ΑΚΟΛΟΥΘΙΑ

τοῦ ἐν Αγίοις Πατρὸς ἡμῶν

ΜΑΡΚΟΥ

᾽Αρχιεπισκόπου ᾽Εφέσου τοῦ Εὐγενικοῦ

Ψαλλομένη τῇ 19ῃ Ἰανουαρίου ἐπὶ τῆ μνήμῃ αὐτοῦ.

 

Ποιηθεῖσα ἐν Ἁγίῳ ὄρει ὑπὸ μοναχοῦ Γερασίμου Μικραγιαννανίτου

ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

    ῾Ιστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια τοῦ Ἁγίου.

Ἦχος β΄. ῞Οτε ἐκ τοῦ ξύλου.

Ὅτε ἀπὸ ῥίζης εὐγενοῦς, ὡς περιφανὴς ἔφυς κλάδος, Μᾶρκε μακάριε, τότε πλήρης γέγονας καρπῶν τοῦ Πνεύματος, ἀρετῶν τελειότητι, καὶ πλούτῳ σοφίας, καὶ λόγῳ τῆς χάριτος καλλωπιζόμενος. ῞Οθεν ποιμενάρχης ᾽Εφέσου, καὶ τῆς ᾽Εκκλησίας ἁπάσης, στῦλος ἀνεδείχθης ἀκατάσειστος.

 

Ὅτε ὡς παμμέγιστος φωστήρ, Πάτερ ἐξ Ἑώας ἐκλάμψας, πρὸς Δύσιν ἔφθασας, τότε τὸ ἀνέσπερον φῶς καὶ ἀκίβδηλον, τῇ τοῦ Πνεύματος χάριτι, τῆς Ὀρθοδοξίας, πᾶσι τρανῶς ἔδειξας, λόγων λαμπρότητι. ῞Οθεν ὡς ὀθνεῖα φρονοῦντας, κατὰ τῶν πατρῴων δογμάτων, ἤλεγξας Λατίνων τὰ συστήματα.

 

Μόνος ἐν Φερράρᾳ ἀνδρικῶς, καὶ ἐν Φλωρεντίᾳ μεγίστους, ἀγῶνας ἤνυσας, ἀνταγωνιζόμενος πρὸς Λατινόφρονας καὶ Λατίνους στερρότατα, καὶ τούτους ἐλέγχων, οἷα κιβδηλεύσαντας, πίστιν τὴν ἄμωμον. ῞Οθεν τῇ λαμπρᾷ σου ἐνστάσει, πέπτωκεν ὀφρὺς ἡ τοῦ Πάπα, Μᾶρκε τοῖς Πατράσιν ἀντιβαίνοντος,

 

Πύργος Ἐκκλησίας ἀρραγής, οἷα μιμητὴς ᾽Αποστόλων, Πάτερ γενόμενος, τὴν κακίστην ἕνωσιν, Συνοδικῶς ἀκυροῖς, ὡς ψευδῆ καὶ ὀλέθριον, καὶ στερρῶς ἐμμένειν,τοῖς ἐνθέοις δόγμασι πάντας ἐστήριξας.῞Οθεν ὡς διδάσκαλον μέγαν, καὶ λαμπρὸν φωστῆρα ὑμνεῖ σε, Μᾶρκε ᾽Εκκλησία ἡ ᾽Ορθόδοξος.

Δόξα Ἦχος α΄.

Ἀποστολικοῖς κεκοσμημένος χαρίσμασι, τῆς Ὀρθοδόξου πίστεως, παναληθέστατος ῥήτωρ, καὶ ὑποφήτης θεόσοφος, Πάτερ ἐδείχθης· ἐν γὰρ δυνάμει λόγου, καὶ ἀποδείξει ἀληθείας, τὰς κενοφώνους διδαχάς, καὶ τὴν ἐν τῷ Συμβόλῳ προσθήκην, ὡς εὐσεβείας παρατροπήν, Μᾶρκε ἀπέδειξας· καὶ τὴν ψυχήν σου θέμενος, ὑπὲρ τῶν θείως δεδογμένων, παρὰ Χριστοῦ ἀξίως δεδὀξασαι, ὡς Ἱεράρχης ἐνθεώτατος.

Καὶ νῦν Θεοτοκίον.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καἰ θλιβομένων στεναγμὸν μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

 

Ἀπόστιχα.

Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χάρις παρὰ Θεοῦ, πλουσία σοὶ ἐδόθη, δι’ ἧς τῆς ἀληθείας, τὰ δόγματα κρατύνεις, ὦ Μᾶρκε θείῳ Πνεύματι.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ᾜσχυνας ἐμφανῶς, ὡς κενολόγων λέσχην, τὴν τῶν Λατίνων δόξαν, τῇ θείᾳ σου σοφίᾳ, ὦ Μᾶρκε ἱερώτατε.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει.

Βάσιν σε ἀσφαλῆ, ἡ τῆς Ἑώας Πάτερ, ἁγία Ἐκκλησία, πλουτοῦσα ἀποτρέπει, αἱρετικῶν φρυάγματα.

Δόξα. Τριαδικόν.

Μόνον ἐκ τοῦ Πατρός, προέρχεσθαι τὸ Πνεῦμα, καὶ δι’ Υἱοῦ τῷ κόσμῳ, ἐκφαίνεσθαι κηρύττεις, ὀρθῶς Μᾶρκε μακάριε.

Καὶ νῦν. Θεοτοκίον.

Σάρκωσιν τὴν ἐκ σοῦ, τοῦ Ὑπερθέου Λόγου, θεοπρεπῶς κηρύττων, ὁ Μᾶρκος Θεοτόκε, αἰσχύνει τοὺς παράφρονας.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ.

 

    Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ ῾Αγίου.

῏Ηχος δ'. ῾Ως γενναῖον ἐν Μάρτυσι.

Τὴν θεόφθογγον σάλπιγγα, τῶν δογμάτων τῆς πίστεως, τὸ τοῦ θείου Πνεύματος στόμα ἔνθεον, ᾽Ορθοδοξίας, τὸν μέγιστον, φωστῆρα καὶ πρόμαχον, και διδάσκαλον σοφόν, και ἑδραίωμα ἄσειστον, δεῦτε ἅπασα, ἡ Χριστοῦ ᾽Εκκλησία κατὰ χρέος, ἀνυμνήσωμεν ἀξίως, Μᾶρκον ᾽Εφέσου τὸν πρόεδρον.

 

Τὴν τοῦ Πνεύματος ἔλλαμψιν, προφανῶς κληρωσάμενος, ἐξ ῾Εώας ἔδραμες ὥσπερ ἥλιος, ἐπὶ τὴν Δύσιν μακάριε, καὶ λόγων λαμπρότητι, και σοφίᾳ ἀληθεῖ, τῶν Λατίνων διήλεγξας, τὰ σοφίσματα, κενολόγους αὐτοὺς ἐναποδείξας, ὡς τὴν πίστιν τῶν Πατέρων, τὴν ἀληθῆ κιβδηλεύσαντας.

