ΙΕΡΑ ΑΚΟΛΟΥΘΙΑ

ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΒΙΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ

Ποιηθεῖσα ὑπὸ Γερασίμου Μοναχοῦ τοῦ Μικραγιαννανίτου

 

    Εἰς τὴν παροῦσαν ἔκδοσιν ἐπανεκδίδεται ἡ Ἱερὰ Ἀκολουθία τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαβὶδ τοῦ ἐν Θεσσαλονίκῃ, ποιηθεῖσα ὑπὸ τοῦ Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας, Μακαριστοῦ Γέροντος Γερασίμου Μοναχοῦ τοῦ Μικραγιαννανίτου, προνοίᾳ τοῦ Παναγιωτάτου Μητροπολίτου Θεσσαλονίκης κ.κ. ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ τοῦ Β, ἐγκρίσει τῆς Ἱερᾶς Συνόδου τῆς Ἐκκλησίας τῆς Ἑλλάδος.

 

ΙΟΥΝΙΟΥ ΚΣΤ΄ ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΔΑΒΙΔ ΤΟΥ ΕΝ ΘΕΣΣΑΛΟΝΙΚΗ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ

    Ἱστῶμεν στίχους δ', καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε ἐκ νεότητος σοφέ, χαίρων τὸν σταυρὸν τοῦ Κυρίου, ᾖρας ἒπ' ὤμων σου, τότε καταλέλοιπας στερρῷ φρονήματι, τὰ ἐπίγεια ἅπαντα, καὶ βίον Ἀγγέλων, ἔζησας ἐν σώματι, Δαβὶδ μακάριε. Ὅθεν οὐρανίων χαρίτων, σκεῦος πολυτίμητον ὤφθης, ἐπὶ γῆς μεγάλης θαυμαζόμενος.

 

Ὅτε ἐπὶ δένδρου σεαυτόν, ὕψωσας ἐν τούτῳ σκηνώσας, οἷα περ ἄσαρκος, τότε ὑπερυψώσας τὸν νοῦν σου Ὅσιε, πρὸς τὸ κάλλος τὸ ἄρρητον, τῆς δόξης Κυρίου, καὶ ὡς δένδρον εὔκαρπον, τοὺς γλυκυτάτους καρπούς, ἤνεγκας πλουσίως παμμάκαρ, τῆς πνευματικῆς εὐκαρπίας, δι' ὧν διατρέφεις τάς ψυχὰς ἡμῶν.

 

Ὅτε τῇ τοῦ κρείττονος βουλῇ, ἧκες πρὸς βασίλειον πόλιν, Δαβὶδ θεόσοφε, τότε ὥσπερ ἄγγελον σὲ ὑπεδέξαντο, βασιλεῖς οἱ θεόφρονες, τὴν τῆς ἀρετῆς σου, ἄγαν ἐκπληττόμενοι, πολλὴν λαμπρότητα• ἄνθρακας χερσὶ γὰρ κατέχων, τούτοις θυμιᾷς παραδόξως, Πνεύματι Ἁγίῳ δοξαζόμενος.

 

Ὅτε τὴν ἁγίαν σου ψυχήν, ἄμεμπτον Κυρίου ἀπέδως, ἐν πλῷ ὡς εἴρηκας, τότε σου τὸ παντιμον λείψανον Ὅσιε, ὡς τῆς χάριτος σκήνωμα, Θεσσαλονικέων, πόλις ὑπεδέξατο, ἐν εὐλαβείᾳ πολλῇ• ὅπερ ὁ Χριστὸς θαυματώσας, ἔδειξε πηγὴν ἰαμάτων, τοῖς πιστῶς Δαβὶδ αὐτῷ προστρέχουσι.

Δόξα... Ἠχος β'.

Τῇ θείᾳ στοιχειούμενος ἀγάπῃ, ἀγγελικῶς τὸν βίον διελήλυθας, ἐν ὁσιότητι καὶ ἀληθείᾳ, δοξάσας τὸν Κύριον, Δαβὶδ παναοίδιμε• τῶν γὰρ ἐν κόσμῳ ἡδέων, χωρίσας τὸν νοῦν, τῶν ὑπὲρ αἴσθησιν ἠξίωσαι, ὡς Θεοῦ θεράπων γνήσιος. Ἀλλ' Ὅσιε Πάτερ, τῷ θείῳ ἐντρυφῶν φωτὶ ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν... Θεοτοκίον.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς Σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.

 

Ἀπόστιχα. Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἤρθης εἰς ἀρετῶν, ἀκρώρειαν παμμάκαρ, ἀμυγδαλῆς εἰς δένδρον, ὑψώσας σου τὸ σῶμα, Δαβὶδ καθάπερ ἄσαρκος.

Στιχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ... Θαύμασι δοξασθείς, παρὰ Θεοῦ παμμάκαρ, ὡς ἄγγελος βιώσας, παρέχεις τοῖς αἰτοῦσι, Δαβὶδ χάριν καὶ ἔλεος.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...

Ὤφθης διαπρεπής, τῷ βίῳ καὶ τῷ εἴδει, ὡς ἀρετῶν ἐργάτης, καὶ φίλος τοῦ Κυρίου, Δαβὶδ θεομακάριστε.

Δόξα... Τριαδικόν.

Τρίφωτε, Παντουργέ, ὁμότιμε Θεότης, πρεσβείαις εὐπροσδέκτοις, Δαβὶδ τοῦ σοῦ Ὁσίου, τὸν σὸν λαόν οἰκτείρησον.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

    Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἐν σαρκὶ ὡς ἀσώματος, τοῦ Σωτῆρος τοῖς ἴχνεσιν, ἀκλινῶς ἑπόμενος ὤφθης Ὅσιε, καὶ ἐπὶ δένδρου τὸ σῶμά σου, ὑψώσας ἀπέρριψας, ἅπαν ἄχθος γεηρόν, καὶ χαρίτων τοῦ Πνεύματος, πλήρης γέγονας, θεοφόρε Δαβὶδ Πατέρων κλέος• διὰ τοῦτο σοῦ τὴν μνήμην, τὴν φωταυγῆ ἑορτάζομεν.

