ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΠΑΜΜΕΓΙΣΤΟΥ ΤΑΞΙΑΡΧΟΥ ΡΑΦΑΗΛ

 

ΑΡΧΙΔΙΑΚΟΝΟΥ ΤΟΥ ΜΟΝΟΥ ΑΡΧΙΕΡΕΩΣ

 

ΑΠΟΣΤΕΛΛΟΜΕΝΟΥ ΕΙΣ ΔΙΑΚΟΝΙΑΝ

ΤΩΝ ΜΕΛΛΟΝΤΩΝ ΚΛΗΡΟΝΟΜΕΙΝ ΣΩΤΗΡΙΑΝ

 

    Ψαλλομένη τῇ ΛΑ' Δεκεμβρίου, πρὸς ἐξευμενισμὸν τοῦ ἁγίου ἀγγέλου καὶ ἐκζήτησιν τῆς αὐτοῦ προστασίας καὶ συνοδοιπορίας κατὰ τὸ νέον ἔτος τῆς τοῦ Κυρίου χρηστότητος.

 

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

῏Ηχος α'. Πανεύφημοι μάρτυρες.

Λαμπρὲ ταξιάρχα, Ῥαφαήλ, θεῖε ἀρχιστράτηγε, τῶν οὐρανίων δυνάμεων, ἀρχιδιάκονε τοῦ Ἀρχιερέως τοῦ Μεγάλου ἔνδοξε, ὁ εἰς διακονίαν συστήματος ἀποστελλόμενος κληρονόμων ἀφθαρτότητος καὶ ἀγήρω ζωῆς, παμφαέστατε.

 

Πνευμάτων φωστὴρ λειτουργικῶν, Ῥαφαὴλ ἀρχάγγελε, ὁ ἐκ Θεοῦ εἰς Κορνήλιον τὸν ἑκατόνταρχον, καὶ εὐχαῖς ἀείποτε σταλεὶς τὸν πίστει ἀναλισκόμενον μηνῦσαι ἔλευσιν τούτῳ Πέτρου εἰς Καισάρειαν τοῦ λαλοῦντος ζωῆς θεῖα ῥήματα.

 

Εἰς Κρήτην ἐπώφθης γεωργῷ, Ῥαφαἠλ φωτόλαμπρε, ὅτε αἱρέσεις τὰ πρόβατα Κυρίου ἥρπαζον, συλλογιζομένῳ τίς Θεός, ἀρχάγγελε, ὁ ὄντως ἀληθής, καὶ ὡδήγησας πρὸς τὴν ἀλήθειαν τοῦτον βάκτρῳ, τῶν ῥημάτων σου και πυξίδι φθεγμάτων τῶν θείων σου.

 

Ἀρχάγγελε θεῖε, ῾Ραφαήλ, θρόνον τοῦ Παντάνακτος περιπολεύων ἀείποτε καὶ τοῦ συστήματος τῶν πιστῶν δεήσεις καὶ λιτάς, πανένδοξε, Αὐτῷ προσαναφέρων, ὡς εὔσπλαγχνος ἡμῶν προσάγαγε τὰς δεήσεις πρὸς τὸν ῞Υψιστον τῶν ἐκθύμως ἐπικαλουμένων σε.

Δόξα. ῏Ηχος πλ. δ'.

Τὸν ἔξαρχον τῶν τοῦ Θεοῦ Ἀρχαγγέλων, τὸν ἀποστελλόμενον εἰς διακονίαν τῶν μελλόντων κληρονομεῖν σωτηρίαν, Ῥαφαἠλ τὸν ἀρχιστράτηγον, εὐφημήσωμεν κράζοντες· λειτουργὲ θείας δόξης, καθηκόντως προσάγαγε καὶ ἡμῶν τὰς ἐντεύξεις πρὸς Κύριον, τὸν θέλοντα πάντας σωθῆναι καὶ εἰς σωτηρίας ἐλθεῖν ἐπίγνωσιν, καὶ σῶσον ἐκ θανάτου σαῖς παρακλήσεσι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι...

 

Εἰς τὸν στίχον. ῏Ηχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Χαῖρε, ἀγγελικῶν ταγμάτων ὁ ἐξάρχων, διάκονε Μεγάλου Θεοῦ, Αρχιερέως, ὦ Ῥαφαὴλ πανθαὑμαστε.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὀ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 

Χαῖρε, τὰς προσευχὰς ὁ τῶν πιστῶν προσάγων Θεῷ τῷ εὐϊλάτῳ, Ἀρχάγγελε φωσφόρε, ὦ Ῥαφαὴλ πανένδοξε.

 

Στίχος. Μακάριος ἀνὴρ, ὁ φοβούμενος, τὸν Κύριον.

 

Πάνσεπτε Ῥαφαήλ, ὁ γεωργῷ τῆς Κρήτης ἀλήθειαν βραβεὑσας σοῖς θεοσόφοις λόγοις, μετάνοιάν μοι βράβευσον.

Δόξα. Τριαδικόν.

Δόξα Σοι, ὁ Θεός, Τριὰς ὑπεραγία, Ἀρχάγγελοι φωσφόροι Οὗ θρόνον ἐν τῷ πόλῳ σαφῶς περιπολεὑουσι.

Και νῦν. Θεοτοκίον.

Ἵλεων, ἀγαθή, ἀπέργασαι σοῖς δούλοις Υἱὸν μονογενῆ σου, ἐπὶ πτερύγων θείων Ἀγγέλων ἐποχούμενον.

 

Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους, η' καὶ Ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τωβία ὁ συνοδίτης, τῆς Σάῤῥας λύτρωσις ἐξ ἐπηρείας ἄγαν πονηροῦ Ἀσμοδαίου καὶ ἴασις ταχίστη πέλεις Τωβίτ, Ῥαφαὴλ ἀρχιστράτηγε, συνοδοιπόρε πρὸς κτῆσιν τῆς ἀρετῆς καὶ σοφίας τῶν τιμώντων σε.

 

῾Επτὰ ἁγίων ἀγγέλων Θεοῦ τὸν ἔξαρχον, τῶν εἰσπορευομένων ἐναντίον τῆς δόξης Κυρίου καὶ δεήσεις τῶν εὐσεβῶν τῇ Αὐτοῦ ἁγιότητι προσενεγκόντων τιμήσωμεν εὐλαβῶς, Ῥαφαὴλ τὸν ἀεισέβαστον.

 

῞Οτε ἡ ναῦς ᾽Εκκλησίας ἐκλυδωνίζετο ἐκ τῶν αἱρετιζόντων ζοφερᾶς ἐπηρείας ἐργάτῃ κλονουμένῳ Κρήτης ἀγρῶν, τὸν Θεὸν γνῶναι θέλοντι, αὐτῷ ἐστάλη ὑψόθεν ὁ Ῥαφαὴλ κατηχῆσαι τὴν ἀλήθειαν.

 

Ἀρχιερέως Μεγάλου ἀρχιδιάκονον, τῶν εἰς διακονίαν τῶν μελλόντων σωθῆναι στελλόμενον θεόθεν, νῦν 'Ραφαήλ, καταστέψωμεν ᾄσμασιν ὡς συνοδίτην εὐΐλατον τῶν πιστῶν εἰς πορείαν πρὸς τὴν θέωσιν.

 

᾽Εξ ἀγνωσίας τοῦ σκότους βροτοὺς ἐξάγοντα, ἀπαύστως βοηθοῦντα εὐσεβούντων χορείαις εἰς ἄνοδον βαθμίδων τῆς ἀρετῆς καὶ διώκοντα πνεύματα τὰ πονηρὰ εὐφημήσωμεν Ῥαφαήλ, τὸν φωτόλαμπρον ἀρχάγγελον.

 

Τὸν ὑφηγούμενον πᾶσι πιστοῖς τὸν Κύριον δοξάζειν εἰς αἰῶνας, τὸν ἀεὶ ὑπ' ἀγγέλων Αὐτοῦ κυκλούντων θρόνον τὸν παμφαῆ δοξαζόμενον, μέλψωμεν ἀΰλων νόων κοσμήτορα, Ῥαφαήλ, γεγηθότες οἱ φιλέορτοι.

Δόξα. ἦχος πλ. β'.

