ΛΕΣΒΙΑΚΟΝ ΜΗΝΑΙΟΝ

 

ΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Γ΄

    Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Θωμαΐδος τῆς Λεσβίας τῆς Θαυματουργοῦ.

 

    Ἐποιήθη ὑπὸ τοῦ Ὁσ. Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου, ὑμνογράφου της Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, μερίμνῃ τοῦ σεβ. Μητροπολίτου Μυτιλήνης κ. Ἰακώβου ἐν ἔτει 1967.

 

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ

 

    Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς'. καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια τῆς ῾Αγίας.

῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσι.

Ὡς τῷ φόβῳ τοῦ Κτίσαντος, τὴν ψυχὴν καθηλώσασα, βίον Μῆτερ ἔνθεον πεπολίτευσαι ταῖς ἀρεταῖς διαλάμψασα, καὶ τρόπων χρηστότητι, θεραπεύσασα Θεόν, Θωμαῒς ἀξιάγαστε· διὰ τοῦτό σε, ὁ Σωτὴρ χαρισμάτων δαψιλείᾳ καὶ θαυμάτων ἐνεργείᾳ, ὡς εὐεργέτης ἐδόξασε.

 

Ὡς φυτὸν Θεοδώρητον, καὶ εὐχῆς θεῖον βλάστημα, ἐπεδόθης πάνσεμνε τοῖς σὲ φύσασιν· ἡ γὰρ πανάχραντος Δέσποινα, ὀφθεῖσα ἐδήλωσε, τῇ ἀκάρπῳ σου μητρί, τὴν ἁγίαν σου γέννησιν, προτυπώσασα, Θωμαῒς τὴν λαμπρὰν καρποφορίαν, τῆς ἀμέμπτου βιοτῆς σου, καὶ ἀρετῶν τὴν ἐπίδοσιν.

 

Ἐντολαῖς τοῦ Παντάνακτος, τὴν ζωήν σου ἰθύνουσα, ἀκλινὴς διέμεινας καὶ ἀκράδαντος, τῆς τοῦ συζύγου σκαιότητος, ὁρμὴν τὴν ἀλόγιστον, καὶ τὴν γνώμην τὴν σκληράν, οὐρανίῳ φρονήματι, ὑπομένουσα, καὶ όσίως τελέσασα τον βίον, Θωμαῒς κατηξιώθης, τῆς τῶν ῾Αγίων λαμπρότητος.

 

Τὸ τῆς Λέσβου καλλώπισμα, ἀρετῶν τὸ κειμήλιον, ἐναρέτων πράξεων τὸ θησαύρισμα, συζυγικῆς συμβιώσεως, εἰκόνα τὴν ἔμψυχον, καὶ στερρᾶς ὑπομονῆς, τὴν λαμπρὰν ὑποτύπωσιν, καὶ ὑπόδειγμα, γυναικῶν αἱρουμένων ζῆν ἀμέμτως, Θωμαΐδα τὴν Ὁσίαν, ᾀσματικῶς μακαρίσωμεν.

 

Χαρισμάτων τοῦ Πνεύματος, θησαυρὸς πολυτίμητος, σοῦ τὸ θεῖον λείψανον ἀναδέδεικται· πηγὰς θαυμάτων γὰρ ἔβλυζεν, ἰώμενον ἅπαντας, τοὺς προστρέχοντας πιστῶς, ἀφθαρσίας τῇ χάριτι, ὑπὲρ ἔννοιαν, δοξασθὲν Θωμαῒς θαυματοφόρε, ἐπινεύσει τοῦ Σωτῆρος, τοῦ σὲ λαμπρῶς θαυμαστώσαντος.

 

Τῷ τιμίῳ λειψάνῳ σου, βασιλὶς ἡ τῶν πόλεων, πάλαι ἡγιάζετο Θείῳ Πνεύματι· νῦν δὲ ἡμεῖς τὴν πρεσβείαν σου, πλουτοῦντες πανεύφημε, ὡς θερμὴν καταφυγήν, πειρασμῶν τε καὶ θλίψεων, ἐκλυτρούμεθα, ἐξαιρέτως δὲ Λέσβος ἡ πατρίς σου, Θωμαῒς ἀγαλλομένη, τοῖς σοῖς σεπτοῖς προτερήμασι.

Δόξα.῏Ηχος πλ. β'.

Σήμερον τῆς τοῦ Χριστοῦ ἐπιφανείας, προτυποῦσα τὴν ἔλλαμψιν, ἡ τῆς Ὁσίας Θωμαΐδος μνήμη, τῇ Εκκλησίᾳ ἐπέφανεν· ἐν ἔργοις γὰρ φωτὸς διαλάμψασα, τοῦ θείου νόμου ταῖς ἀκτῖσι λαμπρύνει, τοὺς βοῶντας πρὸς αὐτήν· χαίροις τῶν ἀρετῶν στολισαμένη τὴν εὐπρέπειαν, τῶν γεηρῶν φρονημάτων, ἀποβαλοῦσα τὸ ἄχθος· χαίροις συζυγικῆς κοινωνίας τίμιον ἄγαλμα, καὶ ἀληθοῦς καρτερίας, στηλογραφία λαμπρά· χαίροις τῆς Λέσβου θρέμμα ἱερόν, καὶ τοῦ Θεοῦ θεοφόρος θεράπαινα· ῟ῼ πρέσβευε Ὁσία Μῆτερ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν.

Ὁ αὐτός. Προεόρτιον.

Ἔρχεται πρὸς ᾽Ιορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ ᾽Ιωάννου, καὶ φησὶ πρὸς αὐτόν. ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί· σύ με ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

 

    Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ ᾽Αναγνώσματα.

