ΙΑΝΟΥΑΡΙΟΥ Δ'

 

Μνήμη τοῦ ἁγίου ἐνδόξου Μάρτυρος

ΧΡΥΣΑΝΘΟΥ.

Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ.

 

    Ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος α'. Πανεύφημοι Μάρτυρες.

Χρυσέοις σου ἤθεσι, σοφέ, Χρύσανθε, ὑπέφηνας, τῆς εὐσεβείας τὰς χάριτας, καὶ τὴν λαμπρότητα, τῆς μελλούσης δόξης, καὶ νομίμως ἤθλησας, ὑπὲρ τῆς τοῦ Χριστοῦ ἀγαπήσεως· ὃν καθικέτευε, δωρηθῆναι τοῖς τιμῶσί σε, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Στεῤῥότητι, μάρτυς, λογισμοῦ, τὸν Χριστὸν ἐκήρυξας, Θεὸν τῶν ὅλων καὶ Κύριον, βροτὸν γενόμενον, ἀτρέπτως δι' οἶκτον, σώζοντα τὸν ἄνθρωπον, καὶ χαίρων τὸ μαρτύριον ἤνυσας, Χρύσανθε ἔνδοξε· διὰ τοῦτο κατηξίωσαι, τῆς ἀλήκτου, καὶ θείας λαμπρότητος.

 

Αἱμάτων ῥοαῖς τὴν ἁλμυράν, θάλασσαν κατέκλυσας, τῆς ἀπιστίας, μακάριε, καὶ ἀνελήλυθας, ἔνθα ἀφθαρσίας, αἱ πηγαὶ βλυστάνουσι, τὸ ὕδωρ τῆς ζωῆς τὸ ἀθάνατον, οὗ ἐμφορούμενος, τῶν παθῶν σβέσον τοὺς ἄνθρακας, τῶν τιμώντων, Χρύσανθε, τὴν μνήμην σου.

 

Δυὰς ἀθλητῶν περιφανής, Χρύσανθος ὁ ἔνδοξος, καὶ Εὐφημία ἡ πάνσεμνος, ἀνευφημείσθω μοι· θείᾳ γὰρ ἀγάπῃ, πάντων ἀλογήσαντες, στεῤῥῶς ὑπὲρ Χριστοῦ ἠγωνίσαντο· καὶ νῦν πρεσβεύουσι, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἐλεος.

Δόξα... ῏Ηχος β'.

Τῶν ἀρετῶν γεηπονῶν τὴν χάριν, ἀθλητικὴν καρποφορίαν ἤνεγκας, μαρτυρικῶς ἀγωνισάμενος, Χρύσανθε μακάριε· καὶ νῦν τῆς ἄνω δόξης, ἀπολαβὼν τὸ διάδημα, ὡς στρατιώτης Χριστοῦ, ἀδιαλείπτως πρέσβευε, σώζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι· Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Εἰς τὸν Στίχον.

῏Ηχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.

Ὅλῳ σου τῷ νοΐ, τὰ μέλλοντα προσβλέπων, τὰ ἐπὶ γῆς ἀπώσω, καὶ ἤθλησας νομίμως, ὑπὲρ Κυρίου, Χρύσανθε.

 

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Δρόμον ἀθλητικόν, ἀνδρειοτάτῃ γνώμῃ, Χρύσανθε, διανύσας, ὡς τοῦ Χριστοῦ ὁπλίτης, ᾽Αγγέλοις συνηρίθμησαι.

 

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

 

Ἤθλησας ἀνδρικῶς, καὶ ᾔσχυνας τὴν πλάνην, Χρύσανθε ἀθλοφόρε, καὶ στέφος μαρτυρίου, παρὰ Χριστοῦ ἀπείληφας.

Δόξα... Τριαδικόν.

Μάρτυρες οἱ διττοί, Τριάδα τὴν ῾Αγίαν, ὸμοῦ σὺν Εὐφημίᾳ, Χρύσανθε, δυσωπεῖτε, δοῦναι ἡμῖν συγχώρησιν.

Καὶ νῦν. Θεοτοκίον.

Ἔλαμψεν ἐξ ἁγνῶν, λαγόνων σου ὁ Κτίστης, ἐν εἴδει ἀνθρωπίνῳ καὶ ἔσωσε τὸν κόσμον, Παρθένε, ὡς φιλάνθρωπος.

 

᾽Απολυτίκιον.

(Ζήτει ἐν τῷ Μεγάλῳ ῾Εσπερινῷ).

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

    Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τοῖς χρυσέοις σου ἤθεσι, φερωνύμως κοσμούμενος, ὥσπερ ἄνθος ἤνθησας, μάρτυς Χρύσανθε, ἐν τῷ λειμῶνι τῆς πίστεως, ὀσμὴν τὴν οὐράνιον, διαπνέον μυστικῶς, μαρτυρίου παλαίσμασι, τοῖς τὴν μνήμην σου, τὴν ἁγίαν τελοῦσιν, ἀθλοφόρε, καὶ ὑμνοῦσι τὸν Σωτῆρα, τὸν σὲ λαμπρῶς ἐνισχύσαντα.

 

Ὡς τρωθεὶς θείῳ ἔρωτι, τῶν ἐν κόσμῳ ἠλόγησας, ὡς ῥεόντων, ῞Αγιε, νοῒ κρείττονι, καὶ μαρτυρίου διέδραμες, ἀνδρείως τὸ στάδιον, καὶ καθεῖλες τὸν ἐχθρόν, ψυχικῇ σου στεῤῥότητι· διὰ τοῦτό σε, ὡς Χριστοῦ ἀθλητὴν ἀνευφημοῦμεν, καὶ μεσίτην ἡμῶν θεῖον, πρὸς τὸν Σωτῆρα, μακάριε.

 

Ἀνδρικῷ παραστήματι, τὴν ἀπάτην διήλεγξας, καὶ Χριστοῦ τὸ ὄνομα ὡμολόγησας, καὶ ἐκτμηθεὶς τὸν αὐχένα σου, ῥοαῖς τῶν αἱμάτων σου, πορφυρίδα σεαυτῷ, ἀφθαρσίας ἐφοίνιξας, μάρτυς Χρύσανθε, ἣν φορέσας παρέστης τῷ Κυρίῳ, ὡς γενναῖος ἀθλοφόρος, καὶ στρατιώτης ἀήττητος.