 

Τῇ σοφίᾳ τῶν λόγων σου, ἀντιστῆναι, οὐκ ἴσχυσαν, οἱ τῆς πλανης ἔξαρχοι Μᾶρκε ἔνδοξε· σὺ γὰρ ἀνδρείῳ φρονήματι, λαμπρῶς ἐρρητόρευσας, τῶν δογμάτων τῶν ὀρθῶν, θαυμαστῶς τὴν ἀνάπτυξιν, καὶ ἀκρίβειαν, ἐν Φερράρᾳ ὁμοῦ καὶ Φλωρεντίᾳ, καὶ ἐφίμωσας Λατίνων, Πάτερ, ἀπύλωτα στόματα.

 

Τίς ἀξίως ὑμνήσει σε, Μᾶρκε Πάτερ θεόσοφε; ὅτι ἡμᾶς ἔσωσας, κινδυνεύοντας, τῆς ἐκ τῆς ώμης χειρώσεως, καὶ λύμης αἱρέσεως, καὶ ἠθῶν καινοφανῶν, ὡς ποιμὴν ἀληθέστατος· ὅθεν ἅπασα, ἡ ῾Εώας ἁγία ᾽Εκκλησία, ὡς προστάτην και σωτῆρα, καὶ εὐεργέτην γεραίρει σε.

 

Θεοσόφῳ σου στόματι, ὡς καινὴν καὶ πανάθεσμον, τὴν προσθήκην ἤλεγξας Μᾶρκε πάνσοφε, τὴν ἐν Συμβόλῳ τῆς πίστεως, καὶ χαίρων ἠγώνισαι, πρὸς Λατίνων τοὺς σοφούς, οὓς ἀσόφους ἀπέδειξας, τῇ σῇ χάριτι, καὶ δογμάτων ὀρθῶν τῇ ἀναπτύξει καὶ Πατέρων θείοις λόγοις, ὡς μιμητής τούτων ἄριστος.

 

Τῆς ᾽Εφέσου τὸν πρόεδρον, ᾽Ιωάννην τὸν δεύτερον, ἀληθῶς ἐν ἅπασιν ἐπιστήθιον, Μᾶρκον τὸν μέγαν αἰνέσωμεν· αὐτὸν γὰρ μιμούμενος, ὡς τῶν τρόπων κοινωνός, ἐκ Πατρὸς ἐκπορεύεσθαι, ἀνεκήρυξε, τὸ Πανάγιον Πνεῦμα καταφλέξας, τῇ πυρίνῃ αὐτοῦ γλώσσῃ, τοὺς ἀσεβῶς βλασφημήσαντας.

Δόξα. ῏Ηχος πλ. β΄.

Σήμερον ὑπὲρ ἥλιον ἔλαμψεν ἡ πανέορτος μνήμη τοῦ τῆς Ὀρθοδοξίας προμάχου, Μάρκου τοῦ παμμάκαρος τὴν ᾽Εκκλησίαν λαμπρύνουσα· δεῦτε τῶν ᾽Ορθοδόξων τὰ συστήματα, πνευματικῶς ἑορτάσωμεν, εὐσήμῳ στόματι βοῶντες· χαίροις τῆς ἐν ῾Εώᾳ ἁγίας ᾽Εκκλησίας στῦλος καὶ ἑδραίωμα, καὶ τῆς ἐν Δύσει κενῶς φρυαττομένης ἀκαταγώνιστος ἔλεγχος· χαίροις τῶν ἀληθῶν δογμάτων, ταμίας ἀσφαλής, τῶν Πατερικῶν θησαυρὸς παραδόσεων, καὶ τῆς Δυτικῆς ἀνταρσίας, καταπέλτης ἰσχυρός· χαίροις Μᾶρκε Πατὴρ ἡμῶν, τῶν Ἀποστόλων μιμητά, καὶ τῆς Ἐφέσου πρόεδρε περίδοξε. Πρέσβευε δεόμεθα, ἀσαλεύτους ἡμᾶς μένειν, τῇ καλῇ ὁμολογίᾳ καὶ ἐκ πάσης λυτροῦσθαι αἱρέσεως.

Καὶ νῦν. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ῾Αγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

    Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα ὡς ἑξῆς :

 

Παροιμιν τ νγνωσμα

(Κεφ. ι΄ 7.)

Μνμη δικαου μετ' γκωμων, κα ελογα Κυρου π κεφαλν ατο. Μακριος νθρωπος, ς ερε σοφαν, κα θνητς ς οδε φρνησιν. Κρεσσον γρ ατν μπορεεσθαι, χρυσου κα ργυρου θησαυρος. Τιμιωτρα δέ στι λθων πολυτελν, πν δ τμιον οκ ξιον ατς στιν. κ γρ το στματος ατς κπορεεται δικαιοσνη, νμον δ κα λεον π γλσσης φορε. Τοιγαρον κοσατ μου, τκνα· σεμν γρ ρ, κα μακριος νθρωπος, ς τς μς δος φυλξει. Α γρ ξοδο μου, ξοδοι ζως, κα τοιμζεται θλησις παρ Κυρου. Δι τοτο παρακαλ μς, κα προεμαι μν φωνν υος νθρπων. τι γ Σοφα κατεσκεασα βουλν, κα γνσιν κα ννοιαν γ πεκαλεσμην. μ βουλ κα σφλεια, μ φρνησις, μ δ σχς. γ τος μ φιλοντας γαπ, ο δ μ ζητοντες ερσουσι χριν. Νοσατε τονυν κακοι πανουργαν, ο δ παδευτοι νθεσθε καρδαν. Εσακοσατ μου κα πλιν· σεμν γρ ρ, κα νογω π χειλων ρθ. τι λθειαν μελετσει λρυγξ μου, βδελυγμνα δ ναντον μο χελη ψευδ. Μετ δικαιοσνης πντα τ ῥήματα το στματς μου, οδν ν ατος σκολιν, οδ στραγγαλιδες. Πντα εθα στ τος νοοσι, κα ρθ τος ερσκουσι γνσιν. Διδσκω γρ μν ληθ, να γνηται ν Κυρίῳ λπς μν, κα πλησθσεσθε πνεματος.

 

Σοφίας Σολομντος τ νάγνωσμα.

7-15).

Δίκαιος, ἐὰν φθάσ τελευτσαι, ν ναπαύσει σται. Γρας γρ τίμιον, ο τ πολυχρόνιον, οδ ριθμ τν μεμέτρηται. Πολι δέ στι φρόνησις νθρώποις· κα λικία γήρως, βίος κηλίδωτος. Εάρεστος Θε γενόμενος, γαπήθη, κα ζν μεταξ μαρτωλν, μετετέθη. ρπάγη, μ κακία λλάξ σύνεσιν ατο, δόλος πατήσ ψυχν ατο. Βασκανία γρ φαυλότητος μαυρο τ καλά, κα εμβασμς πιθυμίας μεταλλεύει νον κακον. Τελειωθες ν λίγ, πλήρωσε χρόνους μακρούς· ρεστ γρ ν Κυρί ψυχ ατο· δι τοτο σπευσεν κ μέσου πονηρίας. Ο δ λαο δόντες, κα μ νοήσαντες, μηδ θέντες π διανοί τ τοιοτον, τι χάρις κα λεος ν τος σίοις ατο, κα πισκοπ ν τος κλεκτος ατο.

 

Σοφίας Σολομντος τ νάγνωσμα.

14, Παροιμ. ι 31).