Παροιμιῶν τὸ ᾽Ανάγνωσμα.

(Κεφ, λα', λα΄. 10. -20, 25)

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ὴ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὕτη τὸν βίον. Καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις.Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς, κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. ᾽Εγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς. Τὰς χεῖρας αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. ᾽Ισχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. ε' 15. ς' 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ ῾Υψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν· λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ρομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι· ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. ᾽Ακούσατε οὗν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ ὑψίστου.

 

Σοφίας Σολομῶντος τὸ ᾽Ανάγνωσμα.

(Κεφ. δ' 7 - 11)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώτοις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη.῾Ηρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος, ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

᾽Ιδιόμελα. ῏Ηχος α'.

Εὐφραίνεται ἐνθέως, ἡ σὲ βλαστήσασα Λέσβος, καυχωμένη τῇ δόξῃ σου, Θωμαῒς μακαρία· ἐν γὰρ τῷ νόμῳ τοῦ Θεοῦ, ἀμέμπτως βιώσασα, ὡς ἀδάμας ὑπέμεινας, τὰς ἐν τῷ βίῳ θλίψεις· ἀνθ᾽ ὧν δόξης ἀληθοῦς, παρὰ Θεοῦ ἀξιωθεῖσα, τύπον ἀπαράμιλλον τὸν σὸν βίον ἔλιπες, τοῖς ὑπό ζυγὸν συμβιοῦσιν, ἐν εὐσεβείᾳ καὶ σεμνότητι. ᾽Αλλ' ὡς ἔχουσα παρρησίαν, πρὸς Χριστὸν Ὁσία, δίδου ἀεὶ ὑπομονήν, τοῖς πόθῳ σε γεραίρουσι.

῏Ηχος β'.

Ἐπαγγελίας θεϊκῆς, καρπὸς ὀφθεῖσα τοῖς σὲ βλαστήσασιν, ἀξίως τῆς χάριτος, τῷ κόσμῳ διέπρεψας· τοῖς γὰρ ἐπηγγελμένοις ἀγαθοῖς, τὸν σὸν βίον ῥυθμίζουσα, τὸ εὐγενές σου τῆς ψυχῆς, ἀκηλίδωτον ἔσωσας, ἐκ πάσης φαυλότητος· καὶ τοῦ εὐνέτου τῷ θυμῷ, τὴν σὴν γαλήνην παραθεῖσα, τὸν φρυαττόμενον δράκοντα, ἐφαύλισας Ὁσία· διό σε μακαρίζομεν, Θωμαῒς παμμακάριστε.

Ἦχος γ΄.

Μαρτυρικὴν στερρότητα, ἐνδεικνυμένη Ὁσία, οὐδαμῶς σεσάλευσαι, τῆς κρείττονος στάσεως, ἐν πραΰτητι ψυχῆς, Θεὸν δοξάζουσα· καὶ ὡς χρυσὸς ἐν καμίνῳ δοκιμασθεῖσα, ταῖς ποικίλαις θλίψεσι, συζυγικῇ ἀπηνείᾳ, ὑπὲρ ἥλιον ἔλαμψας, ἀναστροφῇ ἁγίᾳ καὶ καλῶν ἔργων δυνάμεσι· καὶ πάσας παιδεύεις, τὰς ὑπὸ χεῖρα ἀνδρὸς τελούσας, σωφρόνως βιοῦν, καὶ ἐν φρονήσει διάγειν, τὰ πρέποντα γυναιξίν, ἐπαγγελλομέναις θεοσέβειαν. ᾽Αλλ' ὦ Θωμαῒς ἀξιάγαστε, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

῏Ηχος δ'.

Ἄνω ἔχουσα τὸν νοῦν, καὶ τῆς καρδίας τὴν ἔφεσιν, σωματικῶν ἀλγηδόνων οὐκ ἐφρόντισας, ἐν ταπεινώσει πολλῇ, καὶ εἰρήνῃ λογισμῶν, τὴν σὴν ζωὴν διανύουσα, καὶ καρποφοροῦσα Κυρίῳ, τοὺς καρποὺς τῆς πίστεως. ῞Οθεν λαμπρῶς ἐδοξάσθης, καὶ ζῶσα καὶ μετὰ τέλος, Θωμαῒς πανθαύμαστε· τὸ γὰρ σεπτόν σου σῶμα, ἄφθαρτον πιστοῖς ἐδόθη, ὑπὲρ λόγον καὶ νόμον τῆς φύσεως, τρανῶς κηρῦττον, ἣν εὗρες δόξαν παρὰ Θεοῦ τοῦ παρέχοντος διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Ὁ αὐτός.

Τὴν τοῦ Θεοῦ θεοειδῆ θεράπαιναν, καὶ τῶν σεμνῶν γυναίων, τὸ ἔξοχον ἐγκαλλώπισμα, Θωμαΐδα τὴν Ὁσίαν, ὕμνοις καὶ ᾠδαῖς, εὐφημήσωμεν ἅπαντες· αὕτη γἀρ γυνὴ ἀνδρεία, κατὰ τὸν σοφὸν ὤφθη Σολομῶντα· καὶ ἐν ἔργοις ἀγαθοῖς εὐδοκιμήσασα, πίστιν ἔσχεν ἀληθῆ, ἀγάπην ἀνόθευτον, ζῆλον ἔνθεον, καὶ ὑπομονὴν ἐν πᾶσι, καὶ καρτερίαν ἀρραγῆ· δι' ὧν Θεῷ μὲν εὐηρέστησεν, ὀρθοῦ βίου δὲ ὑπογραμμὸν παρατίθησι, τοῖς ἐν συζυγίᾳ βιοῦσι· καὶ πᾶσιν αἰτεῖται, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ὁ αὺτός. Προεόρτιον.