Τὸν ἀπαύστως δοξάζοντα τὸν Κύριον τῆς δόξης καὶ ἀποστελλόμενον πρὸς ταχίστην ἀρωγὴν τῶν εὐσεβούντων, ῾Ραφαἠλ τὸν ἀρχιστράτηγον οἱ πιστοὶ ἐγκωμιάσωμιεν· οὗτος γὰρ εἰσπορευόμενος ἐνώπιον τῆς εὐτελείας τοῦ Ποιητοῦ πάσης κτίσεως ὡς εἷς τῶν ἀρχιστρατήγων τῶν ἀΰλων νόων, Αὐτῷ προσαναφέρει τὰς προσευχὰς τῶν ἁγίων· ὅθεν αὐτὸν ὡς συνοδίτην ἐκζητοῦντες τοῦ βίου καὶ ὡς ἰατῆρα ψυχῶν καὶ σωμάτων μεγαλύνοντες τῇ χάριτι αὐτοῦ προσπέσωμεν, ἵνα εὕρωμεν ἔλεος ἐν τῇ ἡμέρᾳ τῆς Κρίσεως.

Καί νῦν. Θεοτοκίον.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε...

 

    Εἴσοδος, Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Τωβὶτ τὸ Ἀνάγνωσμα.

(Κεφ. ιβ' 1 - 22 )

Ἐκάλεσε Τωβὶτ Τωβίαν τὸν υἱὸν αὐτοῦ καὶ εἶπεν αὐτῷ· ὅρα, τέκνον, μισθὸν τῷ ἀνθρώπῳ τῷ συνελθόντι σοι, καὶ προσθεῖναι αὐτῷ δεῖ. Καὶ εἶπε· πάτερ, οὐ βλάπτομαι δοὺς αὐτῷ τὸ ἥμισυ, ὧν ἐνήνοχα, ὅτι με ἀγήοχέ σοι ὑγιῆ καὶ τὴν γυναῖκα μου ἐθεράπευσε καὶ τὸ ἀργύριόν μου ἤνεγκε καὶ σὲ ὁμοίως ἐθεράπευσε. Καὶ εἶπεν ὁ πρεσβύτης· δικαιοῦται αὐτῷ. Καὶ ἐκάλεσε τὸν ἄγγελον καὶ εἶπεν αὐτῷ· λάβε τὸ ἥμισυ πάντων, ὧν ἐνηνόχατε, καὶ ὕπαγε ὑγιαίνων. Τότε καλέσας τοὺς δύο κρυπτῶς εἶπεν αὐτοῖς· εὐλογεῖτε τὸν Θεὸν καὶ αὐτῷ ἐξομολογεῖσθε καὶ μεγαλωσύνην δίδοτε αὐτῷ καὶ ἐξολογεῖσθε αὐτῷ ἐνώπιον πάντων τῶν ζώντων, περὶ ὧν ἐποίησε μεθ᾿ ὑμῶν. Ἀγαθὸν τὸ εὐλογεῖν τὸν Θεὸν καὶ ὑψοῦν τὸ ὄνομα αὐτοῦ, τοὺς λόγους τῶν ἔργων τοῦ Θεοῦ ἐντίμως ὑποδεικνύοντες, καὶ μὴ ὀκνεῖτε ἐξομολογεῖσθαι αὐτῷ. Μυστήριον βασιλέως καλὸν κρύψαι, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. Ἀγαθὸν ποιήσατε, καὶ κακὸν οὐχ εὑρήσει ὑμᾶς. Ἀγαθὸν προσευχὴ μετὰ νηστείας καὶ ἐλεημοσύνης καὶ δικαιοσύνης· ἀγαθὸν τὸ ὀλίγον μετὰ δικαιοσύνης ἢ πολὺ μετὰ ἀδικίας. Καλὸν ποιῆσαι ἐλεημοσύνην ἢ θησαυρίσαι χρυσίον. Ἐλεημοσύνη γὰρ ἐκ θανάτου ρύεται, καὶ αὐτὴ ἀποκαθαριεῖ πᾶσαν ἁμαρτίαν· οἱ ποιοῦντες ἐλεημοσύνας καὶ δικαιοσύνας πλησθήσονται ζωῆς. Οἱ δὲ ἁμαρτάνοντες πολέμιοί εἰσι τῆς ἑαυτῶν ζωῆς. Οὐ μὴ κρύψω ἀφ᾿ ὑμῶν πᾶν ρῆμα· εἴρηκα δὴ μυστήριον βασιλέως κρύψαι καλόν, τὰ δὲ ἔργα τοῦ Θεοῦ ἀνακαλύπτειν ἐνδόξως. Καὶ νῦν ὅτι προσηύξω σὺ καὶ ἡ νύμφη σου Σάρρα, ἐγὼ προσήγαγον τὸ μνημόσυνον τῆς προσευχῆς ὑμῶν ἐνώπιον τοῦ ἁγίου· καὶ ὅτε ἔθαπτες τοὺς νεκρούς, ὡσαύτως συμπαρήγμην σοι. Καὶ ὅτε οὐκ ὤκνησας ἀναστῆναι καὶ καταλιπεῖν τὸ ἄριστόν σου, ὅπως ἀπελθὼν περιστείλῃς τὸν νεκρόν, οὐκ ἔλαθές με ἀγαθοποιῶν, ἀλλὰ σὺν σοὶ ἤμην. Καὶ νῦν ἀπέστειλέ με ὁ Θεὸς ἰάσασθαί σε καὶ τὴν νύμφην σου Σάρραν. Ἐγώ εἰμι Ραφαήλ, εἷς ἐκ τῶν ἑπτὰ ἁγίων ἀγγέλων, οἳ προσαναφέρουσι τὰς προσευχὰς τῶν ἁγίων, καὶ εἰσπορεύονται ἐνώπιον τῆς δόξης τοῦ ἁγίου. Καὶ ἐταράχθησαν οἱ δύο καὶ ἔπεσον ἐπὶ πρόσωπον, ὅτι ἐφοβήθησαν. Καὶ εἶπεν αὐτοῖς· μὴ φοβεῖσθε, εἰρήνη ὑμῖν ἔσται· τὸν δὲ Θεὸν εὐλογεῖτε εἰς τὸν αἰῶνα. Ὅτι οὐ τῇ ἐμαυτοῦ χάριτι, ἀλλὰ τῇ θελήσει τοῦ Θεοῦ ἡμῶν ἦλθον, ὅθεν εὐλογεῖτε αὐτὸν εἰς τὸν αἰῶνα. Πάσας τὰς ἡμέρας ὠπτανόμην ὑμῖν, καὶ οὐκ ἔφαγον οὐδὲ ἔπιον, ἀλλὰ ὅρασιν ὑμεῖς ἐθεωρεῖτε. Καὶ νῦν ἐξομολογεῖσθε τῷ Θεῷ, διότι ἀναβαίνω πρὸς τὸν ἀποστείλαντά με, καὶ γράψατε πάντα τὰ συντελεσθέντα εἰς βιβλίον. Καὶ ἀνέστησαν, καὶ οὐκ ἔτι εἶδον αὐτόν. Καὶ ἐξωμολογοῦντο τὰ ἔργα τὰ μεγάλα καὶ θαυμαστὰ αὐτοῦ καὶ ὡς ὤφθη αὐτοῖς ὁ ἄγγελος Κυρίου.

