξαμένη παρ' αὐτοῦ τὴν θείαν μετάληψιν ἀπῆλθες Χριστοφόρος πρὸς οὐρανίους σκηνώσεις, Χριστὸν ἱκετεύουσα ὑπὲρ τῶν ἐκ πλευρίτιδος πασχόντων καὶ σωτηρίας πάντων ἑορταζόντων τὴν μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς (ἐκ τοῦ Μηναίου).

Σπηλαίῳ παρῴκησας, Χριστὲ ὁ Θεός, φάτνη ὑπεδέξατο, Ποιμένες καὶ Μάγοι προσεκύνησαν. Τότε δὴ τῶν Προφητῶν ἐπληροῦτο τὸ κήρυγμα· καὶ Ἀγγέλων αἱ δυνάμεις, ἐθαύμαζον βοῶσαι, καὶ λέγουσαι. Δόξα, τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

 

    Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια,

῏Ηχος πλ. α'. Χαίροις, ἀσκητικῶν.

Χαίροις, Μελάνη θεοειδές, ἀσκητριῶν περιφανὲς σεμνολόγημα, ὡράϊσμα ᾽Εκκλησίας, φιλανθρωπίας εἰκών, προσφορᾶς ἀγάπης πρὸς τοὺς ἔγγιστα εὐῶδες μυράλειπτρον, ἡ ζωγρήσασα σύνευνον σὸν εἰς σαγήνην ἐγκρατείας καὶ νήψεως μετὰ κοίμησιν τῆς δυάδος τῶν τέκνων σου· μέμνησο τῶν τιμώντων σε, Χριστοῦ νύμφη πάγκαλε, καὶ δίδου σαῖς ἱκεσίαις πᾶσι τὰ πρόσφορα, ἔνθεε, τοῖς στέφουσιν ὕμνοις σὴν πρὸς στένοντας ἐν βίῳ θερμὴν ἀντίληψιν.

 

Στίχος.῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

 

Χαίροις, Μελάνη περικλεές, ἡ τὸν ζυγὸν Χριστοῦ ἀγάπης ἐπαίρουσα ἐπ' ὤμων καὶ τὴν ἀρίστην τῆς ἐγκρατείας ὁδὸν τὴν στενήν, εἰς πλάτος κατευθύνουσαν ἐν πόλῳ βαδίζουσα τῆς θεώσεως μάργαρον, χρηστοηθείας, προσφορᾶς πρὸς τοὺς ἔγγιστα, ταπεινώσεως καὶ συντόνου ἀσκήσεως· σάπφειρε τιμαλφέστατε, ἡ ἐκ τῆς νεότητος μὴ φεισαμένη σαρκίου καὶ κοσμικῶν ἀπολαύσεων, ἀλλὰ θείῳ σθένει πάντα ἀπαρνησαμένη ὡς διαῤῥέοντα.

 

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

 

Χαίρει ἐπὶ τῇ μνήμῃ τῇ σῇ ἡ Ἐκκλησία τοῦ Χριστοῦ ἡ πανάμωμος, Μελάνη, ἀμνὰς Κυρίου πανευπρεπὲς καὶ λαμπρά, καὶ φαιδρῶς ὑμνοῦσα κατορθώματα, τὰ σὰ σπεύδει πάντοτε ἐν δειναῖς περιστάσεσι σῇ ἀντιλήψει ἐκ μυχίων κραυγάζουσα· Εὐωδέστατον τῆς ἀγάπης ἀλάβαστρον, ἴδε πιστῶν τὸν σύλλογον, δαιμόνων τοξεύματα ὃν καθ' ἑκάστην δολίως, κακῶς τιτρώσκουσι, πάνσεμνε, καὶ πέμψον σὴν χάριν ἐπί πάντας σὲ τιμῶντας ψαλμοῖς καὶ ᾄσμασι.

Δόξα. ῏Ηχος πλ. δ΄.

Οὐσιαστικὴν δεικνύουσα προσφορὰν καὶ ἀγάπην κατέλιπες τὰ τερπνὰ καὶ ἡδέα τοῦ παρόντος βίου, ἵνα τοῦ αἰωνίου ἀπολαύσῃς, Μελάνη ἀξιάγαστε· συνοῦσα οὖν τῷ θυσίαν ῾Εαυτὸν προσενεγκόντι ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς καὶ σωτηρίας Χριστῷ, τῷ παντελεήμονι μὴ παύσῃ Αὐτοῦ δεομένη καὶ ἡμᾶς ἀξιῶσαι τῆς ἐν οὐρανίοις δόμοις ἀφθίτου μακαριότητος.

Καὶ νῦν. Τῆς Ἑορτῆς (Ἐκ τοῦ Μηναίου).