 

Καὶ τῇ ὄψει αἰδέσιμος, καὶ τῷ βίῳ περίβλεπτος, καὶ τοῖς τρόποις ἔνθεος ἐχρημάτισας, τῇ ἰσαγγέλῳ ἀσκήσει σου, Δαβὶδ παμμακάριστε• διὰ τοῦτο τὴν πολλήν, ἀρετήν σου ᾐδέσθησαν, οἱ θεόφρονες βασιλεῖς, ὧν ἐνώπιον κατέχων, ταῖς χερσὶν ἄνθρακας Πάτερ, τὴν σὴν ὑπέφηνας ἔλλαμψιν.

 

Τὸν ἰσάγγελον βίον σου, θαυμαστώσας ὁ Κύριος, ἄστρον σε πολυφωτον κόσμῳ ἔδειξε καὶ ἰαμάτων θησαύρισμα• διὸ τῇ σῇ χάριτι, ἐπαγάλλεται φαιδρῶς, καὶ γεραίρει τὴν μνήμην σου, εὐφημοῦσά σε, θεοφόρε Δαβὶδ Θεσσαλονίκη, ἡ περίβλεπτός σου πόλις, ἣν περιφρούρει πρεσβείαις σου.

Προσόμοια ἕτερα.

Ἦχος πλ. δ'. Ὢ τοῦ παραδόξου θαύματος!

Πάτερ Δαβὶδ παμμακάριστε, δι' ἐγκρατείας τὸν νοῦν, λαμπρυνόμενος ἄριστα, πρὸς τὸ πρῶτον αἴτιον, τῶν καλῶν ἀνεπτέρωσας, καὶ στῦλος ὤφθης φωτοειδέστατος, φωτίζων πάντας λόγοις καὶ θαύμασι, τοὺς προσιόντας σοι, διανοίᾳ πάντοτε θεοπρεπεῖ• ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.

 

Καθάπερ ὄρνις εὐκέλαδος, ἐν ἀναβάσει φυτοῦ, καλιὰν Πάτερ ἔπηξας, τῷ κρύει πηγνύμενος, καὶ τῷ θέρει φλεγόμενοςχρυσᾶς ἐντεῦθεν ἔλαβες πτέρυγας, τῆς ἀπαθείας καὶ τελειότητος, καὶ πρὸς οὐράνιον, ὕψος κατεσκήνωσας, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.

 

Θείῳ ἀπαθείας ἄνθρακι, φλέξας σαρκὸς ἡδονάς, ἀκατάφλεκτος ἔμεινας ἐν χερσὶ τοὺς ἄνθρακας, πρὸ προσώπου θεόπνευστε, τοῦ βασιλέως κατέχων Ὅσιε, ἐκπληττόμενου τὴν σὴν λαμπρότητα• ὅθεν παρέσχε σοι, τὰς αἰτήσεις μέγιστον, πρὸς τὸν Θεόν, πρέσβυν σε μακάριε, πλουτίσας χάριτι.

Δόξα... Ἦχος πλ. β'.

Σήμερον ἐν τῇ θέρους ὥρᾳ, ἡ τοῦ Ὁσίου Δαβὶδ ἐπέστη μνήμη, νοητὴν συγκομιδὴν φέρουσα, τῇ Ἐκκλησίᾳ τοῦ Χριστοῦ• δεῦτε οὖν, ὡς ἐν ἅλῳ μυστικῇ, στάχυας ζωῆς ταμιευσώμεθα, τῷ θεοφόρῳ Πατρὶ βοῶντες• χαίροις ὁ τῇ κλήσει τὴν πρᾶξιν προτυπώσας, καὶ φερωνύμως Θεῶ ἀγαπητὸς πεφηνώς, τῇ ἐναρέτῳ ζωῇ σου• χαίροις ὁ τῆς ὕλης τοῦ κόσμου σαυτὸν χωρίσας, καὶ ἄγγελος ἀληθῶς, φανεὶς ἐν σώματι• χαίροις Θεσσαλονίκης λαμπτήρ, Ὁσίων ὡράϊσμα, καὶ Μοναστῶν ὑποτύπωσις. Ἀλλ' ὦ Πάτερ Ὅσιε, ὡς ἔχων παρρησίαν πρὸς Κύριον, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτὸς

Τίς μὴ μακαρίσει σε Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον• ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

 

    Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Σοφία Σολομωντος τὸ Ἀνάγνωσμα. (Κεφ. γ', 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξεν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα• οἱ δέ εἰσιν ἐν εἰρήνη. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμη διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἒπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ• ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφία Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε'. 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου. Ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα• ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης• ποταμοὶ δὲ συγκλινοῦσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἡ ἀνομία, καὶ ἡ κακοπραγία περιστρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε. Μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν. Ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

Σοφία Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. δ'. 7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη• καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐξεπλήρωσε χρόνους μακρούς• ἀρεστὴ γὰρ ἦν ἡ ψυχὴ αὐτοῦ• διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

    Εἰς τὴν Λιτήν,

Ἰδιόμελα. Ἦχος α'.

Ἀγάλλεται ἐνθέως, ἡ πόλις Θεσσαλονίκη, λαμπρυνομένη τῇ σῇ χάριτι. Δαβὶδ θεοφόρε• ταύτην γὰρ ἡγίασας, τῇ σῇ ἁγίᾳ ἀσκήσει, καὶ τῷ φωτὶ τῶν ἔργων σου, ὥσπερ λύχνος φαεινός, φωταγωγεῖς ἑκάστοτε, πρὸς σωτηρίας τρίβους, τὸν περιούσιον λαὸν τοῦ Θεοῦ• ὡς υἱὸς γὰρ φωτός, σοφῶς πολιτευσάμενος, ἀξίως δεδόξασαι, τοῦ Παρακλήτου τῇ δωρεᾷ. Ἀλλ' ὦ Πατέρων ἀκροθίνιον, καὶ Ἀγγέλων συνόμιλε, τῇ Παναγίᾳ Τριάδι πρέσβευε, Παμμακάριστε Πάτερ, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος β'.