Τωβὶτ τὸ Ἀνάγνωσμα
(Κεφ. γ΄ 7-17)

᾿Εν τῇ αὐτῇ ἡμέρᾳ συνέβη τῇ θυγατρὶ Ραγουὴλ Σάρρᾳ ἐν ᾿Εκβατάνοις τῆς Μηδίας καὶ ταύτην ὀνειδισθῆναι ὑπὸ παιδισκῶν πατρὸς αὐτῆς, ὅτι ἦν δεδομένη ἀνδράσιν ἑπτά, καὶ ᾿Ασμοδαῖος τὸ πονηρὸν δαιμόνιον ἀπέκτεινεν αὐτοὺς πρὶν ἢ γενέσθαι αὐτοὺς μετ᾿ αὐτῆς ὡς ἐν γυναιξί. Καὶ εἶπαν αὐτῇ· οὐ συνιεῖς ἀποπνίγουσά σου τοὺς ἄνδρας; ἤδη ἑπτὰ ἔσχες καὶ ἑνὸς αὐτῶν οὐκ ὠνομάσθης· Τί ἡμᾶς μαστιγοῖς; εἰ ἀπέθαναν, βάδιζε μετ᾿ αὐτῶν· μὴ ἴδοιμέν σου υἱὸν ἢ θυγατέρα εἰς τὸν αἰῶνα. Ταῦτα ἀκούσασα ἐλυπήθη σφόδρα ὥστε ἀπάγξασθαι. Καὶ εἶπε· μία μέν εἰμι τῷ πατρί μου· ἐὰν ποιήσω τοῦτο, ὄνειδος αὐτῷ ἔσται, καὶ τὸ γῆρας αὐτοῦ κατάξω μετ᾿ ὀδύνης εἰς ᾅδου. Καὶ ἐδεήθη πρὸς τῇ θυρίδι καὶ εἶπεν· εὐλογητὸς εἶ, Κύριε ὁ Θεός μου, καὶ εὐλογητὸν τὸ ὄνομά σου τὸ ἅγιον καὶ ἔντιμον εἰς τοὺς αἰῶνας· εὐλογήσαισάν σε πάντα τὰ ἔργα σου εἰς τὸν αἰῶνα. Καὶ νῦν, Κύριε, τοὺς ὀφθαλμούς μου καὶ τὸ πρόσωπόν μου εἰς σὲ δέδωκα· Εἰπὸν ἀπολῦσαί με ἀπὸ τῆς γῆς καὶ μὴ ἀκοῦσαί με μηκέτι ὀνειδισμόν. Σὺ γινώσκεις, Κύριε, ὅτι καθαρά εἰμι ἀπὸ πάσης ἁμαρτίας ἀνδρὸς καὶ οὐκ ἐμόλυνα τὸ ὄνομά μου οὐδὲ τὸ ὄνομα τοῦ πατρός μου ἐν τῇ γῇ τῆς αἰχμαλωσίας μου. μονογενής εἰμι τῷ πατρί μου, καὶ οὐχ ὑπάρχει αὐτῷ παιδίον, ὃ κληρονομήσει αὐτόν, οὐδὲ ἀδελφὸς ἐγγὺς οὐδὲ ὑπάρχων αὐτῷ υἱός, ἵνα συντηρήσω ἐμαυτὴν αὐτῷ γυναῖκα. ἤδη ἀπώλοντό μοι ἑπτά· ἵνα τί μοι ζῆν; καὶ εἰ μὴ δοκεῖ σοι ἀποκτεῖναί με, ἐπίταξον ἐπιβλέψαι ἐπ᾿ ἐμὲ καὶ ἐλεῆσαί με καὶ μηκέτι ἀκοῦσαί με ὀνειδισμόν. Καὶ εἰσηκούσθη προσευχὴ ἀμφοτέρων ἐνώπιον τῆς δόξης τοῦ μεγάλου Ραφαήλ, καὶ ἀπεστάλη ἰάσασθαι τοὺς δύο, τοῦ Τωβὶτ λεπίσαι τὰ λευκώματα καὶ Σάρραν τὴν τοῦ Ραγουὴλ δοῦναι Τωβίᾳ τῷ υἱῷ Τωβὶτ γυναῖκα καὶ δῆσαι ᾿Ασμοδαῖον τὸ πονηρὸν δαιμόνιον, διότι Τωβίᾳ ἐπιβάλλει κληρονομῆσαι αὐτήν. Ἐν αὐτῷ τῷ καιρῷ ἐπιστρέψας Τωβὶτ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ Σάρρα ἡ τοῦ Ραγουὴλ κατέβη ἐκ τοῦ ὑπερῴου αὐτῆς.

Τωβὶτ τὸ Ἀνάγνωσμα.

(Κεφ. ε΄1-22)

Ἀποκριθεὶς Τωβίας εἶπεν αὐτῷ· πάτερ, ποιήσω πάντα, ὅσα ἐντέταλσαί μοι· ἀλλὰ πῶς δυνήσομαι λαβεῖν τὸ ἀργύριον καὶ οὐ γινώσκω αὐτόν; Καὶ ἔδωκεν αὐτῷ τὸ χειρόγραφον καὶ εἶπεν αὐτῷ· ζήτησον σεαυτῷ ἄνθρωπον, ὃς συμπορεύσεταί σοι, καὶ δώσω αὐτῷ μισθὸν ἕως ζῶ· καὶ λαβὲ πορευθεὶς τὸ ἀργύριον. Καὶ ἐπορεύθη ζητῆσαι ἄνθρωπον καὶ εὗρε τὸν Ραφαήλ, ὃς ἦν ἄγγελος, καὶ οὐκ ᾔδει· Καὶ εἶπεν αὐτῷ· εἰ δύναμαι πορευθῆναι μετὰ σοῦ ἐν Ράγοις τῆς Μηδίας, καὶ εἰ ἔμπειρος εἶ τῶν τόπων; Καὶ εἶπεν αὐτῷ ὁ ἄγγελος· πορεύσομαι μετὰ σοῦ καὶ τῆς ὁδοῦ ἐμπειρῶ καὶ παρὰ Γαβαὴλ τὸν ἀδελφὸν ἡμῶν ηὐλίσθην. Καὶ εἶπεν αὐτῷ Τωβίας· ὑπόμεινόν με, καὶ ἐρῶ τῷ πατρί. Καὶ εἶπεν αὐτῷ· πορεύου καὶ μὴ χρονίσῃς. Καὶ εἰσελθὼν εἶπε τῷ πατρί· ἰδοὺ εὕρηκα ὃς συμπορεύσεταί μοι. Ὁ δὲ εἶπε· φώνησον αὐτὸν πρός με, ἵνα ἐπιγνῶ ποίας φυλῆς ἐστι καὶ εἰ πιστὸς τοῦ πορευθῆναι μετὰ σοῦ. Καὶ ἐκάλεσεν αὐτόν, καὶ εἰσῆλθε, καὶ ἠσπάσαντο ἀλλήλους. Καὶ εἶπεν αὐτῷ Τωβίτ· ἀδελφέ, ἐκ ποίας φυλῆς καὶ ἐκ ποίας πατριᾶς εἶ σύ; ὑπόδειξόν μοι. Καὶ εἶπεν αὐτῷ· φυλὴν καὶ πατριὰν σὺ ζητεῖς ἢ μίσθιον, ὃς συμπορεύσεται μετὰ τοῦ υἱοῦ σου; Καὶ εἶπεν αὐτῷ Τωβίτ· βούλομαι, ἀδελφέ, ἐπιγνῶναι τὸ γένος σου καὶ τὸ ὄνομα. Ὅς δὲ εἶπεν· ἐγὼ ᾿Αζαρίας ᾿Ανανίου τοῦ μεγάλου, τῶν ἀδελφῶν σου. Καὶ εἶπεν αὐτῷ· ὑγιαίνων ἔλθοις, ἀδελφέ, καὶ μή μοι ὀργισθῇς, ὅτι ἐζήτησα τὴν φυλήν σου καὶ τὴν πατριάν σου ἐπιγνῶναι. Καὶ σὺ τυγχάνεις ἀδελφός μου ἐκ τῆς καλῆς καὶ ἀγαθῆς γενεᾶς· ἐπεγίνωσκον γὰρ ἐγὼ ᾿Ανανίαν καὶ ᾿Ιωνάθαν τοὺς υἱοὺς Σεμεΐ τοῦ μεγάλου, ὡς ἐπορευόμεθα κοινῶς εἰς ῾Ιεροσόλυμα προσκυνεῖν, ἀναφέροντες τὰ πρωτότοκα καὶ τὰς δεκάτας τῶν γεννημάτων, καὶ οὐκ ἐπλανήθησαν ἐν τῇ πλάνῃ τῶν ἀδελφῶν ἡμῶν. Ἐκ ρίζης καλῆς εἶ, ἀδελφέ, ἀλλὰ εἰπόν μοι τίνα σοι ἔσομαι μισθὸν διδόναι· δραχμὴν τῆς ἡμέρας καὶ τὰ δέοντά σοι ὡς καὶ τῷ υἱῷ μου. Καὶ ἔτι προσθήσω σοι ἐπὶ τὸν μισθόν, ἐὰν ὑγιαίνοντες ἐπιστρέψητε. Καὶ εὐδόκησαν οὕτως. Καὶ εἶπε πρὸς Τωβίαν· ἕτοιμος γίνου πρὸς τὴν ὁδόν· καὶ εὐοδωθείητε. καὶ ἡτοίμασεν ὁ υἱὸς αὐτοῦ τὰ πρὸς τὴν ὁδόν. Καὶ εἶπεν αὐτῷ ὁ πατὴρ αὐτοῦ· πορεύου μετὰ τοῦ ἀνθρώπου τούτου, ὁ δὲ ἐν τῷ οὐρανῷ οἰκῶν Θεὸς εὐοδώσει τὴν ὁδὸν ὑμῶν, καὶ ὁ ἄγγελος αὐτοῦ συμπορευθήτω ὑμῖν. Καὶ ἐξῆλθαν ἀμφότεροι ἀπελθεῖν καὶ ὁ κύων τοῦ παιδαρίου μετ᾿ αὐτῶν. Ἔκλαυσε δὲ ῎Αννα ἡ μήτηρ αὐτοῦ καὶ εἶπε πρὸς Τωβίτ· τί ἐξαπέστειλας τὸ παιδίον ἡμῶν; ἢ οὐχὶ ἡ ράβδος τῆς χειρὸς ἡμῶν ἐστιν ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν καὶ ἐκπορεύεσθαι ἐνώπιον ἡμῶν; Ἀργύριον τῷ ἀργυρίῳ μὴ φθάσαι, ἀλλὰ περίψημα τοῦ παιδίου ἡμῶν γένοιτο· ὡς γὰρ δέδοται ἡμῖν ζῆν παρὰ τοῦ Κυρίου, τοῦτο ἱκανὸν ἡμῖν ὑπάρχει. Καὶ εἶπεν αὐτῇ Τωβίτ· μὴ λόγον ἔχε, ἀδελφή· ὑγιαίνων ἐλεύσεται, καὶ οἱ ὀφθαλμοί σου ὄψονται αὐτόν· ἄγγελος γὰρ ἀγαθὸς συμπορεύσεται αὐτῷ, καὶ εὐοδωθήσεται ἡ ὁδὸς αὐτοῦ, καὶ ὑποστρέψει ὑγιαίνων. Καὶ ἐπαύσατο κλαίουσα.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