Ὢ τοῦ παραδόξου θαύματος! ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν ᾽Ιορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ ᾽Ιωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

 

Εἰς τὸν Στἱχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Βίον ἀκηλίδωτον, ἐν ἀγαθῇ συνειδήσει, καὶ πολλῇ χρηστότητι, καὶ ψυχῆς θερμότητι πρὸς τὸν Κύριον, Θωμαῒς πάνσεμνε, εὐσεβῶς βιοῦσα, τοῦ συζύγου τὴν ὠμότητα, στερρῶς ὑπήνεγκας, ὥσπερ ἄλλου πάσχοντος ἔνδοξε, φρονήσει διαπρέπουσα, καὶ δοξολογίᾳ πρὸς Κύριον· ὅθεν ἐδοξάσθης, πλουσίαις δωρεαῖς παρὰ Θεοῦ, καὶ τῶν θαυμάτων ἀπείληφας, Μῆτερ τὴν ἐνέργειαν.

 

Στίχ. ῾Υπομένων ὑπέμεινα τὸν Κύριον.

 

Πλήρης θείων πράξεων, ἐν ταπεινώσει καρδίας, ὡς ἐλαία εὔκαρπος, Θωμαῒς ὑπάρχουσα θείῳ ἔρωτι, πρὸς Θεὸν ἔδραμες, ἐν ἀγαλλιάσει, καὶ τὸ τίμιόν σου λείψανον, πιστοῖς κατέλιπες, πλῆρες εὐωδίας τοῦ Πνεύματος, πηγάζον χάριν ἄφθονον, καὶ παθῶν διῶκον τὴν κάκωσιν· ὅθεν σε τιμῶμεν, ὡς σκεῦος οὐρανίων ἀρετῶν, καὶ δυσωποῦμεν πρεσβεύειν σε, ὑπὲρ τῶν τιμώντων σε.

 

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν.

 

Λέσβος ἡ περίφημος, ὡς εὐωδέστατον ἄνθος, Μῆτερ σὲ βλαστήσασα, τῇ ὀσμῇ εὐφραίνεται τῶν χαρίτων σου, Θωμαῒς πάνσεμνε, γυναικῶν ἡ δόξα, συζυγίας καὶ σεμνότητος, κανὼν εὐθύτατος, καὶ περιφανὴς ὑποτύπωσις· διό σε μακαρίζομεν, καὶ τὴν σὴν γεραίρομεν κοίμησιν, ὡς ἂν ταῖς εὐχαῖς σου, ῥυώμεθα σκανδάλων χαλεπῶν, καὶ ἐν εἰρήνῃ διάγωμεν, πᾶσαν τὴν ζωὴν ἡμῶν.

Δόξα. ῟Ηχος πλ. δ'.

Ἐν εὐσταθείᾳ ἀρραγεῖ, ὑποταγεῖσα τῷ θείῳ θελήματι, τὸν ἐχθρὸν ὑπέταξας, ἐν τοῖς ποσί σου θεόληπτε· τὰς ἐν βίῳ γὰρ πικρὰς ἐπιφοράς, ὡς εὐσεβείας στάδιον τελέσασα, τῆς αἰωνίου ζωῆς τὸν κλῆρον, ἐπαξίως εἴληφας. Καὶ νῦν τῆς δόξης τοῦ Θεοῦ, ἀνακεκαλυμμένως τρυφῶσα, πρέσβευε Θωμαῒς μακαρία, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Προεόρτιον.

Καὶ νῦν. Ὁ αὐτός.

Ἰωάννη Βαπτιστά, ό ἐν μήτρᾳ γνωρίσας με τὸν ἀμνόν, ἐν ποταμῷ μοι διακόνησον, μετ' ᾽Αγγέλων μοι λειτούργησον· ἐκτείνας ἅψαι τῇ παλάμῃ, τῆς κορυφῆς μου τῆς ἀχράντου· καὶ ὅταν ἴδῃς τὰ ὄρη τρέμοντα, καὶ τὸν ᾽Ιορδάνην ἐπαναστραφέντα, σὺν τούτοις βόησον. Ὁ ἐκ Παρθένου σαρκωθείς, εἰς ἡμῶν σωτηρίαν, Κύριε δόξα σοι.

 

Νῦν ἀπολύεις, τὸ τρισάγιον,

καὶ τὸ ἀπολυτίκιον.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Τὰς θλίψεις τοῦ βίου σου, ὡς προσφορὰν λογικήν, Χριστῷ προσενέγκασα, τὴν τῶν θαυμάτων ἰσχύν, Ὁσία ἀντείληφας. Ὅθεν ὡς συζυγίας, ὑποτύπωσιν θείαν, μέλπομεν Θωμαΐς σε, καὶ πιστῶς σοι βοῶμεν· χαῖρε τῆς νήσου Λέσβου, σεμνὸν ἐγκαλλώπισμα.

Προεόρτιον,

Ἦχος ὁ αὐτός. Κατεπλάγη ᾽Ιωσήφ.

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ ᾽Αδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

 

᾽Απόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν α'. Στιχολογίαν. Κάθισμα.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ,

Ὡς δῶρα ἐκλεκτά, τὰς σεπτὰς ἀρετάς σου, προσήγαγες Χριστῷ, Θωμαῒς μακαρία, ἐν θλίψεσιν ἀνύσασα, τὴν ζωήν σου θεόληπτε· ὅθεν σύσκηνος, τῶν ἀπ᾽ αἰῶνος ῾Αγίων, ἀναδέδειξαι, μεθ' ὧν ἱκέτευε Μῆτερ, ὑπὲρ τῶν τιμώντων σε.

