ΑΚΟΛΟΥΘΙΑ

Τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν ΑΓΑΠΙΟΥ τοῦ Ἀρχιμανδρίτου.

Μνήμη ΙΑ΄ ΙΑΝΟΥΑΡΙΟΥ

Ποίημα Μοναχοῦ Γερασίμου Μικραγιαννανίτου.

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε Ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου.

Ἦχος δ΄. Ὡς Γενναΐον ἐν Μάρτυσι.

Φερώνυμως ἠγάπησας, τὸν Σωτῆρα Ἀγάπιε, καὶ αὐτοῦ τοῖς ἴχνεσι ἠκολούθησας, Ἀσκητικοῖς ἀγωνίσμασι, τὸν νοῦν καθηράμενος, καὶ δοχεῖον καθαρόν, γεγονὼς Θείου Πνεύματος· Διὰ τοῦτό σε, ὁ Χριστὸς τῆς ἀλήκτου βασιλείας, μέτοχον Πάτερ δεικνύει καὶ τῶν Ἄγγέλων συνόμιλον.

 

Ἐγκρατείᾳ διέλαμψας καί ζωῆς καθαρότητι, καὶ ἠθῶν σεμνότητι ἀξιάγαστε· ὅλον τὸν νοῦν γὰρ ἐπτέρωσας, πρὸς μόνα τὰ μένοντα καὶ παρεῖδες τῶν φθαρτῶν, πᾶσαν σχέσιν Ἀγάπιε, θείῳ ἔρωτι· ὅθεν χάριτος θείας ἠξιώθης καὶ πρεσβεύεις ὑπὲρ πάντων, τῶν ἐκτελούντων τὴν μνήμην σου.

 

Θείῳ λόγῳ τρεφόμενος, καὶ τῷ νόμῳ τῆς χάριτος, Ὅσιε Ἀγάπιε ῥυθμιζόμενος· τύπος καλῶν ὤφθης πράξεων, καὶ πλήρης ἐλλάμψεως, οὐρανίου ἀληθῶς καὶ σοφῶς καθωδήγησας, πρὸς τὰ κρείττονα, Μοναστῶν τὰς χορείας ὧν ἡγήσω, ὡς Θεοῦ θεῖος θεράπων καὶ ὁδηγὸς ἐνθεώτατος.

 

Μοναστῶν ὑποτύπωσις, ἀρετῶν ἐνδιαίτημα, τῆς ἀγάπης ὄργανον θεοκίνητον, τῶν πρὸς Θεὸν ἀναβάσεων, Εἰκὼν καὶ ὑπόδειγμα καὶ σοφὸς μυσταγωγός, ἀνεδείχθης Ἀγάπιε ὑφηγούμενος, τὰ σωτήρια λόγῳ τε καὶ ἔργῳ, τοῖς ἄνω ἐκζητοῦσι καὶ μετασχεῖν τούτων σπεύδουσι.

 

Ἐν τῷ βίῳ περίβλεπτος, ἀρετῶν τελειότητα, Ὅσιε Ἀγάπιε καὶ αἰδέσιμος, ὡς ἀληθῶς ἀναδέδειξαι καὶ ψήφῳ τῇ κρείττονι, Μάνδρας τῆς τῶν Μοναστῶν καθηγήσω σοφώτατα· ὅθεν εἴληφας, καὶ τὴν κλῆσιν προσφόρως θεοφόρε,καὶ ἐπάξιον ἐδέξω, ἀντιμισθίαν τῶν πόνων σου.

 

Ὡς τῆς ἄνω λαμπρότητος, κοινωνὸς καὶ συμμέτοχος καὶ Ἀγγέλων σύσκηνος καὶ συνόμιλος, καὶ τῶν χορῶν ἰσοστάσιος, Ἁγίων Ἄγάπιε, καὶ τῆς δόξης τοῦ Χριστοῦ θεωρὸς ἐνθεώτατος, καθικέτευε, πάσης βλάβης ῥυσθῆναι καὶ ἀνάγκης, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

Δόξα. Ἦχος πλ.β΄.

Σήμερον τῇ Ἐκκλησίᾳ ἐξέλαμψεν, ἡ τοῦ Ὀσίου Ἀγαπίου μνήμη, τῆς θείας ἀγάπης, τὰς χάριτας ἐκλάμπουσα· ἐν αὐτῇ γὰρ Χριστοῦ εὐαρεστήσας, πρὸς τὴν κτῆσιν τῶν κρειττόνων ἰθύνει τοὺς βοῶντας· Χαίροις ὁ ὁλικῶς τὸν Θεὸν ἀγαπήσας καὶ κατάλληλον ἐπιδειξάμενος βίον· Χαίροις τῆς ἐν Πνεύματι ζωῆς, ἐργάτης δοκιμώτατος καὶ τῶν ἐξ αὐτῆς δωρεῶν, θεῖον ἐνδιαίτημα· χαίροις Μοναστῶν ὁδηγὸς καὶ τύπος καὶ πρεσβευτὴς ἡμῶν, πρὸς Θεὸν θερμότατος· ᾧ πρέσβευε Ἅγιε ῥύεσθαι ἡμᾶς πάσης θλίψεως.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Τὸν ἐκ Παρθένου Ἥλιον, βλέπων ὁ ἐκ στείρας Λύχνος φαεινός, ἐν Ἰορδάνῃ αἰτούμενον Βάπτισμα, ἐν δειλίᾳ καὶ χαρᾷ, ἐβόα πρὸς αὐτὸν· Σύ με Ἁγίασον Δέσποτα, τῇ θείᾳ ἐπιφανείᾳ σου.