Ἐν Βηθλεὲμ συνέδραμον Ποιμένες, τὸν ἀληθῆ μηνύοντες Ποιμένα, τὸν καθήμενον ἐπὶ τῶν Χερουβίμ, καὶ ἀνακείμενον ἐν φάτνῃ, Νηπίου μορφὴν δι' ἡμᾶς ἀνειληφότα, Κύριε δόξα σοι.

 

Ἀπολυτίκιον. ῏Ηχος πλ. α΄.

Τὸν συνάναρχον Λόγον.

Τρυφηλὴν καὶ ἐνήδονον διαπτύσασαν ζωὴν ὑμνήσωμεν πάντες, σεμνὴν Μελάνην, λαμπρῶς ὥσπερ ῥεῖθρον διειδὲς τοῦ θείου Πνεύματος, τὴν διανείμασαν πτωχοῖς πακτωλὸν αὐτῆς χρυσοῦ καὶ ἄκρᾳ ἐν ταπεινώσει σοφῶς πολιτευσαμένην, αὐτῆς πρεσβείας ἐκδεχόμενοι.

Ἕτερον. ῞Ομοιον.

Συμπαθείας ἐλαίῳ ψυχῆς φαιδρύνασα τὴν φωτοφόρον λαμπάδα, κεκοσμημένην λαμπρῶς παρθενίας μαργαρίταις καὶ σεμνότητος καὶ εἰσελθοῦσα εἰς χαρὰν τοῦ Νυμφίου᾽Ιησοῦ, Μελάνη, σὲ ἀνυμνοῦντες τὰς φωτοβόλους λιτάς σου οἱ ἐν σκοτίᾳ ἐξαιτούμεθα.

Καὶ αὖθις τῆς῾Εορτῆς.

Ἡ Γέννησίς Σου, Χριστέ, ὁ Θεός ἡμῶν,...

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

    Μετὰ δὲ τὴν α' Στιχολογίαν Κάθισμα.

῏Ηχος α.΄ Τὸν τάφον Σου, Σωτήρ.

Ἐκ γένους εὐγενοῦς καὶ ἐνδόξου, Μελάνη, τερπνὸν ἀσκητριῶν ἴον, προερχομένη, παρὰ σοῦ τὴν θέλησιν ἡ ἀνδρί κοινωνήσασα, θείᾳ Χάριτι αὐτὸν κατέπιθες, μῆτερ, τῆς ἁγνότητος καὶ προσφορᾶς διανύειν σὺν σοὶ δρόμον ἄριστον.

Δόξα. Τὸ αὐτό. καὶ νῦν. Τῆς ᾽Εορτῆς.

Χριστοῦ ἐν Βηθλεὲμ ἐκ Παρθένου τὴν γένναν ἀστὴρ ἐξ οὐρανοῦ κατεμήνυσε πᾶσι, Ποιμένες τὸ θέαμα εἶδον τὸ ὑπερθαύματον καὶ οἱ Ἄγγελοι ἑνοῦντες γῆν τε καὶ πόλον δόξαν ἔπεμπον τῷ δι' ἡμᾶς σαρκωθέντι Υἱῷ τοῦ Παντάνακτος.

 

    Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.

Δαπανήσασα σαυτὴν ἐπιμελείᾳ τῶν πτωχῶν, ἐπισκέψει ἀσθενῶν καὶ ὄντων ἐν ταῖς φυλακαῖς καὶ ἀναγκῶν θεραπείᾳ ἐμπεριστάτων, πλοῦτον σῆς ψυχῆς πᾶσιν ἔδειξας, Μῆτερ θαυμαστὴ κρήνη χάριτος, ἡ ἐπιχέουσα πᾶσι τοῖς σὲ τιμῶσι τοὺς ὀχετοὺς εὐλογίας σου, ἁγιασμοῦ σου καὶ μεσιτείας πρὸς τὸν Κτίστην, Μελάνη.

Δόξα. Τὸ αὐτό. καὶ νῦν.

Τῆς ῾Εορτῆς (᾽Εκ τοῦ Μηναίου).

Ὁ ἀχώρητος παντί, πῶς ἐχωρήθη ἐν γαστρὶ; ὁ ἐν κόλποις τοῦ Πατρός, πῶς ἐν ἀγκάλαις τῆς Μητρός; πάντως ὡς οἶδεν ὡς ἠθέλησε καὶ ὡς, ηὐδόκησεν· ἄσαρκος γὰρ ὢν, ἐσαρκώθη ἑκών· καὶ γέγονεν ὁ Ὢν ὃ οὐκ ἦν δι' ἡμᾶς· καὶ μὴ ἐκστὰς τῆς φύσεως, μετέσχε τοῦ ἡμετέρου φυράματος. Διπλοῦς ἐτέχθη, Χριστὸς τὸν ἄνω, κόσμον θέλων ἀναπληρῶσαι.

