ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΟΣΙΟΥ κΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ

ΑΛΕΞΙΟΥ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΤΟΥ ΘΕΟΥ

ΨΑΛΛΟΜΕΝΗ Τῌ ΙΖ'. Μαρτίου, ἐν ᾗ τελεῖται ἡ μνήμη αὐτοῦ.

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν Στίχους δ'. καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Ἄνθρωπόν σε ἔγνωμεν Θεοῦ· κλίσει τε καὶ πράγματι, ταΐς ἀρεταῖς γὰρ διέλαμψας, πτωχείαν ἄμετρον, καὶ στενοχωρίαν ἐπὶ γῆς κτησάμενος, καὶ θαύμασι πιστοὺς πιστωσάμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

 

Ἔρωτι δροσίζοντι, σαρκός, ἔρωτας φλογίζοντας ἐναποσβέσας Ἀλέξιε, θαλάμου θάλαμον εὐσεβῶς ἠλλάξω, ἡδονῆς τε σώματος, τὴν θείαν τῶν Ἀγγέλων ὁμοίωσιν· μεθ' ὧν ἱκέτευε δωρηθῆναι ταΐς ψυχαῖς ἡμῶν τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

 

Μένεις ἀγνοούμενος σοφέ, πρὸ πυλῶν θλιβόμενος τῶν ἱερῶν γεννητόρων σου, ἐμπαροινούντων τῶν οἰκείων παίδων, ἐπὶ χρόνον μήκιστον· θανὼν δέ, φανεροῦσαι τοῖς θαυμασιν, οἷς ἀπετέλεσας θεραπεύων τὰ νοσήματα, καὶ διώκων ἀκάθαρτα πνεύματα.

Δόξα. Ἦχος Β'.

Φιάλαι πεφύκασι τῶν ἀρωμάτων. (Ζήτει ἐν τῇ Λιτῇ) Καὶ νῦν, Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου.

 

Ἐν τῷ Στίχῳ.

Προσόμοια Στιχηρά.

Ἦχος Β' Οἶκος τοϋ Ἐφραθᾶ.

Ἄνθρωπος τοῦ Θεοῦ σὺ μόνος ἐν Ὁσίοις, οὐρανοφοίτῳ φύσει λαμπρῶς ἀνηγορεύθης, Ἀλέξιε πανόλβιε.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

 

Ἀένναον πηγὴν ἰάσεων παντοίων, τὴν πάντιμόν σου κάραν Ἀλέξιε τρισμάκαρ, Θεὸς πιστοῖς ἀνέδειξε.

 

Στίχ. Καυχήσονται ὅσιοι ἐν δόξῃ Χριστὲ παμβασιλεῦ, εἰρήνην τῷ λαῷ σου καὶ ἔλεος παράσχου, πρεσβείαις Ἀλεξίου καὶ πάντων τῶν ἁγίων σου.

Δόξα, καὶ νῦν.

Χαῖρε ἡ τὴν χαρὰν τοῦ κόσμου δεξαμένη, Χριστὸν τὸν ζωοδότην,καὶ παύσασα τὴν λύπην, Παρθένε τῆς προμήτορος

 

Ἀπολυτίκιον. Ἦχος Δ'.

Ταχὺ προκατάλαβε.

Ἐκ ῥίζης ἐβλάστησας περιφανοῦς καὶ πιστῆς, ἐκ πόλεως ἤνθησας βασιλικῆς καὶ λαμπρᾶς, 'Ἀλέξιε πάνσοφε· πάντων δ' ὑπερφρονήσας, ὡς φθαρτῶν καὶ ῥεόντων, ἔσπευσας συναφθῆναι τῷ Χριστῷ καὶ δεσπότῃ. Αὐτὸν οὖν ἐκδυσώπει ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Συναπτή. Καὶ Ἀπόλυσις.

 

ΕΝ ΔΕ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν ψαλμὸν καὶ τὴν πρώτην στάσιν τοῦ Μακάριος ἀνὴρ ψάλλομεν τὸ Κύριε ἐκέκραξα, ἐν ᾧ ἱστῶμεν Στίχους ἕξ, καὶ ψάλλομεν τὰ ἐφεξῆς Προσόμοια.

Ἦχος Β', Ὅτε ἐκ τοῦ ξύλου, Σὲ νεκρόν.

Κρήνη ἀνεδείχθης δαψιλής, νάματα προχέουσα πᾶσι πιστοῖς ἰάσεων, κάρα σου ἡ παντιμος, Πάτερ Ἀλέξιε· καὶ ψυχὰς καὶ τὰ σώματα δροσίζει τρισμάκαρ, νόσους ἐκδιώκουσα, καὶ θλιβομένους δεινῶς μέγα παραμύθιον οὖσα· ὅθεν μετὰ πόθου τιμῶντες, ταύτην εὐλαβῶς ἀσπαζόμεθα.

 

Μέγα τὸ κατόρθωμα τὸ σόν, καὶ ἡ καρτερία σου, Πάτερ, ἀξιοθαύμαστος ὥσπερ γάρ τις ἄσαρκος, τῶν ἐν τῷ βίῳ τερπνῶν κατεφρόνησας ἔνδοξε, καὶ ῥέοντος πλούτου, καὶ τάς τῆς νεότητος ὁρμὰς ἐκοίμησας· ὅθεν ἀνεδέδειξαι ζῶσα στήλη θαυμαστῆς ἐγκρατείας, καὶ τῶν μοναζόντων ἐγκαλλώπισμα.

 

Ἔζης ἀγνοούμενος σοφέ, πρὸ πυλῶν πατρῴας οἰκίας, πλείστοις ἐν ἔτεσι, καὶ ὑπὸ τῶν δούλων σου ἐμπαροινουμενος· ἀλλ' ὁ λύχνος διέλαμπεν ὑπὸ τῷ μοδίῳ, καὶ σοῦ τὴν στερρότητα Δαίμονες ἔφριττον. Ἄνω δὲ τῆς νίκης στεφάνους, ἐν τοῖς οὐρανοῖς, ἀμαράντους, Ἄγγελοι Θεοῦ σοι προητοίμαζον.

Ἕτερα .

Ἦχος Δ’ Ὡς γενναῖον ἐν Μάρτυσι.

Ἀστραπαῖς τῶν θαυμάτων σου, τὴν ὑφήλιον ἅπασαν, ὅσιε Ἀλέξιε, κατεφώτισας, καταυγασθεὶς ταῖς τοῦ πνεύματος, ἀκτῖσι πανόλβιε· Ἐγκρατείᾳ γὰρ σαρκός, καὶ νηστείαις καὶ δάκρυσι, καὶ δεήσει, τοῦ ἐχθροῦ καταργήσας τὰς δυνάμεις, εὐηρέστησας Κυρίῳ· διὸ πιστῶς εὐφημοῦμέν σε.

 

Ἐκαρτέρησας ἔνδοξε, πρὸ πυλῶν γεννητόρων σου, τούτων ἐκκαιόμενος πικροῖς δάκρυσι· δούλοις δὲ σοῖς ἐμπαιζόμενος, ἔφερες πρᾳότατε, ἀφορῶν εἰς οὐρανούς, καὶ τὴν μένουσαν εὔκλειαν· ὅθεν Κύριος, ἐπαξίως ἐδόξασέ σε Πάτερ, ἀναδείξας τὸ σὸν σκῆνος, πᾶσι παρέχον ἰάματα.

 

Παρθενίαν ἠγάπησας ὁλοψύχως Ἀλέξιε, ταύτην νυμφευσάμενος ὥσπερ ἄσαρκος, ἀντὶ καλῆς τε νομίμου τε νύμφης, ἣν κατέλιπες παραθέμενος Θεῷ. καὶ παστάδος ἀντήλλαξας, φθαρτῆς Ὅσιε, οὐρανίους θαλάμους, ἔνθα Πάτερ, συναγάλλῃ μετ' Ἀγγέλων, ὧν καὶ τὸν βίον ἐζήλωσας.

Δόξα Ἦχος Δ'.

Τὸν νεαρὸν ἀδάμαντα τῆς καρτερίας ἀδελφοί, Ἀλέξιον τὸν ἀοίδιμον ἀσκητήν ὁμοφρόνως πάντες τιμήσωμεν. Οὗτος γάρ, διὰ τὸν ὄντως ὄντα Θεόν, πάσης γεηρᾶς τερπνότητος καταφρονήσας, τὸν σταυρὸν τοῦ Σωτῆρος ἐπ' ὤμων προθύμως ἤρατο, ξένος γεγονὸς πατρίδος λαμπρᾶς, καὶ πατρικῆς περιφανείας, καὶ νυμφικῆς κοινωνίας, καὶ σὺν τῷ Παύλῳ φθεγγόμενος. Καθ' ἡμέραν ἀποθνῄσκω, ζῶ δὲ οὐκ ἔτ’ ἐγώ, ζῇ δὲ ἐν ἐμοὶ Χριστὸς ὁ Θεός, ὁ ἔχων τὸ μέγα ἔλεος.

Καὶ νῦν. Ὁ διὰ σὲ θεοπάτωρ.

Ὁ διὰ σὲ Θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου. Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρών, πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων, τὸ μέγα καὶ πλούσιον ἔλεος.

 

Τὰ ἀναγνώσματα ζήτει εἰς Ὅσιον.

Ἐν τῇ Λ ι τ ῇ

Στιχηρὰ ἰδιόμελα. Ἦχος Α'.

Δεῦτε οἱ πιστοὶ ὕμνοις ἐγκωμίων ἀνευφημήσωμεν, τὸν ἀληθινὸν τοῦ παντάνακτος ἄνθρωπον, Ἀλέξιον τὸν ἀλεξίκακον, τοῖς πιστοῖς βοηθὸν καὶ ἰατῆρα τῶν νοσημάτων. Ἐν γὰρ τῷ θείῳ βαπτίσματι, κατάλληλον τοῖς μέλλουσιν ἔργοις, λαβὼν τὴν προσηγορίαν, ἴαμα τοῖς εὐσεβέσιν ἀνεφάνη θεόσδοτον, ἰώμενος πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν, τῶν πιστῶς προσερχομένων αὐτῷ, καὶ βοώντων σοι, Κύριε δόξα σοι.

Ὁ αὐτός.

Ρώμη μὲν ἡ πρεσβυτέρα, ἐναβρύνεται πάτερ Ἀλέξιε, ὡς γενέθλιόν σοι ἔδαφος, τὰ σπάργανά σου πλουτῆσαν τὰ πάντιμα. Σεμνύνεται δὲ καὶ Ἐδεσσα τοῖς ἀσκητικοῖς ἱδρῶσί σου καταρδευθεῖσα, καὶ γεωργηθεῖσα τῷ ἀρότρῳ τῶν ὁσίων πόνων σου. Κοσμεῖται δὲ μάλιστα, καλλωπιζομένη πνευματικῶς, καὶ ἡ Πελοποννησία Λαύρα τῶν μοναστῶν, ὄλβιον οὐράνιον καὶ ἀναφαίρετον, τὴν χαριτόβρυτον κάραν σου κτησαμένη, καὶ βοῶσα πρὸς Χριστὸν τὸν Θεόν. Πρεσβείαις, Κύριε τοΰ σοῦ Ὁσίου, σῶσον τάς ψυχὰς ἡμῶν.

Ἦχος Β'.

Φιάλαι πεφύκασι τῶν ἀρωμάτων αἱ σιαγόνες σου, Πάτερ Ἀλέξιε, εὐωδίαν τοῖς πιστοῖς ἐκπέμπουσαι πνευματικήν, καὶ πᾶσαν μὲν Δαιμόνων ἀπολαύνουσαι ἐπήρειαν, παρέχουσαι δὲ τοῖς ἐν πίστει προσερχομένοις ἰαμάτων χαρίσματα, καὶ τούτους ἐνισχύουσαι πρὸς τὸν ἀγῶνα τῆς σωτηρίας. Οὕτως οἶδε Κύριος δοξάζειν τοὺς αὐτὸν ἀντιδοξάζοντας, καὶ βοῶντας ἀπαύστως Κύριε δόξα σοι.

Ὁ αὐτός.

Σήμερον οὐράνιοι Ἄγγελοι, σὺν πᾶσι τοῖς Ἁγίοις μετὰ τῆς Ἐκκλησίας εὐφραίνονται, τοὺς ἀσκητικοὺς ἀγῶνάς σου τιμώσης, καὶ πιστοῖς προτιθεμένης καρτερίας ὑπόδειγμα. Σήμερον βασιλεῖς καὶ ἄρχοντες, σὺν ἀρχιερεῦσι καὶ ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς, ἐνθέως ἀγάλλονται τὴν μνήμην σου τὴν ἁγίαν ἐορτάζοντες, καὶ τὸ πολύαθλόν σου σῶμα, ταῖς μεγίσταις τιμαῖς περιέποντες. Καὶ Χριστὸν δοξάζοντας χαρμοσύνως ἐκβοῶσι· Κατῴκισας Κύριε ἐν εἰρήνῃ καὶ ἐν δόξῃ τὸν δοῦλόν σου, ὃν ἠγάπησας, ῥυσθέντα τῇ θεὶᾳ δυνάμει σου, ἐκ τῆς παγίδος τῶν θηρευόντων. Σήμερον καὶ ἡ ἐν Πελοποννήσῳ Λαύρᾳ, τὴν χαριτόβρυτόν σου κάραν Ἀλέξιε, τοῖς ἐγκωμίοις καταστέφουσα, φαιδρῶς πανηγυρίζει κραυγαζουσα· Πρεσβείαις Κύριε τοῦ σοῦ Ὁσίου, καὶ πάντων τῶν Ἁγίων, σῶσον τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. Α'.