Στόμα δικαίου ποστάζει σοφίαν, χείλη δ νδρν πίστανται χάριτας. Στόμα σοφν μελετ σοφίαν· δικαιοσύνη δ ύεται ατος κ θανάτου. Τελευτήσαντος νδρς δικαίου, οκ λλυται λπίς· υἱὸς γρ δίκαιος γεννται ες ζωήν· κα ν γαθος ατο καρπν δικαιοσύνης τρυγήσει. Φς δικαίοις διαπαντός, κα παρ Κυρίου ερήσουσι χάριν κα δόξαν. Γλσσα σοφν καλ πίσταται, κα ν καρδί ατν ναπαύσεται σοφία. γαπ Κύριος σίας καρδίας· δεκτο δ ατ πάντες μωμοι ν δ· Σοφία Κυρίου φωτιε πρόσωπον συνετο· φθάνει γρ τος πιθυμοντας ατήν, πρ το γνωσθναι, κα εχερς θεωρεται π τν γαπώντων ατήν. ρθρίσας πρς ατν ο κοπιάσει· κα γρυπνήσας δι᾿ ατήν, ταχέως μέριμνος σται. τι τος ξίους ατς ατ περιέρχεται ζητοσα, κα ν τας τρίβοις φαντάζεται ατος εμενς. Σοφίας ο κατισχύσει ποτ κακία. Δι τατα κα ραστς γενόμην το κάλλους ατς, κα φίλησα ταύτην, κα ξεζήτησα κ νεότητός μου, κα ζήτησα νύμφην γαγέσθαι μαυτ. τι πάντων Δεσπότης γάπησεν ατήν. Μύστις γάρ στι τς το Θεο πιστήμης, κα αρέτις τν ργων ατο. Ο πόνοι ατς εσιν ρεταί· σωφροσύνην δ κα φρόνησιν ατη διδάσκει· δικαιοσύνην κα νδρείαν, ν χρησιμώτερον οδέν στιν ν βί νθρώποις· Ε δ κα πολυπειρίαν ποθε τις, οδε τ ρχαα κα τ μέλλοντα εκάζειν· πίσταται στροφς λόγων, κα λύσεις ανιγμάτων· σημεα κα τέρατα προγινώσκει, κα κβάσεις καιρν κα χρόνων· κα πσι σύμβουλός στιν γαθή. τι θανασία στν ν ατ, κα εκλεια ν κοινωνί λόγων ατς. Δι τοτο νέτυχον τ Κυρί, κα δεήθην ατο, κα επον ξ λης μου τς καρδίας· Θε Πατέρων, κα Κύριε το λέους, ποιήσας τ πάντα ν λόγ σου, κα τ σοφί σου κατασκευάσας τν νθρωπον, να δεσπόζ τν π σο γενομένων κτισμάτων, κα διέπ τν κόσμον ν σιότητι κα δικαιοσύν· δός μοι τν τν σν θρόνων πάρεδρον σοφίαν, κα μή με ποδοκιμάσς κ παίδων σου· τι γ δολος σός, κα υἱὸς τς παιδίσκης σου. ξαπόστειλον ατν ξ γίου κατοικητηρίου σου, κα π θρόνου δόξης σου, να συμπαροσά μοι διδάξ με, τί εάρεστόν στιν παρ σοί. Κα δηγήσ με ν γνώσει, κα φυλάξ με ν τ δόξ ατς. Λογισμο γρ θνητν πάντες δειλοί, κα πισφαλες α πίνοιαι ατν.

 

Εἰς τὴν Λιτήν, Ἰδιόμελα. ῏Ηχος α΄.

Εὐφραίνου ἐν Κυρίῳ, ἡ ᾽Εκκλησία τοῦ Χριστοῦ, Μᾶρκον τὸν ἀήττητον ἀριστέα, πρόβολον μέγαν, ἔχουσα, καὶ φωστῆρα ἀπλανῆ, καὶ ὁδηγὸν ἐνθεώτατον· ὑπὲρ τῆς ὀρθῆς γὰρ προκινδυνεύσας πίστεως, τῶν ἐν σοὶ θεόθεν δεδογμένων, λόγῳ καὶ ἔργῳ τὴν ἀκρίβειαν, ἔτι ἅπαξ ἠσφαλίσατο· καὶ Λατινικὴν θριαμβεύσας ἀπόνοιαν, ᾽Αποστολικῶς ἠγωνίσατο, ὡς ἂν ἀλύμαντον φυλάξῃ, τὸν περιούσιον λαόν, ἐκ πάσης αἱρέσεως. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.

῏Ηχος β'.

Ἀποστολικῇ λαμπόμενος χάριτι, καὶ ζήλῳ θείῳ πυρπολούμενος, ὡς ᾽Ηλίας ὁ μέγας, Μᾶρκε ἱερώτατε, ἀκατάπληκτος ἔστης, τῶν Πατρῴων δογμάτων προασπιστής, καὶ τῆς ᾽Ορθοδοξίας συνήγορος, κινδυνευούσης δεινῶς· τὸ κατακλύζον γὰρ ἐκ Δύσεως, θολερὸν ρεῦμα ἀνέστειλας, καὶ τῆς ἐκ τούτου βλάβης, ἀσινῆ αὐτὴν διέσωσας. Διὸ χαριστηρίους ᾠδάς σοι ᾄδομεν, καὶ χρεωστικῶς τὴν μνήμην σου ἄγομεν, ὡς ἂν ρυσθείημεν Ἅγιε, προσδοκωμένων περιστάσεων.

῏Ηχος γ΄.

Τίς ἐπαξίως ὑμνήσει, τοὺς ὑπερφυεῖς ἀγῶνάς σου, Μᾶρκε πολυθαύμαστε, τῆς ᾽Εφέσου πρόεδρε, καὶ πάσης ᾽Εκκλησίας, ὑφηγητὰ καὶ διδάσκαλε; σὺ γὰρ μέγα τρόπαιον, ἐν Φλωρεντίᾳ ἤγειρας, κατισχύσας πάντων, ἐν τῇ δυνάμει τοῦ Πνεύματος· καὶ μονομάχος ἄριστος, τῆς καλῆς ὁμολογίας φανείς, Λατινικὰς ἐρεσχελίας διέλυσας, καὶ ψευδαδέλφων συστροφάς, οὐδόλως ἔπτηξας. ᾽Αλλ' ὡς ᾽Αποστόλων ζηλωτής, καὶ τῶν Πατρικῶν παραδόσεων, στόμα θεόπνευστον, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

῏Ηχος δ΄.

Ἀποστολικοῖς ἐντεθραμμένος δόγμασι, τὴν ἐν αὐτοῖς ἀλήθειαν, διὰ πάντων ἀναλλοίωτον, καὶ ὑπὲρ ἥλιον λάμπουσαν, τῇ πυρίνῃ γλώσσῃ σου, τοῖς πᾶσιν ὑπέδειξας, Μᾶρκε Πατὴρ ἡμῶν· ἐκ Πατρὸς γὰρ μόνον, ἐκπορεύεσθαι τὸ Πνεῦμα ἐκήρυξας, ὡς τῆς βροντῆς ὁ γόνος γράφων διδάσκει· ἔνθεν παραχαράκτας, τῆς ὀρθῆς διδασκαλίας, τοὺς τῆς Δύσεως γόνους ἔδειξας· ἐξ οὗ καὶ πλεῖστα ἕτερα, ξένα καὶ ἀλλότρια, τῇ ἀμώμῳ εἰσαγαγόντας πίστει. ᾽Αλλ' ὦ Πατέρων ἀκροθίνιον, καὶ ᾽Εκκλησίας στήριγμα, τῆς τούτων λύμης ἡμᾶς φύλαττε τοὺς τελοῦντας τὴν μνήμην σου.