 

    Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος γ'. Τὴν ὡραιότητα τῆς παρθενίας σου.

Μετὰ κτημάτων σου, Μῆτερ, ἐκποίησιν, Μελάνη, δότειρα χρυσοῦ σου πένησι, καὶ ἐξ αὐτῶν διανομὴν προσόντων ταῖς᾽Εκκλησίαις καὶ Μοναῖς κατέλαβες Ἀφρικήν, Ἀλεξάνδρειαν καὶ ῾Ιεροσόλυμα, ἔνθα Μάνδραν ἐδόμησας παρθένων ὑμνουσῶν ἀσιγήτως Κτίστην ἁπάσης οἰκουμένης.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Τῆς Ἑορτῆς.

Δεῦτε κατίδωμεν ἐν φάτνῃ κείμενον ὡς βρέφος Κύριον δι' ἀγαθότητα τὸν σαρκωθέντα ἐκ μητρὸς Παρθένου καὶ σὺν Αγγέλοις καὶ Ποιμέσι μέλψωμεν πανευσχήμοσιν ᾄσμασιν ᾽Ιησοῦν, θεώσαντα τὸ ἀνθρώπινον πρόσλημμα διὰ τῆς Βηθλεὲμ ἐν Σπηλαίῳ Τούτου γεννήσεως ἀφράστου.

 

Τὸ α' Αντίφωνον τοῦ δ' ἤχου

 

Προκείμενον·

Ὑπομένων ὑπέμεινα τὸν Κύριον και προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.

 

Εὐαγγέλιον Ὁσιακόν.

 

Ὁ Ν' Ψαλμός.

Δόξα. Ταῖς τῆς ΣῆςὉσίας, πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις,᾽Ελεῆμον...,

 

᾽Ιδιόμελον. ῏Ηχος πλ. β΄.

Τὴν εἰς πενιχρὸν κλεισθεῖσαν κελλίον καὶ νυχθημέροις καμάτοις καὶ συντόνοις πόνοις Θεῷ εὐσαρεστήσασαν, Μελάνην τὴνὉσίαν, ὕμνοις τιμήσωμεν καὶ αὐτῇ ἐν κατανύξει εἴπωμεν· ῾Η πτωχοῖς ἐπαρκέσασα, ξένους φιλοξενήσασα καὶ δεσμίους ἐπισκεψαμένη καὶ ἐκ δεσμῶν αὐτοὺς ἐξαρπάσασα φιλευσπλάγχνῳ σου καρδίᾳ ὡς χάριν εὑροῦσα οὐρανόθεν, μὴ παύσῃ Χριστῷ πρεσβεύουσα ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.

 

    Εἶτα ὁ Κανὼν τῆςὉσίας, οὗ ἡ Ακροστιχίς·

«Μελάνης, τύπου μοναζουσῶν, μελῴδημα. Χ. Μ.»

ᾨδὴ α΄. Ἦχος δ'. Ανοίξω τὸ στόμα μου.

Μελάνην τιμήσωμεν, βλαστὸν τῆς῾Ρώμης τὸν εὔφημον, ἀνθήσαντα κύμινα θεοφιλοῦς βιοτῆς καὶ λευκάνθεμα πανεύοσμα ἀγάπης πρὸς πάντα τρυχόμενον καὶ ἐμπερίστατον.

 

Εὑτάκτως ὑμνοῦμέν σε ὡς προσφορᾶς ὄλβον ἄσυλον, Μελάνη, καὶ στήριγμα τῶν ἀδυνάτων στεῤῥόν καὶ τὴν μνήμην σου τὴν θείαν εὐσχημόνως τελοῦντες δοξάζομεν σὲ τὸν δοξάσαντα.

 

Λαμπὰς ὁσιότητος, Μελάνη, φέγγει ἀγώνων σου ἐφώτισας σύμπαντα καὶ εὐποιΐας αὐγαῖς, θείων ἔργων σου ἐφαίδρυνας πενήτων χορούς, ἀξιάγαστε, πίστεως σέμνωμα.

Θεοτοκίον.

Ἀχώρητος Κύριος παντί ἀφράστως ἐχώρησεν ἐν μήτρᾳ πανάγνῳ σου, Θεογεννῆτορ ἁγνή, και ἀνέδειξε βασιλικῆς εὐκλείας αὐτὴν ἀχειρότευκτον θρόνον, πανύμνητε.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Ναὲ ταπεινώσεως ἀφάτου και μέλαθρον θείας προσευχῆς, Μελάνη, καθηγίασας τοὺς τόπους ἐπισκέψεως σῆς χάριτος καὶ Μάνδραν σου σεπτὴν εἰς῾Ιεροσόλυμα.