Ἀγάπης θείας τὸ πῦρ δεξάμενος, ἀπὸ νεότητος σαυτὸν ἀνατέθεικας, τῷ Χριστῷ Πάτερ Ὅσιεκαὶ τὸν ζυγὸν αὐτοῦ βαστάσας, ὅλῃ ψυχῇ αὐτῷ ἠκολούθησας, ὡς ἔλαφος διψῶσα, ἐπὶ τὰς πηγὰς τῶν ὑδάτωνὁ γὰρ θεῖος ἔρως, ὅλον θεόληπτόν σε ἔδειξε, καὶ ἄγγελον ἐν σώματι, καὶ λειμῶνα ἀρετῆς ἀειθαλῆὡς γὰρ ἄσαρκος ἐβίωσας, νεκρωθεὶς τοῖς ἐν κόσμῳ, καὶ ζωῆς τῆς θείας τοὺς καρπούς, πλουσίους ἐξήνεγκαςδι' ὧν ψυχὰς Θεὸν ταπεινώσας τρέφεις, καὶ θαυμάτων ἐνεργεῖς δυνάμεις, Δαβὶδ θεοδόξαστε, τοῖς πίστει σοι προστρέχουσι.

Ἦχος γ΄.

Πάσης ἐκκλίνων σχέσεως, ἐπὶ δένδρου ἀνῆλθες, ὡς ἀσώματος διάγων, Δαβὶδ πάτερ Ὅσιεκαὶ τὸν νοῦν ὑψώσας πρὸς Κύριον, μετάρσιος τῷ βίῳ, καὶ αἰθεροβάμων ταῖς ἀρεταῖς, ἀληθῶς ἐχρημάτισαςἔνθεν τοῦ θείου φωτός, τὰς λαμπηδόνας δεχόμενος, τῇ μορφῇ μὲν ὡς ἄγγελος, καὶ τοῖς τρόποις διαπρεπὴς τῆς θεοειδοῦς εἰκόνος τοὺς χαρακτῆρας ἐκφαίνων, ὤφθης ἅπασικαὶ νῦν τοῦ θείου κάλλους ἀμέσως ἐντρυφῶν, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.

Τῇ θείᾳ δόξῃ λελαμπρυσμένος, καὶ ἀσκητικῇ διαπρέπων χάριτι, θεράπων ἐνθεώτατος ὤφθης, τοῦ Βασιλέως τῶν οὐρανῶν, Δαβὶδ θεόληπτε• ὅθεν τῷ ἐπιγείῳ βασιλεῖ ἐπιστάς, τοῦτον ἐξέστησας, τοῖς ἐν σοὶ χαρίσμασι, καὶ δωρεῶν τῷ πλούτῳ καὶ τῇ ἀγγελικῇ ἐμφανείᾳ• Χριστὸς γὰρ ὃν ἐδόξασας, θαυμαστῶς σὲ ἐμεγάλυνεν, ὡς ἀψευδῶς ἐπηγγείλατο• ἐν ᾧ δυνάμεις θαυμάτων ἐνεργῶν, ψυχῶν καὶ σωμάτων νόσους ἴασαι, καὶ πιστῶν παιδεύεις τὸ φρόνημα, τὰ ἄνω φρονεῖν καὶ ζητεῖν, ἀληθεῖ ἐφέσει• ὧν τῆς εὐκλείας ἀπολαύων, πρέσβευε μακάριε, πάσης ἡμᾶς ῥύεσθαι θλίψεως.

Δόξα... Ὁ αὐτός.

Φερωνυμίᾳ ἑπόμενος, ὁλοσχερῶς Θεὸν ἠγάπησας, καὶ παρ' αὐτοῦ ἀξίως ἠγαπήθης, Δαβὶδ παμμακάριστε• ὅλον γὰρ τὸν βίον σου, τῷ θείῳ ὑπέταξας θελήματι, τῆς σαρκὸς μηδόλως, ποιούμενος πρόνοιαν καὶ ὡς ἄγγελος βιώσας, ἀγγελικοῖς χαρίσμασιν, ἐμεγαλύνθης Ὅσιε. Διὸ Θεσσαλονίκη ἡ πόλις σου, τὰς σὰς κηρύττει ἀριστείας, δεξαμένη τοὺς ἱδρῶτάς σου• καὶ τὴν σὴν ἁγίαν ἐορτάζουσα μνήμην, θερμῶς βοᾷ σοι· Πάτερ ἁγιώτατε, εἰρήνην σταθηρὰν καὶ βίου εὐπραγίαν, αἴτει ἡμῖν παρὰ Χριστοῦ, καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε Εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν τὴν Μητέρα τοῦ Θεοῦ ἡμῶν.

 

    Εἰς τὸν Στίχον Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν ἀληθῶς.

Χαίροις Θεσσαλονίκης πυρσός, ὁ τῶν ὁσίων ἀρετῶν σου τὴν ἔλλαμψιν, ἐκχέων ἀεὶ τῷ κόσμῳ, καὶ καταλάμπων ψυχάς, τὰς ἐσκοτισμένας ἐν τοῖς πάθεσι· Δαβὶδ παμμακάριστε, τῆς ἀγάπης θησαύρισμα, τῆς ἐγκρατείας, ἀληθὴς ὑποτύπωσις, τῆς πραότητος, θαυμαστὸν στηλογράφημα• βότρυς ὁ τῆς ἀσκήσεως, ὁ νέμων ἐν χάριτι, τῆς θεϊκῆς εὐφροσύνης, τὸν γλυκασμὸν τοῖς ὑμνοῦσί σε• Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν, δοθῆναι τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίρων ἀκολουθήσας Χριστῷ, ἀπὸ νεότητος θερμῷ, Πάτερ, ἔρωτι, ἰσάγγελον πολιτείαν, ἐπολιτεύσω σαφῶς, τῆς σαρκὸς νεκρώσας τὰ σκιρτήματα• ἐντεῦθεν ὡς εὔλαλος, ἀηδὼν ἀνελήλυθας, ἐν ἀμυγδαλῆς, τῷ φυτῷ τὴν οὐράνιον, φωνὴν ἅπασι, μυστικῶς ἀφιέμενος• ὅθεν ὁ μεγαλόδωρος, Σωτὴρ μεγαλύνων σε, διαπρεπῆ σε τοῖς πᾶσι, καὶ ἀγγελόμορφον ἔδειξε, Δαβὶδ θεοφόρε• ὂν ἱκέτευε σωθῆναι τοὺς σὲ γεραίροντας.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον...

Πλήρης ὑπάρχων θείου φωτός, καὶ οὐρανίων χαρισμάτων τοῦ Πνεύματος, ἐπέστης τοῖς βασιλεῦσιν, οἷα θεράπων Θεοῦ, ὑπὲρ τοῦ λαοῦ σου Πάτερ ὅσιε, καὶ τούτους ἐπεύφρανας, τῇ πλουσίᾳ σου χάριτι• καὶ ἐπὶ πλεῖον, ἀφορᾶν ἐπαιδεύθησαν, πρὸς τὸν ἄναρχον, Βασιλέα καὶ Κύριον. Ὅθεν πρὸς τὰ οὐράνια, μετέστης σκηνώματα, προφητικῶς προαγγείλας τὴν ἱερὰν ἐκδημίαν σου, Δαβὶδ θεοφόρε, Θεσσαλονικέων μέγας, πρέσβυς πρὸς Κύριον.