 

Ὥσπερ ἄνθος πανεύοσμον, εὐσεβείας καὶ χάριτος, ἀθλοφόρε Χρύσανθε, εὐφημοῦμέν σε· ὅτι εὐφραίνεις ἑκάστοτε, ἡμῶν τὴν διάνοιαν, εὐωδίᾳ μυστικῇ, τῶν ἁγίων καμάτων σου, θείῳ Πνεύματι, καὶ διώκεις τῆς πλάνης τὸ δυσῶδες, καὶ ὀσμὴν θανατηφόρων, παθῶν τοῦ χείρονος, ἔνδοξε.

 

Τῇ δυνάμει τῆς πίστεως, καὶ τῷ λόγῳ τῆς Χάριτος, εὐσεβείας ἔδειξας τὴν λαμπρότητα, καὶ τῇ τομῇ τοῦ αὐχένος σου, ἀπέτεμες, Χρύσανθε, τὴν τοῦ ψεύδους κεφαλήν, καὶ τοῖς ἄνω στρατεύμασι, συνηρίθμησαι, τῆς ζωῆς τῆς ἀλήκτου ἀπολαύων, καὶ χαρᾶς ἀδιαδόχου, καὶ τρισηλίου ἐλλάμψεως.

 

Μαρτυρίου τὰ σκάμματα, ἀνδρικῶς διανύσαντες, κατ' ἀξίαν, ῞Αγιοι, ἐδοξάσθητε, Χρύσανθε μάρτυς ἀήττητε, ὁμοῦ σὺν θεόφρονι, Εὐφημίᾳ τῇ σεμνῇ· διὰ τοῦτο δεόμεθα, μὴ ἐλλείπητε, δυσωποῦντες Τριάδα τὴν ῾Αγίαν, ὑπὲρ τῶν ὑμνολογούντων, ὑμῶν τὴν ἔνδοξον ἄθλησιν.

Δόξα... ῏Ηχος δ'.

Μαρτυρικῇ ἐνστάσει, ἐν τῷ σκάμματι τῆς ἀθλήσεως ἀριστεύσας, τυραννικὴν μανίαν ἐφαύλισας, τῇ ἄνωθεν ῥοπῇ, Χρύσανθε μάρτυς ἀήττητε· τὴν γὰρ θείαν πανοπλίαν ἐνδυσάμενος, στρατιώτης ἀκραιφνὴς ἀνεδείχθης, τοῦ βασιλέως τῆς δόξης Χριστοῦ, καὶ τῶν ἀντικειμένων τὰς τάξεις ἐτροπώσω, ὅπλοις ἀληθείας. Καὶ νῦν τὸν ἀμαράντινον ἀναδησάμενος στέφανον, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Προεόρτιον. Ὁ αὐτός.

Ὢ τοῦ παραδόξου θαύματος! Ὁ ἐν Πνεύματι ἁγίῳ βαπτίζων καὶ πυρί, ἐν ᾽Ιορδάνῃ ἔρχεται βαπτισθῆναι ὑπὸ ᾽Ιωάννου· Θεὸς οὐ γυμνός, οὐδὲ ἄνθρωπος ψιλός, ἀλλ' ἐν δυσὶ ταῖς φύσεσιν, εἷς ὁ αὐτὸς Υἱὸς μονογενής· ζητῶν μὲν τὸ βάπτισμα, ὡς ἄνθρωπος ἐκ θνητοῦ, αἴρων δὲ ὡς Θεός, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχων πᾶσι τὸ μέγα ἔλεος.

 

Εἴσοδος. Φῶς ἱλαρόν, καὶ τὸ Προκείμενον τῆς ἡμέρας.

 

    Σημ: Εἰ βούλει εἰπεῖν ᾽Αναγνώσματα, ζήτει ταῦτα εἰς τήν ᾽Ακολουθίαν Θεοδώρου τοῦ Στρατηλάτου (8η Φεβρουαρίου).

Προφητείας Ἡσαϊου τὸ ἀνάγνωσμα

(Κεφ. ΜΓ΄ 9-14)

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ᾿ ἀρχῆς καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος τοῦ ᾿Ισραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ.' 15.)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

Εἰς τὴν Λιτήν.

Στιχηρὰ ᾽Ιδιόμελα.

῏Ηχος α'.

Τὸ χρύσεον ἄνθος τῶν Μαρτύρων, καὶ λαμπρὸν τοῦ Χριστοῦ ἀριστέα, Χρύσανθον τὸν ἔνδοξον, μαρτυρικοῖς ἐπαίνοις στέψωμεν· ὁλικῇ γὰρ διανοίᾳ, ἀκολουθήσας τῷ Σωτῆρι, τούτου τὸ πάθος ἐμιμήσατο, ἀθλητικοῖς ἀγῶσι· καὶ τῆς αὐτοῦ βασιλείας μετασχών, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύει, θέσει θεούμενος, καὶ πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

῏Ηχος β'.

Τῆς εὐσεβείας τῷ ζήλῳ πυρούμενος, τοῦ μαρτυρίου ὑπῆλθες τὰ σκάμματα, σεαυτὸν ἀπαρνησάμενος, θεολήπτῳ ψυχῆ, παμμάκαρ Χρύσανθε· καὶ γνώμῃ κεχρυσωμένῃ, τὴν τῶν εἰδώλων πενίαν διήλεγξας, ἐν τῷ λόγῳ τῆς χάριτος· καλῶς γὰρ ὡμολόγησας, τὴν καλὴν ὁμολογίαν, καὶ τῷ Σωτῆρι προσενήνεξαι, ὡς θῦμα εὐπρόσδεκτον, τμηθεὶς τὸν αὐχένα. ᾽Αλλ' ὡς Μάρτυς ἀήττητος, πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.

Ὁ αὐτός.

Τῷ οἰκείῳ αἵματι τῆς ἀσεβείας, σβέσας τοὺς ἄνθρακας, τὰς ψυχικὰς ἡμῶν ἀρούρας ἤρδευσας, πρὸς εὐκαρπίαν μυστικήν, Χρύσανθε μάρτυς Χριστοῦ· τῆς γὰρ μελλούσης ζωῆς, τὰς ἀπαρχὰς γεωργεῖς, καὶ πρὸς θεῖον ἔρωτα, ἐκκαίεις τὰς διανοίας ἡμῶν, τοῖς μακαρίοις πόνοις σου. Δι' ὧν τὴν ἄπονον ζωὴν ἐκληρονόμησας, καὶ ἀϊδίων ἐπάθλων ἔτυχες, ὑπὲρ ήμῶν δεόμενος, τῶν τελούντων τὴν μνήμην σου.

Δόξα. ῏Ηχος γ'.