 

Ἠγλάϊσας ῾Ρώμην εὐποιΐᾳ, Μελάνη, τῇ σῇ καὶ Ἀφρικὴν και γῆν Ἁγίαν δάκρυσιν, ἱδρῶσι νυχθημέροις σου καὶ ταῖς Μοναῖς, ἃς ἔπηξας ἐν ταύταις Πνεύματος χάριτι.

 

Στενὴν ἀτραπὸν τῆς ἀπαθείας βαδίσασα ἔφθασας σαφῶς εἰς ὕψος δυσαντίβλεπτον, Μελάνη, τῆς θεώσεως καὶ δαψιλῶς ἀπείληφας ὑψόθεν χάριν ἰάσεων.

Θεοτοκίον.

Τὸν σὸν ἐκδυσώπει, Θεοτόκε, Υἱὸν ὑπὲρ σοῦ τῶν οἰκετῶν ἀεὶ μακαριζόντων σε ὡς σωτηρίας πρόξενον ἡμῶν καὶ καταφύγιον ἐν ἀλγειναῖς περιστάσεσι.

 

Κάθισμα.῏Ηχος γ΄. Θείας πίστεως.

Τὴν μαράνασαν σαρκὸς ὀρέξεις ἐνασκήσεως συντόνοις πόνοις ἐκ νεότητος τῶν χρόνων καὶ μέριμναν ἀποθεμένην Χριστῷ εὐφημήσωμεν φαιδρῶς Μελάνην, πυρσὸν ὁσιότητος, καὶ βοήσωμεν· Ἀγάπης Χριστοῦ ἐκτύπωμα, Αὐτὸν ἡμᾶς φιλεῖν θερμῶς ἀξίωσον.

Δόξα. Τὸ αὐτό. καὶ νῦν. Τῆς ᾽Εορτῆς.

Δεῦτε ἅπασαι πιστῶν χορεῖαι μελῳδήσωμεν σὺν τοῖς Αγγέλοις καὶ Ποιμέσι καὶ τοῖς Μάγοις τὸν Ἄσαρκον ἐν Βηθλεὲμ σαρκωθέντα δι' ἄφατον φιλανθρωπίαν καὶ Τούτῳ βοήσωμεν· Σῶτερ Ἄχρονε, τὸν χρόνον ἡμῶν ἁγίαζε, ἐν χρόνῳ ὁ λαβὼν μερόπων φύραμα.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Ὑπερσόφως πρὸς ἀγῶνας θεαρέστους ἐχώρησας καὶ ᾽Ιὼβ τοὺς πόνους μιμουμένη δύο ὑπέμεινας θανὴν σῶν τέκνων, Μελάνη τρισμακάριστε, πᾶσαν θλῖψίν σου ἐπὶ Χριστὸν ἐπιῤῥίπτουσα.

 

Προσευχῆς ἀδιαλείπτου μυροθήκη πανεύοσμε, ἐγκρατείας κέρας καὶ ἀκτημοσύνης κειμήλιον, Μελάνη, βίον σου ὅλον ἀφιέρωσας τῷ Νυμφίῳ σου, Χριστῷ Σωτῆρι τῆς κτίσεως.

 

Ὁ τοῦ Θεανθρώπου ἔρως σὴν καρδίαν ὡς ἔτρωσε, σχέσεως ἐνύλου πάσης ὑπερτέραν σε ἔδειξε· σὺ γὰρ νοήσασα κόσμου ματαιότητα διεπέτασας ψυχῆς πρὸς Ὕψιστον πτέρυγας.

Θεοτοκίον.

Ὑπερόπτας σοὺς οἰκέτας φθειρομένων ἀνάδειξον, Κεχαριτωμένη Μῆτερ τοῦ Θεοῦ τοῦ οἰκτίρμονος, καὶ ζηλωτὰς τῶν ἀῤῥεύστων, Μητροπάρθενε, τοὺς ἐν ᾄσμασιν εὐήχοις σὲ μεγαλύνοντας.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Μονὴν θείαν ἔπηξας, Μελάνη παντευλόγητε, πόθῳ ἐν τοῖς ῾Ιεροσολύμοις, ἐν ᾗ παρθένων πληθὺν αἰνεῖν τὸν Θεὸν συνήθροισας μόχθοις σου σεπτοῖς, μῆτερ, ἐνενήκοντα ὁλοθύμως ἑκάστοτε.

 

Οὑράνιον φρόνημα, Μελάνη σῶφρον, ἔχουσα πᾶσαν διεπώλησας οὐσίαν καὶ μυριάδας συναγαγοῦσα χρυσοῦ αὐτὸν ἐξεκένους τοῖς πτωχοῖς, ἐνδεέσι, κάμνουσι καὶ ἀζύγων συστήμασι.