 

Εἴσοδος, Φῶς Ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ' 1-9)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καί ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὺτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. ε' 15 - ς-' 3)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτισασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα. .

(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιόμελα Ἦχος α.'

Ὅσιε Πάτερ, θείῳ φόβῳ στοιχειωθείς, τῶν ἐν κόσμῳ τερπνῶν ἀπανέστης καὶ ἀγγελικῶς Χριστῷ ἠκολούθησας· συντονίᾳ γὰρ θείων πράξεων, σαρκὸς νεκρώσας τὸ φρόνημα, τῆς αἰωνίου ζωῆς τὰς ἀντιδόσεις, περιφανῶς ἐθησαύρισας· καὶ τοῦ ἐν σοὶ πληρώματος, τὸν πλοῦτον ἐκφαίνων, ὑφηγητὴς θεόληπτος, ἧς πεπίστευσαι Μάνδρας λογικῆς, ἀληθείας ἐγένου, θεοφόρε Ἀγάπιε· καὶ νῦν μὴ παύσῃ πρεσβεύων, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β.'

Λόγῳ τὸν βίον κατευθύνων καὶ ἀρετῶν ἰδέαις διαπρέπων λογικῶν προβάτων γέγονας Ποιμήν, θείῳ νεύματα Ἀγάπιε· ὡς φωτὸς θείου ἔμπλεως καὶ διδαχῶν βακτηρίᾳ καὶ οἰκείῳ ὑποδείγματι, ἀσφαλῶς τὴν σὴν Μὰνδραν ὡδήγησας, ἐπὶ νομὰς σωτηρίας καὶ ἀφθαρσίας λειμῶνας· διὸ Χριστὸς ὁ Κύριος, τοὺς σοὺς πόνους προσδεξάμενος, ἀξίως σε ἐδόξασεν, ὡς οἰκεῖον θεράποντα.

Ἦχος γ΄.

Ὡς καθάρας σεαυτόν, δι' ἐνάρετου πολιτείας, τῆς ἐπιπνοίας τοῦ Πνεύματος, θεῖον σκεῦος ὤφθης Ὅσιε· καὶ ἐν φρονήσει ἀληθεῖ, τὰς ἐπιπνοίας τοῦ ἐχθροῦ καθελών, τῆς τούτου λύμης ἀσινεῖς ἐφύλαξας, τοὺς ἑπομένους τῷ λόγῳ σου· ὡς γὰρ ἄγρυπνος ποιμὴν καὶ ὡς ψυχῶν ἰατὴρ σωτηρίας παρέχεις φάρμακα καὶ πρεσβεύεις Ἀγάπιε Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.

Δόξα. Ἦχος δ΄.

Τῆς ἀληθοῦς ἀγάπης,γεωργῶν τοὺς καρπούς, ὡς δένδρον κατάκαρπον κατὰ Δαβὶδ ἐβλάστησας, ἐν τοῖς ὕδασι τῆς ἀσκήσεως, Ἀγάπιε Ὅσιε· πᾶσι γὰρ προφαίνεις, ψυχικῆς εὐκαρπίας λαμπρότητα καὶ θεϊκῆς χορηγίας, δαψιλῆ χρηστότητα· ὅτι Χριστὸς ὃν ἠγάπησας καὶ ᾧ πιστῶς δεδούλευκας, πλουσίων δωρεῶν σε ἠξίωσεν. Αὐτὸν ἱκέτευε, Ἅγιε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς

Σὲ τὸν ἐν Πνεύματι καὶ πυρί, καθαίροντα τὴν ἁμαρτίαν τοῦ κόσμου καθορῶν ὁ Βαπτιστής, ἐρχόμενον πρὸς αὐτόν, δειλιῶν καὶ τρέμων ἐβόα λέγων· Οὐ τολμῶ κρατῆσαι τὴν κορυφήν σου τὴν ἄχραντον· σύ με ἁγίασον Δέσποτα τῇ ἐπιφανείᾳ σου, μόνε Φιλάνθρωπε.

 

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.

Ἦχος πλ.δ΄. Ὢ τοῦ παραδόξου θαύματος.

Ὅσιε Πάτερ Ἀγάπιε, τῇ ἀγαπήσει. Χριστοῦ τὴν ψυχὴν πυρπολούμενος κοσμικὴν τερπνότητα, νουνεχῶς καταλέλοιπας, καὶ τὸν Σταυρόν σου ἀναλαβόμενος, πᾶσαν τὴν σάρκα τῷ νῷ ὑπέταξας· ὅθεν ἠξίωσαι, οὐρανίου χάριτος, καὶ Μοναστῶν, ὤφθης ὑπστύπωσις, λόγοις καὶ πράξεσι.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου...