Δόξα... Ἦχος πλ. δ΄.

Τῇ ἰσαγγέλῳ σου ζωή, τῆς καθ' ὁμοίωσιν εἰκόνος, ἐμορφώσω τὴν λαμπρότητα, περιφανῶς Ὅσιε• τῇ συντόνῳ γὰρ σπουδῇ, τῶν γεηρῶν ὑπεραρθεὶς ἐμφάσεων, τὰς ὑπὲρ νοῦν ἀπορροίας, τοῦ θείου κάλλους εἰσδέδεξαι• καὶ τοῦτο πᾶσι δηλῶν, θεοειδὴς ἐφαίνου, τοῖς ὁρῶσί σε, Ἅγιε. Καὶ νῦν τῆς δόξης Χριστοῦ, ἀμέσως ἐντρυφῶν, Δαβὶδ παναοίδιμε, ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἀπολυτίκιον.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ὡς φοῖνιξ ἐξήνθησας, τῶν ἀρετῶν τοὺς καρπούς, ἀσκήσας ὡς ἄσαρκος, ἐν ἀμυγδαλῆς φυτῷ, Δαβὶδ πάτερ Ὅσιε. Ὅθεν Θεσσαλονίκη, τοῖς ὁσίοις σου πόνοις, χάριν παρὰ Κυρίου, δαψιλῆ καρπουμένη, γεραίρει ὡς μεσίτην σε, θερμὸν πρὸς τὸν Φιλάνθρωπον.

Ἕτερον. Ἦχος πλ’. α. Τὸν συνάναρχον λόγον.

Τῇ ἀγάπῃ τοῦ Λόγου Πάτερ πτερούμενος, ἐπὶ τοῦ δένδρου διῆλθες ἀγγελικὴν βιοτήν, καὶ ἐξήνεγκας ἡμῖν καρποὺς τῆς χάριτος, ἐξ ὧν τρυφῶντες νοερῶς, ἐκβοῶμέν σοι πιστῶς, Δαβὶδ ὁσίων ἀκρότης, μὴ διαλίπῃς πρεσβεύων, ἐλεηθῆναι τάς ψυχὰς ἥμων.

Θεοτοκίον.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, Χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, Χαῖρε ἀχείμαστε λιμὴν καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

Ἦχος α’ Τὸν τάφον σου Σωτήρ.

Τὸν βίον τῶν πτηνών, ἐν σαρκὶ βιοτεύων, ὡς ἄγγελος σοφέ, ἐν τῷ δένδρῳ ἐφάνης, μετάρσιος γενόμενος, τῷ φρονήματι Ὅσιε• ὅθεν μέτοχος, τῆς τῶν Ἀγγέλων εὐκλείας, ὤφθης Ἅγιε, μετατεθεὶς τῶν προσκαίρων Δαβὶδ πρὸς οὐράνια.

Θεοτοκίον.

Τὸν πάντων Ποιητήν, καὶ Θεὸν καὶ Δεσπότην, κυήσασα σαρκί, ἀπορρήτως Παρθένε, Ἀδὰμ τὴν κατάκρισιν, τῷ σῷ τόκῳ διέλυσας• ὅθεν ῥῦσαί με, τῇ μητρικῇ συμπρεσβείᾳ κατακρίσεως τῆς αἰωνίου, Μαρία, καὶ σῶσόν με δέομαι.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

Ἠχος γ'. Θείας πίστεως.

Θείοις θαύμασι κατακοσμήσας, ὁ Σωτὴρ ἡμῶν, τὴν βιοτήν σου, θαυμαστόν σε τοῖς ἐν κόσμῳ ἀνέδειξεν• ὅθεν νοσήματα πλεῖστα ἰατρεύσας, καὶ πανταχοῦ περιβόητος πέφηνας, Δαβὶδ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Θεοτοκίον.

Θείου Πνεύματος, τῇ ἐπελεύσει, τὸν Ὑπέρθεον, ἐν τῇ γαστρί σου, Θεὸν Λόγον συνείληφας Ἄχραντε, καὶ μετὰ σώματος τοῦτον γεγένηκας, καὶ μετὰ τόκον Παρθένος διέμεινας. Ὅθεν ἅπαντες, ὑμνοῦμεν τὰ μεγαλεῖά σου, προστρέχοντες ἀεὶ τῇ προστασίᾳ σου.

 

    Μετὰ τὸν Πολυέλαιον, Κάθισμα.

Ἦχος πλ. α'. Τὸν συνάναρχον Λόγον.

Τῇ ἀσκήσει σου Πάτερ χαίρει καὶ τέρπεται, ἡ περιώνυμος πόλις Θεσσαλονίκη φαιδρῶς• ὡς ἀστέρα γὰρ λαμπρὸν ἔχει σε Ὅσιε, καὶ ταῖς σαῖς μαρμαρυγαῖς, λαμπομένη μυστικῶς, τὴν μνήμην σου τὴν φωσφόρον, χαρμονικῶς ἑορτάζει, Δαβὶδ ὁσίων ἐγκαλλωπισμα.

Θεοτοκίον.

Τὸν Σωτῆρα ἀσπόρως κυοφορήσασα, τῆς σωτηρίας Παρθένε πύλη ἐδείχθης λαμπρά, πρὸς αἰώνιον ζωὴν ἡμᾶς εἰσάγουσα, τοὺς Θεοτόκον ἀληθῆ, σὲ κηρύττοντας ἀεί, καὶ πίστει σοι ἐκβοῶντας• χαῖρε Ἀγγέλων ἡ δόξα, καὶ τῶν ἀνθρώπων τὸ διασωσμα.

 

    Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν Ὁσίων αὐτοῦ.

Στίχ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρά.

 

Εὐαγγέλιον τὸ τοῦ Ἀγ. Σάββα.

Ό Ν'.

Δόξα... Ταῖς του σοῦ Ὁσίου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

 

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.

 

Ἰδιόμελον. Ἦχος πλ. β'.