 

Νεκρώσασα σάρκα σου στερήσεσι, κακώσεσιν, ἀγρυπνίᾳ καὶ χαμαικοιτίᾳ, Μελάνη, πνεῦμα τὸ σὸν πρὸς τὸν οὐρανὸν ἐπτέρωσας καὶ ἀσκητριῶν γέγονας ὑπόδειγμα θεοφόρων καὶ πρόβολος.

Θεοτοκίον.

Ἀπόσμηξον, Δέσποινα, δακρύων μου τὰ χεύματα μάκτρῳ σῆς ἀφάτου συμπαθείας, Θεογεννῆτορ, καὶ τῶν ἱδρώτων ῥοὰς σοῦ δούλου ἀγάπης σου πολλῆς μανδηλίῳ, χείμαῤῥον τοῦ ἐλέους ἡ τέξασα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ζωήν, τὸ Φῶς, τὴν Αλήθειαν, Χριστὸν ἐπιποθήσασα, πάνσεμνε, ἐκ σῆς νεότητος τῶν χρόνων κατηκολούθησας Αὐτῷ και αἰωνίου ζωῆς ἐπέτυχες.

 

Ὁσίων γνώμων καὶ ἔκτυπον μητέρων, σεαυτὴν ἀφιέρωσας τῷ Παντοκράτορι Χριστῷ, Μελάνη πανεύφημε, τῷ δείξαντί σε πόλου παστάδος ἔνοικον.

 

Ὑμνεῖν τὰ σὰ κατοοθώματα, Μελάνη, καταξίωσον ἅπαντας καὶ σῆς ἀσκήσεως, συντόνου μέλπειν τὰ σκάμματα, ἀσκητριῶν ἐνθέων φέγγος ἀπρόσιτον.

Θεοτοκίον.

Σέ, οἰκτιρμῶν, Μητροπάρθενε, τὸ φρέαρ καὶ ἐλέους τὴν ἄβυσσον, Χριστόν, τὴν τέξασαν πανευλαβῶς μεγαλύνομεν, Κυρία᾽Ελεοῦσα, Θεογεννήτρια.

 

Κοντάκιον. ῏Ηχος πλ. δ΄. Τῆ῾Υπερμάχῳ.

Πλοῦτον οὐράνιον τὴν ἀποθησαυρίσασαν, σεμνὴν Μελάνην καὶ οὐσίαν δαπανήσασαν ταῖς ἀνάγκαις καὶ ταῖς χρείαις ἐμπεριστάτων, θεοείκελον ἀσκήτριαν, τιμήσωμεν ἀπαθείας ὡς φανὸν καὶ ταπεινώσεως πόθῳ κράζοντες· Χαίροις, Μῆτερ ἰσάγγελε.

Ὁ Οἶκος.

Ἄγγελος ἐν ἀσκήσει λαμπροφόρος, Μελάνη, ἀσκήτρια Ὁσία, ἐδείχθης, ταπεινώσεως λύχνε φαιδρέ, ἐγκρατείας φάρε καὶ πυρσὲ νήψεως· διὸ σὲ μεγαλύνοντες κραυγάζομεν ἐν εὐλαβείᾳ·

Χαῖρε, τῆς῾Ρώμης ἀμνὰς καλλίστη·

χαῖρε, ἀγάπης εἰκὼν ἀρίστη.

Χαῖρε, ἐγκρατείας φανὲ παμφαέστατε·

χαῖρε, ἀπαθείας λειμὼν εὐωδέστατε.

Χαῖρε, πλοῦτον ἡ σκορπίσασα ἐνδεέσι καὶ πτωχοῖς·

χαῖρε, ῥεῖθρον ἡ ἐκβλύζουσα ἰσαγγέλου ἀγωγῆς.

Χαῖρε, Μάνδρας παρθένων ἡ Ὁσία δομήτωρ·

χαῖρε, τῶν τρυχομένων ταχινὴ ἀντιλήπτωρ.

Χαῖρε, κρουνὸς ἀγάπης ἀστείρευτος·

χαῖρε, φανὸς χαρίτων ὑπέρψωτος·

Χαῖρε, παρθένων σεμνῶν παραστάτις

χαῖρε, πολλῶν ἐν τῷ βίῳ προστάτις.

Χαίροις, Μῆτερ ἰσάγγελε.

 

    Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΛΑ΄ Δεκεμβρίου.

Εἶτα λέγομεν·

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ὁσίας καὶ θεοφόρου μητρὸς ἡμῶν Μελάνης τῆς῾Ρωμαίας.

Στίχοι.

᾽Ενεκρατεύθης, ἐσκόρπισας Μελάνη·

σὴ δικαιοσύνη μένει εἰς αἰῶνας.

 

Συναξάριον.