Ἀνδρισάμενος στεῤῥῶς ἐν τῇ δοθείσῃ σοι ἰσχύϊ, ἐν ἀσθενείᾳ φύσεως, κατηγωνίσω τὸν ἀρχαῖον πτερνιστήν, Χρύσανθε μακάριε· οὐδόλως γὰρ ἔπτηξας τὴν φρυαττομένην κακίαν, ἀλλ' ἀπτοήτῳ ψυχῇ, ὑπῆλθες τὸ σκάμμα τῆς ἀθλήσεως· καὶ νίκης τρόπαιον ἀράμενος, τῶν αἰωνίων ἀγαθῶν ἠξίωσαι, ἀνακεκαλυμμένως ὁρῶν, Χριστοῦ τὴν λαμπρότητα· ἧς καὶ ἡμεῖς ἀξιωθείημεν, θεοδέκτοις λιταῖς σου, οἱ τελοῦντες τὴν μνήμην σου, Ἅγιε.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Φαιδρὰ μὲν ἡ παρελθοῦσα Ἑορτή, ἔνδοξος ἡ παροῦσα ἡμέρα. ᾽Εν ἐκείνῃ τῷ Σωτῆρι, Μάγοι προσεκύνησαν· ἐν ταύτῃ δὲ τὸν Δεσπότην, δοῦλος κλητὸς ἐβάπτισεν. ᾽Εκεῖ ποιμένες ἀγραυλοῦντες, εἶδον καὶ ἐθαύμαζον· ὧδε φωνὴ τοῦ Πατρός, τὸν μονογενῆ Υἱὸν ἐκήρυττε.

 

Εἰς τὸν Στίχον.

Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. δ'. ῍Ω τοῦ παραδόξου θαύματος!

Μάρτυς ἀθλοφόρε Χρύσανθε, διά Χριστόν τὸν Θεόν, σεαυτὸν παραδέδωκας, πρὸς σφαγὴν ἑκούσιον, θείῳ πόθῳ πτερούμενος· καὶ ἐκτμηθείς σου, τὴν κάραν, ἔνδοξε, πρὸς ἀθανάτους, λήξεις ἀνέδραμες. ῀Ω τῆς λαμπρότητος! ἧς μέτοχος γέγονας ἐν οὐρανοῖς, ὑπὲρ τῶν τιμώντων σε, ἀεὶ δεόμενος.

 

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Μάρτυς ἀθλοφόρε Χρύσανθε, ἀκαταπλήκτῳ ψυχῇ, τὸν Χριστὸν ὡμολόγησας, μὴ δείσας τὰ βάσανα, καὶ τὸν βίαιον θάνατον· ὅθεν πρὸς δόξαν, τὴν ὑπερκόσμιον, καλῶς τελέσας, τὸν θεῖον δρόμον σου, χαίρων ἀνέδραμες, καὶ χοροῖς ἠρίθμησαι τῶν ᾽Αθλητῶν, ἡμῖν ἱλεούμενος, Χριστὸν τὸν Κύριον.

 

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

 

Χαίροις, ἀθλοφόρε Χρύσανθε, τῆς ᾽Εκκλησίας Χριστοῦ, χρυσοῦν ἄνθος ἀμάραντον· χαίροις, καλλιπάρθενε, Εὐφημία πανεύφημε· χαίροις, μαρτύρων, δυὰς ὑπέρτιμε, οἱ καθελόντες, πλάνης τὸ φρύαγμα· ὡς παριστάμενοι, τοῦ Χριστοῦ τῷ βήματι ὑπὲρ ἡμῶν, δέησιν προσάγετε, θεομακάριστοι.

Δόξα. ῏Ηχος πλ. β'.

Τῷ πυρὶ τῆς θείας ἀγάπης, τῆς ἀπάτης φλέξας τὴν ἄκανθαν, ὡς λαμπὰς ἀειφανὴς ἀνήφθης, τῇ ᾽Εκκλησίᾳ τοῦ Χριστοῦ, καλῶς ἀθλήσας, Χρύσανθε· ὅθεν τῷ φωτί τῶν πρεσβειῶν σου, πρὸς τὸ φῶς τῶν θείων προσταγμάτων ἡμᾶς ὁδήγει, καὶ παθῶν τὸ σκότος σκέδασον, ὡς ἔχων παῤῥησίαν πρὸς Κύριον, ἀθλητὰ μακάριε.

Καὶ νῦν. Προεόρτιον. Ὁ αὐτός.

Ἔρχεται πρὸς ᾽Ιορδάνην, Χριστὸς ἡ ἀλήθεια, τοῦ βαπτισθῆναι ὑπὸ ᾽Ιωάννου, καὶ φησὶ πρὸς αὐτόν· ᾽Εγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; οὐ τολμῶ ὁ χόρτος προσψαῦσαι τῷ πυρί· σύ με ἁγίασον, Δέσποτα, τῆ θείᾳ ἐπιφανείᾳ σου.

 

᾽Απολυτίκιον.

῏Ηχος γ'. Θείας πίστεως.

Ἄνθος εὔοσμον, θείας ἀγάπης, σκεῦος χρύσεον, τοῦ μαρτυρίου, ἀνεδείχθης, παναοίδιμε Χρύσανθε· σὺ γὰρ ἀθλήσας νομίμως ἐδόξασας, τὸ τοῦ Σωτῆρος πανύμνητον ὄνομα. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα. Καὶ νῦν. Προεόρτιον.

῏Ηχος δ'. Κατεπλάγη ᾽Ιωσήφ.

Ἑτοιμάζου Ζαβουλών, καὶ εὐτρεπίζου Νεφθαλείμ. ᾽Ιορδάνη ποταμέ, στῆθι, ὑπόδεξαι σκιρτῶν, τοῦ βαπτισθῆναι ἐρχόμενον τὸν Δεσπότην. ᾽Αγάλλου ὁ Ἀδάμ, σὺν τῇ Προμήτορι· μὴ κρύπτετε ἑαυτούς, ὡς ἐν Παραδείσῳ τὸ πρίν· καὶ γὰρ γυμνοὺς ἰδὼν ὑμᾶς ἐπέφανεν, ἵνα ἐνδύσῃ τὴν πρώτην στολήν. Χριστὸς ἐφάνη, τὴν πᾶσαν κτίσιν, θέλων ἀνακαινίσαι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

 

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

῏Ηχος α'. Τὸν τάφον σου, Σωτήρ.