Προεόρτιον. ῞Ομοιον.

Προέρχεται σαρκί, ὁ τῶν ὅλων Δεσπότης, ἐν ῥείθροις ποταμοῦ, βαπτισθῆναι θελήσει, τὸν ῥύπον τῶν ψυχῶν ἡμῶν, ἐκκαθάραι δι' ἔλεος. Προεόρτιον, τούτῳ προσοίσωμεν αἶνον, καὶ δοξάσωμεν, σὺν τῷ Προδρόμῳ τῷ θείῳ, αὐτοῦ τὴν χρηστότητα.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Ἀνδρείως ἔφερες, τὰς τοῦ συζύγου σου, πληγὰς καὶ μώλωπας καὶ πικρὰ σκώμματα, ἐν ἀπηνείᾳ χαλεπῇ, καὶ γνώμῃ θηριοτρόπῳ, Θωμαῒς πανθαύμαστε, καὶ τὸν δόλιον ἔκτεινας, τῇ ἀπαρατρέπτῳ σου, τῆς ψυχῆς καρτερότητι· διὸ καὶ θαυμαστῶς ἐδοξάσθης, παρὰ Χριστοῦ τοῦ στεφοδότου .

Προεόρτιον. ῞Ομοιον.

Χριστὸς ὡς ἄνθρωπος, ἐλθεῖν ἐπείγεται, πλούτῳ χρηστότητος, ἐπὶ τὸ βάπτισμα, πρὸς ᾽Ιορδάνην ποταμόν, ἐκπλύνων με ρυπωθέντα· δεῦτε ὑπαντήσωμεν, τῇ αὐτοῦ ἀγαθότητι, ὕμνον προεόρτιον, ἀναμέλποντες ἅπαντες, βοῶντες ὁμοφώνῳ καρδίᾳ· δόξα Χριστὲ τῇ εὐσπλαχνίᾳ σου.

 

    Μετὰ τὸν Πολυέλεον. Κάθισμα.

Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Θωμαΐδα τὴν θείαν καὶ οὐρανόφρονα, ἣν ἡ Λέσβος ὡς δένδρον εὔκαρπον ἤνεγκεν, ἀνυμνήσωμεν πιστοὶ ἐνθέοις ᾄσμασιν· ὅτι προσήγαγε Χριστῷ, τοὺς καρποὺς τῶν ἀρετῶν, καὶ δόξης μετέσχε θείας, ὑπὲρ ἡμῶν δυσωποῦσα, τῶν τὴν αὐτῆς τιμώντων κοίμησιν.

Προεόρτιον. ῞Ομοιον.

Ὁ τῶν ὅλων Δεσπότης ὡς πολυεύσπλαχνος, τοῦ ᾽Αδὰμ τὴν πτωχείαν ἀναλαβόμενος, πρὸς ᾽Ιορδάνην ποταμὸν σπεύδει θελήματι, ἀνακαθάραι τὸν ᾽Αδάμ, ἐκ τῆς ἀρχαίας ἀρᾶς, βαπτίσματι τῷ οἰκείῳ· ὅθεν ὑμνήσωμεν τούτου, τὴν ὑπὲρ λόγον συγκατάβασιν.

 

Τό α'. ἀντίφωνον τοῦ δ'. ἤχου.

 

Προκείμενον.

῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν.

 

Εὐαγγέλιον τὸ ἐν τῆ Λειτουργίᾳ

τοῦ ῾Αγίου Σάββα.

Ὁ Ν'. Δόξα. Ταῖς τῆς σῆς Ὁσίας.

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.

 

᾽Ιδιόμελον. Ἦχος πλ. β'.

Στίχ. ᾽Ελέησόν με ὁ Θεός.

Τὴν στενὴν καὶ τεθλιμμένην ὁδὸν ἀνύσασα, Θωμαῒς θεόφρον, ἐν πλατυσμῷ θείας ἀγάπης, τὰς τοῦ ἐχθροῦ πορείας ἀπεστένωσας, καὶ πρὸς πλάτος τῆς ἄνω βασιλείας ἐσκήνωσας. Αὐτῆς καὶ ἡμᾶς ἀξίωσον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, τοὺς τελοῦντας τὴν μνήμην σου.

 

    Εἶτα οἱ κανόνες, ὁ Προεόρτιος ἐκ τοῦ Μηναίου, καὶ τῆς ῾Αγίας ὁ ἑξῆς, οὗ ἡ ἀκροστιχίς.

Θωμαῒς ἡ θεόφρων ὑμνείσθω. Γερασίμου.

ᾨδὴ α'. Ἦχος πλ. δ'. ῾Υγρὰν διοδεύσας.

Θεοῦ λαμπομένη ταῖς ἀστραπαῖς, Θωμαῒς θεόφρον, φωτοφόροις σου προσευχαῖς, λῦσον τῆς ἀγνοίας μου τὸν ζόφον, ὅπως ὑμνήσω Ὁσία τὴν μνήμην σου.

 

Ὡράθη μητρί σου τῇ εὐκλεεῖ, ἡ Θεογεννήτωρ, τὴν σὴν γέννησιν τὴν σεπτήν, ἐπαγγελλομένη θεοφόρε, ἔνθεν ὡς ἄνθος ἐφύης πανεύοσμον.

 

Μητρῴων προήχθης ἐξ ἀγκαλῶν, ἐν φόβῳ Κυρίου, καὶ ἐν ἤθεσιν ἱεροῖς, καὶ ὤφθης ζωῆς τῆς ἐναρέτου, καλλιεργοῦσα τὴν χάριν τὴν ἄφθονον.