Δόξα. ῏Ηχος ὁ αὐτός.

Τὴν πανοπλίαν τῆς, πίστεως, ἐνδεδυμένος Πάτερ, αἱρετικῶν συνασπισμὸν διέλυσας, ἐν τῇ δοθείσῃ σοι χάριτι, ὡς ῾Ιεράρχης θεόληπτος· τῆς γὰρ πάλαι ώμης τὸν πρόεδρον, κατεπαιρόμενον δεινῶς τῆς τῶν Πατέρων γνώσεως, καὶ τῶν ἁγίων Συνόδων, εἰς τέλος κατέβαλες τῇ ἀτρέπτῳ ἐνστάσει σου· Οὐδὲν γὰρ ἐποιήσαμεν, ὁ ἄνους ἐβόησεν, ὁμολογῶν τὴν ἧτταν· καὶ διεστώτων σύναψις, καὶ κλονουμένων στηριγμὸς γενόμενος, ἀξίως ἐδοξάσθης, παρὰ Χριστοῦ τοῦ Θεοῦ, Μᾶρκε παμμακάριστε.

Καὶ νῦν. Θεοτοκίον,

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου, φύλαττε Θεοτόκε Παρθένε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

῏Ηχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ᾽Ορθοδοξίας φωστήρ, θεολογίας ἀληθοῦς τὸ θησαύρισμα, δογμάτων ὀρθῶν τὸ στόμα, κακοδοξίας πρηστήρ, τῶν αἱρετιζόντων ἡ κατάπτωσις· ἡ γλῶσσα ἡ εὔλαλος, ἡ πανσόφως κηρύξασα, ἐν Φλωρεντίᾳ τῶν σεπτῶν παραδόσεων, τὴν ἀκρίβειαν, ἀληθῶς θεοτύπωτον· Μᾶρκε μακαριώτατε, τοῦ Πνεύματος σκήνωμα, τῆς οὐρανίου σοφίας, τὸ παναρμόνιον ὄργανον· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Χαίροις ὁ Ἱεράρχης Χριστοῦ, τῶν Ἀποστόλων ζηλωτὴς καὶ ὁμότροπος· αὐτῶν γὰρ τὸν ζῆλον ἔχων, καὶ πῦρ τὸ θεῖον ἐν σοί, ἀληθείας ὤφθης μέγας πρόμαχος· λαμπρῶς γὰρ ἐκήρυξας, ἐκ Πατρὸς προερχόμενον, το θεῖον Πνεῦμα καὶ προσθήκην τὴν ἔκτοπον, ἐστηλίτευσας, ἐν Συμβόλῳ τῆς πίστεως· ἔνθεν Πάτερ ἀμέθεκτον, οὐσίαν τὴν ἄκτιστον, καὶ μεθεκτὴν ἐνεργείαις, ἐπὶ Θεοῦ ὡμολόγησας. Αὐτὸν ἐκδυσώπει θεῖε Μᾶρκε ὑπὲρ πάντων, τῶν εὐφημούντων σε.

Στίχ. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν.

Χαίροις Ἱεραρχῶν καλλονή, τῶν Ὀρθοδόξων πολυθρύλητον καύχημα, καὶ ἔνθεος ὑποφήτης, καὶ ὁδηγὸς ἀσφαλής, πρὸς σωτηριώδεις τρίβους Ἅγιε· ὁ λύσας τοῖς λόγοις σου, τῶν Λατίνων σοφίσματα, και καταισχύνας το μετέωρον φρόνημα, τοῦ ἀλάστορος, Εὐγενίου καὶ ἄφρονος. ῞Οθεν σε μακαρίζομεν, ὡς μέγαν διδάσκαλον τῆς καθ’ ἡμᾶς Ἐκκλησίας καὶ ἀρραγὲς περιτείχισμα· ἣν φύλαττε Πάτερ, ἐξ αἱρέσεως, ἁπάσης ἀνεπηρέαστον,

Δόξα.῏Ηχος πλ. δ΄.

Τὴν τοῦ Πνεύματος ἰσχύν περιζωσάμενος Πάτερ, τὰς τοῦ σκότους φάλαγγας, καταβαλὼν ἐθριάμβευσας· ὢ τοῦ θαύματος! πῶς μόνος ἀνεδέξω τὸν ὑπὲρ τῆς ἀληθείας μέγαν ἀγῶνα, καὶ πάντων περιεγένου τῶν πολλαχῶς ἀντικειμένων; ἀλλ΄ ἢ ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, νίκην θαυμαστὴν ἐνίκησας σώσας Ἐκκλησίαν κινδυνεύουσαν. Καὶ νῦν Μᾶρκε πανθαύμαστε, πρέσβευε τῇ Τριάδι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Παναμώμητε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων, νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη δυσώπει, σωθῆναι πάντας ἡμᾶς.

 

Ἀπολυτίκιον.

῏Ηχος πλ α΄. Τὸν συνάναρχον Λόγον.

Ἐκκλησίας τὸν στῦλον τὸν ἀκατάσειστον, Ὀρθοδοξίας ἁπάσης τὸν μέγαν πρόμαχον, ἀνυμνοῦμέν σε πιστῶς Μᾶρκε πανθαύμαστε· ὅτι αἱρέσεων δεινῶν, διαλύεις τὴν ἀχλύν, ἐν δόγμασιν ἀληθείας, και τῷ Σωτῆρι πρεσβεύεις, ἐλεηθῆναι τας ψυχὰς ἡμῶν,

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων καὶ προσκυνούντων τὸν τόκον σου.

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

    Μετὰ τὴν α΄. Στιχολογίαν, Κάθισμα.

῏Ηχος α΄. Τὸν τάφον σου Σωτήρ.

Φωστὴρ περιφανής, εὐσεβείας ἐδείχθης, καὶ βίβλος μυστική, παραδόσεων θείων, καὶ μάχαιρα ἐκτέμνουσα, ἀσεβείας ζιζάνια, Μᾶρκε πάνσοφε, Ὀρθοδοξίας λαμπρότης· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε.

Θεοτοκίον.

Ἐτέχθη ὑπὲρ νοῦν, ἐξ ἁγνῶν σου αἱμάτων, ὁ πάντων συνοχεύς, καὶ Θεὸς καὶ Δεσπότης, ἡμᾶς ἀνακαλούμενος, πρὸς τὴν πρώτην λαμπρότητα, ἧς πεπτώκαμεν, τῆς ἐντολῆς παραβάσει· διὰ τοῦτό σε, ὑμνολογοῦμεν Παρθένε, ὡς κόσμου ἀντίλυτρον,

 

    Μετὰ τὴν β΄. Στιχολογίαν, Κάθισμα.

῏Ηχος δ΄. Ταχὺ προκατάλαβε.