Ἀθλήσας ἀνδρικῶς, δι' ἀγάπην Κυρίου, καθεῖλες τὰς βουλάς, τοῦ ἐχθροῦ τοῦ δολίου· διὸ σὲ μακαρίζομεν, ἀθλητὰ Χριστοῦ Χρύσανθε, καὶ βοῶμέν σοι· ῾Υπὲρ ἡμῶν ἐκδυσώπει, τῶν τελούντων σου, τὴν παναοίδιμον μνήμην, ᾽Αγγέλων συνόμιλε.

Δόξα... Καὶ νῦν... Προεόρτιον. ῞Ομοιον.

Προέρχεται σαρκί, ὁ ὑπέρθεος Λόγος, ἐν ῥείθροις ποταμοῦ, βαπτισθῆναι δι' οἶκτον· ὃν βλέπων προσερχόμενον, ᾽Ιωάννης ὁ Πρόδρομος, πίστει ἔκραξε· Σύ με ἁγίασον, Σῶτερ, ὁ τὰ πταίσματα, τῷ ᾽Ιορδάνη ἐνθάπτων, βροτῶν ἀγαθότητι.

 

    Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα.

῏Ηχος γ'. Τὴν ὡραιότητα.

Πόνοις ἀθλήσεως, Μάρτυς, ἠρίστευσας, καὶ τὴν εὐσέβειαν πᾶσιν ἐτράνωσας, ὁμολογήσας τὸν Χριστόν, ἐνώπιον ἀσεβούντων· ὅθεν οὐρανίων σε, δωρεῶν κατηξίωσεν, ὁ τῶν ὅλων Κύριος, δεχθεὶς τοὺς ἀγῶνάς σου· ᾧ πρέσβευε ὑπὲρ τῶν τελούντων, Χρύσανθε, μνήμην σου τὴν θείαν.

Δόξα. Καὶ νῦν... Προεόρτιον. ῞Ομοιον.

Εἰκὼν προσέρχεται ἐπὶ τὸ βάπτισμα, ὁ ῾Υπερούσιος βροτὸς γενόμενος, ὅνπερ ἰδὼν ὁ Βαπτιστής, ἐβόα ἐν εὐλαβείᾳ· Πῶς βαπτίσω, Δέσποτα, σὲ τὸν ἀμόλυντον; Σὺ οὖν με ἁγίασον, ὡς πηγὴ ἀγαθότητος, καὶ δίδου ὀφλημάτων τὴν λύσιν, τοῖς προσκυνοῦσί σου τὸ κράτος.

 

῏Ηχος δ'. ᾽Επεφάνης σήμερον.

Ἐν σταδίῳ Χρύσανθε, ἀνδραγαθήσας, τὸν τῆς νίκης στέφανον, οἷα γενναῖος ᾽Αθλητής, παρὰ Κυρίου ἀπείληφας· ὃν ἐκδυσώπει, ὑπὲρ τῶν τιμώντων σε.

῞Ομοιον.

Δόξα... Καὶ νῦν... Προεόρτιον.

Τὰς ψυχὰς καθάρωμεν, βίῳ ἀμέμπτῳ καὶ Χριστὸν δεξώμεθα, ἥκοντα βάπτισμα λαβεῖν, αὐτῷ βοῶντες καὶ λέγοντες· Δόξα, Οἰκτίρμον, τῆ σῇ ἀγαθότητι.

 

    Σημ. Εἰ βούλει εἰπεῖν Εὐαγγέλιον, ἀνάγνωθι τὸ κατωτέρω διαλαμβανόμενον.

 

Τὸ Α' ᾽Αντίφωνον τῶν ᾽Αναβαθμῶν τοῦ δ΄ Ἤχου.

 

Προκείμενον, ῏Ηχος δ'.

Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρἰου, ἐν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

 

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ ᾽Ιωάννην.

(Κεφ ιε' 17 - ις' 2).

(Ζήτει τῇ 23ῃ ᾽Απριλίου ἐν τῇ Λειτουργίᾳ).

Ὁ Ν' Ψαλμός.

Δόξα... Ταῖς τοῦ ᾽Αθλοφόρου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου…

 

Στίχ. ᾽Ελέησόν με, ὁ Θεός...

Τὸ ᾽Ιδιόμελον.

῏Ηχος β'.

Μαρτυρικῇ κεκοσμημένος εὐκλείᾳ, τῆς ἀφθαρσίας ἐκομίσω τὰς δωρεάς, παρὰ Χριστοῦ ἀθλοθέτου, Χρύσανθε μακάριε· ὡς τῶν παθῶν γὰρ αὐτοῦ κοινωνήσας, καὶ τῆς βασιλείας ἠξίωσαι, τελέσας τὸν ἀγῶνα· διὸ σὲ μακαρίζομεν γεραίροντες τοὺς ἄθλους σου.

 

Οἱ Κανόνες. Ὁ Προεόρτιος ἐκ τοῦ Μηναίου.

Καὶ ὁ τοῦ Μάρτυρος, οὗ ἡ ᾽Ακροστιχίς·

Τὴν σὴν ἄθλησιν, Χρύσανθε, μέλπω. Γερασίμου.

ᾨδὴ α'.

῏Ηχος δ'. Θαλάσσης τὸ ἐρυθραῖον.

Τὸν νοῦν μου φωτιστικαῖς πρεσβείαις σου, Χρύσανθε, λάμπρυνον, ἵνα ὑμνήσω, Μάρτυς ἱερῶς, τοὺς ἁγίους ἀγῶνάς σου, δι' ὧν Χριστὸν ἐδόξασας, τὸν σὲ ἀξίως μεγαλύναντα.

 

ᾘσχύνθη ὁ δυσμενὴς καὶ πέπτωκεν, εἰς γῆν ὁ δόλιος, τῇ σῇ ἐνστάσει, Μάρτυς, τῆ στεῤῥᾷ· τὸν Χριστὸν γὰρ ἐκήρυξας, καὶ δι' αὐτὸν τὸν θάνατον, προθύμως, Χρύσανθε, ὑπέμεινας.

 

Νοός σου πρὸς τὸν Χριστὸν κατεύθυνας, ἅπασαν κίνησιν, καὶ ἐκφυγὼν τὴν σχέσιν τῶν φθαρτῶν, μαρτυρίου τὸν δίαυλον, γενναιοφρόνως ἤνυσας, Χρύσανθε, Μάρτυς ἀγαλλόμενος.

Θεοτοκίον.