Θεοτοκίον.

Ἁγνὴ Θεοτόκε Μῆτερ Θεοῦ, τὸν ἄναγνον νοῦν μου ἐπινοίαις ταῖς πονηραῖς, κάθαρον ροπῇ σου τῇ εὐσπλάγχνῳ, καὶ θεαρέστως βιοῦν με ἐνίσχυσον.

Καταβασία. Βυθοῦ ἀνεκάλυψε πυθμένα..

 

ᾨδὴ γ'. Σὺ εἶ τὸ στερέωμα.

Ἴθυνας τὸν βίον σου, πρὸς ἐντολῶν θείων πλήρωσιν, ὁλοσχερῶς, Θωμαῒς Ὁσία, καὶ Θεῷ εὐηρέστησας.

 

Σύνευνον ὡς ἔσχηκας, ὰπανθρωπίᾳ κρατούμενον, τὰς παρ' αὐτοῦ, ἤνεγκας κακώσεις, θεολήπτῳ φρονήματι.

 

ᾜνεις τὸν Φιλάνθρωπον, προσομιλοῦσα ἑκάστοτε, πικραῖς πληγαῖς, χερσὶ τοῦ συζύγου, Θωμαῒς θερμῷ στόματι.

Θεοτοκίον.

Θραῦσον τὰ φρυάγματα, τὰ καθ' ἡμῶν τοῦ ἀλάστορος, Μῆτερ Θεοῦ, καὶ γαλήνην δίδου, τῇ ζωῇ ἡμῶν πάντοτε.

Καταβασία. ᾽Ισχὺν ὁ διδούς.

 

Κάθισμα . ῏Ηχος δ'. Ταχὺ προκατάλαβε.

Τὸ σῶμα νεκρώσασα, ὑπομονῇ τῶν δεινῶν, τὸν νοῦν σου ἐπτέρωσας, πρὸς τὸν Θεὸν ἀκλινῶς, ἀγάπῃ τῇ κρείττονι· ὃθεν μετατεθεῖσα, πρὸς τὰς ἄνω σκηνώσεις, ῥεῖθρα ἀεὶ βλυστάνεις, ἰαμάτων ποικίλων, τοῖς πίστει προσιοῦσί σοι, Θωμαῒς ἀξιοθαύμαστε.

 

Ἐν ῥείθροις ἐφίσταται, τοῦ ᾽Ιορδάνου Χριστός, αἰτούμενος βάπτισμα, εἰς σωτηρίαν ἡμῶν ὁ φύσει φιλάνθρωπος· δεῦρο ὦ Ἰωάννη, ἐξ ἐρήμου ἐν φόβῳ· χόρευε πᾶσα κτίσις, ἐκβοῶσα Κυρίῳ· ὑμνοῦμέν σου Φιλάνθρωπε, τὴν θείαν ἐπιφάνειαν.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

Ἐν τῷ νόμῳ τοῦ Κτίστου σου, Μῆτερ τὸ σὸν θέλημα κατευθύνουσα, δένδρον πέφηνας κατάκαρπον, εὐσεβείας πάσης καὶ σεμνότητος.

 

Ὁ σὸς βίος ὑπόδειγμα, Θωμαῒς ὡράθη ταῖς ὑπὸ σύζυγον, γυναιξὶν οὔσαις θεόληπτε, καὶ στεργούσαις ζῆν ἐν καθαρότητι.

 

Φωτὸς θείου πεπλήρωσαι, οἶά περ δοχεῖον τοῦ θείου Πνεύματος, Θωμαΐς· ὅθεν ἀπήλασας, ἐξ ἀνθρώπων πνεύματα ἀκάθαρτα.

Θεοτοκίον.

Ῥάβδος ὤφθης θεόβλαστος, ἀποτίστως Κόρη κυοφορήσασα, ὥσπερ ἄνθος ζωῆς εὔοσμον, τὸν κρατοῦντα πάντα θείῳ νεύματι.

Καταβασία. ᾽Ακήκοε Κύριε φωνῆς σου.

 

ᾨδὴ ε'. ᾽Ορθρίζοντες βοῶμέν σοι.

Ὡς ἔμπλεως φρονήσεως ἔφερες, τοῦ σοῦ ἀνδρός, Μῆτερ τὸ ἀπάνθρωπον, μαρτυρικῶς συμβιώσασα.

 

Νοΐ σου καθαρῷ ἀτενίζουσα, πρὸς τὸν Χριστόν, Θωμαῒς ὑπέμεινας, μεγαλοφρόνως τὰ χείρονα.

 

Ὑπέστης τῆς σαρκὸς τὰ ἐπώδυνα, καὶ τῆς σαρκός, παύεις τὰ παθήματα, τῇ τοῦ λειψάνου σου χάριτι.

Θεοτοκίον.

Μαρία Θεοτόκε Πανάχραντε, Μῆτερ Θεοῦ, λῦσον τῆς καρδίας μου, τὴν συνοχὴν καὶ τό ἄλγημα.

Καταβασία. ᾽Ιησοῦς ὁ ζωῆς ἀρχηγός.

 

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ.

Νηστείαις, καὶ οἰκτιρμοῖς τῶν πενήτων, θεραπεύουσα τὸν πάντων Δεσπότην, ὤφθης γυμνῶν περιβόλαιον Μῆτερ, καὶ ὀρφανῶν καὶ ἀπόρων περίθαλψις· ὅθεν ἀξίων ἀμοιβῶν, Θωμαῒς οὐρανόθεν ἠξίωσαι.