᾽Ιδιόμελα

῏Ηχος α΄.

Εὐφραίνου πιστῶν χοϊκῶν ἡ ὁμήγυρις ἔχουσα συνοδίτην ἐν βίῳ ἀκάματον καὶ συνοδοιπόρον ἔμπειρον, Ῥαφαὴλ τὸν ἀρχιστράτηγον· αὐτὸν οὖν θερμῶς ἱκετεύοντες ὑπὲρ καλῆς περατώσεως τῆς οὐρανοδρόμου ἡμῶν πορείας τὴν αὐτοῦ ἄγρυπνον ἐκζητήσωμεν προστασίαν καὶ σκέπην οὐράνιον.

῏Ηχος β'.

Τῶν ἀσωμάτων τάξεων τὸν ἐξάρχοντα Ῥαφαὴλ τὸν ἀρχάγγελον, ὡς λειτουργὸν θεῖον εὐφημήσωμεν· οὗτος γὰρ ἀποστελλόμενος διακονῆσαι τοῖς θέλουσι σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἐλθεῖν ἀληθείας συγχαίρει τῇ ἡμῶν μετανοίᾳ καὶ Κυρίῳ πρεσβεύει ὑπέρ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν.

῏Ηχος γ'.

Αἴγλῃ τῆς αὐτοῦ ποοστασίας καὶ χάριτος τὸν καταγλαΐζοντα πᾶσαν τὴν κτίσιν, Ῥαφαήλ, τὸν φωτόλαμπρον πρωτοστάτην τῶν οὐρανίων ταγμάτων, ἐν φωναῖς ᾀσμάτων μεγαλύνωμεν· οὗτος γάρ, ὁ Τωβὶτ συνοδοιπορήσας, Σάῤῥαν ἐξαρπάσας τῆς τοῦ Ἀσμοδαίου ἐπηρείας καὶ Τωβὶτ τῆς νόσου αὐτοῦ ἀπαλλάξας ἡμᾶς ἐν τῇ σκέπῃ τῶν αὐτοῦ πτερύγων περισκέπει καὶ πρὀς ὁδὀν ἰθύνει ἀληθείας καὶ σωτηρίας.

῏Ηχος δ'.

Τῶν ἀΰλων νόων τὸν πρόκριτον, 'Ραφαήλ, τὸν τοῦ θρόνου τοῦ Ὑψίστου διάκοσμον καὶ μαρμαρυγαῖς τῆς τρισηλίου δόξης φωτοδοτοῦντα τὴν οἰκουμένην, οἱ ἐν σκιᾷ θανάτου καθήμενοι ὑμνήσωμεν λέγοντες· φωτί σου ἀΰλῳ φώτισον ἡμῶν τὰς ἐζοφωμένας καρδίας καὶ πᾶσιν ἡμῖν ἐξανάτειλον ἦμαρ σωτηρίας, φωτόλαμπρε ἄγγελε, πρεσβείαις σου.

Δόξα. ῏Ηχος ὁ αὐτός.

Ὁ Κορνηλίῳ τῷ ἑκατοντάρχῳ τρόπον ὑποδείξας προσεγγίσεως Πέτρου τοῦ ἀποστόλου καὶ διδασκάλου Θεοῦ μυστηρίων, καὶ τὸν τῆς Κρήτης κλονισθέντα ἐκ τῶν αἱρέσεων ἀγρότην στηρίξας λόγοις τῆς θείας σου χάριτος, τὴν σὴν πρόνοιαν διὰ τῶν πιστῶν σωτηρίαν, ᾗ ἐπέμφθη, θεόθεν διακονῆσαι, πᾶσι κατέδειξας, Ῥαφαὴλ ἀρχιστράτηγε, θερμῶς ἀεὶ βοῶσι· Κύριε, δόξα Σοι.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου...

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις, φωτοειδὲς Ῥαφαήλ, ἀρχιδιάκονε σεμνὲ καὶ ὑπέρλαμπρε τοῦ μόνου Ἀρχιερέως καὶ Κτίστου καὶ Πλαστουργοῦ κτίσεως ἁπάσης, ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, ἀκατάπαυστον αἴνεσιν τῶν προσφερόντων Τρισηλίῳ Θεότητι, Ἧς τὴν εὔκλειαν μελιῤῥύτως δοξάζουσιν· ἄγγελε φωτοπάροχε, ὁ καταλαμπόμενος φωτὶ ἀΰλῳ, σκοτίαν ἡμῶν παθῶν διασκέδασον καὶ πρὸς ἀπαθείας χρυσαυγὴν κατεύθυνόν με τὴν διασῴζουσαν.

 

Στίχος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

 

Χαίροις ὀ Κορνηλίῳ, σεπτῷ ἑκατοντάρχῳ, τοῦ Θεοῦ εὐαρέσκειαν αὐτοῦ ἐλεημοσύναις ἐκφράσας καὶ προσευχαῖς καὶ καθυποδείξας τούτῳ ἔλευσιν τοῦ Πέτρου πρὸς στήριξιν διὰ λόγων τῆς πίστεως αὐτοῦ, στρατάρχα Ῥαφαήλ, παναοίδοιμε, στόμα πάνσεπτον τοῦ Ὑψίστου αἰνέσεως· σὲ οὗν ἐγκωμιάζοντες ὡς πῦρ φλέγον ἄϋλον καὶ ἀκλινῆ παραστάτην τῶν εὐσεβούντων πρὸς θέωσιν, θερμῶς δυσωποῦμεν ἐξ ἐχθίστου ἐπηρείας ἡμᾶς ἀπάλλαξον.

 

Στίχος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Χαίροις, ὁ τῇ φρικτῇ Ῥαφαήλ, διακονῶν μυσταγωγίᾳ, ἀρχάγγελε, ἐνώπιον ἀρχιθύτου ἐφαίνου Κρήτης τὰ σὰ γόνατα ἐκ βάρους κάμπτων Κτίσαντος, τιθεῖναι τοῦ μέλλοντος ὡς ἀμώμητον σφάγιον ἐν τῇ τραπέζῃ τῇ ἁγίᾳ, φωτόλαμπρε, καὶ παλάμαις σου Ὃν ἁγίαις ἐβάσταζες· τρέμοντα οὖν θεώμενος σὲ ὁ ἱερώτατος ἀρχιερεὐς βοηθῆσαι σοὶ τάχος ἔσπευσε, πάγκαλε, τῷ ὑπηρετοῦντι τοῖς ἀχράντοις μυστηρίοις ἐν φόβῳ πάντοτε.