Ἀσκητικῶς ἀγωνισάμενος, τοῦ παλαιοῦ πτερνιστοῦ, τὴν ὀφρὺν κατέβαλες, ταπεινώσεως ὅπλοις, Δαβὶδ παναοίδιμεκαὶ ὑψωθεὶς πρὸς Κύριον, ἐθεώθης κατὰ μέθεξιν, τῆς θείας εὐπρεπείας, ἀναδησάμενος τὸ κάλλοςδιὸ Ἀγγέλοις συνηδόμενος, ἐκτενῶς ἱκέτευε πρὸς Κύριον, σῴζεσθαι ἡμᾶς πάσης θλίψεως Ὅσιε Πάτερ.

 

    Εἶτα οἱ Κανόνες, τῆς Θεοτόκου καὶ τοῦ Ἁγίου.

Κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς.

«Τοὺς σοὺς γεραίρω Δαβὶδ ἀγῶνας, Γερασίμου».

ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.

Τριάδος τὴν ἔλλαμψιν, λαμπρῶς δεχόμενος Ὅσιε, τὸν νοῦν μου καταύγασον, ταῖς ἱκεσίαις σου, ἵνα μέλψω σου, Δαβὶδ τὴν πολιτείαν, δι' ἧς ἐμεγάλυνας, τὸν πάντων Κύριον.

 

Ὁσίων τὸ καύχημα, ὁ τῶν Ἀγγέλων ἐφάμιλλος, τὸ σκεῦος τὸ πάγχρυσον, τῶν ἱερῶν ἀρετῶν, ὁ ἀείφωτος, λαμπτὴρ Θεσσαλονίκης, Δαβὶδ ὁ μακάριος, ὑμνολογείσθω μοι.

 

Ὑψώσας πρὸς Κύριον, τὴν τῆς καρδίας σου ἔφεσιν, αὐτῷ ἠκολούθησας, ἀπὸ νεότητος, καὶ ὑπέρτερος, ἡδέων τῶν τοΰ κόσμου, Δαβὶδ ἐχρημάτισας, βίου λαμπρότητι.

Θεοτοκίον.

Σωτῆρα καὶ Κύριον, πάντων ἀνθρώπων κυήσασα, Χριστὸν τὸν Φιλάνθρωπον, δι' ἀγαθότητα, κόσμον σῴζοντα, φθορᾶς τε καὶ θανάτου, σωθῆναι Πανάμωμε κἀμὲ ἀξίωσον.

Καταβασία. Ἀνοίξω τὸ στόμα μου.

 

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.

Σταυρώσας σαυτὸν τοῖς ἐν τῷ κόσμῳ, ὡς ᾖρας Κυρίου τὸν Σταυρόν, ἐν τῇ Μονῇ προσέδραμες, Θεοδώρου τοῦ Μάρτυρος, καὶ Μερκουρίου Ὅσιε, ἀσκητικῶς γυμναζόμενος.

 

Ὁσίως λατρεύων τῷ Κυρίῳ, τῶν πάλαι Ἁγίων τὴν ζωήν, τῶν ἐν τῷ Νόμῳ Ὅσιε, καὶ ἐν τῇ θείᾳ χάριτι, θαυμάζων διετέλεσας, καὶ μιμητὴς τούτων γέγονας.

 

Ὑπῆλθες πολλῇ ἐν ταπεινώσει, καὶ γνώμῃ στερρᾷ Πάτερ Δαβίδ, τοὺς πόνους τῆς ἀσκήσεως, καὶ τῆς σαρκὸς τὸ φρόνημα, ἐνέκρωσας τὴν ἄνωθεν, χάριν πλουσίως δεχόμενος.

Θεοτοκίον.

Σὑνδέσμῳ ἀγάπης τῆς τελείας, τοῦ λάμψαντος Κόρη ἐξ ἁγνῶν, αἱμάτων σου δι' ἔλεος, σύνδεσον τὴν καρδίαν μου, καὶ τῶν δεσμῶν με λυτρωσαι, τῆς ἁμαρτίας καὶ σῶσόν με.

Καταβασία. Τοὺς σοὺς ὑμνολόγους.

 

Κάθισμα.

Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Εγκρατείᾳ τὰ πάθη τὰ τῆς σαρκός, τῇ ψυχῇ ὑποτάξας Πάτερ σοφέ, ὡράθης μακάριε, μετὰ σώματος ἄγγελος• καλιὰν δὲ πήξας, ὡς ὄρνις εὐκέλαδος, ἐν φυτῷ εἰς ὕψος, τὸν νοῦν ἀνεπτέρωσας• ὅθεν τῶν θαυμάτων, ἐνεργείας πλουτίσας, μετῆλθες πρὸς Κύριον, ὃν ἐκ βρέφους ἐπόθησας• διὰ τοῦτο βοῶμέν σοι• Πρέσβευε Χριστῷ, τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι, πόθῳ τὴν ἁγίαν μνήμην σου.

Θεοτοκίον.

Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ χαλεπά, ἴασαι δέομαι καὶ συγγνώμην παράσχου μοι, τῶν ἐμῶν πταισμάτων, ἀφρόνως ὧν ἔπραξα, τὴν ψυχὴν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος. Οἴμοι! Τί ποιήσω, ἐν ἐκείνῃ τῇ ὥρᾳ ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος• τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος• σὲ γὰρ ἔχω ἐλπίδα ὁ ἀνάξιος δοῦλός σου.

 

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.

Γῆς ἁπάσης ἀποκλίνων, οὐρανίῳ φρονήματι, τῷ φυτῷ ἀνῆλθες, καὶ ἐν τούτῳ ἔστης ἀκλόνητος, πρὸς τελειότητος ὕψος ἀναγόμενος, Πάτερ Ὅσιε, ταῖς μυστικαῖς ἀναβάσεσι.

 

Ἐπιβὰς ἐπὶ τοῦ δένδρου, θείῳ πόθῳ πτερούμενος, καὶ ἐν τούτῳ Πάτερ, αἴθριος δοξάζων τὸν Κύριον, δένδρον ὡράθης κατάκαρπον τοῦ Πνεύματος, προβαλλόμενος, καρποφορίαν τὴν κρείττονα.

 

Ῥείθροις Πάτερ τῶν δακρύων, δαψιλῶς ἀρδευόμενος, ὡς λειμὼν εὐώδης, ἀρετῶν τὰ ἄνθη ἐξήνθησας, τῆς Ἐκκλησίας εὐφραίνοντα τὸ πλήρωμα, καὶ διώκοντα, παθῶν ὀσμὴν τὴν παμβέβηλον.