Ἡ Ὁσία καὶ Θεοφόρος μήτηρ ἡμῶν Μελάνη ἦν ἐπὶ τῆς βασιλείας᾽Ονωρίου (395-423) ῾Ρωμαία πλουσία και ἐκ γένους περιφανοῦς καὶ ἐνδόξου. Συζευχθεῖσα παρὰ τὴν θέλησιν αὐτῆς, ἀπεσύρθη μετὰ τὸν θάνατον τοῦ ἀνδρὸς καί τῶν δύο αὐτῆς τέκνων εἰς ἓν προάστιον τῆς῾Ρώμης καὶ διῆγε τὸν βίον ἐπιμελουμένη τῶν πτωχῶν, ὑποδεχομένη τοὺς ξένους, ἐπισκεπτομένη τοὺς ἐξορίστους καὶ ἐν φυλακαῖς ὄντας καὶ θεραπεύουσα τοὺς νοσοῦντας. Μετὰ τὴν ἐκποίησιν τῶν κτημάτων αὐτῆς και διανομὴν τῶν προσόντων εἰς Μονὰς καὶ ᾽Εκκλησίας, διὰ τῆς Αφρικῆς καὶ Ἀλεξανδρείας κατέλαβε τὰ῾Ιεροσόλυμα καὶ ἐνεκλείσθη εἰς πενιχρὸν κελλίον· ἐκεῖ ἔκτισε καὶ Μονήν, εἰς ἣν συνήγαγεν ἐνενήκοντα παρθένους, ἐξ ἰδίων διὰ τὴν διατροφὴν αὐτῶν δαπανῶσα· μικρὸν ἀσθενήσασα ἐκ πλευρίτιδος μετέλαβε τῶν ἀχράντων μυστηρίων ἐκ τῶν χειρῶν τοῦ ᾽Επίσκόπου᾽Ελευθερουπόλεως καὶ ἀνεπαύθη ἐν Κυρίῳ.

 

Ταῖς αὐτῆς ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν.

 

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.

Ὥσπερ δότειραν ἱλαρωτάτην ἅπαντες σὲ μεγαλύνομεν, Μελάνη, καὶ θαυμαστὴν ἀσκήτριαν, ἔνδυμα τὸ χρυσοΰφαντον ἀνταλλάξασαν διὰ σῆς ἐνασκήσεως τρίβωνος εὐτελεστάτου.

 

Νῦν γεραίρομεν γουνυκλισίας κόπους σου, Μελάνη πάνσεμνε, Μητέρων φέγγος λαμπρόν, ἀπαύστους στερήσεις σου, χαμαικοιτίαν σου καὶ δακρύων σου ῥοάς, δι' ὧν ἡγίασας τὴν ὑπέρλαμπρον ψυχήν σου.

 

Μακαρίζομεν, Μελάνη, σὲ ἀείποτε βροτῶν συστήματα ὅλῃ ἐφέσει ψυχῆς στολὴν ἀνταλλάξασαν πασῶν ἀνέσεων διὰ τρίβωνος τοῦ εὐτελοῦς ἀσκήσεως καὶ κακοπαθείας ἄκρας.

Θεοτοκίον.

Ἐκ τοῦ ὕψους σου εὐκλείας καθαγίαζε τοὺς σοὶ προστρέχοντας ἐν χαλεπαῖς συμφοραῖς, σεμνὴ Μητροπάρθενε, Θεογεννήτρια, καὶ ἐπόμβριζε τὸν ὑετὸν σῆς χάριτος πᾶσι μακαρίζουσί σε.

 

 ᾨδὴ η'. Παῖδας εὐαγεῖς.

Λάμψασα ἐν῾Ιεροσολύμοις, Μελάνη, ὡς γυναικῶν Ὁσίων αὔγασμα καὶ βολαῖς σκορπίσεως δαψιλοῦς οὐσίας σου πρὸς σῆς Μονῆς ἀνέγερσιν πιστοὺς φωτίσασα ἐπέδειξας τὸ φέγγος ψυχῆς σου πᾶσι, θεοφόρε, μοναζουσῶν φαιδρότης,

 

Ὡς Ὁσίων κόσμημα μητέρων, Μελάνη θεοειδές, σὲ μακαρίζοντες σπεύδομεν ἀείποτε χάριτι τῆ θείᾳ σου και ἀνυμνοῦντες σκάμματα τὰ σὰ πρὸς θέωσιν θερμῶς παρακαλοῦμέν σε· Πέμψον πᾶσι τὰ ἐλέη Ὑψίστου σαῖς πρεσβείαις.

 

Δράσει φιλανθρώπῳ σου, Μελάνη, ἐδόξασας τὸν ἀγάπην ἐκδιδάσκοντα πᾶσι Λόγον Κτίσαντος, ᾽Ιησοῦν, καὶ ηὔφρανας Χριστιανῶν συστήματα καὶ τὴν ὁμήγυριν ἀζύγων τὴν στενὴν βαδιζόντων τρίβον, ὁδηγοῦσαν πρὸς τὰς μονὰς τοῦ πόλου.