Ὅσιε πάτερ θεόφρον Ἀλέξιε, τῷ δι’ ἡμᾶς ἑκουσίως νεκρωθέντι Χριστῷ, ἀνεπιστρόφως ἠκολούθησας· καὶ πᾶσι χαίρειν εἰπών, τὴν σάρκα κακουχίαις ἐνέκρωσας· καὶ πτερωθεὶς τῷ πνεύματι, κατέπαυσας εἰς τὰς αὐλὰς τοῦ Κυρίου, ἐν αἷς τοῦ θείου φωτὸς ἐκτυπώτερον ἀπολαύων, μέμνησο τῶν τιμώντων σου τὴν μνήμην τὴν ἀεισέβαστον.

Ἦχος πλ. Β'.

Ἐκ βρέφους τὸν Κύριον ἀπὸ καρδίας ἐζήτησας· καὶ εὑρὼν ὃν ἐπόθησας, συνανεκράθης αὐτῷ, ῥέοντα πλοῦτον ὑπερπηδὼν καὶ δόξαν χαμαίζηλον καὶ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας τοΰ κοσμοκράτορος ἀντιστὰς καὶ νικήσας, ἀκηράτων στεφάνων ἠξίωσαι, μετὰ τῶν Ἀγγέλων εἰς αἰῶνας ἀγαλλόμενος.

Δόξα. Ἦχος πλ. Β'.

Ἐπέφανε σήιιερον ἔαρ σωτήριον, καὶ ἑορτὴ χαρμόσυνος Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἡ πανσέβαστος μνήμη, τῶν μὲν τῆς νηστείας ἀγώνων τὸ αὐστηρὸν καθηδύνουσα, τὸ δὲ ῥᾴθυμον τοῦ βίου πρὸς ἐργασίαν ἐγείρουσα, καὶ τοῖς ἀσκητικοῖς αὐτοῦ πόνοις, ὡς ἐαρινοῖς ἄνθεσι, καὶ μύροις μυστικοῖς, χοῦς πιστοὺς εὐωδιάζουσα, καὶ πρὸς ἀρετὴν ὑπαλείφουσα. Ὡς δὲ τηλαυγὴς Ἥλιος τάς τῶν θαυμάτων ἀκτῖνας ἐκπέμπει, διαλύουοα πᾶσαν ψυχῶν τε καὶ σωμάτων σκοτόμαιναν. Αὐτῷ πιστοὶ βοήσωμεν· Ἅγιε Ἀλέξιε μὴ διαλείπῃς ὑπὲρ ἡμῶν πρεσβεύων πρὸς Κύριον, ἐν εἰρήνῃ τὸν βίον ἡμᾶς ἐκτελέσαι καὶ σωθῆναι τὰς ψυχάς ἡμῶν.

Καὶ νῦν.

Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ικετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

 

Ἐν τῷ Στίχῳ. Στιχηρὰ Προσόμοια.

Ὢ τοῦ παραδόξου θαύματος.

Πάτερ θεόφρον Ἀλέξιε διὰ τὴν ὄντως ζωήν, τῆς ζωῆς κατεφρόνησας, ἀπορρίψας ἅπαντα, πλοῦτον δόξαν, τρυφήματα, πατρίδα, νύμφην καὶ τοὺς γεννήτορας. Καὶ τὸν σταυρόν σου ὤμοις ἀράμενος, χαίρων προσέδραμες τῷ Χριστῷ μακάριε. Καὶ νῦν παρεστὼς ἱκέτευε τοῦ ἐλεῆσαι ἡμᾶς.

 

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ ὁσίου αὐτοῦ.

 

Ὅμιλος Ὁσίων Ὅσιε; Ἱεραρχῶν ἡ πληθύς, τῶν Μαρτύρων ὁμήγυρις, πάντων τῶν Ἁγίων σε οἱ χοροὶ ὑπεδέξαντο. Ἐν οὐρανοῖς Θεός σε ἐδόξασε, καὶ ἐπὶ πάσης γῆς ἐθαυμάστωσεν. Ὄντως ἐκπλήξεως, καὶ θαυμάτων ἔμπλεως, ἡ σὴ ζωή, τρισμάκαρ Ἀλέξιε, Κυρίου ἄνθρωπε.

 

Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καἰ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

 

Ἡ ἀρετή σου παράδοξος καὶ ἀρεστὴ τῷ Θεῷ, καὶ αὐτός σε ἐδόξασεν,ἐν τῇ ἐκδημίᾳ σου προσφωνήσας σε ἄνωθεν ἡγιασμένον αὐτοῦ θεράποντα, ὃν εἰς ἀνάπαυσιν προσελάβετο· Ὅθεν συνέδραμον βασιλεῖς καὶ ἄρχοντες καὶ ἱερεῖς, πάντα πιστῶν τάγματα, ἀνευφημοῦντές σε.

Δόξα Ἦχος πλ. Β'.

Ὅσιε Πάτερ Ἀλέξιε τῶν σῶν θαυμάτων αἱ ἀκτῖνες πᾶσαν τὴν ὑφήλιον διαδραμοῦσαι κατεφώτισαν· διὸ καὶ παρὰ πάντων μακαρίζῃ  χάριν προχέων ἀένναον, ἐκ τῶν ἁγίων καὶ μυριπνόων λειψάνων σου. Σὺ γὰρ τὰ τῶν πονηρῶν Δαιμόνων μηχανήματα κατέλυσας, τῶν συμπαροικούντων σοι ἀνθρώπων ὀρθοτομήσας τὰ κινήματα. Μὴ ἐμπαίζειν τοῖς ταπεινοῖς τῷ σχήματι, τοὺς σοὺς θεράποντας ἐξεπαίδευσας. Μὴ φρονεῖν χαμαίζηλα, τοὺς σοὺς γεννήτορας ἐδιδαξας. Μὴ ὑψηλοφρονεῖν τοῖς δυναστεύουσι καὶ ἡγεμόσι παρῄνεσας. Πᾶσιν ἀνθρώποις, διὰ τῆς σῆς ἐν Χριστῷ κεκρυμμένης ζωῆς, σωτήρια φαρμακα προσήνεγκας. Τοῖς ἁγίοις Ἀγγελοις συνόμιλος γέγονας, ὧν καὶ τὸν βίον ἐζήλωσας. Παρρησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.

Καὶ νῦν.

Ὁ ποιητὴς καὶ λυτρωτής μου Πάναγνε, Χριστὸς ὁ Κύριος, ἐκ τῆς σῆς νηδύος προελθών, ἐμὲ ἐνδυσάμενος, τῆς πρῴην κατάρας, τὸν Ἀδὰμ ἠλευθέρωσε· διό σοι Πάναγνε, ὡς τοῦ Θεοῦ Μητρί τε καὶ Παρθένῳ ἀληθῶς, βοῶμεν ἀσιγήτως, τὸ Χαῖρε τοῦ Ἀγγέλου. Χαῖρε Δέσποινα, προστασία καὶ σκέπη, καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Ἀπολυτίκιον. Ἦχος Δ'.

Ταχὺ προκατάλαβε.

Ἐκ ῥίζης ἐβλάστησας περιφανοῦς καὶ πιστῆς, ἐκ πόλεως ἤνθησας βασιλικῆς καὶ λαμπρᾶς, 'Ἀλέξιε πάνσοφε· πάντων δ' ὑπερφρονήσας, ὡς φθαρτῶν καὶ ῥεόντων, ἔσπευσας συναφθῆναι τῷ Χριστῷ καὶ δεσπότῃ. Αὐτὸν οὖν ἐκδυσώπει ἀεὶ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν.

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

 

Καὶ Ἀπόλυσις.

 

Ἐν τῷ Ὄρθρῳ.

 

Μετὰ τὴν Α'. Στιχολογίαν, Καθίσματα.

Τὴν ὡραιότητα.

Τὸν συμπαθέστατον Κυρίου ἄνθρωπον, τὸν τῆς ἀσκήσεως στερρὸν ἀδάμαντα, τὸν στεφανίτην τὸν λαμπρὸν Ἀλέξιον εὐφημοῦμεν·οὗτος γὰρ διέλαμψεν ἐπὶ γῆς ὥς τις Ἄγγελος, Πνεύματος γενόμενος καθαρὸν οἰκητήριον· διὸ καὶ τῶν θαυμάτων τὴν χάριν ἔλαβεν, ἰᾶσθαι τοὺς κάμνοντας.

Δόξα, τὸ αὐτό. Καὶ νῦν Θεοτοκίον.

Τν ραιτητα τς παρθενας σου, κα τ πρλαμπρον τ τς γνεας σου, Γαβριλ καταπλαγες βα σοι Θεοτκε· Ποῖόν σοι γκμιον, προσαγγω πξιον, τ δ νομσω σε; πορ κα ξσταμαι· δι ς προσετγην βο σοι· Χαρε Κεχαριτωμνη.

 

Μετὰ τὴν Β'. Στιχολογίαν, καθίσματα.

Τὸν τάφον σου Σωτήρ.

Ὁ πάντων Βασιλεύς, Ῥώμῃ τῇ βασιλίδι, σὴν κοίμησιν λαμπρῶς οὐρανόθεν μηνύει, καὶ πάντες συνέδραμον, τὸ σὸν σκῆνος, Ἀλέξιε κατασπάσασθαι, νόσων ποικίλων ἰάσεις ἀρυόμενοι, ὡς ἐκ πηγῆς ἀεννάου· διό σε δοξάζομεν.

Δόξα, καὶ νῦν. Ὁδηγησον ἡμᾶς.

 

Μετὰ τὸν πολυέλεον, Καθίσματα, Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη βασιλεύς, ἰδών σου χεῖρα τὴν νεκράν, χάρτην κρατοῦσαν ἰσχυρῶς συνεπτυγμένον, εἰλητόν, καὶ μηδενὶ τῶν παρόντων ἐπαφιεῖααν· τότε προσελθών, ὥσπερ εὐγνώμων υἱός, πανευλαβῶς ᾐτήσατο καὶ ἔλαβε καὶ ἀναγνοὺς ἐθαύμασεν ἀξίῳς, καὶ μετὰ δέους ἀνέκραξεν· Ἄνθρωπος ὄντως Θεοῦ ὑπάρχεις, πάνσεπτε πάτερ Ἀλέξιε.

Δόξα καὶ νῦν. Κατεπλάγη Ἰωσήφ.

 

Τὸ πρῶτον ἀντίφωνον τοῦΰ Δ'. Ἤχου Ἐκ νεότητός μου. κ.τ.λ.

Εὐαγγέλιον ὁσιακὸν καὶ ὁ Ν'. εἶτα οἱ Κανόνες,

 

Κανὼν πρῶτος, φέρων ἀκροστιχίδα ταύχην·

«ᾌδω προθύμως ᾆσμα τῷ Ἀλεξίῳ. Κυρίλλου».

 

ᾨδὴ α'. Ἦχος Δ'. Ἀνοίξω τὸ στόμα μου.

Ἀόρατε Κύριε, καὶ Βασιλεῦ πάσης κτίσεως, Θεὲ πολυέλεε, τῶν ἀγαθῶν χορηγέ, ὁ δωρούμενος σοφίαν τοῖς ἀσόφοις, τὸν νοῦν μου καταύγασον, τῇ εὐσπλαγχνίᾳ σου.

 

Δειλίᾳ συνέχομαι, ὑμνεῖν τὸν ὄντως σου ἄνθρωπον, τὸν θεῖον Ἄλέξιον, Δέσποτα Κύριε· ὅθεν δέομαι, καθάρας με παντοίων παθῶν, μοὶ χορήγησον λόγον ἐπάξιον.

 

Ὠδῖνες στειρώσεως εἰς φῶς σὲ Πάτερ ἐξήγαγον, ἀκτῖνες τοῦ Πνεύματος σὲ ἀνεγέννησαν, καὶ ἐξελαμψας, ἀπὸ δυσμῶν ὡς ἄλλος ἀστὴρ παμφαέσταχος, φωτίζων ἅπαντας,

 

Πατρόθεν ὑπέρτιμος, καὶ ἐκ μητρὸς ὑπερένδοξος, προῆλθες μακάριε, καὶ ἐκ πατρίδος κλεινῆς· σὺ δ’ ἀπέβλεψας πρὸς δόξαν τὴν ἀγήρω, πάντα τὰ ῥέοντα παρεῖδες Ὅσιε.

Θεοτοκίον.

Ῥάβδος ἀνατείλασα τῆς Ἱεσσαί, ῥίζης ἄχραντε, ὡς ἄνθος ἁμάραντον, Χριστὸν ἐβλάστησας, τὸν ὑπέρχρονον Θεὸν ἐκ σοῦ τεχθέντα, καὶ σάρκα γενόμενον δι’ ἀγαθότητα.