 

Ἄγγελος ἐν γῇ ἐφάνης, μετὰ σώματος Ἅγιε, ἐγκρατείας πόνοις, καὶ ἀσκητικοῖς κατορθώμασιν ἔνθεν τῇ σῇ καλλωπίζεται λαμπρότητι, Δαβὶδ Ὅσιε, Θεσσαλονίκη ἡ πόλις σου.

Θεοτοκίον.

Ἱλασμὸν καὶ σωτηρίαν, καὶ αἰώνιον λύτρωσιν, τοῖς βροτοῖς Παρθένε, τέτοκας Χριστὸν τὸν πανάγαθον, τὸν τὴν ἀρχαίαν κατάραν ἀφανίσαντα• διὰ τοῦτό σε, σεσωσμένοι γεραίρομεν.

Καταβασία. Τὴν ἀνεξιχνίαστον.

 

ᾨδὴ δ'. Ἐξέστη τὰ σύμπαντα.

Ῥημάτων ὑπήκοος, τῶν του Ἀγγέλου γέγονας, ἄνωθέν σοι Πάτερ καταπτάντος• ὅθεν κατῆλθες ἀπὸ τοῦ δένδρου σοφέ, πλήρης εὐκαρπίας ψυχικῆς, θάλλων ἐν ταῖς πράξεσι, καὶ κομῶν τοῖς χαρίσμασι.

 

Ὡς ἄγγελος ἅπασι, κατὰ τὴν ὄψιν πέφηνας, τῆς ἐν τῇ ψυχῇ διαδοθείσης, ἐν τῷ προσώπῳ χάριτος Ὅσιε· ὅθεν ὥσπερ ἄλλον Ἀβραάμ, οἱ πιστοὶ κατεῖδόν σε, καὶ πιστῶς ὑπεδέξαντο.

 

Δαβὶδ τὴν πραότητα, Πάτερ τοΰ Προφητάνακτος, ὡς τὴν κλῆσιν ἔχων ἐμιμήσω• ὅθεν τοῖς πᾶσι πρᾷος καὶ μέτριος, καὶ διαπρεπὴς ὤφθης σοφέ, ὡς φωτὸς ἀνάπλεως, ἐπιπνοίας τοῦ Πνεύματος.

Θεοτοκίον.

Ἁγνὴ Ἀειπάρθενε, Θεοῦ μήτηρ πανάφθορε, Κεχαριτωμένη Θεοτόκε, τὴν ἐναγῆ μου καρδίαν κάθαρον, ταῖς ἐπιφοραῖς τοῦ δυσμενοῦς, καὶ πηγάζειν ποίησον, ταύτην θεῖα νοήματα.

Καταβασία. Ἐξέστη τὰ σύμπαντα.

 

ᾨδὴ στ'. Τὴν θείαν ταύτην.

Βίου τοῦ σοῦ τὴν λαμπρότητα, ἐθαύμασαν οἱ τότε ὁρῶντές σε, Δαβὶδ μακάριε• ἔξω σαρκὸς γὰρ καὶ αἵματος, ἔζης συντονωτάτῃ, ἀσκήσει χρώμενος.

 

Ἰδόντες Πάτερ ὡς Ἄγγελον, τῇ ὄψει καὶ τοῖς τρόποις σε Ἅγιε, τὴν πολιτείαν σου, οἱ βασιλεῖς οἱ θεόφρονες, ᾐδέσθησαν ὑμνοῦντες, τὸν σὲ δοξάσαντα.

 

Δυνάμει Πάτερ τοῦ Πνεύματος, θαυμάτων αὐτουργὸς ἀναδέδειξαι• ὅθεν ἡ πόλις σε, Θεσσαλονίκη γεραίρουσα, Δαβὶδ ταῖς ἀρεταῖς σου, ἐγκαλλωπίζεται.

Θεοτοκίον.

Ἀπειρογάμως ἐκύησας, τῶν πάντων Ποιητὴν Ἀειπάρθενε, κόσμον καινίζοντα• ὢ τῶν πολλῶν μεγαλείων σου! ὅτι Ὑψίστου ὤφθης, Μήτηρ Πανάφθορος.

Καταβασία. Τὴν θείαν ταύτην.

 

Κοντάκιον. Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Ἑορτάζει σήμερον Θεσσαλονίκη, τὴν ἁγίαν μνήμην σου, Δαβὶδ Ὁσίων καλλονή, σὲ πρεσβευτὴν ἀξιόθεον, προβαλλομένη πρὸς Κύριον Ὅσιε.

Ἕτερον. Ἦχος β'. Τοὺς ἀσφαλεῖς.

Ὡς μιμητὴν τῶν οὐρανίων τάξεων, καὶ ἀγαθῶν τῶν ἐπιγείων πάροικον, ἐπαξίως μακαρίζομεν, σὲ ὦ Δαβὶδ θεομακάριστε• τὸν βίον γὰρ ὡς ἄγγελος ἐτέλεσας, καὶ θείων δωρημάτων κατετρύφησας, ἐξ ὧν καὶ ἡμῖν μετάδος Ὅσιε.

Ὁ Οἶκος.

Από νεότητος σοφέ, ἀπεριτρέπτῳ πόθῳ, κατηκολούθησας Χριστῷ, τῶν ζωοφόρων ἐντολῶν, καὶ θείων προσταγμάτων, ἐργάτης δόκιμος φανείς, ὁλοτρόπῳ, σπουδῇ, καὶ φλεγομένῃ θείῳ ἔρωτι καρδίᾳ• πᾶσαν γὰρ ἠρνήσω του κόσμου προσπάθειαν, καὶ πρὸς Ἀγγέλους ἁμιλλωμένους ὤφθης συντόνῳ ἐγκρατείᾳ καὶ πάσῃ ἅλλῃ ἀρετῇ ἀσκητικῆς ἐμφρόνως ἀγωγῆς• καὶ ἔτι μεταρσιούμενος Κυρίῳ, ἐπὶ δένδρου ἀνῆλθες, καὶ πρὸς γνόφον ὑψηλῶν θεωριῶν εἰσῆλθες, ὅλος καθαρθείς, καὶ θεουργικῇ ἑνώσει ἐθεώθης, καὶ θείων χαρισμάτων ἐπληρώθης. Διὸ Θεσσαλονίκη ἐν σοὶ ἀγαλλιᾶται, καὶ τὴν σὴν ἑορτάζουσα μνήμην κραυγάζει, Δαβὶδ Θεοῦ θεράπων γνησιώτατε. Ἐκ τῶν θείων δωρεῶν ὧν κατετρύφησας, καὶ ἡμῖν μετάδος Ὅσιε.