Ἐφέσου ποιμένα σε, καὶ κυβερνήτην σοφέ, καὶ μέγαν διδάσκαλον, τῆς ᾽Εκκλησίας Χριστοῦ, ἡ χάρις ἀνέδειξε· ταύτην γὰρ πρὸς λιμένα ἀσφαλείας ἰθύνεις, σάλῳ χειμαζομένην, συμφορῶν καὶ κινδύνων· διό σε μακαρίζομεν, Μᾶρκε Πατέρων καύχημα.

Θεοτοκίον.

Θεὸν ὅν ἐκύησας, ἀκαταλήπτως, ῾Αγνή, τὸν κόσμον λυτρούμενον, ἐκ τῆς ἀρχαίας ἀρᾶς, ἀπαύστως ἱκέτευε, σκέπειν ἐκ πάσης βλάβης, τὴν αὐτοῦ ᾽Εκκλησίαν· λύειν αἱρετιζόντων, κατ' αὐτῆς τὴν κακίαν· ἡ σὴ γὰρ μεσιτεία, πολὺ ἰσχύει Δέσποινα.

 

    Μετὰ τὸν Πολυέλεον. Κάθισμα

῏Ηχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.

Τῆς σοφίας σου Πάτερ τὸν θησαυρόν, κατεπλάγησαν πάντες, ὡς ἀληθῶς, Δύσεως οἱ ἔκγονοι· ὅτι πᾶσιν ὡς ἄριστα, τοῖς ἐν τῷ συνεδρίῳ, ἑτοίμως, ἐν Πνεύματι, ἐδίδως ἀποκρίσεις, τρανῶν τὴν ἀλήθειαν· ὅθεν θριαμβεύσας, τὰς αὐτῶν φληναφίας, Πατέρων τοῖς ῥήμασι, καταβάλλεις τὸ φρύαγμα, τῆς αὐτῶν ματαιότητος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, ῾Ιεράρχα Μᾶρκε ἱερώτατε, ἡμᾶς ἀτρέπτους τηρεῖσθαι, τοῖς ἁγίοις δόγμασι,

Θεοτοκίον,

Τὴν ὑπέρθεον φύσιν καὶ παντουργόν, περισχοῦσα παρθένε ἐν σῇ γαστρί, ἀφράστως ἐκύησας τὸν Σωτῆρα καὶ Κύριον, τῷ κόσμῳ σωτηρίαν, καὶ λύτρωσιν νέμοντα, δι' ἄκραν εὐσπλαγχνίαν τῆς πάλαι κακώστως· ὅθεν τὰ πολλά σου μεγαλεῖα ὑμνοῦμεν, καὶ πίστει δοξάζομεν, τῆς σῆς δόξης τὴν ἔλλαμψιν, Θεοτόκε Πανύμνητε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς καταφεύγουσι πόθῳ, τῇ σκέπῃ σου ῎Αχραντε.

 

    Τὸ α΄. ἀντίφωνον τοῦ δ΄ ἤχου

 

Τὸ Προκείμενον,

Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

Στίχ. Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη...

 

Εὐαγγέλιον τὸ ἐν τῷ ῎Ορθρῳ τῆς 13ης Νοεμβρίου.

Ὁ Ν΄.

Δόξα. Ταῖς τοῦ ῾Ιεράρχου.,

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

 

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

 

᾽Ιδιόμελον. ῏Ηχος πλ. β΄.

Σήμερον ὁ τῆς ᾽Εφέσου θεόσοφος ποιμήν, καὶ πάσης ᾽Εκκλησίας ὀφθαλμός, καὶ κοινός πατήρ, Μᾶρκος ὁ θεσπέσιος, ᾽Αποστολικῶς τελέσας τὸν δρόμον, τὴν πρὸς τὰ ἄνω πορείαν ἐποιήσατο· καὶ τῷ τῆς μεγαλωσύνης θρόνῳ παρεστηκώς, τῶν καμάτων τὰ γέρα, ζωαρχικῇ χειρὶ κομίζεται· ἡμῖν δὲ αἰτεῖται, τοῖς αὐτὸν τιμῶσιν, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.

 

    Εἶτα οἱ κανόνες τῆς Θεοτόκου καὶ τοῦ ῾Αγίου ὁ ἑξῆς, οὗ ἡ ἀκροστιχίς.

«Στῦλος ὤφθη Εκκλησίας Μᾶρκος. Γερασίμου».

ᾨδὴ α΄. ῏Ηχος δ΄. ᾽Ανοίξω τὸ στόμα μου.

Σοφίαν παράσχου μοι, Πάτερ Υἱὲ Πνεῦμα Ἅγιον, Τριὰς ὁμοούσιε, ἵνα ὑμνήσω φαιδρῶς, Μᾶρκον Δέσποτα, τὸν σὸν λαμπρὸν φωστῆρα, τὸν θείῳ σε στόματι θεολογήσαντα.

 

Τῷ γένει περίβλεπτος καὶ τῇ σοφίᾳ περίδοξος, καὶ πᾶσιν αἰδέσιμος ὤφθης τῷ βίῳ σου Μᾶρκε ἔνδοξε· ἐντεῦθεν Εκκλησία, ἐν σοὶ ἀνεχαίτισε, πλάνης τὰ ῥεύματα.

 

Ὑπάρχων ἀνάπλεως, τῆς ἐπιπνοίας τοῦ Πνεύματος, ὦ Μᾶρκε Θεόσοφε, ὡς καθαρθεὶς τὴν ψυχήν, τοῦτο ῞Αγιε, ἐκ τοῦ Πατρός, καὶ μόνον, ὀρθῶς ἐκπορεύεσθαι τρανῶς ἐκήρυξας.

Θεοτοκίον.

Λυχνία πολύφωτε, τῶν χαρισμάτων τοῦ Πνεύματος, Παρθένε Πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, φωταγώγησον, τῇ σῇ φωταγωγίᾳ, τοὺς πίστει γεραίροντας, τὰ μεγαλεῖά σου.

Καταβασία.

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσε ποτέ· ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῷ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. ᾌσωμεν τῷ Κυρίῳ, ἐνδόξως γὰρ δεδόξασται.

 

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.

Οὐράνιον ἔλλαμψιν πλουτήσας, ἀσκήσει ὁσίων ἀρετῶν, ποιμὴν Ἐφέσου γέγονας τῇ εκλογῇ τοῦ κρείττονος καὶ πάσης Ἐκκλησίας δέ, ὦ Μᾶρκε μέγας διδάσκαλος.

 

Σοφίᾳ τὸ στόμα σου ἀνοίξας, τῇ θείᾳ ὦ Μᾶρκε ἱερέ, ἐν τῇ Φερράρᾳ πρότερον, καὶ Φλωρεντίᾳ ὕστερον, περιφανῶς ἐκήρυξας, Ὀρθοδοξίας τὰ δόγματα.

 

Ὡς μέτοχος χάριτος τῆς θείας, ἀμέθεκτον εἶναι τοῦ Θεοῦ, τὴν φύσιν ἀνεκήρυξας, μετέχειν δὲ τὰ κτίσματα, τῆς ἐνεργείας ῞Αγιε, τῆς θεϊκῆς θείῳ Πνεύματι

Θεοτοκίον.