 

Ἐν πόνοις τόν σὸν τελέσασα βίον, πρὸς τὴν ἄπονον μεθέστηκας λῆξιν, καὶ πάντα πόνον καὶ θλῖψιν κουφίζεις, ταῖς πρὸς Χριστὸν θεοφόρε πρεσβείαις σου, τῶν προσιόντων εὐλαβῶς, Θωμαῒς τῇ θερμῇ ἀντιλήψει σου.

 

Ἰάσεις, ἐν τῇ σαρκὶ περιοῦσα, ἐπετέλεις ἐν τῇ θείᾳ δυνάμει, καὶ πρὸς Θεὸν μεταστᾶσα Ὁσία, θαυματουργεῖς ἰωμένη ἐκάστοτε, τοὺς προσιόντας εὐλαβῶς, τῇ σορῷ τοῦ ἁγίου λειψάνου σου.

Θεοτοκίον.

Σαρκοῦται, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, ὁ τὸ εἶναι παρασχὼν τοῖς ἀνθρώποις, μὴ ἀποστὰς τῆς οἰκείας οὐσίας, καὶ τὸν πλανώμενον ἄνθρωπον ἔσωσε, Θεογεννῆτορ Μαριάμ, ὁ τῶν ὃλων Δεσπότης καὶ Κύριος.

Καταβασία. ῾Η φωνὴ τοῦ Λόγου.

 

Κοντάκιον.

Ἦχος δ΄. ᾽Επεφάνης σήμερον.

Πόνους πλείστους ἤνεγκας καὶ κακουχίας, Θωμαῒς πανθαύμαστε, ὲν τῇ δυνάμει τοῦ Χριστοῦ· ὅθεν ἀξίως δεδόξασαι, καὶ τῶν ῾Αγίων ἐδέξω τὸν στέφανον.

Ὁ Οἶκος.

Ποικιλοτρόπως, ὦ σεμνή, ἐν τῷ παρόντι βίῳ, οἷά περ δούλη ἐκλεκτή, Χριστοῦ τοῦ βασιλέως, ἐδοκιμάσθης ὡς χρυσός, ἐν τῇ καμίνῳ τῶν δεινῶν, πόνων καὶ δοκιμασιῶν, τῇ τοῦ οἰκείου εὐνέτου ἀπανθρώπῳ γνώμῃ, καὶ σκληροτάτῃ προθέσει, Θωμαῒς πανθαύμαστε, γυναικῶν σεμνὸν ἐγκαλλώπισμα· μαρτυρικὸν γὰρ ἤνυσας στάδιον, καὶ τῇ σῇ ἀπεριτρέπτῳ καρτερίᾳ καὶ ἀνενδότῳ ὑπομονῇ καὶ θεολήπτῳ φρονήσει, ᾔσχυνας τοῦ παλαμναίου ἐχθροῦ τὸ φρύαγμα, τοῦ κατὰ σοῦ κινοῦντος τὰς τοῦ συζύγου χεῖρας καὶ ὡς ἐν μαργάροις νοητοῖς, καὶ πολυτίμοις λίθοις, τοῖς μώλωψι καὶ ταῖς πληγαῖς, στολισθεῖσα τῆς σαρκός, νικηφόρος ἀνέδραμες ἐν τῷ νυμφῶνι τοῦ Κυρίου, λιποῦσα τοῖς πιστοῖς τὸ σὸν λείψανον, ἄφθαρτον, εὐῶδες θείᾳ ροπῇ, καὶ ἰατρεῖον παντοίων νοσημάτων· ἀξίως γὰρ παρὰ Χριστοῦ δεδόξασαι, καὶ τῶν ῾Αγίων ἐδέξω τὸν στέφανον.

 

Συναξάριον.

Τῇ γ'. τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θωμαΐδος τῆς θαυματουργοῦ, ἐκ τῆς νήσου Λέσβου καταγομένης, καὶ ἐν Κωνσταντινουπόλει κοιμηθείσης ὁσίως, ἔνθα καὶ τὸ σεπτὸν αὐτῆς λείψανον ἐσώζετο.

Στίχος.

Θλίψεσι λαμπρυνθεῖσα

Δόξης ἀρρήτου παρὰ Χριστοῦ μετέσχε.

Τριτάτῃ Θωμαΐδα πινυτόφρονα

ἀείδειν θέμις.

 

Αὕτη ὴ μακαρία ἐγεννήθη ἐν τῇ νήσῳ Λέσβῳ, ἐν ἀρχαῖς τοῦ δεκάτου αἰῶνος, ἐκ γονέων ἀρετῇ καὶ εὐσεβείᾳ κομώντων, ὧν αἱ κλήσεις Μιχαὴλ καὶ Καλή. Ταύτης ἡ γέννησις προεμηνύθη τῇ στείρᾳ μητρὶ ὑπὸ