 

Ὅσιε Πάτερ Ἀγάπιε, ἀνακαθάρας τὸν νοῦν, κοσμικῆς πάσης σχέσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης λαμπρότητα, καὶ θεωρήσας κάλλος τὸ ἄχραντον, θείας ἐπλήσθης ἀγαλλιάσεως· ἧς νῦν τρανώτερον, ἀπολαύων Ἅγιε,ὑπὲρ ἡμῶν, πάντοτε ἱκέτευε,τῶν εὐφημούντων σε.

 

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...

 

Ὅσιε Πάτερ Ἀγάπιε, τῶν ὑπὲρ νοῦν ἀγαθῶν, κληρονόμος γενόμενος, ὡς θεράπων γνήσιος, τοῦ τῶν ὅλων Δεσπόζοντος, ὁρᾷς Ἀγγέλων θείας λαμπρότητας καὶ συνευφράινῃ Ἁγίων τάξεσι, μεθ ὧν ἱκέτευε,τὴν Τριάδα πάντοτε, πάσης ὀργῆς καὶ ἀνάγκης ῥύεσθαι,τοὺς σὲ γεραίροντας.

Δόξα.... Ἦχος πλ.δ΄.

Ἐγκρατείας τῷ πυρί, τὸ γεηρὸν ἀναλώσας φρόνημα, τὴν ψυχὴν ἐπτέρωσας θείῳ ἔρωτι Ὅσιε· τῷ γὰρ θείῳ θελήματι, πάντα τὰ σὰ ἀναθέμενος, θεοπρεπεῖ πολιτείᾳ, Ὁσίως ἐβίωσας, ἀρετῶν ἀσκήσεσι δοξάσας τὸν Κύριον. Καὶ νῦν τῆς δόξης αὐτοῦ κατατρυφῶν Πάτερ Ἄγάπιε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Σήμερον ἡ κτίσις φωτίζεται· σήμερον τὰ πάντα εὐφραίνονται, τὰ οὐράνια ἅμα καὶ τὰ ἐπίγεια. Ἄγγελοι καὶ ἄνθρωποι συμμίγνυνται· ὅπου γὰρ Βασιλέως παρουσία, καὶ ἡ τάξις παραγίνεται. Δράμωμεν τοίνυν ἐπὶ τὸν Ἰορδάνην· ἴδωμεν πάντες τὸν Ἰωάννην, πῶς βαστάζει κορυφήν, ἀχειροποίητον καὶ ἀναμάρτητον. Διὸ Ἀποστολικὴν φωνὴν προσᾴδοντες βοήσωμεν· Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ, ἡ σωτήριος πᾶσιν ἀνθρώποις, καταυγάζουσα καὶ παρέχουσα πιστοῖς τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον.

 Ἦχος.πλ.α΄. Τὸν Συνάναρχον Λόγον.

Φερωνύμως τῇ θείᾳ ἀγάπῃ Ὅσιε, πτερωθεὶς τὴν ψυχήν σου βίον ἐνάρετον, πεπολίτευσαι ἐν γῇ Πάτερ, Ἀγάπιε,καὶ τῶν θείων δωρεῶν, κοινωνὸς ἐν οὐρανοῖς, γενόμενος θεοφόρε, ἀδιαλείπτως δυσώπει, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ τὸ τῆς Ἑορτῆς.

Ἐν Ἰορδάνη βαπτιζομένου σου Κύριε...

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ.

Μετὰ τὴν α΄. Στιχολογίαν, Κάθισμα.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Ἠγάπησας Χριστόν, ὁλικῇ διανοίᾳ ,καί ἔζησας ἐν γῇ, ὥσπερ Ἄγγελος Πάτερ· ἐντεῦθέν σε Ἀγαπιε, οὐρανῶν τὰ σκηνώματα, ὑπεδέξαντο, μετὰ τὸ Ἅγιον τέλος, ἔνθα πρέσβευε, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν πὰνσεπτον μνήμην σου.

Ὅμοιον τῆς Ἑορτῆς.

Ῥοαῖς τοῦ ποταμοῦ, Ἰορδάνου προσῆλθες, ὡς ἄνθρωπος Χριστέ, καὶ χερσὶ τοῦ Προδρόμου, ἐδέξω τὸ βάπτισμα, διὰ πλῆθος χρηστότητος· ἀνυμνοῦμέν σου, τὴν ἀγαθότητα Λόγε, δι' ἧς ἔπλυνας, τὴν τοῦ Ἀδὰμ ἁμαρτίαν καὶ κόσμον ἀνέπλασας.