Φωτὶ τῶν ἁγίων πρεσβειῶν σου, ἀπέλασον δέομαι θερμῶς, Φωτοκυῆτορ Δέσποινα, τὸ σκότος τῆς καρδίας μου, καὶ δίδου μοι πορεύεσθαι, τὰς τοῦ φωτὸς τρίβους πάντοτε.

Καταβασία.

Τὸ στερέωμα τῶν ἐπὶ σοὶ πεποιθότων, στερέωσον Κύριε τὴν Ἐκκλησίαν, ἣν ἐκτήσω τῷ τιμίῳ σου αἵματι.

 

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Μέγας πρόμαχος, ᾽Ορθοδοξίας, καὶ καθαίρεσις, κακοδοξίας, τῆς Δυτικῆς, ἀνεδείχθης μακάριε, τὰ τῶν Πατέρων τρανώσας διδάγματα, καὶ καταισχύνας Λατίνων τὸ φρύαγμα. Μᾶρκε ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Σὰρξ γεγένηται, ἐκ τῆς σαρκός σου, ὁ Ὑπέρθεος, ῎Αχραντε Λόγος, καὶ ἀνεστράφη τῷ κόσμῳ ὡς ἄνθρωπος· τίς οὖν ὑμνήσει τῂν ἄρρητον δόξαν σου; ὅτι Θεὸν ἀπορρήτως γεγέννηκας. Κόρη Πάναγνε, Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Θεορρήμονί σου γλώσσῃ ῥητορεύων ἐκήρυξας, ἀπαραχαράκτους, ὅρους τῶ Συνόδων καὶ ῥήματα, τῶν θεοφόρων Πατέρων τοὺς Λατίνους δέ, τούτων ῞Αγιε, παραχαράκτας ἀπέδειξας.

 

Ἡ τοῦ Πνεύματος κιθάρα, τὸ θεόπνευστον ὄργανον, τῶν σεπτῶν Συνόδων, ὁ περιφανέστατος ἔκδικος, Ὀρθοδοξίας ἡ σάλπιγξ ἡ πανεύσημος, ἀνυμνείσθω μοι, Μᾶρκος ὁ μέγας τοῖς ᾄσμασι.

 

Ἐλλαμφθεὶς τῇ διανοίᾳ, ὡς Χριστοῦ οἱ ᾽Απόστολοι, Θεοῦ θείαν δόξαν, ἄκτιστον ἐνέργειαν ἔφησας, τὸ ἐν Θαβὼρ μέγα φῶς Μᾶρκε μακάριε, τοὺς μὴ οὕτω δέ, ὀρθῶς φρονοῦντας κατῄσχυνας.

 

Καθαιρεῖς δοκησισόφων, Δυτικῶν φληναφήματα, τῶν λεγόντων εἶναι, τοῦτο τὴν οὐσίαν τὴν ἄφραστον, ἀποδεικνύων αὐτὸ θείαν ἐνέργειαν, Πάτερ ἄκτιστον, καὶ μεθεκτὴν τοῖς πιστεύουσι.

Θεοτοκίον.

Κλίμαξ ἄϋλος ὡράθης, ᾽Ιακὼβ τῷ θεόφρονι, δι' ἧς τοῖς ἐν σκότει, ὤφθη ὁ Θεὸς σωματούμενος, καὶ τὸν πεσόντα ᾽Αδὰμ Ἁγνὴ ἀνύψωσε, πρὸς εὐγένειαν, ἐξ ἧς τὸ πάλαι πεπτώκαμεν.

Καταβασία.

Ἐκάλυψεν, οὐρανοὺς ἡ ἀρετή σου Χριστέ, τῆς κιβωτοῦ, γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρὸς ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα τῆς σῆς αἰνέσεως

 

ᾨδὴ ε΄. ᾽Εξέστη τὰ σύμπαντα.

Λαμπρότητι λόγων σου, Λατίνων ἀπημαύρωσας, τέλεον τὸν νοῦν καὶ τὴν καρδίαν· τὸν γὰρ τῆς ώμης ποιμένα εἶναι σοφέ, πρῶτον μεταξὺ ἴσων ὀρθῶς, κεφαλὴν ἁπάντων δέ, τὸν Χριστὸν ἀνεκήρυξας.

 

Ἡλίου λαμπρότερον, Μᾶρκε σοφὲ ἀπέδειξας, ἐν τῆ Φλωρεντίᾳ ῥητορεύων, δύο τοὺς τόπους εἶναι ὡς λέγει Χριστός, τοῖς ἀπερχομένοις τῶν φθαρτῶν, τρίτον τόπον δ' ῞Αγιε, οὐδαμῶς μαρτυρούμενον.

 

Σοφίᾳ τῶν λόγων σου, οὐδόλως Πάτερ ἴσχυσαν, ᾽Ιουλιανὸς καὶ Ἰωάννης, οἱ τῆς τοῦ κόσμου σοφίας τρόφιμοι, Μᾶρκε ἀντιστῆναι ἢ μικρόν, ἀντειπεῖν φιμούμενοι, ἀληθείας τῆ χάριτι.

Θεοτοκίον.

Ἰάτρευσον ῎Αχραντε, νοσοῦσαν τὴν καρδίαν μου, ταῖς τοῦ ἀρχεκάκου ἐπηρείαις, καὶ τοῦ νοός μου τὸν πόθον πτέρωσον, πρὸς τὸ φῶς τῶν θείων ἀρετῶν, ὡς ἂν υἱὸς γένωμαι, τοῦ φωτὸς βίῳ κρείττονι.

Καταβασία.

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ’ ᾽Αγγέλων δόξης δορυφορούμενον, ὦ τάλας ! ἐβόα ἐγώ, πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, και εἰρήνης δεσπόζοντα.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ἀκαταπλήκτῳ φρονήματι, ὑπὲρ τῶν ἱερῶν παραδόσεων, Μᾶρκε, θεόσοφε, ἐπιβουλὰς πλείστας ἤνεγκας, ἀλώβητον φυλάττων, πίστιν τὴν ἄμωμον.

 

Σοφίας στόμα πυρίπνοον, δογμάτων ᾽Ορθοδόξων θησαύρισμα, Μᾶρκε γενόμενος, τὴν ἐκ τῆς Δύσεως ἅπασαν, προερχομένην πλάνην, Πάτερ κατέβαλες.

 

Μέγας ἐν πᾶσι γενόμενος, μεγάλως κινδυνεύουσαν ἔσωσας, Μᾶρκε πανεύφημε, κακοδοξίᾳ τῆς Δύσεως, Χριστοῦ τὴν Ἐκκλησίαν· διὸ γεραίρει σε.

Θεοτοκίον.

Ἀκαταφλέκτως συνέλαβες, τὸ πῦρ τὸ τῆς Θεότητος ῎Αχραντε, καὶ, ὕλῃ σώματος τὸν Θεὸν Λόγον γεγέννηκας, λυτρούμενον τὸν κόσμον, τῆς παραβάσεως.

Καταβασία.

Ἐβόησέ σοι, ἰδὼν ὁ πρέσβυς, τοῖς ὀφθαλμοῖς τὸ σωτήριον, ὃ λαοῖς ἐπέστη, ἐκ Θεοῦ, Χριστὲ σὺ Θεός μου.

 

Κοντάκιον.