 

Κανὼν δεύτερος, οὗ ἡ ἀκροστιχίς.

«Σὲ τὸν Θεοῦ ἄνθρωπον αἰνέσω μάκαρ Ἰωσήφ».

ᾨδὴ α'. Ἦχος Β'. Ἐν βυθῷ κατέστρωσε.

Στενοτάτην ὥδευσας ὁδὸν ἄμεμπτον καὶ ὅσιον βίον σοφὲ μετελθὼν ἐκ νεότητος· διό μου τὴν στένωσιν καταπλάτυνον τοῦ νοός, εὐφημῆσαί σε τὸν πρὸς παραδείσου πλάτος αὐλιζόμενον μακάριε.

 

Ἑαυτὸν διόλου τῷ Θεῷ μάκαρ ἀναθέμενος, ἔξω σαρκὸς καὶ κόσμου ἐχρημάτισας πλούτου διαρρέοντος, τὸν οὐρανιον προτιμήσας καὶ μένοντα, καί ἐνεγκαμένης πόλιν τὴν Σιὼν τὴν αἰωνίζουσαν.

 

Τῆς νηδύος σὺ τῆς μητρικῆς στείρωσιν διέλυσας, ἀποτεχθεὶς ὡς Σαμουὴλ πανόλβιε· ἐν γαστρὶ καρδίας δὲ τὸν ἁγιώτατον συλλαβὼν φόβον, ἔτεκες, πνεῦμα σωτηρίας, θείων ἀρετῶν τε διὰ πίστεως.

Θεοτοκίον.

Ὁ Πατρὶ συνάναρχος Υἱός, ἔσχεν ὡς αἰτίαν σε τῆς πρὸς ἡμᾶς, Παρθένε, ὁμοιώσεως, μόνην ὑπὲρ ἅπασαν κτίσιν, ἄχραντε, καθαράν σε εὐράμενος· ὅθεν ὑιινοῦμέν σε πᾶσαι γενεαί, καὶ μακαρίζομεν.

 

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε.

Ὄνομα ἐκτήσω θεομάκαρ, ἀξίως τῶν πράξεων τῶν σῶν, ὡς ἀπαλλάττων ἅπαντας νόσων σαρκὸς καὶ πνεύματος, καὶ τοῦτό σοι τὸ χάρισμα Πνεῦμα τὸ θεῖον δεδώρηται.

 

Θάνατον ὑπέστης κατὰ Παῦλον, δουλώσας τὸ σῶμά σου τῷ νῷ· καὶ θνῄσκων μὲν ἑκάστοτε, ἀεὶ δ ἀνανεούμενος· οὐκέτι ζῶ γάρ, ἔλεγες, ζῇ δ' ἐν ἐμοὶ Χριστὸς Κύριος.

 

Ὑπῆρξας ὡς ἄσαρκος τῇ φύσει, γονέων καὶ νύμφης ὀδυρμοῖς καὶ θρήνοις μὴ καμπτόμενος πᾶσι δ' ἐμπαροινούμενος, ἔτεσι πλείστοις Ἅγιε, καὶ πᾶσι τούτοις ἀγνοούμενος.

Θεοτοκίον.

Μόνη συνέλαβες ἀρρήτως τὸν κτίστην τῶν ὅλων ἐν σαρκὶ καὶ μόνη τὸ ἀνθρώπινον, κατάρας τοῦ προπάτορος, ῥῦσθῆναι ἐμεσίτευσας· ὅθεν ἁγνή, σὲ δοξάζομεν.

 

Κανὼν δεύτερος. Ἐξήνθησεν ἡ ἔρημος.

Νυττόμενος τῷ ἔρωτι τῆς ἁγνείας, θάλαμον τοῦ ἐπὶ γῆς, οὐράνιον ἀντηλλάξω, καὶ κοσμικῶν ἡδονῶν, τὴν ἡδίστην Ἀγγέλοις ἐξομοίωσιν.

 

Θορύβου τοῦ ἐν βίῳ τε, καὶ ὄγκον πλούτου ἔλιπες, καὶ μετανάστης γέγονας τῆς πατρίδος, πάτερ Ἀλέξιε, τοΰ Χριστοῦ τὴν πτωχείαν ἐκμιμούμενος.

 

Ἐν πόνοις τε καὶ δάκρυσι, καὶ ἐγκρατείᾳ πάνσοφε, τὸ ἀγαθὸν ἐζήτησας, πότε ἥξει φῶς ἐπιγνώσεως τὴν ἀπάθειαν φέρον τῇ καρδίᾳ σου.

Θεοτοκίον.

Ὁ ἄνω ἀθεώρητος τοῖς Ἀγγέλοις ἄχραντε, κάτω ἐκ σοῦ γενόμενος. καθορᾶται τέλειος ἂνθρωπος, ἀπολλύμενον κόσμον ἀνακτώμενος.

 

Κάθισμα.Ἦχος πλ. Δ'. Τὴν σοφίαν καὶ λόγον.

Τοὺς ἱδρῶτας καὶ πόνους τοὺς σοὺς σοφέ, νοερῶς θεωροῦντες πάντες πιστοί, πάσης κατανύξεως τὰς ψυχὰς ἐμπιπλάμεθα καὶ πρὸς θείους ὕμνους, καὶ δόξαν καὶ αἴνεσιν, τοῦ Δεσπότου τῶν ὅλων, παμμμάκαρ Ἀλέξιε, πόθῳ ἐγκαρδίῳ ἑαυτούς συγκινοῦμεν, ᾠδαῖς σε γεραίροντες ὡς Κυρίου θεράποντα, καὶ πιστῶς ἐκβοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα καὶ νῦν. Τὴν σοφίαν καὶ λόγον.

 

ᾨδὴ δ'. Τὴν ἀνεξχνίαοτον θείαν βουλήν.

Ὥρμησας εἰς Ἔδεσσαν Πάτερ σοφέ, φεύγων τὴν τῆς νύμφης συνάφειαν, καὶ παροικήσας ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, χρόνον πολύν δἰὴγαγες, ἄγνωστος πᾶσιν ἀξιαγαστε.

 

Σταδίῳ ἐνίκησας τὸν δυσμενῆ πλοῦτον βδελυξάμενος ἄστατον, καὶ πενητεύσας, τοῦ δὲ μένοντος ἀεὶ θησαυροῦ ὀρεγόμενος, οὗ καὶ κληρονόμος γεγένησαι.

 

Ἄστεγος καὶ ἄοικος ὤφθης ἐν γῇ, ὡς τὰ θεῖα ποθήσας σκηνώματα, κόσμου δ' ἐμίσεις τὰ ἡδέα κα! τερπνά, καὶ ἔζησας ὡς Ἄγγελος, Θεῷ συνὼν καὶ μετὰ σώματος.

Θεοτοκίον.

Σὲ τὸ ἱλαστήριον πάντων βροτῶν πίστει ἱκετεύω, καὶ δέομαι; εύλογημένη· ἵλεόν μοι τὸν κριτὴν τὸν σὸν Ὑιὸν ἀπέργασαι, ὅπως ἐν αἰνέσει δοξάζω σε.

 

Κανὼν δεύτερος. Ἐλήλυθας ἐκ Παρθένου.

Ὑπέμεινας τὴν πτωχείαν, προσαίτης γενόμενος, πτωχὸς ὥσπερ Λάζαρος· ἔρως γὰρ θεῖος ἠρέθιζε μάκαρ, τὴν καρδίαν σου, ἐπιποθοῦσαν τὸν πλοῦτον τὸν οὐράνιον.

 

Ἀπέριττον καὶ ἀπράγμονα βίον ἐπόθησας, ἅπαξ σιτιζόμενος τῆς ἑβδομάδος Ἀλέξιε, πόθῳ τῆς μενούσης τε ἀδιαρρεύστου παμμάκαρ ἀγαπησεως.

 

Ναὸν Θεοῦ τὴν καρδίαν ζητῶν ἀπεργάσασθαι, ἐν οἴκῳ ἠγάπησας τῆς Θεομήτορος, ἔνδοξε, πάντοτε καθέζεσθαι, καὶ τὰ οὐράνια κάλλη ἐνοπτρίζεσθαι.

Θεοτοκίον.

Θηλάσασα τὸν δοτῆρα, Παρθένε τοῦ γάλακτος πεινῶσαν καὶ στένουσαν νῦν τὴν καρδίαν μου κόρεσον, πάσης ἐπιγνώτεως, καὶ κατανύξεως θείας ἰκετεύω σε.

 

ᾨδὴ ε΄ Ἐξέστη τὰ σύμπαντα

Μαράνας τὴν σάρκα σου, νηστείαις καὶ δεήσεσιν, ἅπαξ ἑβδομάδος ἄρτου μόνου, Πάτερ, μετεῖχες, εὐχαριστῶν τῷ Θεῷ, ταμίευμα ἔχων ἐν ψυχῇ, ἄρτον τὸν οὐράνιον, συντηροῦντά σε πνεύματι.

 

Ἁπάντων προέκρινας τὴν ἄνω πόλιν αἰτήσασθαι· ὅθεν καὶ τιμὰς τάς ἐν Ἐδέσσῃ φεύγων, ἀπῆρες, ἐλθεῖν εἰς Κίλικας, Παύλου προσεδρεύων τῷ ναῷ, Κύριος δ' ἀνένευσεν οἴκαδέ σε ἀπήγαγε.

 

Τὸ ὄμμα πρὸς Κύριον ὑψώσας παναοίδιμε, πρὸ πυλῶν εἱστήκεις τῶν γονέων, δάκρυσι τούτων καὶ σῆς τρυγόνος ἁγνῆς, κεντούμενος βέλεσι πικροῖς, λήροις τε τῶν δούλων σου, ἀλλ' ἀνένδοτος ἔμεινας.

Θεοτοκίον.

Ὦ μῆτερ θεόνυμφε, τὰ τραύματα θεράπευσον ψυχῆς μου, καὶ πάθη τῆς σαρκός μου, καὶ ῥᾳθυμίας σκότους ἀπέλασον, ὅπως εὐχαρίστως ἀνυμνῶ, πόθῳ καὶ γεραίρω σε, τῶν πιστῶν τὴν ἀντίληψιν.

 

Κανὼν δεύτερος. Μεσίτης Θεοῦ

Ροαῖς ἱεραῖς καταρδεύων πάντοτε δακρύων σου ψυχήν, ἐγεώργησας στάχυν ἀληθῶς ἑκατοστεύοντα, γεωργῷ ἀθανάτῳ καλῶς διατηρούμενον.

 

Ὡράθης ἐν γῇ, πολιτείαν ἄσαρκον μιμούμενος, τῇ ὑπερβαλλούσῃ σου Πάτερ ἐγκρατείᾳ ἀξιάγαστε, καὶ εὐχῆς προσεδρείᾳ, δι' ἧς φῶς ἐχρημάτισας.

 

Πυρὶ προσευχῶν, ἁμαρτίας ἔφλεξας τὴν ὕλην σοφέ, ἀγρύπνοις δεήσεσι πᾶσαν ἡδυπάθειαν ἐκοίμισας, κοιμηθεὶς δέ, πρὸς φέγγος μετέβης τὸ ἀνέσπερον.

Θεοτοκίον.

Ὁ φῶς κατοικῶν, τὴν ἁγίαν ᾤκησε νηδύν σου ἁγνή, κόσμον ἀπολλύμενον σκότει ἀγνωσίας ἀνακτώμενος. Ὃν ἱκέτευε, πάντας φωτίσαι τοὺς ὑμνοῦντάς σε.

 

ᾨδὴ ς'. Τὴν θείαν ταύτην.

Μὴ παύσῃ φέρων πρὸς Κύριον δεήσεις καὶ εὐχάς, παναοίδιμε, ὑπὲρ τῶν δούλων σου, τῶν προσιόντων τῇ κάρᾳ σου καὶ σεβόμενων ταύτην ὡς θαυματόβρυτον.

 

Ἐχθροῦ καθεῖλες φρυάγματα, καὶ πάντα πειρασμῶν ὀχυρώματα, σταυροῦ τῇ χάριτι, ῥωσθεὶς ἐνθέως πανεύφημε, καὶ νῦν πιστῶν προστάτης Θεῷ παρίστασαι.

 

Βἴον ἁπλοῦν καὶ ἡσύχιον ποθήσας, τῆς πατρίδος ἐξέφυγες, εἰς ξένην Ὅσιε, κἀκεῖ τιμαῖς ἐνοχλούμενος, ἐν πύλαις σῶν γονέων διῆγες ἄγνωστος.

Θεοτοκίον.

Ὑμνεῖν ἀεὶ σε ὀφείλομεν, ἀλλ' ὅμως πρὸς ἀξίαν οὐ σθένομεν, διὸ θαυμάζοντες πίστει τιμῶμεν τὸ ἄφραστον, φρικτῶς ἐν σοί, Παρθένε, πραχθὲν μυστήριον.

 

Κανὼν δεύτερος, Ἐν ἀβύσσῳ πταισμάτων.

Ναὸν ζῶντα Θεοῦ ὡς γενόμενον, τοῦ Χριστοῦ τὸ σκήνωμα, ἡ Ἀπειρόγαμος προσφανεροῖ κρυπτόμενον, καὶ δοξάζει λανθάνειν σπουδάζοντα.