 

Μετὰ τὴν β. Στιχολογιαν, Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Ἀσκήσει ἐκάθηρας, τὸ ὀπτικὸν τῆς ψυχῆς, καὶ βίου λαμπρότητι, ὤφθης φωστὴρ Μοναστῶν, Ἀγάπιε Ὅσιε· ὅθεν τούτων ἡγήσω, ἐπιπνοίᾳ τῇ θείᾳ, λύσας τὰς μεθοδείας, τοῦ δολίου Βελίαρ· καὶ νῦν δυσώπει Ἅγιε, ὑπὲρ τῶν τιμώντων σε.

Ὅμοιον. Τῆς Ἑορτῆς.

Τὸ φῶς τὸ ἀπρόσιτον, ἐν ἀνθρωπίνη μορφῇ, Χριστὸς ὁ Φιλάνθρωπος, ἀνακαθαίρων ἡμᾶς, τὸ βάπτισμα δέχεται· δεῦτε πάντα τὰ ἔθνη, προσκυνήσωμεν τοῦτον· ἦλθε γὰρ ἐπεφάνη, καταυγάζων τὸν κόσμον. Ἀλλὰ δόξα οἰκτίρμον, τῇ σῇ ἀγαθότητι.

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος δ΄. Ἐπεφάνης σήμερον.

Ἐγκρατείᾳ Ἅγιε ἐνδιαπρέψας τοῦ Ἁγίου Πνεύματος, ὤφθης δοχεῖον καθαρόν, πᾶσι παρέχων Ἀγάπιε, θείας ἀγάπης τὴν χάριν πρεσβείαις σου

Ὅμοιον. Τῆς Ἑορτῆς.

Βαπτισθεὶς ὡς ἄνθρωπος ὁ πάντων Κτίστης, τῆς φθορᾶς ἀπήλλαξεν τοὺς γηγενεῖς ὡς ἀγαθὸς· ὅτι Υἱὸς μεμαρτύρηται, ἀγαπητὸς ἐκ Πατρὸς καὶ ὁμόδοξος.

 

Τὸ α΄. Ἀντίφωνον τοῦ δ.' ἤχου.

Προκείμενον .

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.

 

Εὐαγγέλιον. Τὸ τοῦ Ἁγ. Σάββα. Ό Ν΄ Ψαλμός.

Δόξα... Ταῖς τοῦ σοῦ Ἁγίου.........

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου.....

 

Ἰδιόμελον Ἦχος β.'

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου ......

 

Θεοπρεπῶς πολιτευσάμενος Ὅσιε, ἐν Ὁσιότητι καὶ ἀληθείᾳ, τῆς ἐν Θεῷ υἱοθεσίας, τὰ ἀγαθὰ ἐδρέψω καὶ τῆς θείας εὐπρεπείας εἰληφὼς τὸ γέρας, τῷ ξύλῳ τῆς ζωῆς ἀποκατέστης Ἀγάπιε· ᾧ καὶ ἡμᾶς προσάγαγε, εὐπροσδέκτοις ἱκεσίαις σου.

 

Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ὁσίου, οὗ ἡ ἀκροστιχίς· «Ἀγάπῃ με θείᾳ τρῶσον Πάτερ. Γερασίμου.

ᾨδὴ α΄.

Ἦχος δ΄. Θαλάσσης τὸ ἐρυθραῖον.

Ἀκτῖσι, τοῦ Παναγίου Πνεύματος, καταλαμπόμενος, ταῖς σαῖς πρεσβείαις Πάτερ δυσωπῶ, φῶς μοι θεῖον χορηγῆσαν, ἵνα ὑμνήσω Ἅγιε, τῆς πολιτείας σου τὰ σκάμματα.

 

Γαλήνης, τῆς ὑπὲρ νοῦν Ἀγάπιε, λαμπρῶς τετύχηκας, ὡς διαπλεύσας ἤδη ἀβλαβῶς, τὸ τοῦ βίου κλυδώνιον, καὶ καθορᾶςς ἃ βλέπουσι, τὰ τῶν Ἀγγέλων Πάτερ Τάγματα.

 

Ἀγάπῃ, τῇ πρὸς Χριστὸν πυρουμένος, Πάτερ Ἀγάπιε, τοῖς τῶν δακρύων ἔσβεσας κρουνοῖς, τῶν παθῶν ὑπεκκαύματα καὶ πρὸς τὸ ὕδωρ ἔφθασας, τῆς αἰωνίου ἀναπαύσεως.

Θεοτοκίον.

Παρθένος, μετὰ τὸν τόκον ἄφθορος, ὡς πρὸ κυήσεως, ὡς ἀληθῶς πεφύλαξαι Ἁγνή· τὸν Θεὸν γὰρ γεγέννηκας, τὸν ξένα καὶ παράδοξα, ἐν σοὶ Παρθένε ἐργασάμενον.

Καταβασία: Βυθοῦ ἀνεκάλυψε πυθμένα...

 

ᾨδὴ γ.' Εὐφραίνεται ἐπὶ σοί.

Ἡ θεία σου βιοτή, λελαμπρυσμένη ἀρετῶν κάλλεσιν, ὥσπερ τερπνὸν θυμίαμα, τῷ Χριστῷ προσήχθη Ἀγάπιε.