Δόξα. ῏Ηχος πλ. δ'.

Τὸν ἐξαποστελλόμενον εὐθείας ποιῆσαι τῶν εὐσεβῶν τὰς τρίβους καὶ διδάξαι πάντας μετάνοιαν καὶ σωτηρίαν, Ῥαφαὴλ τὸν ἀρχιστράτηγον, οἱ πιστοί τιμήσωμεν λέγοντες· ἀξίωσον ἡμᾶς εὐλογεῖν καὶ δοξάζειν ἀπαύστως τὸν Κύριον καὶ Αὐτῷ τῷ ἀγαθῷ ἐξομολογεῖσθαι τὰ παραπτώματα, ὁ τῶν πιστῶν ἐν βίῳ συνοδίτης καὶ λυτρωτὴς ἐκ τῶν παγίδων τοῦ δεινοῦ πολεμήτορος πάντων τῶν σπευδόντων ὑπὸ τὴν σκέπην τῆς προστασίας σου.

Καὶ νῦν. Θεοτοκίον.

Δέσποινα, πρόσδεξαι....

 

᾽Απολυτίκιον.

῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Συνοδίτην ἐν τρίβοις ἡμῶν τὸν ἔμπειρον, προσαναφέροντα πάντων τῶν εὐσεβῶν προσευχὰς καὶ ἐνώπιον Θεοῦ εἰσπορευόμενον δόξης, φωσφόρον Ῥαφαὴλ, ἀρχαγγέλων παμφαῶν κοσμήτορα εὐφημοῦμεν ὡς συνοδίτην ἐν βίῳ πρὸς ἀρετῆς ἡμῶν τελείωσιν.

Θεοτοκίον.

Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...

 

ΕΝ Τῼ ΟΡΘΡῼ

 

    Μετὰ δὲ τὴν α' Στιχολογίαν Κάθισμα.

Ἦχος α'. Τὸν τάφον Σου, Σωτήρ.

Τῶν νόων, Ῥαφαήλ, τῶν ἀΰλων πρωτάρχων, ὁ πάντων προσευχὰς τῷ Κυρίῳ προσάγων καὶ ἀποστελλόμενος βοηθῆσαι τοῖς κάμνουσι καὶ τοῖς μέλλουσι κληρονομεῖν σωτηρίαν, εὐσυμπάθητε, διακονῆσαι, γενοῦ μοι προστάτης ἀνύστακτος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

᾽Ενδόξων Χερουβὶμ ὄντως τιμιωτέραν καὶ θείων Σεραφεὶμ ὑπερτέραν Παρθένε, ἀεὶ μεγαλύνομεν σὲ λαμπρῶς, ὅτι τέτοκας ὑπὲρ ἔννοιαν τοῦ στερεώματος Κτίστην, λυτρωσάμενον ἐκ τῆς φθορᾶς τοῦ θανάτου πᾶν γένος τὸ βρότειον.

 

    Μετὰ τὴν β'. Στιχολογίαν Κάθισμα.

῏Ηχος δ '.Ταχὺ προκατάλαβε.

Σεπτὲ ἀρχιστράτηγε τῶν νοητῶν, Ῥαφαήλ, δυνάμεων, φύλαττε ἐκ δυσμενοῦς ἀπειλῆς ἀτρώτους τοὺς σπεύδοντας θείᾳ σου προστασίᾳ καὶ λαμπρῶς μελῳδοῦντας σὲ ὡς τοῦ ἐπιβούλου Ἀσμοδαίου ὀλέτην, ἀΰλων στρατιῶν παμφαὲς ἔξαρχε, κράζομεν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Πανύμνητε Δέσποινα, καταφυγὴ εὐσεβῶν, ἐχθίστου ὀλέτειρα καὶ προστασία βροτῶν ἑτοίμη, τὸν ἅγιον Τόκον σου ἐκδυσώπει πάντας παραμυθῆσαι τοὺς θλιβομένους, Μῆτερ, καὶ σκεδάσαι ὁμίχλην ἡμῶν τῶν πειρασμῶν, ἀγαθή, κόσμου διάσωσμα.

 

    Μετὰ τὸν Πολυέλεον Κάθισμα.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Μερόπων πρόμαχον καὶ ἀπλανέστατον πιστῶν ἰθύντορα πρὸς βίον κρείττονα, τὸν συνοδίτην τὸν σεπτὸν ἁπάντων τῶν ὁδοιπόρων βίου εὐφημήσωμεν, Ῥαφαὴλ ἀοχιστράτηγον, ὡς λυχνίαν πάμφωτον τῶν ἐν πόνων καὶ θλίψεων κειμένων, φεῦ, σκιᾷ, πλὴν βοώντων· Χαῖρε, Ἀρχάγγελε Ὑψίστου.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπίς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Προκείμενον.

Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.

Στίχος. Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον.

 

Εὐαγγέλιον κατὰ ᾽Ιωάννην.

Ζήτει τῇ Β' τῆς Πεντηκοστῆς.

Ὁ Ν' Ψαλμός.

Δόξα. Ταῖς τοῦ Αρχαγγέλου Οἰκτίρμον, προστασίαις...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου ποεσβείαις, ᾽Ελεῆμον....

 

Ἰδιόμελον. ῏Ηχος πλ. β'

Τῷ ὑποδείξαντι τὴν ἀλήθειαν καὶ πῶς δεῖ προσκυνεῖν ἐν γνώσει τὸν μόνον Θεὸν γεωργῷ τῆς Κρήτης, ἐξ αἱρέσεων κλονουμενῳ, Ῥαφαήλ, τὸν πρὸς σωτηρίαν ἡμῶν σταθηρὸν ἰθύντορα οἱ πιστοὶ ἐν ἀγαλλιάσει καταστέψωμεν ψαλμοῖς καὶ ὕμνοις· καὶ γὰρ ἀοράτως ἐπίσταται καὶ τὰ διαβήματα ἡμῶν κατευθύνει πρὸς πόλου ἐπάλξεις, ἔνθα ἀγγελικαὶ δυνάμεις Θεὸν δοξάζουσι, τὸν δι' ἡμᾶς μορφὴν δούλου λαβόντα καὶ θεώσαντα φύραμα τὸ βρότειον.

 

Εἶτα ὁ Κανὼν τοῦ Ἀρχαγγέλου, οὗ ἡ Ακροστιχίς·

«Ῥαφαήλ, παμφαοῦς ἀρχαγγέλου αἶνος. Χ.Μ.Μ»

ᾨδἠ α'. ῏Ηχος δ'. Ἀνοίξω τὸ στόμα μου.

῾Ρωννύμενος σθένει σου τῆς προστασίας ἀρχάγγελε, θερμῶς ἱκετεύω σε· φωτοειδὲς 'Ραφαήλ, ἴσθι βίου μου σεμνὸς συνοδοιπόρος καὶ εὔθυνον τρίβους μου πρὸς ἀφθαρτότητα.

 

Ἀρχάγγελε πάμφωτε, σαφῶς ὁ ἀποστελλόμενος σωθῆναι τοῖς θέλουσι διακονῆσαι καλῶς, πάντας σκέπασον ἐν σκέπῃ σῶν πτερύγων τοὺς νῦν εὐφημοῦντάς σε ὕμνοις ἐμπρέπουσι.

 

Φωτόλαμπρε ἄγγελε, ὦ Ῥαφαὴλ ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, σκοτίαν πάντων παθῶν ἀποδίωξον τῶν σοὶ καταφευγόντων ἐν ζάλαις καὶ θλίψεσι καὶ περιστάσεσι.

Θεοτοκίον.

Ἀπείρανδρε Δέσποινα, παρόντος βίου κατεύθυνε πρὸς θεῖα σκηνώματα τοὺς ὁδοιπόρους, σεμνή, καὶ τὰ ἔνεδρα ταχὺ τοῦ Ἀσμοδαίου μαχαίρᾳ πανσέπτου σου Τόκου διάλυσον.

 

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.