῏Ηχος πλ. δ΄. Τῇ ὑπερμάχῳ.

Ὀρθοδοξίας τὸν φωστῆρα τὸν πολύφωτον Καὶ Δυτικῆς ἐρεσχελίας τὸν ἀντίμαχον ᾽Αναδήσωμεν τοῖς ἄνθεσι τῶν ᾀσμάτων· ᾽Αληθείας γὰρ τὸ κράτος ὁπλισάμενος καταβέβληκε τοῦ σκότους τὰ φρυάγματα Τούτῳ λέγοντες, χαίροις Μᾶρκε Πατὴρ ἡμῶν.

Ὁ Οἶκος.

Ἄγγελος άληθείας, ἐξ Ἑώας ἐπέστης, τῇ Δύσει ἱερώτατε Μᾶρκε, καὶ τῇ θεοσόφῳ σου φωνῇ, Ὀρθοδοξίας ἐκφαίνεις τὴν ἔλλαμψιν· διὸ τὸν μέγαν ἆθλον σου, θαυμάζοντες ἀναβοῶμεν.

χαῖρε ὁ πύργος τῆς εὐσεβείας,

χαῖρε ὁ γίγας τῆς ἀληθείας

χαῖρε τῶν Πατρῴων δογματων ἀνάπτυξις

χαῖρε τῶν ὀθνείων ρημάτων κατάργησις

χαῖρε στόμα ἐνθεώτατον τῶν τοῦ Πνεύματος θεσμῶν

χαῖρε σάλπιγξ θεοκίνητος τῶν Συνόδων τῶν σεπτῶν

χαῖρε ὅτι ἐλέγχεις Δυτικὰς φληναφίας

χαῖρε ὅτι ἐκτρέπεις δυσσεβεῖς σοφιστείας

χαῖρε σφοδρὸς Λατίνων κατήγορος

χαῖρε πιστῶν ὁ μέγας συνήγορος

χαῖρε Χριστοῦ ἐνθεώτατος φίλος

χαῖρε σεπτῶν παραδόσεων βίβλος

χαίροις Μᾶρκε Πατὴρ ἡμῶν.

 

Συναξάριον.

Τῇ ιθ΄ τοῦ αὐτοῦ μηνός μνήμη τοῦ ἐν ῾Αγίοις Πατρὸς ἡμῶν Μάρκου Αρχιεπισκόπου Ἐφέσου τοῦ Εὐγενικοῦ,τοῦ τῆς Ὀρθοδοξίας μονομάχου καὶ ὑπερμάχου φύλακος.

 

Στίχ. Κρατεῖ μὲν ῎Ατλας μυθικῶς ὤμοις πόλον

Κρατεῖ δ' ἀληθῶς Μᾶρκος Ὀρθοδοξίαν.

Δεκάτῃ ἠδ' ἐνάτῃ Μάρκου ἱεροῦ τελέουσι μνήμην.

 

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς φύλαξον ἡμᾶς ἐκ πάσης αἱρέσεως, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

ώμην ἔνθεον, ἀναλαβὼν κατῄσχυνας, Μᾶρκε τοῖς λόγοις, ώμης τῆς πάλαι σοφέ, τὸν Πάπαν Εὐγένιον, κατεπαιρόμενον, νοῒ ἄφρονι, δογμάτων, τῶν τῆς πίστεως, καὶ Συνόδων τῶν ἁγίων.

 

Καινὴν ἔδειξας, καὶ ξένην καὶ ἀλλότριον, Μᾶρκε θεόσοφε, οἷα κακῶν ἀπαρχήν, προσθήκην τὴν ἄθεσμον ἐν τῷ Συμβόλῳ τρανῶς ὡς εἰσάγουσαν, δύο ἀρχὰς μακάριε, τῇ Τριάδι τῇ ῾Αγίᾳ.

 

Ὁ θεόληπτος, Ἐφέσου μέγας πρόεδρος, Μᾶρκος, ὁ πάνσοφος, δημηγορῶν ἐκβοᾷ· Λατίνων ἀπόγονοι, γνῶτε καὶ σύνετε· ὅτι ἄζυμα, προσφέρειν ἔθος βλάσφημον, καὶ ἀπόβλητον τυγχάνει.

Θεοτοκίον,

Σωματούμενος, ἐκ τῆς γαστρός σου Πάναγνε, ὑπὲρ κατάληψιν, ὁ Λόγος ὁ τοῦ Πατρός, διπλοῦς κόσμῳ πέφηνε, Θεὸς καὶ ἄνθρωπος, καὶ ἀνέπλασεν, ᾽Αδὰμ τὸν πρῶτον ἄνθρωπον, ἐκ τῆς πάλαι καταδίκης.

Καταβασία.

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα Παῖδας θεολογήσαντας, καὶ Παρθένῳ ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελῳδοῦντες· Εὐλογητὸς ὁ Θεὸς, ὁ τῶν Πατέρων ἡμῶν.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Γνῶσιν ἀληθῆ τῆς Ἐκκλησίας, ἐν χάριτι ἀναπτύσσων θείου ' Πνεύματος, οἷά περ ψευδώνυμον, γνῶσιν ἐθριάμβευσας, Λατίνων τὰ σοφίσματα κατεπεμβαίνοντα, δεινῶς τῶν θεοσόφων δογμάτων, τῶν πεφυλαγμένων, Χριστοῦ τῇ ᾽Εκκλησίᾳ.

 

Ἔστησας τῇ σῇ λαμπρᾷ ἐνστάσει, ὦ Μᾶρκε θεολογίας θεῖον ὄργανον, τρόπαιον περίβλεπτον, κατὰ πάσης ἔνδοξε, κενοτομίας χείρονος ἀπὸ τῆς Δύσεως, καὶ τὴν ἐν Φλωρεντίᾳ, καθεῖλες, ζήλῳ εὐσεβείας ψευδῆ σύνοδον Πάτερ.

 

ώμῃ ἐν τῇ νέᾳ ἐπανήκων, ὡς μέγιστος ἀριστεὺς καὶ ἀκαθαίρετος, κλονουμένων στήριγμα, διεστώτων ἕνωσις, ἐγένου Μᾶρκε ἔνδοξε· ὡς γὰρ Ἀπόστολον, ἐδέξαντό σε Πάτερ τὰ πλήθη καὶ Ὀρθοδοξίας λαμπρότατον φωστῆρα.

Θεοτοκίον.

Ἄχραντε Παρθένε Θεοτόκε, ἡ μόνη μετὰ σαρκὸς Θεὸν κυήσασα, καὶ ἡμῶν,τὸ φύραμα τῷ ἀσπόρῳ τόκῳ σου, θεώσασα καὶ λύσασα, ἐχθροῦ τὸ φρύαγμα, τῆς τούτου με ἀπάλλαξον βλάβης, καὶ τὴν ῥυπωθεῖσαν, ἐκκάθαρον ψυχήν μου.

Καταβασία.

Ἀστέκτῳ πυρὶ ἑνωθἑντες οἱ θεοσεβείας προεστῶτες νεανίαι, τῇ φλογὶ δὲ μὴ λωβηθέντες θεῖον ὕμνον ἔμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Στῦλον ἀρραγῆ, καὶ μέγαν ἐκφάντορα και προμαχῶνα στερρόν, ἔχουσα ἀγάλλεται, ἡ ᾽Εκκλησία σε ἡ Ὀρθόδοξος· ταύτην γάρ κινδυνεύουσαν Μᾶρκε διέσωσας, τῇ Λατίνων, πλημμυρίδι ῞Αγιε· διὰ τοῦτο γεραίρει τὴν μνήμην σου.