 

Μαράνας τὸ τῆς σαρκός δι΄ ἐγκρατείας ἐμπαθὲς φρόνημα, τῆς ἀπαθείας ἤνθησας, ἄνθη τὰ εὐώδη Ἀγάπιε.

 

Εις μάνδραν τῶν οὐρανῶν, οἷα ποιμὴν θεοειδὴς ἲθυνας, ποίμνην τὴν σὴν Ὅσιε, λόγῳ καὶ σοφίᾳ καὶ χάριτι.

Θεοτοκίον.

Θεοῦντα τὴν τῶν βροτῶν, φύσιν Ἁγνή, σωματικῶς τέτοκας, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τὸν Θεὸν τῶν ὅλων καὶ Κύριον.

Καταβασία. Ἰσχὺν ὁ διδούς...

 

Κάθισμα. Ἦχος δ.' Ὁ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς ἀγαπήσας ἐκ ψυχῆς θεοφόρε, τὸν ποιητὴν καὶ Βασιλέα τῆς δόξης, ὡς ἐφετὸν ἀκρότατον Ἀγάπιε, ἅπαντα ἐμίσησας, τὰ ἐν κόσμῳ ἡδέα, οἷα παρερχόμενα καὶ σφαλλόμενα Πάτερ, καὶ θεαρέστως ζήσας ἐπὶ γῆς, τῆς οὐρανίου παστάδος ἠξίωσαι.

Ὅμοιον. Τῆς Ἑορτῆς.

Ὁ τῶν πάντων Ποιητὴς καὶ Δεσπότης, σάρκα λαβὼν ἐκ τῆς Ἁγνῆς Θεοτόκου, ἐν Ἰορδάνῃ βάπτισμα ἐδέξατο, κάθαρσιν καὶ λύτρωσιν, τῷ πεσόντι παρέχων, τοῦτον ἐκλυτρούμενος, τῆς ἀρχαίας κατάρας· Ὂν προσκυνοῦντες εἴπωμεν πιστοί· Ἦλθες ἐφάνης τὸ φῶς τὸ ἀπρόσιτον.

 

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.

Ἐν τοῖς θείοις δικαιώμασι τοῦ Σωτῆρος, ἀμέμπτως πορευόμενος, ἄκακος καὶ πρᾶος, ἐδείχθης Ἀγάπιε, καὶ πλήρης χρηστότητος, ποίμνης λογικῆς προϊστάμενος.

 

Ἰθυνόμενος ταῖς αὔραις τοῦ Παρακλήτου, τὴν χαλεπὴν διέπλευσας θάλασσαν τοῦ βίου, ἀβρόχως Ἀγάπιε, λιπὼν πάντα τάραχον, καὶ ζωῆς πρὸς ὅρμον προσώρμησαι.

 

Ἀγαπήσας τὸν Σωτῆρα Πάτερ τελείως, τελειοτάτην ἤνυσας, θείαν πολιτείαν, καὶ παρ' αὐτοῦ Ἀγάπιε, ἀξίως ἠγάπησαι, καὶ χαρᾶς μετέσχες τῆς κρείττονος.

Θεοτοκίον.

Τὴν τεκοῦσαν τὸν τῶν ὅλων Θεὸν καὶ Κτίστην καὶ μετὰ τόκον ἄσπορον, μείνασαν Παρθένον, ὑμνήσωμεν ἅπαντες, συμφώνως κραυγάζοντες· Χαῖρε Θεοτόκε Πανύμνητε.

Καταβασία. Ἀκήκοε Κύριε φωνῆς σου...

 

ᾨδή ε.' Σὺ Κύριέ μου φῶς.

Ῥήμασιν Ἱεροῖς, τῶν Ἁγίων χειλέων σου, τοὺς σοὺς ὡδὴγησας ἄρνας πρὸς ζωὴν μακαρίαν, Ἄγάπιε μακάριε.

 

Ὤφθης ἐν ἀρεταῖς, ὑψηλὸς καὶ περίβλεπτος· ὅθεν ἀξίως προέστης λογικῆς Πάτερ Μάνδρας, δυνάμει θείου Πνεύματος.

 

Σύντριψον τοῦ ἐχθροῦ, τὰ καθ' ἡμῶν μηχανήματα, τῇ σῇ πρεσβείᾳ παμμάκαρ, ἐν εἰρήνῃ φυλάττων, ἡμῶν τὴν ζωὴν Ἅγιε.

Θεοτοκίον.

Ὄρος περιφανές, ταῖς ἀρεταῖς καὶ κατάσκιον, ὥσπερ φησὶν ὁ Προφήτης, σὺ εἶ Ἁγνὴ Θεοτόκε, Χριστὸν σαρκὶ κυήσασα.

Καταβασία. Ἰησοῦς ὁ ζωῆς ἀρχηγός...

 

ᾨδὴ στ.' Θύσω σοι.