Ἡλίου λαμπόμενος ἀδύτου πυρσεύμασι θείοις Ῥαφαήλ, φωτοδοτεῖς τὰ σύμπαντα φωσφόρῳ προστασίᾳ σου, φρουρᾷ τῇ νυχθημέρῳ σου καὶ σκέπῃ ἀδιαλείπτῳ σου.

 

Λαμπρύνεις τὰς τρίβους τῶν μερόπων τῇ σῇ ὁδηγίᾳ, Ῥαφαήλ, ἀρχάγγελε περίδοξε, πιστοὺς ἀποστελλόμενος ἰθῦναι πρὸς ἀνέσπερον ἦμαρ, ἀγήρω βιώσεως.

 

Πορείας ἡμῶν οὐρανοδρόμου σεπτὲ συνοδῖτα, Ῥαφαήλ, τῶν χριστωνύμων κράτησον χειρὸς καὶ καθοδήγησον πρὀς σωτηρίας, ἔξαρχε, ὁδόν, ἀΰλων δυνάμεων.

Θεοτοκίον.

Ἀπήμαντε κεχαριτωμένη, φιλόστοργε Μῆτερ, τοῦ Θεοῦ, εὐλογημένη Δέσποινα, χριστιανῶν προσφύγιον, ἡμῶν θερμῶν δεήσεων τῶν σὲ ὑμνούντων ἐπάκουσον.

 

Κάθισμα. ῏Ηχος γ'. Θείας πίστεως.

Ἀρχιστράτηγε ἀΰλων νόων, περιστάσεως ἐκ πάσης πλάνου ὁ φυλάττων τῶν μερόπων συστήματα καὶ μεθ' ἡμῶν πορευόμενος πάντοτε κατ' ἐντολήν, Ῥαφαήλ, τοῦ Παντάνακτος, τρίβους εὔθυνον τῶν ὕμνοις μακαριζόντων σε πρὸς δόμους ὑπερφώτους ἀφθαρτότητος.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Παναμώμητε Θεογεννῆτορ, ἡ ἀείποτε ἐξυμνουμένη ὑπ’ ἀγγέλων οὐρανῶν ἐν σκηνώμασι καὶ ὑπ' ἀνθρώπων ἐν γῇ, καθαγίαζε ἡμῶν τὰ ἔργα τῶν νῦν προστρεχόντων σοι καὶ πρεσβείας σου ζητούντων πρὸς τὸν Θεάνθρωπον Χριστόν, ῝Ον ὑπὲρ φύσιν ἐσωμάτωσας.

 

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.

Μύστα τῆς δοξολογίας τοῦ Θεοῦ και αἰνέσεως, Ῥαφαήλ, πολῖτα πόλεως τῆς ἄνω, τῷ Κτίσαντι λατρεύεις ὕμνοις καὶ ᾄσμασιν ἐμπρέπουσιν· ὅθεν σύναξιν τὴν σὴν τελοῦμεν γηθόμενοι.

 

Φλὸξ καὶ πῦρ καὶ φῶς ὑπάρχεις, Ῥαφαὴλ ἀρχιστράτηγε, ὁ ἐκ τῆς ὑλώδους ἐξαρπάζων νοῦν ματαιότητος, τῶν σὲ τιμώντων ἀΰλων ὡς ἐξάρχοντα νόων πάντοτε ὕμνοις ὑλαίοις ἐν χείλεσι.

 

Ἀρχιστράτηγε τῶν ἄνω στρατιῶν καὶ ἀρχάγγελε, Ῥαφαήλ, φωσφόρε, ἐκ δεινῆς αἱρέσεως λύτρωσαι καὶ πάσης βλάβης ἐχθροῦ τοῦ πολεμήτορος τοὺς ἀείποτε δοξολογοῦντας τὸν ῞Υψιστον.

Θεοτοκίον.

Οὐρανῶν ὑψηλοτέρα, ἀειπάρθενε Δέσποινα, Κεχαριτωμένη, φρόνημα οὐράνωσον δούλων σου καὶ τῆς σαρκὸς πάθη τάχος ἀποκοίμησον τῶν ἐν ᾄσμασι μεγαλυνόντων σε πάντοτε.

 

ᾨδὴ ε'. ᾽Εξέστη τὰ σύμπαντα.

Ὑμνῶν προστασίαν σου τὴν ἄοκνον πρὸς ἅπαντας θέλοντας ζωὴν κληρονομῆσαι τὴν ἐν τῷ πόλῳ ἀγήρω, φωτοειδὲς ἀρχάγγελε, θεῖε Ῥαφαήλ, σύναξιν ἁγίαν σου ἑορτάζω νῦν ἄσμενος.

 

Συμφώνως, ἀρxάγγελε, αἰνοῦμέν σε ὡς ἔνθεον βίου τοῦ ἡμῶν συνοδοιπόρου, ἀποσταλέντα ἡμᾶς ἰθῦναι καλῶς εὐθεῖαν πρὸς τρίβον ἀρετῆς καὶ ὁδὸν συνέσεως καὶ σοφίας τῆς κρείττονος.

 

Αγρότην ἰθύναντα τῆς Κρήτης πρὸς ἀλήθειαν καὶ τῷ ἀρχιθύτῃ συστηθέντα ὡς τοῦ Μεγάλου Ἀρχιερέως, σεμνέ, διάκονον, θεῖε Ῥαφαήλ, σὲ τοῖς ὕμνων ἄνθεσι καὶ ᾠδῶν καταστέφομεν.

Θεοτοκίον.

῾Ρητόρων τὴν ἔπαρσιν καὶ εὐγλωττίαν, πάνσεμνε, Τόκῳ σου ἠδάφισας τῷ θείῳ, Θεογεννῆτορ, τῶν ἀπορούντων τὸ πῶς ἐκύησας Λόγον τοῦ Θεοῦ καὶ παρθένος ἔμεινας ὑπὲρ λόγον, πανύμνητε.

 

ᾨδἠ στ'. Τὴν θείαν ταύτην.

Χοροὺς βροτῶν, ἀρχιστράτηγε, σαφῶς χειραγωγεῖς εἰς ἀλήθειαν καὶ ὁλοκλήρωσιν τῆς ἀρετῆς προστασίᾳ σου, ὦ Ῥαφαήλ, ἀγρύπνῳ καὶ ἀντιλήψει σου.

 

Ἀΰλων νόων ταξίαρχε, εὐχὰς ἡμῶν προσάγεις πρὸς Κύριον τὸν εὐσυμπάθητον, καὶ συνοδίτης ὡς ἔμπειρος πρὸς θέωσιν ἰθύνεις τοὺς ὑμνηπόλους σου.

 

Γραφίδι βίβλῳ κατάγραψον ἀΰλῳ οὐρανῶν ποοστασίας σου τοὺς ἑορτάζοντας τὴν σὴν πανίερον σύναξιν, ὦ Ῥαφαήλ, ἀῤῥήτου φωτὸς ὁ ἔμπλεως.

Θεοτοκίον.

Γοργῶς ἡμῶν ἐπακούουσα τῶν σὲ μεγαλυνόντων ἀείποτε, Θεογεννήτρια, σπεύδεις πληρῶσαι αἰτήματα ἡμῶν εὐχαῖς πανσέπτοις καὶ ἱκεσίαις σου.

 

Κοντάκιον. ῏Ηχος πλ. δ'. Τῇ 'Υπερμάχῳ.

Ἀρχιερέως τοῦ Μεγάλου τὸν διάκονον, Αὐτῷ προσάγοντα εὐχὰς πιστῶν τιμήσωμεν, Ῥαφαήλ, ἀΰλων ἔξαρχον πάντων νόων, ὡς πιστῶν συνοδοιπόρον ἐμπειρότατον πρὸς πορείαν ἀρετῆς καὶ τελειώσεως, πόθῳ κράζοντες· Χαίροις, θεῖε Ἀρχάγγελε.

Ὁ Οἶκος.

Ἄγγελε φωτοφόρε, Ῥαφαήλ, ὁ πρωτάρχων ἀΰλων νόων, θρόνον κυκλούντων τοῦ Παντάνακτος καὶ Πλαστουργοῦ κτίσεως, ὁ τρίβον τοῖς πιστοῖς πάμφωτον δεικνύων τὴν σωτήριον, ἐπάκουσον ἡμῶν βοώντων·

Χαῖρε, διάκοσμος θείου θρόνου·

χαῖρε, ἀρχάγγελος τοῦ Ὑψίστου.