 

Αἱ εὐχαί σου Θεῷ ὡς θυμίαμα, μάκαρ, προσεδέχθησαν· ἔνθεν τῷ βίῳ σου τὰ τῶν πιστῶν φρονήματα εὐωδίασας, Πνεύματι χάριτι.

 

Ἱερᾷ πολιτείᾳ κοσμούμενον, πάλιν ὁ Χριστὸς μὴ βουλόμενος ἔνδοξε, σὲ τῇ πατρίδι δίδοσιν, ἀποφεύγοντα δόξαν τὴν πρόσκαιρον.

Θεοτοκίον.

Νόμους φύσεως ἄχραντε Δέσποινα, ὁ δημιουργός καινουργήσας τῆς κτίσεως, ἐκ σοῦ ἀρρήτως τίκτεται, καὶ θεοῖ με δι’ ἄμετρον ἔλεος.

 

Κοντάκιον, πρὸς το Ἐπεφάνης σήμερον.

Ἀλεξίου σήμερον τοῦ πανολβίου ἑορτὴν τὴν πάνσεπτον ἐπιτελοῦντες εὐλαβῶς, αὐτὸν ὑμνήσωμεν λέγοντες· Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.

Ὁ Οἶκος

Τίς τάς σεπτὰς σὰς ἀρετὰς ἀξίως εὐφημήσει, καὶ ἱκανῶς αἰνέσει Ἀλέξιε θεόφρον, τὴν σωφροσύνην, τὴν ὑπομονήν, τὴν πραότητα, τὴν ἐγκράτειαν, τὸν ἀκατάπαυστον ὕμνον, τὴν ἄκραν σκληραγωγίαν, τὴν ἄμετρον ταπείνωσιν, δι' ὧν Ἀγγέλοις ἐφάμιλλος γενόμενος, πρεσβεύεις ἀεὶ ὑπὲρ τοῦ κόσμου παντός. Διὸ ἀκούεις, Ὅσιε, παρὰ πάντων πιστῶν. Χαίροις Ὁσίων τερπνὸν ἐγκαλλώπισμα.

 

Συναξάριον

Τῇ ΙΖ'. Μαρτίου μνήμην ἐπιτελοῦμεν τοΰ ὁσίου Πατρὸς ἡμῶν Ἀλεξίου τοῦ ἀνθρώπου τοῦ Θεοῦ.

Στίχοι.

» Ἄνθρωπος ἐν γῇ τοῦ Θεοῦ κληθείς, μόνος,

» Ἕξεις ταὶ καινὸν κἂν πόλῳ ΙΙάτερ, μόνος.

» Ἑβδοματη δεκάτῃ, Ἀλέξιε, πότμον ἀνέτλης,

 

ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν τῇ κτίσει.

Ἀνθρωπίνως σε τοῦ βίου, Πάτερ, ὅσιε, δέον ἐξέρχεσθαι, χάρτην λαβών, ἐν αὐτῷ, ὅστις εἶ,, ἐδήλωσας σαφῶς, εἰς δόξαν Θεοῦ, καὶ εὐφρόσυνος παρέδωκας τῷ πνεύματί σου τῷ Θεῷ εἰς τοὺς αἰῶνας.

 

Λόγος ἄνωθεν ἠχήσας, συνεκάλεσε Ῥώμης οἰκήτορας πάντας ὁμοῦ συνελθεῖν, θεόφρον Ἀλέξιε; πρὸς τὴν κηδείαν σου ἀποδόσαντάς σοι τε τιμὴν τὴν πρέπουσαν, καὶ τῷ πάντων κτίστῃ δόξαν.

 

Ἔνθους ἔφριξεν ἄναξ ὁ εὐσεβέστατος, τὰ κατὰ σὲ ἐπιγνοὺς· ὅθεν πρὸς τὸ σκῆνός σου σπεύσας, τὸν εὔσχημον χάρτην ἔλαβε, καὶ ἀναγνοὺς ἀνέκραξεν· Ὁ Θεὸς εὐλογητὸς εἰ.

Θεοτοκίον.

Ξἐνην δύναμιν, Παρθένε, σοὶ παρέσχετο, σάρκα ἐκ σοῦ προσλαβὼν ὁ ἰατρὸς τῶν ψυχῶν καὶ σωμάτων Κύριος· διὸ θεράπευσον τοὺς κραυγάζοντας· Εὐλογημένος, πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

 

Κανὼν δεύτερος. Ἀντίθεον πρόσταγμα.

Ἐπέμεινας ὅσιε, τῶν γεννητόρων, πυλῶσι καθήμενος καὶ ὅλως ἀγνοούμενος καὶ παίδων παροινίαν ὑποδεχόμενος, καὶ καταπαιζόμενος δεινῶς, καὶ ἐν πτωχείᾳ πολλῇ θλιβόμενος.

 

Σαρκός σοι τὸ φρόνημα ἀπονεκρώσας, ὁρῶν τοὺς γεννήτορας, καὶ τούτοις ἀγνοούμενος τῆς φύσεως ἔστεγες τὴν βίαν ὅσιε, καὶ τὴν παρόρασιν τῶν σῶν ἀπείρων παίδων, ἔπιθλιβόντων σε.

 

Ὦ θαῦμα ! πῶς ἔμεινας ἀεὶ πτωχεύων, ἐν πλούτῳ, Ἀλέξιε, ἀπείρου ταπεινώσεως; πῶς ἤνεγκας παίζεσθαι καὶ ὀνειδίζεσθαι, ὑπὸ παίδων πάνσοφε τῶν σῶν, ἀγνοησάντων τὴν πολιτείαν σου ;

Θεοτοκίον.

Μεγάλου διάκονος σὺ μυστηρίου ἐγένου πανάμωμε· Θεὸν γὰρ ἐσωμάτωσας, μεγάλων κακῶν ἡμᾶς ἀπολυτρούμενον, τοὺς σὲ μεγα λύνοντας ἁγνή, εὐλογημένη, θεοχαρίταπε.

 

ᾨδὴ η'. ΙΙαῖδας εὐαγεῖς.

Ἰδεῖν πᾶσα πόλις σε Ῥωμαίων ποθοῦσα, συντόνως κατηπείγετο· ἄναξ δὲ προσέταξεν ἐν τῷ ναῷ τεθῆναί σε, κἀκεῖ πάντας ἀρύεσθαι νόσων ἰάματα, καὶ χαίρειν διὰ σέ, καὶ δοξάζειν τὸν Δεσπότην πάντων εἰς πάντας τοὺς αἰῶνας.

 

Ὡράθης φαιδρότατος τὴν ὄψιν, ἐκλάμπων, φωτοειδής τις ὥσπερ Ἄγγελος· Δαίμονες ἠλαύνοντο, νόσοι ἐδιώκοντο, τυφλοὶ τὸ φῶς ἀνέβλεπον, καὶ ἀνορθοῦντο χωλοί, πᾶς κεκακωμένος ἰάθη, χαίρων, εὐλογῶν, δοξάζων Χριστὸν εἰς τοὺς αἰῶνας.

 

Κηδεῦσαι τὸ σκῆνός σου ἡ πόλις συνῆλθε μετ’ εὐλαβείας, προσκομί ζούσα ᾄσματα ἐξόδια· βασιλεῖς καὶ ἄρχοντες παρίσταντο γεραίροντες, καὶ μοναχῶν ἡ πληθὺς· χοροί σε ἱερέων ἐκύκλουν καὶ ἀρχιερέων.

Θεοτοκίον.

Ὑπὸ τῆς αὐτοῦ φιλανθρωπίας, καὶ μόνης ὑπεραπείρου ἀγαθότητος, ὁ Θεὸς καμπτόμενος, διὰ σοῦ ἐπέφανε τοῖς ἐπὶ γῆς θεόνυμφε, σωματωθεὶς ἀληθῶς, καὶ πάλιν διὰ σοῦ οἰκειοῦται τοὺς ὁμολογοῦντας ἀεί σε.

 

Κανὼν δεύτερος. Κάμινος ποτέ.

Ἄγνωστος τὸ πρὶν γεννήτορσιν ὑπάρχων, ἐν τῷ καιρῷ τῆς ἐκδημίας σου, τούτοις τὸ μυστήριον ἐκκαλύπτεις φανερούμενος, εἰς δόξαν τοῦ Θεοῦ ἡμῶν, ἔνδοξε, τοῦ μεγάλως σε καὶ ἀξίως δοξάσαντος.

 

Κύριος φωνῇ μεγάλῃ φανεροῖ σε, πάσῃ τῇ Ῥώμῃ τὸν κρυπτόμενον θησαυρὸν πανόλβιε, ἐν πτωχοῦ σχήματι κείμενον, καὶ δωρεαῖς ἰάσεων, ἅπαντας τοὺς ἐν πίστει σοι προσιόντας πλουτίζοντα.

 

Ἄρχοντες λαῶν καὶ βασιλεῖς συνῆλθον, καὶ ἱερεῖς μάκαρ κηδεῦσαί σε, Θεοῦ ἐπινεύσεσι, καὶ κατεῖδον μέγα θέαμα, θαμβούμενοι τοῖς θαύμασιν, Ὅσιε, οἷς ἐτέλεις, θείᾳ δυνάμει τοῦ Πνεύματος.

Θεοτοκίον.

Ρεύσαντας ἡμᾶς τῇ πάλαι παραβάσει, ἀνακαινίζων ὁ φιλάνθρωπος, ἀρρεύστως σεσάρκωται ἐξ ἄφθαρτου σου πανάμωμε νηδύος, καὶ ἐρρύσατο ἅπαντας ἁμαρτίας καταφθορᾶς πανάμωμε.

 

 ᾨδὴ θ'. Ἅπας γηγενὴς

Ῥόδον εὐθαλὲς ἐκ Ῥώμης ἐβλάστησας, καὶ εὐωδίασας πᾶσαν τὴν ὑφήλιον, θαυμάτων λάμψεσι κλεϊζόμενος, καὶ ἀρετῶν ἀκρότησι καλλωπιζόμενος· διὸ πᾶσα τῶν πιστῶν γεραίρει σε Ἐκκλησία, λαμπρῶς εὐφημοῦσά σε.

 

Εἶδες ἅπερ ζῶν ἐπόθεις οὐράνια, Πάτερ, σκηνώματα· ὡς γὰρ ἐξεδημησας, ἐδέξαντό σε ἅγιοι Ἄγγελοι, σὺν Ἀποστόλοις Μάρτυρες, Ἱεραρχῶν τε χοροί, σὺν Προφήταις Ὅσιοι καὶ Δίκαιοι, καὶ Χριστὸς ὁ Θεὸς ἐστεφάνωσε.

 

Λάμψεσιν ἀεὶ τῆς ἁγίας κάρας σου, Λαύρα, νῆσος Πέλοπος, σὸν σκήνωμα, Πάτερ, καταυγάζεται, καὶ ἐμφαιδρύνεται βολαῖς ταῖς τῶν θαυμάτων σου, καὶ πᾶσα χώρα πιστῶν ἐκβοῶσα· Χαίροις παναοίδιμε, ὀσιότατε πάτερ Ἀλέξιε.

 

Ὄρεξον κἀμοὶ τὴν θείαν βοήθειαν θερμαῖς πρεσβείαις σου· πρόφθασον, καὶ ῥῦσαί με νόσου βαρείας ψυχῆς καὶ σώματος· καὶ δὸς τῷ σῷ θεράποντι ποιεῖν, ἑκάστοτε, τοῦ Κυρίου τὰ σεπτὰ θελήματα, θεοδόξαστε πάτερ Ἀλέξιε.

Θεοτοκίον.

Ὕψιστον Θεόν, σωτῆρα κυήσασα τὸν πανοικτίρμονα, οἴκτειρον τὸν δοῦλόν σου, πρὸς μετανοίας τρίβους ὁδήγησον, τοῦ πονηροῦ τὰ σκάνδαλα ἐκ μέσου ποίησον, τῶν αὐτοῦ με ἐνεδρῶν περίζωσε, καὶ πυρὸς αἰωνίου ἐξάρπασον.

 

Κανὼν δεύτερος. Ἀνάρχου Γεννήτορος.

Ἰδεῖν, κατηξίωσε Θεοῦ τὴν δόξαν ὅσιε, αὐτοῦ σε ἐν τέλει μάκαρ δο-ξάσαντος· φῶς γὰρ οἱ μὴ βλέποντες εἶδον, καὶ τῷ λαλεῖν ἐβόων· οἱ πρῴην τυγχάνοντες ἄλαλοι παναοίδιμε Ἀλέξιε.

 

Ὡράθης προκείμενος καὶ πρὸς ταφὴν ἀγόμενος, ὥσπερ ἥλιος, Πάτερ πέμπων ἰάσεων τάς μαρμαρυγὰς παραδόξως, καὶ σκοτεινὰ πάθη φυγαδεύων, καὶ φλέγων τοὺς δαίμονας, καὶ φωτίζων τοὺς θεόφρονας.

 

Συνῆλθε κηδεῦσαί σε πατριαρχῶν ὁ πρόκριτος, βασιλεύς τε ὁ λίαν φιλοχριστότατος, ἄρχοντες πρεσβύται καὶ νέοι καὶ μοναστῶν χοροὶ θείᾳ νεύσει, καθαγιαζόμενοι τῇ προσψαύσει σου μακάριε.