τῆς Θεοτόκου Μαρίας, νυκτερινῇ ὄψει. Ἐν νομίμῳ ἡλικίᾳ φθάσασα συνήφθη ἀνδρὶ ὀνόματι Στεφάνῳ, ὃς πολλὴν σκαιότητα, καὶ ἰταμότητα γνὡμης ἐν ἑαυτῷ ἔκρυπτε. Μετοικήσασα πανοικεί, σὺν τοῖς φύσασιν, ἐν τῇ βασιλίδι τῶν πόλεων, μαρτυρικῶς διῆλθε τὸν βίον, τῇ τοῦ συζύγου ἀπανθρωπίᾳ καὶ σκληρότητι πολλὰς δεχομένη τιμωρίας καὶ πληγὰς καὶ ἀλγηδόνας ταῖς τούτου χερσίν, ὁσημεραὶ ἀλγυνομένη, δοξολογοῦσα καὶ εὐχαριστοῦσα ἐπἰ πᾶσι τοῖς δεινοῖς τὸν Κύριον. Καὶ δοκιμασθεῖσα ὡς χρυσὸς ἐν καμίνῳ, καἰ δοξασθεῖσα τῇ τοῦ Παρακλήτου δωρεᾷ, ἐκοιμήθη ὁσίως, τὸ τριακοστὸν καὶ ὄγδοον ἄγουσα τῆς ἡλικίας ἔτος καὶ κατετέθη τὸ ἱερὸν αὐτῆς λείψανον ἐν τῇ Μονῆ τῇ καλουμένῃ «τὰ Μικρὰ Ρωμαίου» ἢ τὰ «Ῥωμαίου», ὅπερ, θείῳ δοξασθὲν Πνεύματι, ἠφθαρτίσθη, πηγὴ ἰαμάτων καταστὰν ἐν τῇ Κωνσταντίνου εὐδαίμονι πόλει, ἐν ᾗ διεσώζετο ὡς θησαυρὸς οὐράνιος· πολλὰς γὰρ θεοσημείας ἐνήργει, δαιμονῶντας ἰώμενον, παραλύτους ἀνορθοῦν, καὶ πᾶσαν ἄλλην νόσον θεραπεῦον τοῖς εὐλαβῶς προσιοῦσιν, ὡς διεξοδικῶς ἱστορεῖ ὁ κατ’ αὐτῆς βίος.

 

Ταῖς αὐτῆς πρεσβείαις Χριστὲ ὁ Θεός, καὶ πάντων σου τῶν ῾Αγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδη ζ΄. Παῖδες ῾Εβραίων

Θαύμασι Μῆτερ ἐδοξάσθη, τὸ σὸν λείψανον, τῇ θεϊκῇ δυνάμει, ὅ ἐν κόλποις ποτέ, ἡ Κωνσταντίνου πόλις, κατέχουσα ἐκήρυττε, Θωμαῒς τὰς χάριτάς σου.

 

Ὤφθη τὸ θεῖον λείψανόν σου, κρήνη βρύουσα, ἰάματα ποικίλα· δαιμονῶντας καὶ γάρ, Ὁσία θεραπεύει, συσφίγγει παραλύτους δέ, καὶ ἰᾶται πᾶσαν νόσον.

 

Γέγονε Μῆτερ ἡ σορός σου, τοῖς προστρέχουσιν, ἐν πίστει ἰατρεῖον· θεραπεύει καὶ γάρ, παντοίας ἀσθενείας, θαυματουργοῦσα πάντοτε, παραδόξως τοῖς αἰτοῦσι.

Θεοτοκίον.

Ἔτεκες Κόρη ἀπορρήτως, τὸν ῥυσάμενον, ἡμᾶς ἐκ τῆς κατάρας, ᾽Ιησοῦν τὸν Χριστόν, ᾧ ψάλλει πᾶσα κτίσις. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Καταβασία. Νέους εὐσεβεῖς.

 

ᾨδὴ η'. Οἱ θεορρήμονες Παῖδες.

Ῥώμῃ τῇ θείᾳ ῥωσθεῖσα τὸ ἀσθενές σου, τὸν ἰσχυρὸν ἐν κακίᾳ κατεπολέμησας δράκοντα, καθυπομείνασα Μῆτερ, στερρῶς πᾶσαν κάκωσιν.

 

Ἀγαλλιᾶται ἡ Λέσβος τοῖς σοῖς σπαργάνοις, ἡ Κωνσταντίνου δὲ πλέον τῷ σῷ λειψάνῳ εὐφραίνεται· θαυμαστῶς γὰρ Ὁσία, Χριστός σε ἐδόξασεν.

 

Σωματικῶν ἀλγηδόνων ψυχῇ ὰνδρείᾳ, προσαγομένων κακούργως, παλάμαις ταῖς τοῦ συζύγου σου, οὐκ ἐφρόντισας Μῆτερ, Χριστὸν ἔχουσα στήριγμα.

Θεοτοκίον.

Ἵνα ὑμνῶ σου Παρθένε τὴν δυναστείαν, τῆς τοῦ ἐχθροῦ με μανίας, τῇ προστασίᾳ σου λύτρωσαι, καὶ ἰσχύν μοι παράσχου, πατεῖν αὐτοῦ τὰ ἔνεδρα.

Καταβασία. Μυστήριον παράδοξον.

 

ᾨδὴ θ΄. Ἔφριξε πᾶσα ἀκοή.

Μάρτυς ἐδείχθης ἀληθής, ἐν παντὶ τῷ βίῳ Μῆτερ ἀθλήσασα, ποικίλαις θλίψεσι, καὶ κακουχίαις καὶ περιστάσεσι· καὶ νῦν Ὁσία Θωμαΐς, Μαρτύρων ταῖς τάξεσι, λαμπρῶς ἠρίθμησαι, θεωροῦσα τοῦ Θεοῦ τὴν λαμπρότητα.

 

Ὅρμον κατέλαβες ζωῆς, διαπλεύσασα τοῦ βίου τὴν θάλασσαν, αὔραις τοῦ Πνεύματος, κυβερνωμένη καὶ κατεσκήνωσας, ἔνθα ῾Αγίων οἱ χοροί, ὧν ὤφθης ἰσότιμος, Θωμαῒς πάνσεμνε, καὶ συνέσει καὶ ζωῆς καθαρότητι.