Χαῖρε, στρατιῶν οὐρανίων ὁ ἔξαρχος·

χαῖρε, νοερῶν στρατευμάτων ὁ πρώταρχος.

Χαῖρε, ὁ ἀρχιδιάκονος τοῦ Παντάνακτος Θεοῦ·

χαῖρε, θεῖος ἀρχιστράτητος στρατιῶν τοῦ οὐρανοῦ.

Χαῖρε, ἑκατοντάρχου χαρμονὴ Κορνηλίου·

χαῖρε τοῦ δαιμονίου συντριμμὸς Ἀσμοδαίου.

Χαῖρε, εὐχῆς πιστῶν ἡ εἰσήγησις·

χαῖρε, ζωῆς ἡμῶν ἡ κατεύθυνσις.

Χαῖρε, βροτῶν ἀκλινὴς συνοδίτης·

χαῖρε, ἡμῶν ἀπλανὴς ὁδοδείκτης·

Χαίροις, θεῖε ἀρχάγγελε.

 

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΛΑ' Δεκεμβρίου· εἶτα λέγομεν.

 

Τῇ αὐτῇ ἡμέρᾳ σύναξιν ἐπιτελοῦμεν τοῦ ἀρχαγγέλου Ῥαφαήλ, ἀρχιδιακόνου Ἀρχιερέως τοῦ Μεγάλου.

 

Στίχοι.

Πιστῶν συνοδίτης ἀπλανὴς ἐν βίῳ,

Ῥαφαήλ, πέλεις, ἀΰλων νόων ἄρχων.

 

Συναξάριον.

Ὁ ἔνδοξος ἀρχάγγελος Ῥαφαήλ, εἷς ἐκ τῶν ἑπτἀ ἁγίων ἀρχιστρατήγων τῶν ἀΰλων στρατιῶν τοῦ πόλου, τῶν προσαναφερομένων τὰς προσευχὰς τῶν ἀνθρώπων καὶ ἐκπορευομένων ἐνώπιον τοῦ Κυρίου. ῝Εν ἐκ τῶν λειτουργικῶν πνευμάτων, ἀποστελλομένων θεόθεν διακονῆσαι τοῖς θέλουσι κληρονομῆσαι σωτηρίαν.

 

Οὗτος ἀπεστάλη ἰάσασθαι Τωβίαν καὶ τὴν νύμφην αὐτοῦ Σάῤῥαν ὡς καὶ συνοδοιπορῆσαι τῷ υἱῷ αὐτοῦ Τωβίᾳ. Ἀπεστάλη ὡσαύτως τῷ έκατοντάρχῳ Κορνηλίῳ, τῷ θερμῶς εὐχομένῳ και ἐλεοῦντι πάντα κάμνοντα, προσενεγκεῖν αὐτοῦ τὰς εὐχὰς καὶ τὰς ἐλεημοσύνας τῷ Κυρίω, καὶ μηνῦσαι αὐτῷ τὴν τοῦ Πέτρου τοῦ ἀποστόλου ἔλευσιν εἰς Καισάρειαν πρὸς διδασκαλίαν ῥημάτων ζωῆς.

 

Οὗτος καὶ ἐν καιρῷ αἱρέσεως ἐνεφανίσθη γεωργῷ τινι τῆς νήσου, Κρήτης ὑποδεῖξαι αὐτῷ τὴν ἀλήθειαν. Ὁδηγήσας αὐτὸν ἐν ἀόκνῳ κατηχήσει πρὸς τὸν ἐπίσκοπον τῆς νήσου συνεστήθη αὐτῷ ὡς ἀρχιδιάκονος Ἀρχιερέως τοῦ Μεγάλου, σταλεὶς ἐξ ῾Ιεροσολύμων εἰς Αθήνας δι' ἐκκλησιαστικὰς ὑποθέσεις. Ἀδυνατῶν κομίσαι τὰ τίμια δῶρα ἐν τῇ θείᾳ Λειτουργίᾳ καί καμπτόμενος τὰ γόνατα ἐφαίνετο ὡς ἀσθενῶν βαρέως. Ἐν σχετικῇ ἐρωτήσει τοῦ ἐπισκόπου ἀπήντησεν ὅτι ἀδυνατεῖ βαστάσαι ἐν ταῖς χερσὶν αὐτοῦ τὀ βάρος τοῦ σώματος τοῦ Κυρίου ἐν τῆ φρικτῇ μυσταγωγίᾳ, τοῦ τοῖς πᾶσιν ἀχωρήτου. Καὶ ἀποκαλύψας ἑαυτὸν καὶ διδάξας αὐτὸν ἀόκνως ἐξομολογεῖσθαι τῷ Κυρίῳ καὶ δοξάζειν τὸ ὑπὲρ πᾶν μέγα Αὐτοῦ ὄνομα ἐγένετο ἄφαντος. Ὁ τῇ κατηχήσει αὐτοῦ σωθεὶς γεωργὸς βαπτισθὲις καὶ μοναχὀς γενόμενος, φέρων τὴν κλῆσιν Σέργιος, ὁσίως ἐπολιτεύσατο ἐν ταῖς ὀπαῖς καὶ τοῖς σπηλαίοις τῆς νήσου καὶ ἐκοιμήθη ἐν εἰρήνῃ.

 

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστἐ ὁ Θεός, ἐλέησον καἰ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.

Εὐχαρίστως σε ὑμνοῦμεν, ἀρχιστράτηγε, ἡμῖν στελλόμενον ἐν ὥρᾳ τοῦ πειρασμοῦ θεόθεν δαιμόνιον συντρίψαι ἅπαντας, παμφαέστατε, πειράζον καὶ πρὸς δίοδον ἀπαθείας κατεύθυνον.

 

Λάμψον ἅπασι τὸ φῶς τῆς ἐπιγνώσεως φεῦ, τοῖς καθεύδουσιν ἐν ἀγνωσίας σκιᾷ, φαιδρὲ ἀρχιστράτηγε, φωτοειδέστατε, ὁ στελλόμενος θεόθεν λῦσαι ζόφωσιν, 'Ραφαήλ, παθῶν ἀνθρώπων.

 

Ὁ πολύπειρος συνέκδημος συστήματος βροτῶν, ἀρχάγγελε φωτοειδές, Ῥαφαήλ, κατέυθυνον ἅπαντας πρὸς ὁλοκλήρωσιν νῦν ἐν ᾄσμασι τοὺς συναχθέντας μέλψαι σε ὡς τοῦ βίου συνοδίτην.

Θεοτοκίον.

Ὑπερύμνητε Θεοκυῆτορ, πρόσδεξαι ὡς εὐσυμπάθητος ἡμῶν ἐνθέρμους λιτὰς καὶ ταύτας προσάγαγε τῷ θείῳ Τόκῳ σου, τῷ συντρίψαντι θανάτου κράτος Δέσποινα, τῇ Αὐτοῦ ἐξαναστάσει.

 

ᾨδὴ η'. Παῖδας εὐαγεῖς.

Ἄρχων στρατιῶν τῶν οὐρανίων, διάκονος μυστηρίων θείων ἔνσαρκος πέλων, παμφαέστατε, 'Ραφαὴλ ἀρχάγγελε, ἐν Κρήτῃ δῶρα τίμια πρὸς μετουσίωσιν βαστάζων σαῖς χερσί τοῖς τιμίοις ἔκαμπτες ἐκ φόβου τὰ γόνατα καὶ τρόμου.

 

Ἴασας Τωβὶτ τὸν ἀσθενοῦντα, Τωβίᾳ, υἱῷ αὐτοῦ συνωδοιπόρησας καὶ πρὸ τῆς συζεύξεως τούτου ἠλευθέρωσας τὴν Σάῤῥαν ἐκ τοῦ δαίμονος τοῦ ἐκπειράζοντος αὐτὴν κατ' ἐντολὴν τοῦ Κυρίου, Ῥαφαὴλ ῝Ον ὕμνοις δοξολογεῖς ἀπαύστοις.