 

Ἡρπάγης ἐν ἅρματι τῶν ἀρετῶν ὀχούμενος, κατέπαυσας ἔνθα ὁσίων τάγματα, καὶ τῶν Ἀποστόλων Μαρτύρων, Πατριαρχῶν, καἰ πάντων δικαίων, μεθ’ἡμῶν μέμνησο, τῶν τιμώντων σε Ἀλέξιε.

Θεοτοκίον.

Φωνή ν σοι προσάγομεν τοῦ Γαβριὴλ γηθόμενοι, Χαῖρε λέγοντες, χώρα ἡ ἀγεώργητος· χαῖρε τῆς κατάρας ἡ λύσις· χαῖρε πηγὴ ὕδατος τοῦ ζῶντος, Ὁσίων τὸ καύχημα, Θεοτόκε ἀειπάρθενε.

 

Ἐξαποστειλάριον.

Ὁ οὐρανὸν τοῖς ἄστροις,

Ὦ θαῦμα! πῶς ἐν πυλῶσι σῶν γεννητόρων χρονίως, ὥς τις ἀδάμας ὑπέστης, φύσεως βίᾳ μὴ καμφθείς, γονέων τε καὶ συζύγου, Ἀλέξιε, πικροὺς θρήνους ;

Θεοτοκίον.

Χρυσοπλοκώτατε πύργε, καὶ δωδεκάτειχε πόλις, ἡλιοστάλακτε θρόνε, καθέδρα τοῦ Βασιλέως, ἀκατανόητον θαῦμα, πῶς γαλουχεῖς τὸν Δεσπότην;

 

Ἐν τοῖς Αἴνοις. Ψάλλομε τὰ ἐφεξῆς Προσόμοια Στιχηρά.

Ἦχος Α'. Τὼν οὐρανίων ταγμάτων.

Δεῦτε συμφώνως ἐν ὕμνοις πιστοὶ τιμήσωμεν, τὸ μέγα τῶν Πατέρων καὶ Ὁσίων τὸ κλέος, Ἀλέξιον τὸν ὄντως ἄνθρωπον τοῦ Θεοῦ, ὃν ἀκηράτοις χαρίσμασιν, ἐν οὐρανίοις θαλάμοις διηνεκῶς ἐθαυμάστωσεν. Δίς.

 

Οἱ ἀσθενείαις βαρείαις ἐξεταζόμενοι, προσέλθετε προθύμως, Ἀλεξίῳ τῷ πάνυ· οὗτος γὰρ ἰᾶται πάντων τῶν πιστῶν πάθη τὰ χαλεπώτατα, ῥῶσιν παρέχων βεβαίαν τοῖς πρὸς αὐτὸν προσιοῦσιν, ἀδιστάκτῳ ψυχῇ.

 

Ὡς παρρησίαν μεγίστην τῶν πόνων ἔπαθλον, ἔχων πρὸς τὸν Δεσπότην, ἱκετεύων μὴ παύσῃ, ῥυσθῆναι τῶν σκανδάλων τοῦ πονηροῦ, κοσμικῶν τε κακώσεων, τοὺς σοὺς ἱκέτας, ὦ ἄνθρωπε τοῦ Θεοῦ, καὶ σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

Τῆς εὐσεβείας οἱ παῖδες πόθῳ συντρέχουσιν, Ἀλέξιε τρισμάκαρ τὴν ἁγίαν σου μνήμην πιστῶς πανηγυρίσαι, ὑμνοῦντες Θεόν, ἐν ᾠδαῖς τε καὶ ᾄσμασι, τὸν θαυμαστὸν ἐν ἁγίοις, ὃς ἐκπληροῖ τάς εὐχὰς τῶν φοβουμένων αὐτόν.

 

Σήμερον τέρπεται πᾶσα ἡ Πελοπόννησος, καὶ πόλις Καλαβρύτων, σὺν τῇ ἁγίᾳ Λαύρᾳ, πλουτούσῃ τὴν σὴν κάραν, εἰς δόξαν Χριστοῦ τοῦ σὲ Πάτερ δοξάζοντος, καὶ δι' αὐτῆς ἐνεργοῦντος πᾶσι πιστοῖς τῶν θαυμάτων τὰ παράδοξα.

Δόξα. Ἦχος πλ. Α'

Ἀδαμάντιε τὴν ψυχήν, πῶς σε κατ΄ἀξίαν ἐπαινέσωμεν ; Σὺ γὰρ μέτρα φύσεως ὑπερέβης, ὑποστὰς ὡς ἄσαρκος πάντα κόπον, πόνον καὶ ἀνθρωπίνης καρδίας. Φίλτρων ἐκαρτέρεις ὀδύνας φιλοστοργίας σπαραγμούς, συγγενείας πόθον, οἰκετῶν παροινίας, ἀσκήσεως ἀγῶνας, σκληραγωγίας βασάνους. Ξένος ἔζης ἐν τῇ πατρίδι, ἄγνωστος ἐν τοῖς οἰκείοις, ἀσώματος ἐν σαρκί. Ἐν πίστει μέγας, ἐν ταπεινώσει θαυμαστός, ἐν πειρασμοῖς ἀκράδαντος, ἐν πᾶσιν ἄθλοις νικηφόρος. Ἅγιε Ἀλέξιε πρέσβευε ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

 

Δοξολογία μεγάλη, καὶ Ἀπολυσις.

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΑΛΕΞΙΟΝ ΤΟΝ ΑΝΘΡΩΠΟΝ ΤΟΥ ΘΕΟΥ

 

Ψαλλόμενος ὑπὲρ νοσούντων καὶ παντοίως θλιβομένων

(Ποίημα Διονυσίου ἱερομονάχου τοῦ Λακεδαιμονίου).

 

Ἦχος Δ'. Τῇ Θεοτόκῳ ἐκτενῶς.

Οἱ ἐπηρείαις τῶν δεινῶν χειμαζόμενοι, και συνοχῇ, τῶν παθημάτων θλιβόμενοι, νῦν προσδραμόντες Ἅγιε τῇ κάρᾳ τῇ σῇ κράζομεν Ἀλέξιε, σὲ θερμῶς δυσωποῦντες· Λύτρωσαι τοὺς δούλους σου, ἐκ φθορᾶς καὶ θανάτου ὡς χάριν ταύτην ἔχων ἐκ Θεοῦ ἰᾶσθαι πάθη, καὶ σώζειν τοὺς κάμνοντας.

Δόξα... καὶ νῦν...

Οσιωπσωμν ποτε, Θεοτκε, τς δυναστεας σου λαλεν οἱ ἀνξιοι· εμγρ σπροστασο πρεσβεουσα, τς μς ρρσατο κ τοσοτων κινδνων; Τς δδιεφλαξεν ως νν λευθρους; Οκ ποστμεν, Δσποινα, ἐκ σο· σος γρ δολους σζεις εί, ἐκ παντοων δεινν.

 

Ψαλμς 50

·         λησν με Θες κατ τ μγα λες σου κα κατ τ πλθος των οκτιρμν σου ξλειψον τὸ ἀνμημ μου

·         π πλεον πλνν με π τς νομας μου καὶ ἀπ τς μαρτας μου καθρισν με

·         τι τν νομαν μου γ γινσκω καὶ ἡ ἁμαρτα μου νπιν μού στι δι παντς

·         σο μνω μαρτον κα τ πονηρν νπιν σου ποησα πως ν δικαιωθς ν τος λγοις σου κα νικσς ν τ κρνεσθα σε

·         δο γρ ν νομαις συνελφθην καὶ ἐν μαρταις κσσησ με μτηρ μου·

·         δο γρ λθειαν γπησας τὰ ἄδηλα κα τ κρφια τς σοφας σου δλωσς μοι.

·         αντιες με σσπ κα καθαρισθσομαι, πλυνες με καὶ ὑπρ χινα λευκανθσομαι

·         κουτιες μοι γαλλασιν κα εφροσνην γαλλισονται στέα τεταπεινωμνα

·         πστρεψον τ πρσωπν σου π τν μαρτιν μου κα πσας τς νομας μου ξλειψον

·         καρδαν καθαρν κτσον ν μοὶ ὁ Θες κα πνεμα εθς γκανισον ν τος γκτοις μου

·         μὴ ἀπορρψς με π το προσπου σου κα τ πνεμά σου τὸ ἅγιν μὴ ἀντανλς π' μο

·         πδος μοι τν γαλλασιν το σωτηρου σου κα πνεματι γεμονικ στριξν με

·         διδξω νμους τς δος σου καὶ ἀσεβες π σὲ ἐπιστρψουσι

·         ῥῦσα με ξ αμτων Θες, Θες τς σωτηρας μου γαλλισεται γλσσ μου τν δικαιοσνην σου

·         Κριε τ χελη μου νοξεις κα τ στμα μου ναγγελε τν ανεσν σου

·         τι εἰ ἠθλησας θυσαν δωκα ν, λοκαυτματα οκ εδοκσεις

·         θυσα τ Θε πνεμα συντετριμμνον καρδαν συντετριμμνην κα τεταπεινωμνην Θες οκ ξουδενσει

·         γθυνον Κριε ν τ εδοκίᾳ σου τν Σιν κα οκοδομηθτω τ τεχη ερουσαλήμ

·         ττε εδοκσεις θυσαν δικαιοσνης ναφορν καὶ ὁλοκαυτματα, ττε νοσουσιν π τ θυσιαστριν σου μσχους

 

Κανών, οὗ ἡ Ἀκροστιχίς.

«Ἐν σοί, Θεοῦ ἄνθρωπε εὐεκτεῖν ἔχω».

 

ᾨδὴ α'. Ἦχὸς πλ. Δ'. Ἁρματηλάτην Φαραώ.

Ἐπαγωγὲ τῶν συμφορῶν Ἀλέξιε, καὶ τρικυμίαι παθῶν, ἁμαρτιῶν μου πάντοθεν συνέσχον με, καὶ μαστιγοῦσιν Ἅγιε, καὶ πικρῶς ὀδυνῶμαι, καὶ κινδυνεύω πρός θάνατον· σῶσόν με λιταῖς ταῖς σαῖς δέομαι.

 

Νενοσηκυίας ἐξ ἀτόπων πράξεων τῆς ταπεινῆς μου ψυχῆς, ὀδυνηρὰ πάθη τὸ δύστηνον σῶμά μου παντοίως βασανίζουσι καὶ στενάζω καὶ κράζω· Χριστοῦ θεράπων Ἀλέξιε, σπεῦσον ἀπολλύμενον σῶσὀν με.

 

Σὲ ἀκεσώδυνον πηγὴν ἰάσεων ἀναδειχθέντα λαμπρῶς, ὡς τὸν Θεοῦ δοῦλον, ἅγιε Ἀλέξιε, καθικετεύω, ῥῦσαι τῆς ψυχῆς καὶ σαρκός μου, ταῖς σαῖς πρεσβείαις, τοὺς μώλωπας, ὅπως σὲ γεραίρω σωζόμενος.

Θεοτοκίον.

Ὁμολογοῦντες εὐσεβῶς μητέρα σε τοῦ εἰληφότος ἐκ σοῦ ὑπερφυῶς σάρκα, καὶ ἀνάρχως λάμψαντος ἐκ τοῦ Πατρός, κηρύττομεν Θεοτόκον σε κόρη, καὶ δυσωποῦμεν, διάσωσον χαλεπῶν κινδύνων τοὺς δούλους σου.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψίδος.

Ἱκετεύων μὴ παύσῃ τὸν ἀγαθὸν Ἅγιε, καὶ γλυκὺν Δεσπότην συγγνώμην δοῦναι πταισμάτων μοι τῶν χαλεπῶν καὶ πολλῶν καὶ τοῦ νοσοῦντος σαρκίου τὴν ταχεῖαν ἴασιν, ὅπως γεραίρω σε.

 

Θεαρέστως βιώσας, θαυμαστῶς ἰσάγγελον πολιτείαν ἤνυσας, Πάτερ, καὶ μετὰ σώματοςκαὶ τάς ἰάσεις μισθὸν παρά Θεοῦ ἐκομίσω τοὺς πιστῶς προσιόντας σῴζων Ἀλέξιε.

 

Ἐν ᾠδαῖς τε καὶ ὕμνοις ἀνευφήμῶν Ὅσιε, σοῦ τὴν πολιτείαν γεραίρω καὶ τὰ θαυμάσια, καὶ τῶν πικρῶν ὀδυνῶν ταχύν σε, Πάτερ σωτῆρα ἐκ Θεοῦ μοι φανῆναι, καθικετεύω σε.

Θεοτοκίον.

Ὁ πολλαῖς ἁμαρτίαις καταχρασθείς, ἄχραντε, τέτρωμαι ψυχήν τε καὶ Σῶμα, τάλας και βέβλημαι καθηλκωμένος δεινῶς, ἀλλὰ τῇ σῇ προστασίᾳ, οἰκτιρμῶν ἡ ἄβυσσος, σῶσόν με, δέομαι.

 

Δἰάσωσον ἂπο κινδύνων, Ἀλέξιε, σοὺς ἱκέτας δὴ πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.