Θεοτοκίον.

ᾜσχυνας ἐχθρὸν τὸν βροτοκτόνον κυήσει σου τῇ ἀφράστῳ, Μητροπάρθενε, Παναγία Δέσποινα, παρθενίας σκήνωμα, ἁγνότητος θησαύρισμα καί ταπεινώσεως εὐῶδες μυροθήκη, τὸν κόσμον πάντα ἀρεταῖς σου εὐφραίνουσα, Παρθένε.

 

ᾨδὴ θ'. Ἅπας γηγενής.

Μέμνησο ἡμῶν, Μελάνη πανεύφημε, τῶν μελῳδούντων σε ὡς μητέρων κλέϊσμα σεπτῶν ἐρήμου καὶ ἐγκαλλώπισμα φιλανθρωπίας, κράζοντες τὰς ἱκεσίας σου ἐκζητοῦμεν πρὸς Θεὸν τὸν εὔσπλαγχνον, ἵνα βίον ὁσίως διέλθωμεν.

 

Ἄνωθεν ἡμᾶς, Μελάνη, ἐπόπτευε τοὺς ἀνυμνοῦντάς σε καί τελοῦντας μνήμην σου τὴν λαμπροφόρον καὶ πανσεβάσμιον ψυχῆς ἐν καθαρότητι καί ὕμνοις πρέπουσι, θεοφόρε Μῆτερ, ἡ τὸν Κύριον ὑπὲρ πάντας ἐκθύμως φιλήσασα.

 

Χάριτος κρουνὸς ἐδείχθη λειψάνων σου σορὸς ἡ πάνσεπτος, εὐλαβὲς ἀσκήτρια, Μελάνη πάνυ, ῾Ρωμαίων κόσμημα καὶ τῆς Σιὼν ἀγλάϊσμα, ἐν ᾗ περίλαμπρον τῶν παρθένων Μάνδραν, Μῆτερ, ἔπηξας αἰνουσῶν ἀσιγήτως τὸν Κύριον.

Θεοτοκίον.

Μὑροις, ἀγαθή, ᾀσμάτων σὲ ῥαίνομεν, Θεογεννήτρια, ὅτι κόσμῳ ἔτεκες τὴν σωτηρίαν καὶ ἀπολύτρωσιν, Χριστὸν τὸν πολυέλεον, ῞Ονπερ δοξάζοντες εἰς αἰῶνας σὲ λαμπρῶς, Παντάνασσα, μεγαλύνομεν πάντες γηθόμενοι.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Ὁσίων ἐγκαλλώπισμα Μητέρων καὶ περίδοξε ἀμνὰς Χριστοῦ, τὴν πτωχείαν Αὐτοῦ ἡ ἀσπασαμένη, Μελάνη παναοίδιμε, οὐσίαν τὴν μεγάλην σου προθύμως ἐδαπάνησας ὑπὲρ πτωχῶν καὶ πενήτων καὶ ἀναγκῶν Ἐκκλησίας.

Τῆς Ἑορτῆς (ἐκ τοῦ Μηναίου).

Ὁ ὢν σὺν τῷ Γεννήτορι, Θεὸς ἀεὶ προάναρχος, ἐκ Πνεύματος νῦν ἁγίου, ἐν Βηθλεὲμ ἀπορρήτως, ἐκ σοῦ Παρθένε τίκτεται, ὑπὸ τὸ θεῖον σπήλαιον· ἐν φάτνῃ τῶν ἀλόγων δέ, σπαργανωθεὶς ἀνεκλίθη, λύων σειράς μου πταισμάτων.

 

    Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!

Χαῖρε, θαυμαστὴ ἀσκήτρια, Μελάνη θεοειδές, ἡ ζωγρήσασα σύζυγον σὸν εἰς τὴν ἐγκράτειαν καὶ ἰσάγγελον βίωσιν καὶ σὴν οὐσίαν μετὰ τῶν τέκνων σου θανὴν πλουσίως ἐκδαπανήσασα ταῖς χρείαις, πάνσοφε, ᾽Εκκλησίας Κτίσαντος ἡμῶν Θεοῦ, ἀσθενοῦσι, πένησι, πτωχοῖς καὶ κάμνουσι.

 

Μῆτερ, ἀσκουμένων πρότυπον, ὅλῃ ἐφέσει ψυχῆς τῷ Χριστῷ ἠκολούθησας καὶ Αὐτῷ παρέδωκας τὴν ἰκμάδα καρδίας σου· ἀρνησαμένη γὰρ πᾶσαν εὔκλειαν, τρυφὴν καὶ πλοῦτον σοφῶς ἐπόθησας δόξαν οὐράνιον καὶ τοῦ πανοικτίρμονος Λόγου Θεοῦ τὴν πτωχείαν ἅπαντας πτωχοὺς πλουτίσασα.