Νάμασι, τοῖς μυστικοῖς σοφὲ ἀρδευόμενος, ἀπὸ πηγῶν σωτηρίων, ὕδωρ ἀπαθείας πᾶσιν ἐκβλύζεις καὶ ξηραίνεις, τὰς τῶν παθῶν ἐκχύσεις Ἀγάπιε·

 

Πᾶσαν σου, ὁλοσχερῶς τὴν ἔφεσιν ὅσιε, καὶ τῆς ψυχῆς τὰς κινήσεις τῷ Θεῷ Ἀγάπιε ἀνατείνων, ἀνυψώθης ἀρετῶν εἰς ἀκρώρειαν Ὅσιε.

 

Ἄρνας σου, τοὺς λογικοὺς ποιμάνας Ἀγάπιε, ἐπὶ νομὰς σωτηρίας πρὸς τὰς οὐρανίους Πάτερ ἐπαύλεις μετὰ δόξης, χαρμοσύνως εἰσήλασας ἔνδοξε.

Θεοτοκίον.

Τόμον σε ὁ Ἡσαΐας ἑώρα καινότατον, ἐν ᾧ Πατρὸς τῷ δακτύλῳ ὁ Λόγος ἐγράφη ἀρρήτῳ τρόπῳ, Θεοτόκε· τὸν Χριστὸν γὰρ ἀφράστως σὺ τέτοκας.

Καταβασία. Ἡ φωνὴ τοῦ Λόγου.

 

Κοντάκιον. Ἦχος β΄. Τὰ ἄνω ζητῶν.

Ἀγάπῃ Χριστοῦ, ὁσίως πεπολίτευσαι καὶ Μάνδρας σοφὲ πνευματικῆς προέστηκας, ὡς πλήρης θείας χάριτος θεοφόρε παμμάκαρ Ἀγάπιε· διὰ τοῦτο βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων, ὑπὲρ πάντων ἡμῶν.

Ὁ Οἶκος.

Ἀπαρνησάμενος σαυτόν, ἐν ὅλῃ τῇ καρδίᾳ καὶ καταλείψας τὰ φθαρτὰ τοῦ κόσμου καὶ ἡδέα, οἷα σπιλοῦντα τῆς ψυχῆς, τὸ εὐγενὲς παμμάκαρ, κατηκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, καὶ γνώμῃ στερροτάτῃ· καὶ τῶν θείων ἐντολῶν ἐργάτης δόκιμος γενόμενος, ἐκάθηρας σεαυτόν, ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ Πνεύματος, καὶ σκεῦος ἐπάξιον τῆς ἐγκρατείας ὤφθης καὶ δοχεῖον ἡγιασμένον, τῆς ἀπαθείας Πάτερ· καὶ τῆς ἀγάπης μυσταγωγὸς γεγονὼς καὶ τῇ ἐλλάμψει τοῦ Παρακλήτου φωτισθείς, ὁδηγὸς θεοειδὴς καὶ διδάσκαλος καὶ Ποιμήν, Μάνδρας Ἁγίας ὤφθης. Ἀλλ΄ ὦ Ἀγάπιε Ὅσιε, μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.

 

Συναξάριον.

Τῇ ΙΑ' τοῦ Μηνὸς Ἰανουαρίου, μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀγαπίου τοῦ Ἀρχιμανδρίτου.

Στίχ.

Ἄρξας λογισμῶν Ἀγάπιε τὸ πρῶτον

 Εἶτα λογικῆς ὦ Πάτερ ἦρξας Μάνδρας.

 Ἑνδεκάτῃ Ἀγαπίοιο ἐκ ῥεθέων πνεῦμα ἤρθη.

 

Οὗτος ὁ μακάριος ἐν πατράσιν Ἀγάπιος, θείᾳ τρωθεὶς ἀγάπῃ, ἠρνήσατο πάντα καὶ Εὐαγγελικῶς Χριστῷ ἠκολούθησε. Συντόνῳ δὲ ἔγκρατείᾳ καὶ πολλῇ ἀσκήσει καὶ μελέτῃ τῶν κρειττόνων καθάρας ἑαυτὸν καὶ καθαγνίσας τὸν νοῦν, σκεῦος κατέστη τοῦ Ἅγίου Πνεύματος· διὸ καὶ τῇ ἄνωθεν ψήφῳ καὶ κρίσει, ἡγούμενος καὶ ἀρχηγὸς γέγονε Μάνδρας πολλῶν Μοναχῶν, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν, Ἀρχιμανδρίτης, ἐδὲξατο. Ὁσίως δὲ καὶ θεοφιλῶς ποιμάνας τήν ἑαυτοῦ ποίμνην, καὶ θεαρέστως τελέσας τὸν δρόμον τῆς ζωῆς, μετέστη πρὸς Κύριον καὶ τοῖς ἀπ'αἰῶνος ἠρίθμηται Ἁγίοις.

 

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς· Ἀμήν.

 

ᾨδὴ ζ΄. Ἐν τῇ καμίνῳ.

Έν τῇ καμίνῳ, τῆς ἐγκρατείας πάτερ Ὅσιε, φλέξας τάς ἀκάνθας, παθῶν τῶν φθοροποιῶν, ἀπαθείας δρόσον ἄνωθεν, λαμπρῶς εἰσδέδεξαι ταῖς τῆς ψυχῆς δυνάμεσιν Ἅγιε.