Σαρκός μου ἀναλαβὼν τὸ φύραμα, ἐκ τῶν αἱμάτων σου, ἀναλλοιώτως, Κόρη, ὑπὲρ νοῦν, Θεὸς ἅμα καὶ ἄνθρωπος, Χριστὸς ἐκ σοῦ προέδραμεν, ἀνακαινίζων ἡμᾶς, ῎Αχραντε.

 

ᾨδὴ γ'.

Εὐφραίνεται ἐπὶ σοί.

Ἠγώνισαι καρτερῶς, ὡς στρατιώτης Χριστοῦ ἄριστος, καὶ τοῦ ἐχθροῦ ἔτρωσας, ἅπασαν τὴν δύναμιν, Χρύσανθε.

 

Νεκρώσεως καὶ φθορᾶς, ἀποβαλών τὸ γεηρὸν ἔνδυμα, ἀθλητικῶς, Χρύσανθε, χλαῖναν άφθαρσίας ἐνδέδυσαι.

 

Αἱμάτων σου οἱ κρουνοί, τῆς ἀσεβείας τὴν πυρὰν ἔσβεσαν, καὶ τῶν πιστῶν ἤρδευσαν, Χρύσανθε θεόφρον, τὸ φρόνημα.

Θεοτοκίον.

Θανάτου καὶ τῆς φθορᾶς, τῷ τοκετῷ σου λυτρωθείς, ῎Αχραντε, διὰ σοῦ, Δέσποινα, δρέπομαι ζωὴν τὴν ἀθάνατον.

 

Κάθισμα.

Ταχὺ προκατάλαβε.

῏Ηχος δ'.

Ἀγῶσιν ἀθλήσεως, καταβαλὼν τὸν ἐχθρόν, ζωὴν τὴν ἀθάνατον, διὰ θανάτου σαφῶς,ἐδρέψω, μακάριε· ὅθεν τῆς ἀφθαρσίας, τῷ νυμφῶνι χορεύων, Χρύσανθε ἀθλοφόρε, ἐκτενῶς ὲκδυσώπει, ὑπὲρ τῶν ἐκτελούντων τὴν πάντιμον μνήμην σου.

Προεόρτιον. ῞Ομοιον.

Ἀνθρώπων τὸ φύραμα, ἀναλαβών, ᾽Αγαθέ, προέρχῃ ὡς ἄνθρωπος, ἐν ᾽Ιορδάνῃ λαβεῖν, Οἰκτίρμον, τὸ βάπτισμα. ῞Οθεν σου τὴν ἁγίαν, ἐπιφάνειαν, Σῶτερ, ἅπαντες προσκυνοῦμεν, καὶ πιστῶς σοι βοῶμεν· δίδου τοῖς λατρευταῖς σου τὰ θεῖα ἐλέη σου.

 

ᾨδὴ δ'.

᾽Επαρθέντα σε ἰδοῦσα.

Λαμπρυνόμενος τῷ φέγγει τοῦ Παρακλήτου, τὸν σκοτασμὸν παρέδραμες, Χρύσανθε, τῆς πλάνης, καὶ πρὸς τὴν ἀνέσπερον ἡμέραν ἐχώρησας, διὰ μαρτυρίου, πανεύφημε.

 

Ἡ σὴ μνήμη ἀνατείλασα τοῖς ἐν κόσμῳ ἀκτῖσι τῶν ἀγώνων σου, ἅπασαν ἐλαύνει, ὁμίχλην τῶν θλίψεων, δαιμόνων τε ζόφωσιν, Χρύσανθε, ᾽Αγγέλων συνόμιλε.

 

Σοφιστείας διαλύσας τῆς ἀσεβείας, τῷ λόγῳ τῆς χάριτος καὶ σοφίᾳ θείᾳ, Χριστὸν ὡμολόγησας, Θεόν τε καὶ ἄνθρωπον, Χρύσανθε, ἀνδρείῳ φρονήματι.

 

Ἰθυνόμενος τῷ φόβῳ τῷ θείῳ, μάκαρ, ὑπῆλθες ἀνδρικώτατα, Χρύσανθε, τοὺς πόνους, τῆς θείας ἀθλήσεως, καὶ χαίρων ἐσκήνωσας, ἐν ταῖς τῶν ῾Αγίων λαμπρότησι.

Θεοτοκίον.

Νεκρωθεὶς τῇ ἁμαρτίᾳ δι' ἀμελείας, πρὸς σέ, ῾Αγνή, κατέφυγον, καὶ θερμῶς βοῶ σοι· Ζώωσόν με, Δέσποινα, ζωὴν ἡ κυήσασα, τὴν πηγὴν τοῦ ἐλέους, τὸν Κύριον.

 

ᾨδὴ ε'.

Σύ, Κύριέ μου, φῶς.

Χρύσανθον τὸν κλεινόν, εὐφημήσωμεν μάρτυρα, καὶ σὺν αὐτῷ Εὐφημίαν, τὴν πανεύφημον κόρην, νομίμως ὡς ἀθλήσαντας.

 

Ῥήσεσιν ἱεραῖς, πειθαρχῶν, μάρτυς Χρύσανθε, σεαυτὸν ἀπηρνήσω, καὶ προθύμως τὴν τρίβον, τοῦ μαρτυρίου ἤνυσας.

 

Ὕψωσας τῆς ψυχῆς, καὶ καρδίας τὸν ἔρωτα, πρὸς τὸν πανύψιστον Λόγον, καὶ προθύμως ἐδέξω, τὸν θάνατον, ᾽Αοίδιμε.

 

Στέφει πανευπρεπεῖ, ἀφθαρσίας κοσμούμενος, μὴ διαλείπῃς πρεσβεύων, ὦ Χρύσανθε τρισμάκαρ, ὑπὲρ τῶν ἀνυμνούντων σε.

Θεοτοκίον.

Ἄχραντε Μαριἀμ, Θεοτόκε πανύμνητε, τὴν σκοτισθεῖσαν ψυχήν μου, ἁμαρτίας τῷ ζόφῳ, καταύγασον καὶ σῶσόν με.

 

ᾨδὴ ς'.

Θύσω σοι, μετὰ φωνῆς.

Νομίμως, διανύσας δυνάμει τῇ ἄνωθεν, τὸ τῆς ἀθλήσεως σκάμμα, τῆς δικαιοσύνης παρὰ Κυρίου, ἐκομίσω, τὸ διάδημα, Χρύσανθε ἔνδοξε.

 

Θάλασσαν, ἀσεβείας τοῖς ῥείθροις κατέκλυσας, τῶν σῶν χυθέντων αἱμάτων, καὶ ἀκαταπόντιστος προσωρμίσθης, πρὸς λιμένας, τῆς γαλήνης ἄνωθεν, Χρύσανθε.