 

Ὕμνοις μὲν πάλαι ἱεροῖς, τὸ Βυζάντιον ἐτέλει τὴν μνήμην σου, ἔχον τὸ σκῆνός σου, θαυμάτων βρύον χάριν ἀέναον· νῦν δὲ Λεσβίων οἱ χοροί, φαιδρῶς εὐφημοῦμέν σε, καὶ ἐκβοῶμέν σοι· Θωμαῒς ἔσο ἡμῖν φύλαξ ἄγρυπνος.

Θεοτοκίον.

Ὕψιστον τέξασα Θεόν, ἐξ ἀχράντων σου λαγόνων Πανάχραντε, περιγραφόμενον, ὕλῃ βροτείᾳ τὸν ἀπερίγραπτον, ἐκ τοῦ βυθοῦ με τῶν κακῶν, ἀνύψωσον δέομαι, τῇ εὐσπλαγχνίᾳ σου, πρὸς ζωὴν με ἐπανάγουσα κρείττονα.

Καταβασία.᾽Απορεῖ πᾶσα γλῶσσα.

 

Ἐξαποστειλάριον.

Τῶν Μαθητῶν ὁρώντων σε.

Ὡς προσφορὰν ἁγἰαν καὶ πανευώδη, τοὺς τοῦ σοῦ βίου Μῆτερ στερροὺς ἀγῶνας, ὁ ἀθλοθέτης Λόγος προσδεξάμενος, θεοπρεπῶς, δοξάζει σε, θαυματουργίαις ποικίλαις, ὦ Θωμαῒς μακαρία.

Προεόρτιον. ῞Ομοιον.

Πρὸς ᾽Ιορδάνου ρεῖθρα δι' εὐσπλαγχνίαν, οἷα βροτὸς μολεῖ νῦν ὁ πάντων Κτίστης· δεῦτε τούτῳ πάντες ὑπαντήσωμεν, προεορτίως ᾄδοντες, δοξολογίας καὶ ὕμνους, αὐτοῦ τῇ θείᾳ κενώσει.

 

Εἰς τοὺς Αἴνους.

    ῾Ιστῶμεν στίχους δ'. καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Αἱ τῶν Λεσβίων χορεῖαι πανηγυρίσωμεν, τὴν μνήμην τὴν ἁγίαν, τῆς σεπτῆς Θωμαΐδος· αὕτη γὰρ ὁσίως ἐπὶ τῆς γῆς τῷ Θεῷ εὐηρέστησε, πόνοις πολλοῖς ὁμιλήσασα ἀνδρικῶς, τοῦ εὐνέτου τῇ σκαιότητι.

 

Τίς τὴν πολλήν σου ἀνδρείαν ὑμνήσει πάνσεμνε; σὺ γὰρ ὣσπερ ἀδάμας, τὴν ἀπάνθρωπον γνώμην, ἐν ὅλῳ σου τῷ βίῳ καρτερικῶς, τοῦ συζύγου ὑπέμεινας· ὅθεν Θεός σε ἐδόξασε Θωμαΐς, ἐν σημείοις τε καὶ θαύμασι.

 

Τοῦ Κωνσταντίνου ἡ πόλις πάλαι ἠγάλλετο, κατέχουσα Ὁσία, τὸ σὸν ἅγιον σῶμα, θαυμάτων ἐνεργείαις περιφανῶς, δοξασθὲν θείῳ Πνεύματι· νῦν δὲ ἡμεῖς τῇ πρεσβείᾳ σου Θωμαΐς, προσιόντες εὐφημοῦμέν σε.

 

Ἡ νῆσος Λέσβος χορεύει ὲν τοῖς σπαργάνοις σου, καὶ τὴν σεπτήν σου μνήμην, Θωμαῒς μακαρία, προθύμως ἑορτάζει, καὶ ἐκβοᾷ· τὴν πατρίδα σου φύλαττε, καὶ σὺν αὐτῇ πᾶσαν πόλιν τῶν εὐσεβῶν, ταῖς πρὸς Κύριον πρεσβείαις σου.

Δόξα. ῟Ηχος πλ. α'.

Τὰς ἐν κόσμῳ θλίψεις σου, ἃς ἐν πολλῇ συνέσει ἐδέξω, ἡ οὐράνιος βασιλεία, διεδέξατο Ὁσία· σὺ γὰρ ὡς πόλις ἀνάλωτος, οὐκ ἐκάμφθης ἐν τοῖς πόνοις, ἀλλὰ τῇ τούτων βίᾳ, στερροτέραν ἀπειργάσω, τὴν ψυχὴν ἐν τοῖς πειρασμοῖς· πάντων γὰρ περιεγένου, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, καὶ ἐν πᾶσι κατισχύσασα, τῆς αἰωνίου ζωῆς, τὸν στέφανον ἐκομίσω. Αὐτῆς καὶ ἡμᾶς, ἀξιωθῆναι πρέσβευε, Θωμαῒς πανθαύμαστε.

Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.

Ἐν ᾽Ιορδάνῃ ποταμῷ, Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ βάπτισμα, καθᾶραι θέλων ἡμᾶς ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τὰ συνήθη. ᾽Απόστολον ζήτει τῇ κ'. ᾽Ιανουαρίου, Εὐαγγέλιον τῇ ιγ'. ᾽Οκτωβρίου. Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον.

Ἤθλησας ἐν πόνοις μαρτυρικοῖς, Θωμαῒς Ὁσία, καὶ κατῄσχυνας τὸν ἐχθρόν· ὅθεν ἐδοξάσθης παρὰ Θεοῦ πλουσίως, καὶ νέμεις τοῖς αἰτοῦσι, τὴν σὴν βοήθειαν.

Δίστιχον.

Δέξαι Θωμαῒς τὸν παρόντα μου ὕμνον.

῞Ον σοι Γεράσιμος ἀνέπλεξεν ἤδη.