 

πβλεψον, ἐν εμενείᾳ, πανμνητε Θεοτκε, ἐπτν μν χαλεπν τοσματος κκωσιν, καὶ ἴασαι τς ψυχς μου τὸ ἄλγος.

 

Καὶ μνημονεύει ὁ Ἱερεύς. Εἶτα τὸ Κοντάκιον.

χος β'  Πρεσβεία θερμή.

Τῇ κρήνῃ τῶν σῶν θαυμάτων νῦν, Ἀλέξιε, προστρέχω βοῶν, ὀδύνῃ συνεχόμενος. Τῆς σαρκὸς τὰ τραύματα καὶ ψυχῆς τὴν πόρωσιν ἴασαι, καὶ τῶν δεινῶν με σῶσον σαῖς λιταῖς τιμῶντα σεπτῶς τὴν θείαν κάραν σου.

 

ᾨδὴ δ’. Σὺ μου ἰσχὺς Κύριε.

Ὕμνους κροτῶ κείμενος, Πάτερ ἐν κλίνῃ μου, τῆς ἐκ λάκκου, οἴμοι! καταβαίνουσιν ὁμοιωθεὶς ὥσπερ ὁ Δαβῒδ ψάλλει, καὶ συγγνώμην αἰτοῦμαι, ὥσπερ ἐξήμαρτον Θεῷ, καὶ θεραπείαν τῶν παθῶν τῆς σαρκός μου, σαῖς πρεσβείαις, τρισμάκαρ Ἀλέξιε.

 

Νάμα κρουνῶν, ὡς ἀπὸ κρήνης ἀκήρατον, τῆς σοροῦ σου, Πάτερ μεγαλώνυμε, θαυματουργέ, βρύων ἀεννάως, φλογώσεις ψυχικάς σώματος δροσίζει, καὶ πραΰνει, τῶν παθῶν τάς ὀδύνας θεραπεύων, καὶ σώζων τοὺς κάμνοντας.

 

Ἄνωθεν σύ, ἄνθρωπος Θεοῦ, Ἀλέξιε, προσεκλήθης, ἀναγορευόμενος θείᾳ φωνῇ νόσων ἰατρός, φερώνυμε Πάτερ, καὶ πρόσφορος ἀλεξίκακος πιστῶν τοῖς καχεκτοῦσι· διὸ παρακαλῶ σε, πυρετοῦ καὶ ῥιγώσεως ῥῦσαί με.

 

Θλίψεις πολλαί, καὶ πλήρεις πόνων Ἀλέξιε, ὀδυνῶν τε σκῆνος, ὥσπερ κηρὸν τὸ ἐλεεινὸν λείψανον ζωῆς μου προσχῦσαι καταβιβρώσκουσιν, εἰς ᾅδου κατωτάτου κατασπᾶν ἀπειλοῦσαι. Πρόφθάσον ἐκ τούτων καὶ σῶσόν με.

Θεοτόκιον.

Ρεῦμα φθορᾶς φύσεως βροτῶν ἀνέστειλας Θεοτόκε, Λόγον σωματώσασα, τὸν ἐκ Πατρός, ὥσπερ ἐκ φωτὸς αἴγλη γεννηθέντα, καὶ σώσαντα τὸ ἀνθρώπινον· διό σε ἱκετεύω, χαλεποῦ με κινδύνου καὶ κακώσεως ῥῦσαι πρεσβείαις σου.

 

ᾨδὴ ε΄ Ἵνα τί με ἀπώσω.

Ὡς πηγὴ παραδείσου τῆς Ἐδὲμ ἐκβλύζουσα, πάτερ Ἀλέξιε, τῶν πολλῶν θαυμάτων ἡ δοθεῖσά σοι χάρις ἐκκέχυται· ποτίζουσα καρδίας καὶ ψυχῶν καὶ σωμάτων ἰωμένη τὰς νόσους ἑκάστοτε.

 

Πᾶσα πεῖρα γηΐνης ἰατρείας ἄπρακτος ὅλως ἐξήλεγκται ἐν ἐμοί, καὶ κεῖμαι φεῦ τὰ λοίσθια πνέων ὁ δείλαιος· ἀλλὰ σοὶ τῷ σωτῆρι, ἐκ Θεοῦ διδομένῳ, προσελθὼν ἱκετεύω σωθῆναί με.

 

Ἐπὶ κλίνης ὀδύνης, καὶ στρωμνῆς κακώσεως κείμενος, κράζω σοι· Ἐξελοῦμαι, Πάτερ, τῶν παμφάγων ὀδόντων,Ἀλέξιε, τοῦ πικροῦ θανάτου, ὁ παρακείμενος ἀνορθώσας, καὶ παντοίως νοσοῦντας ῥυσάμενος.

 

 Ἐνοικήσας Θεός σοι, πᾶσαν ἰώμενος νόσον Ἀλέξιε, ὡς εὑρών σε ὄντως ἐνδιαίτημα θεῖον ἀνέδειξε νόσων ἰατῆρα· ὃν κἀμοὶ τῷ δυστήνῳ ἐξιλέωσον, Πάτερ, σωθῆναί με.

Θεοτοκίον.

Ὕμνος ἅπας ἡττᾶται, Δέσποινα πιντάνασσα, μὴ ἐξικνούμενος σοῦ τὰ μεγαλεῖα διηγήσασθαι τὰ ὑπερένδοξα. Ἀγγέλων καὶ ἀνθρώπων γεννεαί σε καὶ τάξεις, εἰς αἰῶνας ἀεὶ μακαρίζουσι.

 

ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.

Ἐτάκησαν ὡς κηρός, τὰ μέλη μου, καὶ ὡς ἄνθος τοῦ ἀγροῦ ἐμαράνθη πᾶσα σάρξ, καὶ ἐκλείπει τὸ πνεῦμά μου, καὶ ἡ ψυχή μου τῷ ᾅδη προσήγγισεν Ἀλέξιε· ἀλλ'ἐπιστάς, ἐκ φθορᾶς καὶ θανάτου με λύτρωσαι.

 

Κακώσεων τῶν ἐσμῶν Ἀλέξιε. καὶ πληθὺν τῶν συμφορῶν καὶ βασάνων, ὅσαι δεινῶς τὴν ἀθλίαν ζωήν μου, καὶ τὴν οἰκτρὰν μου ψυχὴν κατατρύχουσιν, ἐξάλειψον, ἐκδυσωπῶν τὸν Θεὸν καί σωτῆρα καὶ πλάστήν μου.

 

Τὰ φάρμακά ἐπ’ἐμὲ ἀνόνητα ἐξηλέγχθη, καὶ μηδὲν ὠφελοῦντα, καὶ πρὸς τὸ χεῖρον ἡ νόσος προβαίνει· διὸ τῇ θείᾳ σου σκέπῃ προσέδραμον Ἀλέξιε, ταῖς σαῖς εὐχαῖς, συμπαθέστατε ῥῶσιν παράσχου μοι.

 

Ἐπέχεε, ἐπ’ ἐμὲ τὸν ἔλεον, καὶ τὴν χάριν τῶν πολλῶν σου θαυμάτων ὅσα Θεός σε δοξάξων δωρεῖται, τοῖς προσιοῦσι δεικνὺς ἀλεξίκακον Ἀλέξιε, καὶ πονηρᾶς ἐκ στρώμνης με κακώσεως ἔγειρον.

Θεοτοκίον.

Ἰώμενον τῶν ἀνθρωπων ἅπασαν κεκμηκυῖαν παραβάσει τὴν φύσιν καὶ αἰωνίου θανάτου λυτροῦντα, τὸν ἐκ Θεοῦ Θεὸν Λόγον πιστεύομεν ἐκ σοῦ τεχθέντα ἐν σαρκί, Θεοτόκε Παρθένε Πανύμνητε.

 

Διάσωσον ἀπὸ κινδύνων Ἀλέξιε, σοὺς ἱκέτας, ὅτι πάντες πανευλαβῶς εἰς σὲ καταφεύγομεν, ὡς ἄφθονον κρήνην τῶν ἰαμάτων.

 

πβλεψον, ἐν εμενείᾳ, πανμνητε Θεοτκε, ἐπ τν μν χαλεπν το σματος κκωσιν, καὶ ἴασαι τς ψυχς μου τὸ ἄλγος.

 

Εἶτα μνημονεύει ὁ Ἱερεὺς.

 χος β'  Προστασία τῶν χριστιανῶν.

Τὴν σεπτήν σου κάραν θησαυρὸν ἀλεξίκακον· κεκτημένοι, σὲ πρέσβυν πρὸς Θεὸν προβαλλόμεθα, μὴ παρίδῃς σοὺς ἱκέτας ἄνθρωπε τοῦ Θεοῦ, ἀλλὰ τάχυνον ὡς συμπαθής, εἰς τὴν ἀντίληψιν ἡμῶν τῶν πιστῶς δεομένων σου· πρόφθασον ἐν ἀνάγκαις καὶ σπεῦσον εἰς θεραπείαν, ἐπικαμπτόμενος λιταῖς τῶν τιμώντων σε Ἀλέξιε.

 

Εἶτα. Μνησθήσομαι τοῦ ὀνὀματὀς σου...

Εὐαγγέλιον. Ἐν ταῖς ἡμέραις ἐκείναις...

Καὶ τοῦ Ὁσίου, Τῷ καιρῷ ἐκείνῳ προσκαλεσάμενος ὁ Ἰησοῦς...

(ὃ λέγεται καὶ τῶν ἁγίων Ἀναργύρων)

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στχ. λησν με, ὁ Θες, καττμγα λες σου, κακαττπλθος τν οκτιρμν σου ξλειψον τὸ ἀνμημμου.

Ἦχος πλ. β’

 Μή με χειμαζόμενον ἐν ἀπορίαις παντοίαις, καὶ κατατρυχόμενον ἀλγειναῖς ὀδύναις ψυχῆς καὶ σώματος, σὺ στερήςῃς Ἅγιε, σῆς ἐπισκέψεως ἀλλ' οἰκτείρας με τὸν δείλαιον, δέξαι τὴν δέησιν, ἢν ἀπὸ καρδίας προσάγω σοι. Θεὸς γάρ σε παράκλησιν καὶ παραμυθίαν πιστοῖς παρέσχεν. Ὅθεν κατωδύνως κραυγάζω σοι θεράπων τοΰ Χριστοῦ· Μή με παρίδῃς τὸν ἄθλιον, ἀλλὰ σπεύσας ἴασον.

 

Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.

 

Ὃ Ἱερεὺς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

 

ᾨδὴ Ζ'. Παῖδες Ἑβραίων.

Νέφος τῶν θλίψεων πυκνόν μου τὴν ταλαίπωρον ψυχήν κατακάμπτει, καὶ πικρῶν ὀδυνῶν ἡ μάστιξ κατοικίζει τὸ σῶμά μου τὸ δύστηνον. Οἴκτειρόν με ῥῦσαι Πάτερ.

 

Ἔχων θεόθεν σὺ τὴν χάριν τῶν ἰάσεων 'Λλέξιε τρισμάκαρ, θεραπείας κἀμὲ ἀξίωσον, καὶ ῥῦσαι ἀμηχανίας, ἅγιε, χαλεπῆς, ἐκδυσωπῶ σε.

 

Χεῖρά μοι ὄρεξον, ἐν κλίνῃ τῆς κακώσεως οἰκτρῶς κατακειμένῳ καὶ καλοῦντι τὴν σὴν ἀντίληψιν ὦ Πάτερ· ἀντιλαβοῦ μου, σῶσόν με, φερωνύμως θεραπεύσας.

 

Ὤζεσαν, οἴμοι τῷ ἀθλίῳ! καὶ ἐσάπησαν σαρκὸς οἱ μώλωπές μου, καὶ ἐλπίς μου οὐκ ἔστι σωτηρίας. Σύ με φθορᾶς διάσωσον, ὦ θερὰπον τοῦ Κυρίου.

Θεοτοκίον.

Δέσποινα πάντων, Δέσποινά μου, Θεοτόκε, ἡ τεκοῦσα τὸν σωτῆρα καὶ Θεὸν μου καὶ πλάστην, σαῖς πρεσβείαις αὐτόν μοι ἐξιλέωσας, τῷ πολλὰ ἡμαρτηκότι.

 

ᾨδὴ η'. Τὸν ἐν ὄρει ἁγίῳ.

Ἵλεώς μοι προβλέψας οὐρανόθεν, πιστῶς ἱκετεύω, ὦ ἄνθρωπε Κυρίου, τὰ χαλεπὰ καὶ χρόνια ἰώμενος πάθη μου, πρεσβείαις πρὸς τὸν Δεσπότην ζωῆς τε καὶ θανάτου.

 

Ὀδύνωμαι δεινῶς, καὶ θεραπείας ἐξ ἀνθρώπων θνητῶν ἁπάσης ἀποροῦμαι. Σὲ δυσωπῶ Θεοῦ θεράπων ἅγιε, πρόφθασόν με, σῶσον, ἔγειρον τῆς κλίνης, καὶ ῥῶσίν μοι παράσχου.

 

Νοσημάτων παντοίων τὸ σῶμά μου κεῖται, Πάτερ, μεστόν, παρεῖταί μου τὰ μέλη, σάρκας, ὀστᾶ, τὰ νεῦρα πόνοι βόσκονται. Ἐλέησον, ὦ Πάτερ, σὸν πιστὸν ἱκέτην, καὶ ἴασόν με τάχος.