 

Συναξάριον.

Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Δαβὶδ τοΰ ἐν Θεσσαλονίκη.

 

Στίχ. Δαβὶδ συνήφθης τῷ πάλαι Δαβὶδ νέε,

Ἄλλον Γολιὰθ σαρκικὰ κτείνας πάθη.

Ἕκτη ἐξεπέρησε πύλας βίου εἰκάδι Δαβίδ.

 

Ταῖς αὐτοῦ πρεσβείαις Χριστέ, ὁ Θεός, καὶ πάντων σου τῶν Ἁγίων, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.

Γνόφον ἄϋλον, ὑπεισελθὼν ἐν Πνεύματι, Δαβὶδ μακάριε, ὡς καθαρὸς τὴν ψυχήν, Θεοῦ τὴν λαμπρότητα, καρδίας ὄμμασιν, εἶδες Ὅσιε, καὶ μετοχῇ τῇ κρείτονι, ὅλος φῶς τῷ κόσμῳ ὤφθης.

 

Ὡς συνώνυμος, Δαβὶδ τοῦ προφητάνακτος, τοῦτον μιμούμενος, τὸν νοητὸν Γολιάθ, σφενδόνῃ τῶν πόνων σου, εἰς γῆν κατέβαλες καὶ συνέτριψας, τὴν κάραν τούτου Ὅσιε, ταπεινώσεως τοῖς ὅπλοις.

 

Νοῦν θεόφρονα, Πάτερ Δαβὶδ κτησάμενος, σοφῶς ἐβάδισας, τῶν ἀρετῶν τὴν ὁδόν, καὶ σκεῦος πολύτιμον, ὤφθης τοῦ Πνεύματος, καὶ ὑπόδειγμα, τῶν μοναζόντων Ἅγιε, πρὸς ἐνθέους ἐπιδόσεις.

 

Ἀκαθαίρετος πύργος τῆς ταπεινώσεως, Δαβὶδ γενόμενος, καὶ κατ' ἐχθρῶν νοητῶν, ἰσχὺν ἀπροσμάχητον, περιζωσάμενος, ἐθεράπευσας, τὸν δαιμονῶντα Ὅσιε, νεανίαν προσευχῇ σου.

Θεοτοκίον.

Σωματούμενον, ἐν τῇ γάστρι σου ἔσχηκας, τὸν ἀπερίληπτον, καὶ ἐπὶ πάντων Θεόν, καὶ τοῦτον γεγένηκας, διπλοῦν ταῖς φύσεσι, μίαν ἔχοντα, ὑπόστασιν Πανάμωμε, καὶ μετὰ τὸν φρικτὸν τόκον.

Καταβασία. Οὐκ ἐλάτρευσαν.

 

ᾨδὴ η'. Παῖδας εὐαγεῖς.

Γέρας σε καὶ ἄδυτον λαμπτῆρα, ἡ πόλις Θεσσαλονίκη Πάτερ κέκτηται, καὶ ταῖς σαῖς ἐλλάμψεσι, σκότους παθῶν ῥύεται, καὶ πρὸς τὸ φῶς ἰθύνεται τῆς ἄνω κλήσεως• διὸ τὴν φωτοφόρον σου μνήμην, Δαβὶδ Θεοφόρε, λαμπροφανῶς γεραίρει.

 

Ἔχων σου τὸ ὄμμα τῆς καρδίας, πρὸς φέγγος ἀποσκοποῦν Θεοῦ τὸ ἄδυτον, τῆς τυφλῆς διήνοιξας, γυναικὸς τὰ ὄμματα, Δαβὶδ Θεομακάριστε, θείᾳ ἐντεύξει σου• Χριστὸς γὰρ ὃν ἐδόξασας Πάτερ, λαμπρῶς σε δοξάζει, θαυματουργίαις θείαις.

 

Ῥήσεων τῶν σῶν καθυπακούσας, ὁ ἄναξ ὁ εὐσεβὴς Δαβὶδ θεόπνευστε, ἅπαντα πεπλήρωκε, Πάτερ ἅπερ ᾔτησας• χερσὶ γὰρ φέρων ἄνθρακας καὶ μείνας ἄφλεκτος, ἐνώπιον αὐτοῦ ὑπεδήλους, τὴν ἐν σοὶ θέοφρον, πλουσιωτάτην χάριν.

Θεοτοκίον.

Ἄνω οἱ χοροὶ τῶν Ἀσωμάτων, Παρθένε, τὸ πρόσωπόν σου λιτανεύουσιν τὴν σὴν ἐξιστάμενοι, δόξαν ἀκατάληπτον, κάτω δὲ τὸ ἀνθρώπινον γένος προσπίπτει σοι, καὶ πίστει ἐκβοᾷ σοι, Παρθένε σκέπε Θεοτόκε, ἡμᾶς πάσης ἀνάγκης.

Καταβασία. Παῖδας εὐαγεῖς.

 

ᾨδὴ θ'. Ἅπας γηγενής.

Σοῦ τὴν πρὸς Θεόν, προεῖπας μετάστασιν ἡνίκα Ὅσιε, πρὸς τὴν Βασιλεύουσαν, ἐν γήρᾳ πίονι τὰς πορείας σου, ἐποίεις δι' ἀγαπησιν Πάτερ τῆς Πόλεως, ἐν ᾗ χαίρων, τὸν καλὸν ἀγῶνά σου, ἠγωνίσω Δαβὶδ παναοίδιμε.

 

Ἵνα ἐκ τοῦ σοῦ, ἁγίου κομίσωνται Λειψάνου Ἅγιε, χάριν τε καὶ ἔλεος, Θεσσαλονίκης ἡ πόλις ἅπασα, ἐξῆλθε προϋπάντησιν ποιοῦσα πάνδημον, σὺν τῷ ταύτης Ποιμενάρχῃ, Ὅσιε, ἀνυμνοῦσα τὴν θείαν σου Κοίμησιν.