 

Ἔχοντες, πρὸς Χριστὸν παῤῥησίαν, μακάριοι, ὑπὲρ ἡμῶν δυσωπεῖτε, Χρύσανθε θεόφρον καὶ Εὐφημία, ὡς ἂν λύσιν, τῶν πταισμάτων ἀεὶ κομιζώμεθα.

Θεοτοκίον.

Μαρία, Θεοτόκε Παρθένε ἀμόλυντε, τὴν μολυνθεῖσαν ψυχήν μου, κάθαρον τοῖς ῥείθροις τοῦ σοῦ ἐλέους, καὶ πρὸς κτῆσιν, ἀληθοῦς μετανοίας με ἴθυνον.

 

Κοντάκιον.

῏Ηχος δ'. Τὰ ἄνω ζητῶν.

Τοῖς ῥείθροις, σοφέ, αἱμάτων σου ἐξήρανας, τῆς πλάνης δεινά, καὶ ψυχοφθόρα ῥεύματα, καὶ πρὸς πηγὴν ἀθάνατον, αἰωνίου ζωῆς κατεσκήνωσας· διὸ δυσώπει διδόναι ἡμῖν, πταισμάτων τὴν λύσιν, μάρτυς Χρύσανθε.

Ὁ Οἶκος.

Τῇ φωνῆ τοῦ Σωτῆρος ἀκολουθήσας, πάντα τὰ ἐν κόσμῳ τερπνὰ καὶ ἡδέα ἀπώσω, καὶ σαυτὸν ἀπαρνησάμενος, πρὸς μαρτυρικὰ ἐχώρησας σκάμματα, ἀγάπῃ θείᾳ τιτρωσκόμενος, καὶ πρὸς αἰώνιον ζωὴν ὁλοτρόπῳ σπουδῇ ἐπειγόμενος, μακάριε· καὶ εὐτόλμως κηρύξας Χριστοῦ τὸ ὄνομα, οὐκ ἔπτηξας τὴν τῶν ἀντικειμένων μανίαν, οὐδὲ θανάτου τὴν ψῆφον, ὡς ᾽Αθλητὴς ἐνθεώτατος· διὸ καλῶς τελέσας τὸν ἀγῶνα, καὶ τῶν οὐρανίων ἐπάθλων έπιτυχών, ἀεὶ δυσώπει διδόναι ἡμῖν, πταισμάτων τὴν λύσιν, μάρτυς Χρύσανθε.

 

Συναξάριον.

Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἀγίου ἐνδόξου καὶ καλλινίκου μάρτυρος Χρυσάνθου.

Στίχοι.

Χρύσανθος ἀνθεῖ καρπὸν ἥδιστον πάνυ,

Τὸν καὶ πολὺ φανέντα κρείττω χρυσίου.

Χρύσανθος τετάρτῃ ἐξεπέρησεν ἆθλον ἀργαλέον.

 

Οὗτος παῤῥησίᾳ ὁμολογήσας καὶ κηρύξας τὸ ὄνομα τοῦ Σωτῆρος ἡμῶν ᾽Ιησοῦ Χριστοῦ, τοῦ Θεοῦ, καὶ μηδόλως δειλιάσας τὴν τῶν ἀντικειμένων ὲχθρῶν δύναμιν, κατῄσχυνε, διὰ τῆς στεῤῥᾶς καὶ ὰμεταθέτου πίστεώς του, τὰ τῆς πλάνης σεβάσματα. Παρεστὼς δὲ ἐνώπιον ἀρχόντων καὶ ἡγεμόνων καὶ εὐθαρσῶς ὁμολογήσας τὸν Χριστὸν εἶναι Υἱὸν τοῦ Θεοῦ καὶ Θεὸν ἀληθινόν, καὶ καλῶς τελέσας τὸν τῆς ἀθλήσεως ἀγῶνα, ἐδέξατο παρὰ τοῦ Κυρίου τὸν τῆς αἰωνίου ζωῆς στέφανον, τμηθεὶς τὸν αὐχένα καὶ συναριθμηθεὶς ταῖς τῶν ἁγίων Μαρτύρων χορείαις, ὡς μάρτυς ἀληθείας καὶ στρατιώτης Χριστοῦ ἀκαταγώνιστος.

 

Τῇ αὐτῇ ὴμέρᾳ, Μνήμη τῆς ἁγίας μάρτυρος Εὐφημίας, τῆς πλησίον τοῦ ἁγίου μάρτυρος ᾽Ακακίου.

Στίχοι.

Εὐφημίας λόγος σε τὴν Εὐφημίαν

Τρανῶς κατηξίωσε τῆς ἀθανάτου.

 

Τῇ αὐτῇ ἡμἐρᾳ, ῾Η Σύναξις τῶν ἁγίων καὶ ἐνδόξων ῾Εβδομήκοντα ᾽Αποστόλων.

Στίχοι.

Τοὺς ῾Εβδομήκοντ' εὐκλεεῖς ᾽Αποστόλους

Καὶ ὧδ' ὁμοῦ σύμπαντας εὐφημεῖν θέμις.

᾽Αμφὶ τετάρτην ἄνδρας ἀγακλεέας κυδαίνω.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ ὅσιος Θεόκτιστος, ὁ ῾Ηγούμενος τοῦ ἐν τῷ Κουκούμῳ τῆς Σικελίας, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι.

᾽Εν τῇ χλοαυγεῖ τῆς ᾽Εδὲμ Θεοκτίστῳ

Μοῖραν δίδως, ἄκτιστε τοῦ Θεοῦ Λόγε.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Οἱ ἅγιοι ἕξ Μάρτυρες ἐν εἰρήνῃ τελειοῦνται.

Στίχοι.

Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου,

῾Εξαπτέρυξι συμπαρίστανται Νόοις.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Ζωσίμου μοναχοῦ καὶ ᾽Αθανασίου κομενταρησίου.

Στίχοι.

᾽Αθανάσιος συνθανὼν τῷ Ζωσίμῳ,

῎Ενδον πέτρας ἥδιστα καὶ ζῆν ἔχει.

 

Τῇ αὐτῆ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας ᾽Απολλιναρίας τῆς Συγκλητικῆς.

Στίχοι.

Αἴρουσιν ἐκ γῆς τὴν ᾽Απολλιναρίαν·

Καὶ γὰρ κατοικεῖν οὐρανοὺς ἦν ἀξία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου νέου ὁσιομάρτυρος ᾽Ονουφρίου, τοῦ ἐν Χίῳ μαρτυρήσαντος ἐν ἔτει Ι8Ι8ῳ.