Θεοτοκίον.

Ὑπερένδοξε Μῆτερ τοΰ Θεοῦ μου, οὐρανοῦ τε καὶ γῆς καὶ κτίσεως ἁπάσης ἡ βασιλίς, ἡ τῶν πιστῶν ἀντίληψις, ὑμνῶ σε μετ' Ἀγγέλων, δοξάζω μετ' ἀνθρώπων, λατρεύω τὸν Υἱόν σου.

 

ᾨδὴ θ΄ Ἐξέστη ἐπὶ τούτῳ

Σωτῆρά σε καμνόντων καὶ λυτρωτήν, ὁ Θεὸς τοῖς πιστοῖς ἐδωρήσατο, πάθη ψυχῶν, καὶ σωμάτων ἄλγη παντοδαπά, ἰώμενον Ἀλέξιε, ἄνθρωπε Κυρίου· διὸ θερμῶς ὦ Πάτερ ἱκετεύω τῆς ψυχῆς τῆς σαρκός μου, τάς βαρείας ὀδύνας θεράπευσον.

 

Ἰάσεων κρατῆρα ἀνελλιπῆ, τὴν τιμίαν σοι, κάραν, Ἀλέξιε πᾶσι πιστοῖς προύθηκεν ἡ χάρις ἡ ζωαρχική, τοῦ παναγίου Πνεύματος, πάντας ἰωμένη τοὺς εὐλαβῶς αὐτὴν ἀσπαζομένους καὶ πρέσβυν πρὸς Θεόν σε προβαλλομένους μετὰ πίστεως.

 

Ὀχλούμενος συμπτώμασι συμφορῶν, ὡς τεμένει τῶν θείων χαρίτων σοι, προσπεφυγώς, δέησιν ἐκ στόματος ῥυπαροῦ, ἐξ ὀφθαλμῶν δὲ δάκρυα, καὶ ἀπὸ καρδίας μου στεναγμούς, προσάγων, ἱκετεύω, Ἀλέξιε τρισμάκαρ, μή με παρίδῃς ἀπολλύμενον.

Θεοτοκίον.

Σὲ πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν, εὐλογοῦσιν ἀεί. Σὲ δοξάξουσι, Μῆτερ Θεοῦ, πᾶσαι τῶν ἀνθρώπων αἱ γενεαί. Σὲ οἱ πιστοὶ κατέχομεν, ἄγκυραν τῆς πίστεως ἀσφαλῆ, Σὲ σκέπην, Σὲ λιμένα, Σὲ χαρὰν καὶ δόξαν, Σαῖς πρεσβείαις σωθείημεν Δέσποτα.

 

ΜΕΓΑΛΥΝΑΡΙΑ

Πρῶτον τὸ Ἄξιον ἐστίν, εἶτα τὰ τροπάρια

Τὸν ἐν σωφροσύνῃ διαπρεπῆ, καὶ ἐν ἐγκρατείᾳ, τηλαυγῆ τε καὶ φαεινόν, λάμψαντα φωστῆρα, τὸν ἄνθρωπον Κυρίου, Ἀλέξιον τὸν θεῖον πάντες τιμήσωμεν.

 

Τὸν ἐν ἀσθενείαις θεραπευτήν, καὶ ἐν τοῖς κινδύνοις, λυτρωτήν τε καὶ βοηθόν, παρὰ τοῦ Κυρίου, ἡμῖν ἀναδειχθέντα, Ἀλέξιον τὸν θεῖον ὕμνοις γεραίρομεν.

 

Δεῦτε οἱ νοσοῦντες, καὶ ἐν δεινοῖς πάθεσι τελοῦντες, ἀπαντλήσωμεν ἐκ πηγῆς, κάρας τῆς τιμίας, πιστοί, τῶν ἰαμάτων, τάς χάριτας ἀφθόνως, ταύτην γεραίροντες.

 

Φρίττουσι τὰ πάθη τὰ τῶν βροτῶν, κα! Δαιμόνων στίφη, δραπετεύοντα ἄφθονον νῦν τῶν ἐκ τοῦ Θεοῦ σοι δοθέντων χάρισμα τῶν, Ἀλέξιε τρισμάκαρ, τὴν ἐπισκίασιν.

 

Δεῦτε προσκυνησωμεν οἱ πιστοί, τὴν πάντιμον κάραν, 'Λλεξίου πανευλαβῶς, ἣν ἐν τῇ ἁγίᾳ, Πελοποννήσου Λαύρᾳ, Θεὸς ἀπεθησαύρισε, πιστοῖς ἴαμα.

 

Ἅγιε Ἀλέξιε, ἐκτενῶς πρέσβευε Κυρίῳ ὑπὲρ πάντων τῶν εὐλαβῶς, σὴν τιμώντων κάραν, ὡς ἔχων παρρησίαν, σώζειν ἐκ τῶν κινδύνων, τούς σοὶ προστρέχοντας.

 

Τὴν ὑψηλοτέραν τῶν οὐρανῶν. (*)

 

Δεῦτε ἀσπασώμεθα οἱ πιστοί, τὴν παντιμον κάραν, Ἀλεξίου καὶ πρὸς Θεόν, βοήσωμεν πόθῳ ἐξ ὅλης τῆς καρδίας, εὐχαῖς τοῦ σοῦ Ὁσίου, ἡμᾶς ἐλέησον.

 

Προσέλθωμεν πρόθυμοι οἱ γηγενεῖς, τῷ θείῳ τεμένει, γόνυ κλίνοντες εὐλαβῶς, πόθῳ ἀσπασθῶμεν, τὴν Κάραν Ἀλεξίου ὅπως εὕρωμεν χάριν, ὁμοῦ καὶ ἔλεος.

 

Τὰ δάκρυα, τοὺς πόνους, καὶ στεναγμοὺς ἡμῶν θλιβομένων, μὴ παρίδῃς, θαυματουργέ, ἀλλ' οἴκτειρον, πάτερ, σὺ ταῦτα ἀναφέρων, πρὸς τὸν Θεὸν τῶν ὅλων, τὸν ἐλεήμονα.

 

Ὕμνοις ἐγκωμίων πάντες πιστοί, τὴν πάνσεπτον Κάραν, Ἀλεξίου τοῦ θαυμαστοῦ, τιμήσωμεν ὅπως, ἀξίως τάς ἰάσεις, πρεσβείαις τοῦ Ὁσίου, ἀφθόνως λάβωμεν.

 

Συνὼν χοροστασίαις ἀγγελικαῖς, Ἀλέξιε μάκαρ μὴ ἐλλίπῃς ὑπὲρ ἡμῶν, Θεὸν καθικετεύων, τὴν ἴασιν ψυχῆς τε καὶ σώματος τὴν ῥῶσιν, ἡμῖν δωρήσασθαι.

 

Μεσίτην προβαλλόμεθα πρὸς Χριστόν, δι' ὃν ἠγωνίσω, ὅπως τύχωμεν παρ' αὐτοῦ, ἐλέους ταῖς εὐχαῖς σου, Ἀλέξιε θέοφρον, τὴν Κάραν σου τὴν θείαν κατασπαζόμενοι.

 

Τὰ πλήθη πανταχόθεν τὰ τῶν πιστῶν, ἀθροίζονται μάκαρ, μετὰ πόθου τῷ σῷ ναῷ, καὶ κλίνουσι γόνυ ἐκ μέσης τῆς καρδίας, ἐν τῇ σορῷ τῇ θείᾳ, τῇ τῶν λειψάνων σου.

 

Μεγάλως σε ἐδόξασεν ὁ Χριστός, ὁ πάντων Δεσπότης καὶ τὰ γέρα ἐν οὐρανοῖς, ἀξίως σοι δωρεῖται, ὅτι ζωὴν ἀγγέλων ἐβίωσας ἐν κόσμῳ ὡς ὑπεράνθρωπος.

 

Ἠγάπησας τὸν Ὕψιστον, καὶ σαυτὸν ἀπηρνήσω, μάκαρ, καὶ ἀράμενος τὸν Σταυρόν, τῇ ἐντολῇ Κυρίου, αὐτῷ ἀκολουθήσας, στενὴν ὁδὸν βαδίσας τὸ στέφος ἔλαβες.

 

Ἐμίσησας τοῦ κόσμου τάς ἡδονάς, καὶ ἄρας τὸ ὄμμα, ἀκλινῶς πρὸς τοὺς οὐρανούς, δόξαν ἐθεάσω, δικαίαν καὶ Ὁσίων, ὧν καὶ τὸν βίον πάτερ, καλῶς ἐζήλωσας.

 

Κατέλιπες ἑστίαν τὴν πατρικήν, νυμφικοὺς θαλάμους, ἡδονάς τε τάς παχυλάς, κατέλαβες δὲ πόθῳ, ναὸν τὸν τῆς Παρθένου, πιστὸς αὐτῆς θεράπων, πάτερ, γενόμενος.

 

Μἰμητὴς ἐγένου τοῦ Ἰησοῦ, ὕβρεις ὑπομείνας, καὶ ὀνείδη καὶ χλευασμοὺς δούλων πατρῴων, τῶν σὲ ἀγνοησάντων, δεσπότην εἶναι τούτων σὲ πανσεβάσμιε.

 

(*) Νέα ἀνέκδοτα μεγαλυνάρια, εὑρεθέντα ἐν τῇ Μονῇ.

 

Οὐ δυναταί τις, ἄνθρωπε, τοῦ Θεοῦ, λαλῆσαι πτωχείαν, ἄμετρόν τε ὑπομονήν, δεκαεπταετίαν ὅλην πρὸ σῶν πυλώνων μείνας, αὐτῶν τῶν γεννητόρων σου, ἀγνοούντων σε.

 

Ἐθαύμασεν ἀγγέλων ἡ στρατιά, καὶ ἀνθρώπων φύσις, τὴν ἁγίαν σου τελευτήν, ἐδόξασε δὲ ταύτην, τῶν πάντων ὁ Δεσπότης, Θεὸς ὁ παρασχών σου στέφανον ἄφθαρτον.

 

Ἠγνόησε τὴν ξένην σου βιοτήν, ἡ τέξασά σε μήτηρ, καὶ γεννήτωρ ὁ συμπαθής, κρουνοὺς δακρύων ἔσχον ἐπὶ τῇ τελευτῇ σου τὸ λείψανόν σου, πάτερ κατασπαζόιιενοι.

 

Πῥοσέδραμεν ὁ κλῆρος ὁ ἱερός, σὺν αὐτῷ δὲ πᾶσα, ἡ ὁμήγυρις τῶν πιστῶν κρατοῦντες λαμπάδας, καὶ θείαις ὑμνῳδίαις, τὸ σεβαστόν σου, πάτερ σῶμα κηδεύουσι.

 

Ἡ θήκη τῶν λειψάνων σου Ἱερὲ Ἀλέξιε βρύει, μῦρον θεῖον παντοδαπάς, ἰάσεις παρέχων τοῖς πίστει προσιοῦσιν, ἐν κατανύξει πάσῃ, αὐτῇ μακάριε.

 

Φῥούρει τοὺς σοὺς δούλους διαπαντός, κλέος τῶν Ὁσίων τοὺς τιμῶντάς σε εὐλαβῶς, καὶ πανευχαρίστως ἐκ πάντων τε κινδύνων, Ἀλέξιε τρισμάκαρ, ἀξιοθαύμαστε.

 

Καὶ μόνη σου ἡ κλῆσις ἁπανταχοῦ, ῥᾳδίως παρέχει, τὰ αἰτήματα τῶν πιστῶν, βασάνων ἀπαλλάττων τοὺς σὲ προσκαλουμένους, καὶ σὲ ἐκδεχομενους ὡς ἀντιλήπτορα.

 

Ὡς ἔχων παρρησίαν πρὸς τὸν Θεόν, ἱκέτευε, πάτερ, λυτρωθῆναι ἡμᾶς δεινῶν, ἐκ βλάβης χαλάζης, ἀκρίδος, ἀνομβρίας, θεομηνίας πάσης τε καὶ κακώσεως.

 

Τοῖς πόθῳ ἐξαιτοῦσι τὴν σὴν σορόν, 'Λλέξιε δίδεις, μεταφέρεσθαι εὐλαβῶς ὑπὸ τῶν ἱερέων Χριστοῦ τῶν θεραπόντων, δι' ὧν ἡμῖν παρέχεις τὴν προστασίαν σου.

 

Σὑν πᾶσι τοῖς Ἁγίοις ἐν οὐρανοῖς καὶ τῇ παναχράντῳ, τοῦ Σωτῆρος ἡμῶν Μητρί, ἀπαύστως ἐκδυσώπει Χριστὸν τὸν Ζωοδότην ὑπὲρ ἡιιων ἁπάντων, ὦ Ἱερώτατε.

 

Πσαι τν γγλων αστρατιαί, Πρδρομε Κυρου, Ἀποστλων δωδεκς, οἱ Ἅγιοι Πντες, μεττς Θεοτκου, ποισατε πρεσβεαν, ες τσωθναι μς.

 

Τὸ Τρισάγιον.

χος πλ. β'

λησον μς, Κριε, ἐλησον μς· πσης γρ πολογας ποροντες, τατην σοι τν κεσαν, ὡς Δεσπτῃ, οἱ ἁμαρτωλο προσφρομεν, ἐλέησον μς.