 

Μύρου νοητοῦ, ὀσμὴ ἐπουράνιος πλουσία κέχυται, καὶ ᾠδαὶ ἠκούοντο, ἀπὸ στομάτων Ἀγγέλων Ἅγιε, ὅτε πρὸς τὰ οὐράνια ἔβης σκηνώματα, τοῖς ἐν κόσμῳ, ἐμφανῶς σημαίνουσαι, ἣν ἐπλούτησας δόξαν αἰώνιον.

 

Ὁ περιφανής, ἀστὴρ τῆς ἀσκήσεως Δαβὶδ μακάριε, κλέος τὸ περιδόξον, Θεσσαλονίκης καὶ τεῖχος ἄρρηκτον, σῷζε ἀεὶ τὴν πόλιν σου ἐκ πάσης θλίψεως, καὶ πταισμάτων, αἴτει Πάτερ ἄφεσιν, τῷ ὑφάναντι τόνδε τὸν ὕμνον σου.

Θεοτοκίον.

Ὕψιστον Θεόν, γενόμενον ἄνθρωπον ἐκ τῶν αἱμάτων σου, πλούτῳ ἀγαθότητος, κυοφορήσασα ὑπὲρ ἔννοιαν, Ἀδὰμ τὴν πάλαι ἔκπτωσιν Ἁγνὴ ἀνύψωσας, καὶ τοῦ πλάνου, τὴν ὀφρὺν κατέρραξας• διὰ τοῦτο ὑμνοῦμέν σε ἅπαντες.

Καταβασία. Ἅπας γηγενής.

 

Ἐξαποστειλάριον. Τοῖς μαθηταῖς συνέλθωμεν.

Πάσης προσύλου σχέσεως, ἐγκρατείᾳ συντόνῳ καὶ τοῖς λοιποῖς παλαίσμασι τῆς ἀμέμπτου ζωῆς σου, τὴν σὴν ψυχὴν ἐκκαθάρας, ὄργανον ἀπαθείας, καὶ δωρεῶν τοῦ Πνεύματος, ἀνεδείχθης δοχεῖον περιφανές, ἅπασι παρέχων Δαβὶδ παμμάκαρ, τὴν χάριν τὴν σωτήριον, ὡς θεράπων Κυρίου.

Θεοτοκίον.

Ὑπερφυῶς κυήσασα, τὸν Σωτῆρα καὶ Κτίστην, καὶ μετὰ τόκον μείνασα, ὥσπερ ἦς πρὸ τοῦ τόκου, Παρθένος πανακήρατος, Ἀειπάρθενε Κόρη, πάσης φθορᾶς καὶ θλίψεως, καὶ ὀργῆς καὶ μανίας τοῦ δυσμενοῦς, ἀσινεῖς διάσῳζε Θεοτόκε, τοὺς πίστει καταφεύγοντας τῇ Ἁγίᾳ σου Σκέπῃ.

 

    Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὴν τῶν Ἀγγέλων ἐν κόσμῳ ζωὴν μιμούμενος, τῶν ἐπὶ γῆς ἡδέων, ἐμακρύνθης Θέοφρον, καὶ πόνοις ἐγκρατείας Πάτερ Δαβίδ, τὴν ψυχὴν καθῃράμενος, τοῦ Παρακλήτου ἐδέξω τὰς δωρεᾶς, διαλάμπων ἐν τοῖς θαύμασιν.

 

Ἐπὶ τοῦ δένδρου ἀνῆλθες ἐνθέῳ ἔρωτι, καὶ ἐν αὐτῷ σκηνώσας, ὡς ἀσώματος Πάτερ μετάρσιος ἐδείχθης ταῖς ἀρεταῖς, καὶ φωτὸς θείου ἔμπλεως, καταφωτίζων τοὺς πίστει εἰλικρινεῖ, προσιόντας τῇ σῇ χάριτι.

 

Πρᾶος καὶ ἄκακος ὤφθης Πάτερ καὶ μέτριος, τὸν κεκρυμμένον ἔνδον, τῇ καρδίᾳ σου πλοῦτον, τῇ ὄψει ὑποφαίνων καὶ τοῖς λοιποῖς, θαυμαστοῖς προτερήμασι, δι' ὧν ῥυθμίζεις τὸ φρόνημα τῶν πιστῶν, πρὸς ἀγάπην Δαβὶδ ἔνθεον.

 

Θεσσαλονίκη τελοῦσα τὴν θείαν μνήμην σου, τοὺς σοὺς λαμπροὺς ἀγῶνας Θεοφόρε γεραίρει, ᾗ δίδου οὐρανόθεν τὴν Πατρικήν, εὐλογίαν σου Ὅσιε, σὺν τῷ κλεινῷ Δημητρίῳ φρουρῶν αὐτήν, ἀπὸ πάσης περιστάσεως.

Δόξα... Ἦχος πλ. α'.

Ὅσιε Πάτερ, ἀγάπῃ θείᾳ πτερωθείς, τῶν χαμαὶ κειμένων τὸν πόθον, ἐμφρόνως ὑπερεῖδες• Θεόληπτος γὰρ ὤφθης, ἐν τῇ μελέτῃ τοῦ κρείττονος, καὶ Θεοφόρος ἐγένου ἐν τῇ ἀποθέσει τῶν γεηρῶν φρονημάτων, δι' ἀσκητικῶν καμάτων• πράξει γὰρ διαπρέπων, θεωρίᾳ τὸν βίον ἐκόσμησας, καὶ θαύμασι δεδόξασαι, τῇ Θεϊκῇ χορηγίᾳ. Ὅθεν δυσωποῦμέν σε, οἱ τὴν μνήμην τελοῦντές σου Δαβὶδ μακάριε, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον.

Μακαρίζομέν σε Θεοτόκε Παρθένε...

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

Εἰς τὴν Λειτουργίαν.

Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τοῦ Ἁγίου Σάββα.

 

Κοινωνικόν. Εἰς μνημόσυνον...

 

Μεγαλυνάριον.

Βίῳ διαπρέπων ἀσκητικῷ, ἄγγελος ἐδείχθης, μετὰ σώματος ἐπὶ γῆς• ὅθεν τὴν σὴν χάριν, Πόλις Θεσσαλονίκη, Πάτερ Δαβὶδ κηρύττει, ἣν σκέπε πάντοτε.

 

Δίστιχον. Δαβὶδ θείας πλῆσόν με ἀγάπης Πάτερ Γεράσιμον μέλψαντα τὰς ἀρετὰς σου.