Στίχοι.

Τρὶς πληγεὶς εἰς τὸν αὐχένα, μάκαρ,

Τὴν ζωαρχικὴν ἐδόξασας Τριάδα.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ὴμᾶς. ᾽Αμήν.

 

ᾨδὴ ζ'.

᾽Εν τῇ καμίνῳ.

Ἐν τῇ καμίνῳ, τῶν πειρασμῶν δρόσον δεχόμενος, Χρύσανθε ἀθλοφόρε, χάριτος θεϊκῆς, εὐχαρίστως ἀνεκραύγαζες· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

 

Λελαμπρυσμένος, τοῦ μαρτυρίου θείου στίγμασι, δόξης τε ἁγίας, Χρύσανθε, ταῖς αὐγαῖς, ἀπαστράπτων ἀνακράζεις νῦν· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

 

Πάντα τὰ κέντρα, τοῦ πολεμήτορος συνέτριψας, Χρύσανθε, βολίσιν ἄθλων σου ἱερῶν, ἀνακράζων τῷ Παντάνακτι· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου, Κύριε.

Θεοτοκίον.

Γένος ἀνθρώπων, πρὸς ἀφθαρσίαν ἀνακέκληται, τῷ τῆς σῆς ἁγνείας θείῳ τοκετῷ, Θεοτόκε ᾽Αειπάρθενε· ὅθεν ὑμνοῦμέν σε, ὡς ἀπαρχὴν σωτηρίας καὶ εἴσοδον.

 

ᾨδὴ η'.

Χεῖρας ἐκπετάσας Δανιήλ.

Ἔδραμες ἀνδρείῳ λογισμῷ, τὸν τῆς ἀθλήσεως δρόμον, Μακάριε· καὶ τὰς πορείας ἐστένωσας, τοῦ ἐχθροῦ τοῦ πολεμήτορος, καὶ πρὸς τὸ πλάτος οὐρανοῦ, ψάλλων ἀνέδραμες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Ῥώμῃ δυναμούμενος Χριστοῦ, τὴν τοῦ ἀλάστορος, ἰσχὺν ἐφαύλισας, καὶ ἀσθενείᾳ τῆς φύσεως, ἀριστεύσας, μάρτυς Χρύσανθε, ξίφει ὑπέκλινας σαυτόν, καὶ χαίρων ἔδραμες, ἔνθα πάντων, τῶν ᾽Αθλητῶν αἱ τάξεις χορεύουσιν.

 

Ἄνωθεν ὡς μάρτυς εὐκλεής, τοῦ Παντοκράτορος, ἅγιε Χρύσανθε, τοὺς ἐκτελοῦντας τὴν μνήμην σου, καί γεραίροντας τοὺς ἄθλους σου, ἀεὶ ἐπόπτευε, σοφέ, καὶ ῥύου πάντοτε, πάσης βλάβης, καὶ κινδύνων παντοίων καὶ θλίψεων.

Θεοτοκίον.

Σκέπε καὶ ἀπάλλαττε ἡμᾶς, τῶν τοῦ ἀλάστορος, βελῶν ἑκάστοτε, καί ῥυπαρῶν ἐνθυμήσεων, κάθαρον τὸν νοῦν, Πανάχραντε, καὶ τὴν καρδίαν καὶ ψυχήν, φύλαττε πάντοτε τῶν βοώντων Χαῖρε, Κόρη, βροτῶν τὸ διάσωσμα.

 

ᾨδὴ θ'.

Λίθος ἀχειρότμητος ὄρους.

Ἴσχυσας ἑλεῖν τῆς ἀπάτης, ἐν τῇ δυνάμει τοῦ Σωτῆρος, πᾶσαν τὴν ἰσχύν, ᾽Αθλοφόρε, καὶ μαρτυρίου στέφανον δέξασθαι. Διὸ σὲ μακαρίζομεν, Χρύσανθε μάρτυς ἀξιάγαστε.

 

Μνήμην σου τελοῦντες τὴν θείαν, φιλομαρτύρων δῆμος, μάρτυς, Χρύσανθε, θερμῶς σοι βοῶμεν· Μὴ διαλείπῃς ἀεὶ δεόμενος, λαβεῖν τὸ θεῖον ἔλεος, καὶ φωτισμὸν ἡμᾶς οὐράνιον.

 

Οἱ τῆς ᾽Εκκλησίας ἀστέρες, καὶ ᾽Ορθοδόξων οἱ προστάται, Χρύσανθος ὁ μάρτυς Κυρίου, καὶ Εὐφημία ἡ καλλιπάρθενος, συμφώνως ἀνυμνείσθωσαν, ὡς πρεσβευταὶ ἡμῶν πρὸς Κύριον.

Θεοτοκίον.

Ὕψιστον Θεὸν τετοκυῖα, μετὰ σαρκὸς ἀναλλοιώτως, ὕψωσον ἡμῶν τὴν καρδίαν, πρὸς τὴν ἀγάπην τὴν θείαν, ῎Αχραντε, καὶ αἴτει ταῖς ψυχαῖς ἡμῶν, τὸν φωτισμὸν τοῦ θείου Πνεύματος.

 

᾽Εξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἄστροις.

Χρύσεον ἄνθος ὤφθης, τῆς ᾽Εκκλησίας τοῦ Χριστοῦ, ἀθλητικῇ γεωργίᾳ, εὐωδιάζον μυστικῶς, τῶν εὐσεβῶν τὰς καρδίας, Χρύσανθε μάρτυς Κυρίου.

Προεόρτιον. ῞Ομοιον.

Ἐπὶ τὰ ῥεῖθρα ἥκει, τοῦ ᾽Ιορδάνου ὁ Σωτήρ, ὡς ἂν βαπτίσματι θείῳ ἀποκαθάρῃ τὸν ᾽Αδάμ· προϋπαντήσωμεν τούτῳ κεκαθαρμέναις καρδίαις.

 

Εἰς τοὺς Αἴνους.

    ῾Ιστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

῏Ηχος α '.

Τῶν οὐρανίων ταγμάτων.

Ἀθλητικῶς ἀριστεύσας, παμμάκαρ Χρύσανθε, ἐπάθλων οὐρανίων, ἐπαξίως μετέσχες, καὶ δόξης ἀποῤῥήτου ἀξιωθείς, ἐκτενῶς καθικέτευε, ὑπὲρ ἡμῶν τῶν τελούντων χρεωστικῶς, τὴν σεπτήν σου μνήμην, ῞Αγιε.