 

Ῥώμῃ τῇ θεία, τὸ ἀσθενὲς Πάτερ ῥωννύμενος, ᾔσχυνας τοῦ σκότους δυνάμεις τὰς ζοφεράς, ὡς φωτὸς υἱὸς Ἀγάπιε, καὶ ἀνελήλυθας νικητὴς πρὸς φῶς τὸ ἀνέσπερον.

 

Γνώσει τῇ θείᾳ ὡς ταπεινὸς Πάτερ τῷ Πνεύματι, ἅμα καὶ σοφίᾳ, ἄνωθεν λαμπρυνθείς, ἀσφαλῶς Χριστῷ ὡδήγησας, ἥνπερ πεπίστευσαι πνευματικὴν ἀγέλην Ἀγάπιε.

Θεοτοκίον.

Ἐκ τῆς γαστρός σου, τὸ τοῦ Πατρὸς Ἁγνὴ ἀπαύγασμα, σάρκα τὴν βροτείαν, μορφῶσαν ὑπερφυῶς, τοῖς ἐν κόσμῳ ἐπεδήμησε, καὶ πάντας ἔσωσε, τοὺς εὐλογοῦντας Κόρη τὸν Τόκον σου.

Καταβασία. Νέους εὐσεβεῖς...

 

ᾨδὴ η΄. Χεῖρας ἐκπετάσας.

Ῥείθροις τῶν δακρύων καθαρθείς, ψυχὴ καὶ σῶμά σου, Πάτερ Ἀγάπιε, ἀνακαθαίρεις τῷ λόγῳ σου, ἰατρὸς ὡς ἐμπειρότατος, τοὺς μολυνθέντάς λογισμούς, τῶν προσιόντων σοι, εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

 

Ἄγγελος καθάπερ ἐπὶ γῆς, Πάτερ ἐβίωσας, ἀγάπῃ κρείττονι· καὶ Ἀγγέλων συνόμιλος, μετὰ τέλος τὸ μακάριον, ἐν οὐρανοῖς ἀναδειχθείς, ψάλλεις Ἀγάπιε· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κυριον.

 

Στόματι Ἁγίῳ καὶ σοφῷ, τοὺς σοὺς ἐδίδαξας, Πάτερ Ἀγάπιε, ἐν ἀρετῇ καὶ σεμνότητι, φοιτητὰς ἐμπολιτεύεσθαι, ὡς ἂν ζωῆς τῆς ἐν Χριστῷ μέτοχοι γένωνται. Εὐλογεῖτε πάντα τὰ ἔργα βοῶντες τὸν Κύριον.

Θεοτοκίον.

Ἵλεων ἀπέργασαι ἠμῖν τοῖς πολλὰ πταίσασι, νοῒ ἀγνώμονι, τὸν Ὑπεράγαθον Κύριον, Θεοτόκε Ἀειπάρθενε, ἵνα ῥυσθῶμεν χαλεπῶν πταισμάτων ψάλλοντες· Ευλογοῦμεν, Εὐλογημένη Παρθένε τὴν δόξαν σου.

Καταβασία: Μυστήριον παράδοξον...

 

ᾨδὴ θ΄. Λίθος ἀχειρότμητος.

Μόνον τὸν Χριστὸν ἀγαπήσας, Πάτερ Ἀγάπιε θεόφρον, καὶ θεοφίλως βιοτεύσας, τούτου τῆς δόξης λαμπρῶς ἠξίωσαι, ἐν τῷ νυμφῶνι Ὅσιε, τῆς ἀφθαρσίας, ἀγαλλόμενος.

 

Ὅλῳ τῷ φωτὶ τῆς Τριάδος, Πάτερ λαμπόμενος πλουσίως, καὶ τῶν μακαρίων ἐπάθλων, τὰς θείας δόσεις χειρὶ τοῦ Κτίσαντος, δεχόμενος Ἀγάπιε, ἡμῶν μνημόνευε δεόμεθα.

 

Ὕψωσον κἀμοῦ τὴν καρδίαν, χαμαιπετοῦς Πάτερ κυβείας καὶ ἀγάπῃ θείᾳ τὸν νόον μου, ἐκ τῶν γηΐνων πρὸς Θεὸν ὕψωσον, τὸν ὕμνον μου δεχόμενος, ὡς εὐτελὲς δῶρον Ἀγάπιε.

Θεοτοκίον.

Ὑπὲρ τῶν πιστῶς σε ὑμνούντων καὶ προσκυνούντων σου τὴν δόξαν, Κεχαριτωμένη Παρθένε, τὸν προελθόντα ἐκ τῶν λαγόνων σου, ἱκέτευε δεόμεθα, ἵνα ζωῆς τῆς ἄνω τύχωμεν.

Καταβασία. Ἀπορεῖ πᾶσα γλῶσσα.