 

Νῦν τε καὶ ἀεί σε μελῳδοῦμεν ἀρχάγγελε Ῥαφαὴλ φιλανθρωπότατε, τὸν ἀποστελλόμενον συνοδεῦσαι μέροπας εἰς τρίβον τὴν ἀπάγουσαν πρὸς ἀφθαρτότητα καὶ πόλου κληρονόμους γενέσθαι ἐπικαλουμένους τὴν κλῆσίν σου τὴν θείαν.

Θεοτοκίον.

῎Ομβρισον ἡμῖν, Θεογεννῆτορ, ὑμνοῦσί σε ὑετὸν τῆς προστασίας σου, ἀρωγῆς ἑτοίμης σου, θείας ἀντιλήψεως καὶ προμηθείας ἄχραντε, ἐκδυσωποῦμέν σε, οἱ στένοντες ἐν καύματι βίου, συμφορῶν παντοίων καὶ θλίψεων, Παρθένε.

 

ᾨδὴ θ'. Ἅπας γηγενής.

Σκέπε, Ῥαφαήλ, καὶ φρούρει καὶ φύλαττε τοὺς καταφεύγοντας σκέπῃ τῶν πτερύγων σου καὶ προστασίᾳ ἀδιαλείπτῳ σου, βοῶμεν οἱ ἑκάστοτε σὲ μεγαλύνοντες ἀρχαγγέλων παμφαῶν ὡς ἔξαρχον καὶ πιστῶν ἐν πορείαις, συνέκδημον.

 

Χαῖρε Ῥαφαὴλ, Κυρίου ἀρχάγγελε φωτολαμπέστατε, χαῖρε ἀρχιστράτηγε ἀΰλων νόων περιφανέστατε, χαῖρε, ἡμῶν δεήσεων πρὸς τὀν Παντάνακτα εἰσηγῆτορ ἔνθερμε καὶ τάχιστε ἀρωγὲ χοϊκῶν τοῦ συστήματος.

 

Μὑρῳ, Ῥαφαήλ, θερμῆς προστασίας σου ἡμᾶς ἐπάλειψον ἐν κινδὑνοις στένοντας καὶ τρυχομένους ἐν βίου κλύδωσι, πανευλαβῶς βοῶμέν σοι, Θεοῦ ἀρχάγγελε, συνοδῖτα ἔμπειρε καὶ ἄγρυπνε τῶν ἀει δοξαζόντων τὸν Ὕψιστον.

Θεοτοκίον.

Μέμνησο ἡμῶν, τῶν μακαριζόντων σε, Θεογεννήτρια, ὡς θερμὸν προσφύγιον ἐμπεριστάτων καὶ παραμύθιον τῶν θλιβομένων, Δέσποινα, θεοχαρίτωτε, τῶν Ἀγγέλων γλυκασμὲ καὶ στήριγμα κλονουμένων ἐν βίῳ ἑκάστοτε.

 

᾽Εξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Τῶν ἀσωμάτων τάξεων πρωτάρχων παμφαέστατε, σέ, Ῥαφαήλ, ἀνυμνοῦντες ὡς εὐσεβῶν συνοδίτην ἐν βίῳ τὸν πολύπειρον καὶ τῶν ἡμῶν δεήσεων πρὸς τὸν Θεὸν τὸν εὔσπλαγχνον εἰσηγητὴν εὐφημοῦμεν τὴν σὴν φιλάνθρωπον δρᾶσιν.

Θεοτοκίον.

Ἀγγέλων δόξα, καύχημα καὶ κλέος Μητροπάρθενε, καὶ τῶν μερόπων προστάτις, φρουρὸς καὶ φύλαξ καὶ σκέπη ὑπάρχεις πάντων πάμφωτος ἁγνἠ Θεογεννήτρια· ὅθεν ᾠδαῖς ἑκάστοτε καὶ ἐφυμνίοις εὐτάκτοις σὲ ἀκλινῶς μελῳδοῦμεν.

 

    Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος.

῎Αρχων 'Ραφαήλ, πανθαύμαστε, ἀΰλων νόων πυρσέ, ἀσωμάτων δυνάμεων οὐρανοῦ ὁ ἔξαρχος, ἀποστέλλει τοῖς θέλουσι κληρονομῆσαι ζωὴν τὴν μέλλουσαν, τοῦ Παντεπόπτου Θεοῦ ἀρχάγγελε, ὦν πέλεις ἔμπειρος συνοδίτης, πάμφωτε, καὶ ἀπλανὴς ὁδηγὸς ἐν κλύδωσι καὶ περιστάσεσι.

 

Ἄρχων Ῥαφαήλ, φωτόλαμπρε, ὁ γεωργῷ ἐποφθεὶς κλονουμένῳ, ἀρχάγγελε ἐκ δεινῶν αἱρέσεων ἐν τῇ Κρήτῃ καὶ χάριτι τῶν σῶν ῥημάτων αὐτὸν ἀλήθειαν σαφῶς διδάξας, Θεοῦ ἀρχάγγελε, ὁ εἰσηγούμενος προσευχὰς τῷ Κτίσαντι τῶν εὐσεβῶν καὶ Αὐτοῦ ἐνώπιον, ἐκπορευόμενος.

 

Ἄρχων Ῥαφαήλ, θειότατε, ἑκατοντάρχου σεμνοῦ, Κορνηλίου εἰσήγαγες εὐϊλάτῳ Κτίσαντι προσευχὰς καὶ τὰ δράγματα τῆς εὐποιΐας αὐτοῦ καὶ δράσεως τῆς φιλανθρώπου, Θεοῦ ἀρχάγγελε, καὶ τούτῳ ἔλευσιν Πέτρου καθυπέδειξας, λόγους ζωῆς αἰωνίου ἅπαντας πιστοὺς διδάσκοντος.

 

Ἄρχων Ῥαφαήλ, φιλάνθρωπε, δοῦλον Κυρίου, Τωβίτ, ὁ ταχὺ ἰασάμενος, Σάῤῥαν λυτρωσάμενος τὴν αὐτοῦ νύμφην δαίμονος τῆς ἐπηρείας καὶ γόνον ἄριστον ὁ συνοδεύσας αὐτοῦ ὡς ἔμπειρος θεῖε ἀρχάγγελε, τὸν Τωβίτ, πρὸς εὕρεσιν νύμφης αὐτοῦ, σὲ ψαλμοῖς καὶ ᾄσμασιν ἐγκωμιάζομεν.

Δόξα. ῏Ηχος πλ. α΄.

Σήμερον ἑόρτιον οἱ πιστοὶ τελοῦμεν σύναξιν τοῦ πρώτου τῶν ἑπτὰ ἁγίων ἀγγέλων, τῶν προσφερόντων Κυρίῳ τὰς προσευχὰς τῶν ἀνθρώπων, Ῥαφαήλ τοῦ ἀρχιστρατήγου τῶν οὐρανίων νοερῶν δυνάμεων, θερμῶς αὐτῷ βοῶντες ἐκ ψυχῆς μυχίων· συνοδοιπόρε τῶν πιστῶν ἐμπειρότατε, ὁ ἀποστελλόμενος ἡμῖν βοηθῆσαι ἐν πειρασμοῖς καὶ κινδύνοις, ἴσθι πάντων ἡμῶν φύλαξ ἄγρυπνος τῶν ἀκλινῶς μακαριζόντων σε καὶ προσφευγόντων τῇ ἀῤῥαγεῖ προστασίᾳ σου.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ

 
    Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἀρχαγγέλου ἡ γ' καί ἡ στ' ᾡδή.

 
Ἀπόστολος πρὸς Ἑβραίους.(Κεφ. β' 2 - 10).

Ἀδελφοί, εἰ ὁ δι' ἀγγέλων λαληθείς...

Ζήτει τῇ Η' Νοεμβρίου.

 

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ, 1' 16 - 21).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς. Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει...

Ζήτει τῇ Η' Νοεμβρίου.

 

Κοινωνικόν. Ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα.

 

Μεγαλυνάριον.

Χαίροις, ἀρχιστράτηγε Ῥαφαήλ, ὁ προσαναφέρων τὰς δεήσεις τῶν εὐσεβῶν, χαίροις, συνοδῖτα σεπτὲ τῶν ὁδοιπόρων τοῦ βίου, τῶν ποθούντων φθάσαι εἰς θέωσιν.

 

Δίστιχον.

Ἴθυνόν με, ῾Ραφαήλ, πρὸς σωτηρίαν

σὺν πιστῶν χορείαις βοᾷ Χαραλάμπης.

 

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ

Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