 

Τοῖς τῶν αἱμάτων σου ῥείθροις, παμμάκαρ Χρύσανθε, κατέσβεσας τὴν φλόγα, τῆς εἰδώλων ἀπάτης καὶ ὤμβρησας τὴν δρόσον τὴν ἐκ Θεοῦ, τὴν εὐφραίνουσαν, ῞Αγιε, τὰς διανοίας τῶν ὕμνοις τε καὶ ᾠδαῖς, εὐφημούντων σου τὴν ἄθλησιν.

 

Τῆς ἀφθαρσίας τῷ στέφει καλλωπιζόμενος, ὡς μάρτυς τοῦ Σωτῆρος, Χρύσανθε ἀθλοφόρε, δυσώπει ἐκλυτροῦσθαι φθοροποιῶν, πειρασμῶν τε καὶ θλίψεων, τοὺς ἐκτελοῦντας ἐν πίστει εἰλικρινεῖ, τὴν ἁγίαν σου πανήγυριν.

 

Τοῦ Παρακλήτου τῇ αἴγλῃ καταλαμπόμενοι, Χρύσανθε ἀθλοφόρε, καὶ σεμνὴ Εὐφημία, αἰτεῖσθε τὸν σωτήριον ἱλασμόν, καὶ πταισμάτων τὴν ἄφεσιν, τοῖς τὴν σεπτὴν ὑμῶν μνήμην

καὶ παμφαῆ, κατὰ χρέος ἑορτάζουσι.

Δόξα... ῏Ηχος πλ.α'.

Τῷ φωτὶ τῆς πίστεως, τὴν ζωὴν ῥυθμίζων, ἀθλητικῆς εὐκλείας ἐπέβης, καλῶς ἀγωνισάμενος, Χρύσανθε θεόφρον. Τῷ γὰρ Χριστῷ ἀκολουθῶν, ὑπὲρ τῆς δόξης αὐτοῦ, τῆς προσκαίρου ζωῆς οὐκ ἐφείσω, ἀλλ' οἰκείῳ αἵματι, τὴν πρὸς αὐτὸν τελειοτάτην ἐκύρωσας ἀγάπην. ᾽Αλλ᾽ ὡς ἔχων παῤῥησίαν πρὸς αὐτόν, ἱκέτευε δεόμεθα, ῥύεσθαι ἡμᾶς πάσης θλίψεως, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν.

Προεόρτιον. Ὁ αὐτός.

Ἐν ᾽Ιορδάνῃ ποταμῷ Χριστὸς ὁ Θεὸς ἡμῶν, μολεῖ πρὸς τὸ Βάπτισμα, καθᾶραι θέλων ἡμᾶς, ἐκ τῶν ἀνομιῶν ἡμῶν, τῇ αὐτοῦ ἐπιφανείᾳ, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

 

Δοξολογία Μεγάλη, καὶ ᾽Απόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ.

 

    Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τῶν Κανόνων ᾠδὴ γ' τοῦ Προεορτίου καὶ ᾠδὴ ς' τοῦ Μάρτυρος.

 

Ὁ ᾽Απόστολος.

Προκείμενον. ῏Ηχος βαρύς, (Ψαλμ. ξγ').

Εὐφρανθήσεται δίκαιος ἐν τῷ Κυρίῳ.

Στίχ. Εἰσάκουσον, ὁ Θεός, τῆς προσευχῆς μου.

 

Πρὸς Τιμόθεον β' Ἐπιστολῆς Παύλου τὸ Ανάγνωσμα.

(Κεφ. β' 1-10)

(Ζήτει τῇ 26η ᾽Οκτωβρίου).

Τέκνον Τιμόθεε, ἐνδυναμοῦ ἐν τῇ χάριτι τῇ ἐν Χριστῷ ᾽Ιησοῦ, καὶ ἃ ἤκουσας παρ' ἐμοῦ διὰ πολλῶν μαρτύρων, ταῦτα παράθου πιστοῖς ἀνθρώποις, οἵτινες ἱκανοὶ ἔσονται καὶ ὲτέρους διδάξαι. Σὺ οὖν κακοπάθησον ὡς καλὸς στρατιώτης ᾽Ιησοῦ Χριστοῦ. Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρἐσῃ. ᾽Εὰν δὲ καὶ ἀθλῇ τις, οὐ στεφανοῦται, ἐὰν μὴ νομίμως ἀθλήσῃ. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον τῶν καρπῶν μεταλαμβάνειν. Νόει ἅ λέγω· δῴη γάρ σοι ὁ Κύριος σύνεσιν ἐν πᾶσι. Μνημόνευε ᾽Ιησοῦν Χριστὸν ἐγηγερμένον ἐκ νεκρῶν, ἐκ σπέρματος Δαυΐδ, κατὰ τὸ εὐαγγέλιόν μου· ἐν ᾧ κακοπαθῶ μέχρι δεσμῶν ὡς κακοῦργος· ἀλλ' ὁ λόγος τοῦ Θεοῦ οὐ δέδεται. Διὰ τοῦτο πάντα ὑπομένω διὰ τοὺς ἐκλεκτούς, ἵνα καὶ αὐτοὶ σωτηρίας τύχωσι τῆς ἐν Χριστῷ ᾽Ιησοῦ μετὰ δόξης αἰωνίου.

 

᾽Αλληλούϊα (γ'), ῏Ηχος α', (Ψαλμ. 91').

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου, έν ταῖς αὐλαῖς τοῦ Θεοῦ ἡμῶν ἐξανθήσει.

 

Τὸ Εὐαγγέλιον.

Ἐκ τοῦ κατἁ Ματθαῖον.

(Κεφ 1' 16- 22)

(Ζήτει τῇ Τετάρτῃ τῆς Γ΄ Ἑβδομάδος Ματθαίου).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· ᾽Ιδοὺ ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...

 

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. ᾽Αλληλούϊα.

 

Μεγαλυνάριον.

Χαίροις, εὐσεβείας ἄνθος τερπνόν, Χρύσανθε παμμάκαρ, γεωργίᾳ ἀθλητικῇ, τὰς τῶν εὐσεβούντων, αἰσθήσεις κατευφραῖνον, καὶ πλάνης τὸ δυσῶδες, διῶκον πάντοτε.

 

Δίστιχον.

Χρύσανθε, χρύσωσον ἀρετῶν χρυσίῳ

Γεράσιμον μέλψαντα τὴν ἄθλησίν σου.