 

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Ὁ ἐν ἀγάπῃ θείᾳ καὶ πολιτείᾳ Ἱερᾷ, πολιτευθεὶς ἐν τῷ κόσμῳ, καὶ δοξασθεὶς ἐν οὐρανοῖς, ᾠδαῖς ᾀσμάτων τιμάσθω, Ἀγάπιος ὁ θεόφρων.

Ὅμοιον. Τῆς Ἑορτῆς.

Ἐν Ἰορδάνου ῥείθροις, βαπτίζεται, σωματικῶς, ὁ τῶν πάντων Κτίστης, ἡμᾶς καθαίρων τῆς φθορᾶς· Οὗ προσκυνήσωμεν πάντες, τὴν ἄμετρον εὐσπλαγχνίαν.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν Στίχους δ.' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ὁσίου.

Ἦχος α΄. Τῶν Οὐρανίων Ταγμάτων.

Τῇ τοῦ Σωτῆρος ἀγάπῃ μεταρσιούμενος, Ἀγάπιε παμμάκαρ, οὐρανόφρων ἐν κόσμῳ, ἐδείχθης θεοφόρε ταῖς ἀρεταῖς καὶ ζωῆς τῇ λαμπρότητι· Ὅθεν ἀξίως ἐδέξω παρὰ Χριστοῦ, τῶν καμάτων σου τὰ ἔπαθλα.

 

Ἀσκητικῇ πολιτείᾳ Πάτερ διέπρεψας, καὶ τύπος καλῶν ἔργων, Μονασταῖς ἀνεδείχθης, καὶ τούτων ὑποφήτης καὶ ὁδηγός, πρὸς τὰ κρείττονα γέγονας, αὐτοὺς διδάσκων Ἀγάπιε πρακτικῶς, ἐναρέτως πολιτεύεσθαι.

 

Τῆς ἀπαθείας τὴν χλαῖναν, Πάτερ Ἀγάπιε, λαμπρῶς ἠμφιεσμένος ὡς θεράπων Κυρίου, μετέστης πρὸς τὴν δόξαν τῶν οὐρανῶν, πρὸς νυμφῶνα τὸν ἄφθαρτον, καὶ θεωθεὶς ἐν μεθέξει θεαρχικῇ, καθορᾷς τὰ ὑπὲρ ἔννοιαν.

 

Τοὺς τὴν Ἁγίαν σου μνήμην πανηγυρίζοντας, Ἀγάπιε παμμάκαρ, πάσης λύτρωσαι, βλάβης, καὶ πάσης δυσπραγίας καὶ συνοχῆς, ψυχῆς ἅμα καὶ σώματος, καὶ τὸν Σωτῆρα δυσώπει τοῦ παρασχεῖν, τῶν πταισμάτων ἡμῖν ἄφεσιν.

Δόξα. Ἦχος β΄.

Τῇ τοῦ βίου λαμπρότητι, τῆς μελλούσης ζωῆς τὰ ἀγαθά, ὡς ἐν ἐσόπτρῳ ἐμφαίνεις, θεοφόρε Ἀγάπιε· ὑπεραρθεὶς γὰρ σαρκὸς καὶ αἵματος, ταῖς πρὸς Θεὸν ἀναβάσεσι, τῷ Χριστῷ ἡνώθης καὶ οἰκητήριον θεῖον γέγονας, τοῦ τῆς Τριάδος φωτός· οὗ νῦν ἀνακεκαλυμμένως ἐντρυφῶν, μὴ παύσῃ πρεσβεύων τυχεῖν καὶ ἡμᾶς τῆς θείας ἐλλάμψεως.

Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Σήμερον ὁ Χριστός ἐν Ἰορδὰνῃ ἦλθε βαπτισθῆναι. Σήμερον Ἰωάννης ἅπτεται κορυφῆς τοῦ Δεσπότου. Αἱ Δυνάμεις τῶν οὐρανῶν ἐξέστησαν, τὸ παράδοξον ὁρῶσαι μυστήριον. Ἡ θάλασσα εἶδε καὶ ἔφυγεν· ὁ Ἰορδάνης ἰδὼν ἀνεστρέφετο. Ἡμεῖς δὲ οἱ φωτισθέντες βοῶμεν· Δόξα τῷ φανέντι Θεῷ, καὶ ἐπὶ γῆς ὀφθέντι καὶ φωτίσαντι τὸν κόσμον.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολον καὶ Ευαγγέλιον τοῦ Ἁγ. Σάββα 5/12 Κοινωνικόν. Εἰς Μνημόσυνον αἰώνιον...

 

Μεγαλυνάριον.

Χαίροις τῆς ἀγάπης ἔμπνους Εἰκών, Ἀγάπιε Πάτερ, ὁ βιώσας ἀσκητικῶς· Χαίροις Μοναζόντων, ὁ ὁδηγὸς καὶ τύπος καὶ πρὸς Θεὸν μεσὶτης ἡμῶν θερμὀτατος.

Δίστιχον.

Ἀγάπιε πλήρωσον θείας ἀγάπης,

Γεράσιμον μέλψαντα τὰς ἀρετάς σου.