 

Ἴσχυσας σοφέ, δυνάμει καὶ χάριτι τοῦ θείου Πνεύματος, ἀληθῶς μονώτατος, ὁμολογίαν ὀρθὴν τῆς πίστεως, διαφυλάξαι ἄσυλον καὶ ἀπαράγραπτον, μὴ ἐκκλίνας ἀπειλαῖς καὶ θλίψεσι· διὰ τοῦτο Χριστός σε ἐδόξασε.

 

Μνήμην ἱεράν, χορεύουσα ἄγει σοι σήμερον Ἅγιε, ἐν ᾠδαῖς καὶ ᾄσμασιν, ἡ Εκκλησία Χριστοῦ ἡ ἄμωμος, τὸ μέγα σου σου κατόρθωμα Μᾶρκε κηρύττουσα· ὅτι ταύτην, κινδυνεύσας ἔσωσας, Δυτικῆς ὀλεθρίου δουλώσεως.

 

Ὁ περιφανὴς καὶ μέγας διδάσκαλος Μᾶρκε πολύσοφε, στόμα τὸ πυρίπνοον, Ὀρθοδοξίας ὁ νοῦς ὁ ἔνθεος, κενοτομίας χείρονος ἡμᾶς ἀπάλλαττε, καὶ ἐκ πάσης, χαλεπῆς αἱρέσεως, τοὺς σὲ θεῖον προστάτην πλουτήσαντας.

Θεοτοκίον.

Ὕψωσας ἡμῶν Ἁγνὴ τὸ ὀλίσθημα τῷ θείῳ τόκῳ σου, πρὸς τὴν πρώτην εὔκλειαν, πρὸς τὴν ἀρχαίαν μακαριότητα, καὶ οὐρανοῦ γεγόναμεν πολῖται, Ἄχραντε· διὰ τοῦτο, χαῖρέ σοι κραυγάζομεν, ὡς ἡμῶν σωτηρίας, ὑπόθεσις.

Καταβασία.

Θεοτόκε ἡ ἐλπίς πάντων τῶν Χριστιανῶν, σκέπε, φρούρει φύλαττε, τοὺς ἐλπίζοντας εἰς σέ. ᾽Εν νόμῳ σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ μεγαλύνωμεν.

 

᾽Εξαποστειλάριον.

Γυναῖκες ἀκουτίσθητε.

Τῆς Ὀρθοδόξου πίστεως τὸν μέγιστον διδάσκαλον, καὶ κραταιὸν καταπέλτην, κενοτομίας ἁπάσης, τὸν θεηγόρον ῥήτορα, τῶν θείων παραδόσεων, τὸν τῆς Ἐφέσου πρόεδρον, καὶ τῆς ῾Εώας τὸ κλέος, Μᾶρκον αἰνέσωμεν πάντες.

Θεοτοκίον.

Τὸν Λόγον τὸν συνάναρχον, Πατρὶ καὶ θείῳ Πνεύματι, οὐσιωθέντα ἀτρέπτως, ἐκ τῶν ἁγνῶν σου αἱμάτων, Παρθένε, ἀπεκύησας, καὶ βρέφος ἐγαλούχησας, καὶ μετὰ τόκον ἔμεινας, ἄφθορος ὡς πρὸ τόκου· ὢ παραδόξων πραγμάτων!

 

Εἰς τοὺς Αἴνους.

    Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ῾Αγίου.

῏Ηχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τῇ θεοφθόγγῳ σου γλώσσῃ Μᾶρκε θεόσοφε, λαμπρῶς ἀνακηρύττων, τὸ θεόσδοτον κῦρος, δογμάτων τῶν ἁγίων ὡς ζηλωτής, τῶν σεπτῶν παραδόσεων, τὴν τῶν Λατίνων ἐλέγχεις παρατροπήν, ἐκ τῆς βάσεως τῆς πίστεως.

 

Τῇ τῶν σῶν λόγων σοφίᾳ οὐδόλως ἴσχυσαν, οἱ τῶν Λατίνων παῖδες, ἀντειπεῖν ῾Ιεράρχα· ἐν Πνεύματι γὰρ θείῳ διατρανῶν, ἀληθείας τὴν ἔλλαμψιν, ἀφώνους ἔδειξας τούτους ἐν ταῖς ὀρθαῖς, τῶν Πατέρων ἀναπτύξεσι,

 

Ὀρθοδοξίας τὸν στῦλον τὸν ἀρραγέστατον τὸν τῆς ῾Εώας μέγαν, καὶ λαμπρὸν ἀριστέα, τὸν πᾶσαν καθελόντα πλάνην δεινήν, τοῦ τῆς Ῥώμης ἐξάρχοντος, ὡς ἐκτραπέντος δογμάτων τῶν εὐσεβῶν, Μᾶρκον πάντες ἀνυμνήσωμεν.

 

Τῶν ᾽Αποστόλων τὸν ζῆλον Πάτερ κτησάμενος, πόνους ὑπέστης καὶ κινδύνους καὶ θλίψεις, ὡς ἂν τὴν ᾽Εκκλησίαν Μᾶρκε σοφέ, διασώσῃς ἀλώβητον, τῆς ἐκ τῆς Δύσεως λύμης αἱρετικῆς· διὰ τοῦτο εὐφημοῦμέν σε.

Δόξα. ῏Ηχος πλ. α΄.

Ὅσιε Πάτερ τῆς ἀληθοῦς διδασκαλίας ὄργανον γενόμενος, τὴν ἐν αὐτῇ χάριν σωτήριον, καὶ φῶς νοητόν, πᾶσι ἐκκαλύπτεις· τῶν γὰρ θεοτυπώτων παραδόσεων, καὶ τῶν ἄνωθεν δεδογμένων, ὑφηγητὴς ὤφθης ἱερός, καὶ πρόμαχος ἀήττητος· καὶ Λατινικὴν θριαμβεύσας ἀπάτην, ὡς ψυχόλεθρον πλάνην στῦλος καὶ ἑδραίωμα, κατὰ Παῦλον, τῆς ᾽Εκκλησίας γέγονας. ᾽Αλλ' ὦ Μᾶρκε πανεύφημε, ῾Ιεραρχῶν ἀγλάϊσμα, ἀπαύστως, ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

    Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ΄ ᾠδή.

 

    ᾽Απόστολον καὶ Εὐαγγέλιον ζήτει τῇ 13η Νοεμβρίου.

 

    Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον.

Χαίροις τῆς Ἑώας μέγας φωστήρ, καὶ τῆς Ἐκκλησίας, ὁ προστάτης καὶ ὁδηγός· χαίροις τῶν Λατίνων, κακοδοξίας πέλυξ, ὦ Μᾶρκε ἱεράρχα, Ἐφέσου πρόεδρε.

 

Δίστιχον.

Μᾶρκε ἱερώτατε δέξαι τὸν ὕμνον.

῞Ον σοι Γεράσιμος ἐξύφανεν ἤδη.