 

Ἐργοις θείοις εὐηρέστησας τῷ Παντεπόπτῃ Θεῷ ᾯ, θυσίαν εὐπρόσδεκτον σεαυτὴν παρέδωκας ἐκ νεότητος χρόνων σου· σὺ γὰρ φιλοῦσα ὑπὲρ οἰκείους σου καὶ σύνευνόν σου Αὐτόν, ἐσκόρπισας πλοῦτον καρδίας σου πᾶσι συνανθρώποις σου, εἰς ὧν Χριστὸν καθεώρας πρόσωπα τὸν ὑπεράγιον.

 

Μνήμην τὴν σεπτήν σου ἄγομεν, Μελάνη, ἀσκητριῶν ἱερῶν σεμνολόγημα, δεξαμένη κλήσεως ἄνω, μῆτερ ἀοίδιμε, χρυσοῦν βραβεῖον ὡς ἀναλώσασα σαυτὴν ἀγάπῃ τοῦ Παντοκράτορος καὶ τῶν πλησίον σου χρείαις, οὓς ἐπλούτισας χρυσῷ τῷ σῷ, θησαυρίσαι θέλουσα χρυσὸν οὐράνιον.

Δόξα. ῏Ηχος πλ. α'.

Δεῦτε πιστοὶ τὸ εὐθαλέστατον καὶ μυρίπνοον ἄνθος τῆς πίστεως, τὸ ἐν῾Ρώμῃ ἀνθῆσαν καὶ ὀδμαῖς συντόνου ἀσκήσεως καί ψυχικῆς κενώσεως ταῖς χρείαις τῶν ἐμπεριστάτων εὐφρᾶναν τὰ σύμπαντα, Μελάνην, τὴν ὁσιωτάτην και εὐσυμπάθητον, τιμήσωμεν, μητέρα, ἐν κατανύξει αὐτῇ βοῶντες· Αγάπης πρόβολε καὶ προσφορᾶς ὑπόδειγμα ἱλαροτάτης, ἡ ἐν῾Ιεροσολύμοις Μάνδραν τήξασα μοναζουσῶν περίδοξον, μὴ παύσῃ Χριστοῦ δεομένη, ῝Ον ἐξ ὅλης ψυχῆς καὶ καρδίας καὶ διανοίας σου ἠγάπησας, ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου καί σωτηρίας τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

Καὶ νῦν. Τῆς Ἑορτῆς (Ἐκ τοῦ Μηναίου).

Ὁρῶσά σε ἡ κτίσις ἅπασα, ἐν Βηθλεὲμ σαρκὶ τικτόμενον, τὸν Δημιουργὸν καὶ Κτίστην τῶν ἁπάντων, καινουργεῖται πάλιν καὶ ἀναπλάττεται, ὁ ἥλιος δὲ τὸ φῶς ἐφήπλωσε, καὶ ἡ γῆ ἐπαγάλλεται. Μάγοι ἐκ Περσίδος Βασιλεῖ δῶρα προσφέρουσι, Ποιμένες θαυμάζουσιν ἐκπλαγέντες, καὶ Θεὸν σὺν τῇ τεκούσῃ προσκυνοῦσι σαρκί. Ὢ τοῦ θαύματος! ὁ τροφεὺς τρέφεται Μητρὶ πανάγνῳ, διὰ τὴν τοῦ κόσμου σωτηρίαν καὶ ἀνάπλασιν.

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

    Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσίας ἡ γ' καὶ ἡ στ' ᾠδή.

 

Ἀπόστολος· πρὸς Γαλάτας (Κεφ. ε' 22 - στ' 2).

Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά,...

Ζήτει τῷ Σαββάτῳ τῆς κζ ἑβδομάδος.

 

Εὐαγγέλιον· κατὰ Ματθαῖον (Κεφ. κε' 1- 18).

Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· ῾Ωμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...

Ζήτει τῷ Σαββάτῳ δεκάτῳ ἕκτῳ τοῦ Ματθαίου.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον.

Δόξαν τὴν εὐμάραντον καὶ τιμὰς ἀπαρνησαμένη τὰς ματαίας τε καὶ ῥευστὰς τὴν καλὴν καὶ θείαν ἀλλοίωσιν ἐδέξω, Μελάνη, ἀσκουμένη ὄντως ὡς ἄσαρκος.

 

Μελάνην φιλάνθρωπον σὺν Νικηφόρῳ,

αὐτῆς ὁμοζήλῳ ᾖσε Χαραλάμπης.