Δξα...

Κριε, ἐλησον μς· π σο γρ πεποθαμεν, μὴ ὀργισθς μν σφδρα, μηδ μνησθς τν νομιν μν, ἀλλ' ἐπβλεψον κα νν, ὦς εσπλαγχνος, κα λτρωσαι μς κ τν χθρν μν· σ γρ ε Θες μν, καὶ ἡμες λας σου, πντες ργα χειρν σου, κα τὸ ὄνομ σου πικεκλμεθα.

Κα νν...

Τς εσπλαγχνας τν πλην νοιξον μν, ελογημνη Θεοτκε, ἐλπζοντες ες σέ, μὴ ἀστοχσωμεν, ῥυσθεημεν δι σο τν περιστσεων· σ γρ εἶ ἡ σωτηρα το γνους τν χριστιανν.

 

Εἶτα μνημονεύει ὁ ἱερεύς.

Εἰς δὲ τὸν ἀσπασμὸν τῆς τιμίας κάρας ψάλλομεν τὸ παρὸν τροπάριον.

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Δέχου τὰς δεήσεις εὐμενῶς τῶν σοὶ προσφευγόντων ἐν πίστει, καί δεομένων θερμῶς, ἃγιε Ἀλέξιε, καὶ τάς αἰτήσεις, αὐτῶν ἐκπληρώσας, ἀπάλλαξον θλίψεων παντοίων, σῴζων τοὺς ἱκέτας σου ταῖς πρὸς Θεόν σου λιταῖς, πόθῳ τὴν ἁγίαν σου κάραν κατασπαζομένους, ἀφθόνως τοῖς πιστοῖς πηγάζουσαν τὰ ἰάματα.

 

Καὶ ἀπόλυσις.

 

Τ Ρ Ο Π Α Ρ Ι Α

ψαλλόμενα εἰς τὴν μετὰ τῆς ἁγίας κάρας λιτανείαν.

Ἦχος πλ. Α'

Δεῦτε φιλέορτοι πάντες, πνευματικὴν χορείαν στησάμενοι, ἄνθεσιν ἐγκωμίων τὸν ἄνθρωπον τοῦ Θεοῦ στεφανώσωμεν, Ἀλέξιον τὸν ἀοίδιμον· οὗτος γὰρ τὸν μεγάλαυχον δράκοντα ἀνδρειοφρόνως, κατεπάτησε, καὶ τῆς νίκης τὸ στέφος μεγαλοπρεπῶς ἀνεδήσατο. Διὸ πρὸς αὐτὸν βοῶντες εἴπωμεν· Χαίροις ὁ πύργος τῆς ὑπομονῆς ὁ ἀκλόνητος, καὶ τῆς ἐγκρατείας λαμπτὴρ ὁ ὁλόφωτος· χαίροις τὸ παρθενίας ἐντρύφημα, καὶ τῆς σωφροσύνης ἀγλάϊσμα· χαίροις τὸ τῆς καθαρότητος ἔσοπτρον, ἀκοιμήτοις δακρυσι κατανύξεως λαμπρυνόμενον, τὸ χρύσεον σκεῦος τοῦ θείου φόβου, ἡ ἔνθεος εὐωδία τῶν ἀρετῶν, ἡ τοὺς πιστοὺς εὐωδιάζουσα, καὶ πρὸς καρτερίαν ἐν πειρασμοῖς ἐνισχύουσα. Χριστῷ τῷ Θεῶ παριστάμενος, αἴτησαι Ἀλέξιε, εἰρήνην δοθῆναι τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ἦχος πλ. α'

Δαυιτικῶς αἱ τῶν δικαίων χορεῖαι ἐν Κυρίῳ εὐφράνθητε σήμερον, καὶ πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ ἐν αὐτῷ ἐγκαυχάσασθε ὁρῶντες τὸν ὁσίως τὸν βίον διανύσαντα, Ἀλέξιον τὸν τρισόλβιον, ἐκ Θεοῦ δεδοξασμένον, ἐν θαύμασι καὶ ποικίλαις δυνάμεσι, δι' ὧν τὴν ἐν οὐρανοῖς αὐτοῦ δόξαν ἅπαντες οἱ πιστοὶ τεκμαιρόμεθα. Αὐτοῦ ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς σῶσον τάς ψυχὰς ἡμῶν.

Ἦχος πλ. δ'.

Ἀγάλλου ἐν Κυρίῳ πόλι ς τῶν Καλαβρύτων, ἐν κόλποις κατέχουσα τὴν παντιμον κάραν Ἀλεξίου τοῦ Ὁσίου, θησαυρὸν ἀδαπάνητον.Δι’αὐτῆς γὰρ ποικίλας δυνάμεις θαυμάτων ὁ Θεὸς τοῖς ἐν πίστει προσιοῦσι παρέχει· ῥῶσιν οἱ νοσοῦντες λαμβάνουσιν, οἱ πενόμενοι πορισμόν, οἱ γηπόνοι τῶν καρπῶν τὴν συγκομιδήν, οἱ θαλαττεύοντες ἀσφαλῆ κυβέρνησιν, καὶ οἱ πολεμούμενοι συμμαχίαν εὑρίσκουσιν ἰσχυρὰν καὶ οἱ παντοίαις ἐν συμφοραῖς καὶ θλίψεσιν τοῦ βίου παραμυθίαν, καὶ οἱ πρὸς ἀπόγνωσιν ὠθούμενοι, σωτηρίας ἐλπίσι κουφίζονται. Ταύτην πίστει καὶ πόθῳ κατασπαζόμενοι βοήσωμεν· Κύριε, πρεσβείαις τοῦ Ὁσίου σου ἀνθρώπου, τὴν πόλιν σου ταύτην, καὶ τὴν Μονὴν τῶν ἱκετῶν σου ἐν εἰρήνῃ διαφύλαττε τοῦ Ὀρθοδόξου λαοῦ σου τὸ κέρας ἀνυψῶν, καὶ πᾶσι παρέχων σωτηρίαν ψυχῆς καὶ τὸ μέγα ἔλεος.

Ὁ αὐτός.

Ἐν τῷ σκηνώματι τοῦ Κυρίου σου, καὶ ἐν ὄρει ἁγίω αὐτοῦ κατεσκήνωσας, Ἀλέξιε παμμακάριστε· ἀμώμῳ γάρ ἐν βίῳ περιεπάτησας, καὶ δικαιοσύνην ἐξήσκησας, τῷ κρείττονι τὸ χεῖρον κοθυποτάξας. Διὸ παρρησίαν πρὸς Θεὸν κεκτημένος μὴ διαλίπῃς ὑπὲρ ἡμῶν τῷ Δεσπότῃ πρεσβεύων, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος Δ΄

Ὅσιε παμμάκαρ Ἀλέξιε, σὺ καὶ μετὰ θάνατον ἐν οὐρανοῖς ζῇς, ἐν τῷ Χριστῷ, δι' ὃν σεαυτὸν ἐσταύρωσας τῷ κόσμῳ· οὐ γὰρ ἔζης σεαυτῷ, ἔζη δὲ μᾶλλον ἐν σοὶ Χριστὸς ὁ Θεὸς ἡμῶν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. Δ'.

Τοὺς θορύβους τοῦ βίου καταλιπών, Ἀλέξιε ὅσιε, καἰ τοῦ Σωτῆρος τὸν σταυρὸν ἐπ' ὤμων ἀράμενος, ὅλον σεαυτὸν τῷ Θεῷ καθιέρωσας· διὸ καὶ μετὰ σαρκὸς ἐν κόσμῳ βιοτεύων, ἔξω σαρκὸς ἐδόκεις καὶ κόσμου πανεύφημε, συντόνῳ, καθ' ἑκάστην ἐγκρατείᾳ ἐξασκούμενος, καὶ μετὰ Ἀγγέλων τῷ πνεύματι συνὼν καὶ συνευφραινόμενος. Παρρησίαν οὖν ἔχων πρὸς Κύριον, ἐκτενῶς ἱκέτευε, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων τοὺς πιστῶς ἐκτελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.

Ἦχος πλ. Α'.

Ὅσιε Πάτερ, οὐκ ἔδωκας ὕπνον σοῖς ὀφθαλμοῖς, οὐδὲ τοῖς βλεφάροις σου νυσταγμόν, ἕως οὗ τὴν ψυχὴν τῆς δουλείας τῶν παθῶν ἠλευθέρωσας, καθυποτάξας την σάρκα τῷ πνεύματι, καὶ ἀνέδειξας τοῦ θείου Πνεύματος καταγώγιον· ἐλθὼν γὰρ ὁ Χριστὸς σὺν τῷ Πατρί, μονὴν παρὰ σοὶ ἐποιήσατο, καὶ τῆς ὁμοουσίου Τριάδος δοχεῖον καθαρὸν ἀπειργάσατο. Καὶ νῦν, Ἀλέξιε παμμάκαρ, παρεστὼς τῷ Κυρίῳ, πρέσβευε τῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ἦχος πλ. Β'.

Βίον ἰσάγγελον ἐπὶ γῆς πολιτευσάμενος, καὶ πᾶσαν ἀρετῶν ἰδέαν ἐν σεαυτῷ θησαυρίσας ἐκ νεότητος, νοῦν ἡγεμόνα κατὰ παθῶν ἐνεστήσω γρηγοροῦντα, καὶ ὡς φαίνοντι λύχνῳ τούτῳ χρησάμενος, παννύχοις καὶ πανημέροις εὐχαῖς καὶ στάσεσιν ἀνενδότοις, τὰ τῶν θηρεύοντων θήρατρα συνέτριψας, καὶ τάς πολυπλόκους ἐνέδρας αὐτῶν  ἐξηφάνησας, Ἀλέξιε μακάριε καὶ λαμπρῶς ἠρίστευσας, τὸ κατ' εἰκόνα τηρήσας ἀλώβητον. Διὸ Χριστὸς σὲ ἐδόξασεν, ἄνθρωπον Θεὸν ἀναγορεύσας σε καὶ τὴν ἱεράν σου κοίμησιν θαύμασι πολλοῖς ἐμεγάλυνε, καὶ σὲ μετὰ τῶν φρονίμων παρθένων εἰς νυμφῶνα τὸν ἐπουράνιον συνεισήγαγε, τῷ κάλλει τῷ ἀμηχάνῳ τῆς θείας αὐτοῦ δόξης ἐντρυφῶντα εἰς αἰῶνας. Ὂν μὴ παύσῃ δυσωπῶν, ὅπως καὶ ἡιιᾶς ἀξιώσῃ, τὸν τῆς νηστείας δίαυλον ἐν ἁγνείᾳ διανύσαι, καὶ τὰ πάνσεπτα πάθη καθαρῶς προσκυνῆσαι, καὶ λαμπρῶς ἑορτάσαι τὴν τριήμερον αὐτοῦ ἐξανάστασιν.

Ἦχος πλ. Α'.

Δεῦτε φιλεόρτων τὸ οὐστημα, φαιδρῶς πανηγυρίζοντες, καὶ χαρμονι κῶς ἐν ᾄσμασι κροτοῦντες, ὕμνοις ἱεροῖς ἀνευφημήσωμεν Ἀλέξιον τὸν πανεύφημον οὕτω λέγοντες· Χαίροις ὁ τῷ Δεσπότῃ Χριστῷ πειθαρχήσας λέγοντι· «Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστί μου ἄξιος», καὶ τούτου τὴν ἀγάπην τῆς τῶν γονέων προτιμήσας. Χαίροις ὁ δόξαν καὶ πλοῦτον καὶ θάλαμον καταλιπών καὶ τά τοῦ βίου τερπνὰ ὡς σκύβαλα διὰ Χριστὸν ἡγησάμενον. Χαίροις ὁ τὸν σταυρὸν ἐπ’ ὤμων ἀράμενος, καὶ πᾶσαν κακουχίαν καὶ θλίψιν ἑλόμενος, καὶ μέχρι τέλους τῷ καλέσαντι Χριστῷ γενόμενος ὀπαδός. Χαίροις ὁ ἁγνείᾳ καὶ σωφροσύνῃ, καὶ πολλῇ ἐγκρατείᾳ, τοῖς ἀσωμάτοις Ἀγγέλοις ὀφθεὶς ἐφάμιλλος. Χαίροις ὁ πάσας ἀρετὰς ὡς μίαν κατορθώσας, καὶ τὸν πάλαι τῆς προμήτορος πτερνιστὴν ἀνδρείως τρεψάμενος. Χαίροις ὁ λαμπρῶς ἐπὶ πάντων οὐρανοφοίτῳ φωνῇ ἄνθρωπος Θεοῦ μαρτυρηθείς, καὶ ἀκούσας «εὖ δοῦλε ἀγαθέ», καὶ εἰς τὴν χαρὰν εἰσελθὼν τοῦ Κυρίου σου. Ἀλλὰ πρέσβευε καὶ ὑπὲρ ἡμῶν Ἀλέξιε μακάριε, ἵνα ῥυσθῶμεν ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, δουλεύοντες τῷ Κυρίῳ ἐν φόβῳ καὶ τῆς ἐκ δεξιῶν παραστάσεως τύχωμεν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.