ΑΚΟΛΟΥΘΙΑ ΠΑΝΗΓΥΡΙΚΗ ΕΙΣ ΤΟΝ

ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΠΟΝ ΕΦΡΑΙΜ

ΤΟΥ ΕΝ ΤΩ ΟΡΕΙ ΤΩΝ ΑΜΩΜΩΝ

παρὰ τὴν Ἀττικὴν, ἐγγὺς τῆς Νέας Μάκρης,

ἀσκητικῶς διαλάμψαντος καὶ μαρτυρικῶςς τελειωθέντος ἐν τῇ σεβασμίᾳ

ἱερᾷ Μονῇ τοῦ Εὐαγγελισμοῦ τῆς Ὑπεραγιας Θεοτόκου.

 

Ἑορταζομένου τῇ γ' Ἰανουαρίου καὶ ε' Μαΐου.

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β', Ὅτε ἐκ τοῦ ξύλου. ΤΟ ΑΚΟΥΤΕ

Δεῦτε Ἀττικῶν πᾶσα πληθύς, ὄρει τῶν Ἀμώμων ἐν πίστει, θερμῇ προσέλθωμεν, μνήμην τὴν πανίερον, τοϋ θεοφόρου Ἐφραιμ, ὁμοφώνως γεραίροντες· οὗτος γὰρ ἐνταῦθα, βίον τὸν ἐνάρετον, πολιτευσάμενος, ἤνυσε Μαρτύρων ἀγῶνας, καὶ διπλῶν στεφάνων ἀξίως, παρὰ τοῦ Σωτῆρος κατηξίωται.

 

Ὅτε ἀπηρνήσω σεαυτόν, ἔρωτι τρωθεὶς τῷ ἁγίῳ, ἀπὸ νεότητος, τότε ἦρας Ὅσιε τὸν τοῦ Σωτῆρος Σταυρόν, καὶ αὐτῷ ἠκολούθησας, προθὺμῳ καρδίᾳ, πόνοις τῆς ἀσκήσεως, ἀποκαθάρας τὸν νοῦν. Ὅθεν τὴν βαρβάρων μανίαν, ἤνεγκας Ἐφραὶμ στερροψύχως, καὶ Μαρτύρων στέφει κεκαλλώπισαι.

 

Ὢφθης ὡς ἀστὴρ νεοφανής, ἄρτι ἐκφανθείς εὐδοκίᾳ, Πάτερ τῇ κρείττονι, διὰ τῆς εὑρέσεως, τῶν σῶν ἁγίων ὀστῶν, καὶ θαυμάτων ταῖς λάμψεσιν, ἡμᾶς καταυγάζεις, ἐν Ἁγίῳ Πνεύματι, Ἐφραὶμ μακάριε· νόσους γὰρ ἴασαι ποικίλας, καὶ ὀξέως πάντας προφθάνεις, τοὺς ἀπὸ ψυχῆς πιστῶς φωνοῦντάς σε.

 

Ὄρος τῶν Ἀμώμων ἀληθῶς, τοῖς ἀσκητικοῖς σου ἱδρῶσιν, ἠρδεύθη Ὅσιε, καὶ τοῖς τῶν αἱμάτων σου ῥείθροις ἡγίασται· ἐν αὐτῷ γὰρ διήνυσας, στερρῶς τοὺς ἀγῶνας, καί ἐχθρῶν κατέβαλες, πᾶσαν τὴν δύναμιν. Ὅθεν τὴν ἁγίαν Μονήν σου, τὴν ἐν σοὶ ἀεὶ καυχωμένην, φύλαττε Ἐφραὶμ ἐκ πάσης θλίψεως.

Δόξα. Ἦχος β'.

Ἀσκητικοῖς περιρρεόμενος ἱδρῶσι, τὸ σὸν αἷμα προθύμως ἔχεας, ὑπὲρ τῆς δόξης Κυρίου, Ἐφραὶμ θεοδόξαστε· τῇ γὰρ πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος ἀκλινῶς, ἀκατάσειστος ἔμεινας, ταῖς τῶν ἐχθρῶν μηχαναῖς καὶ ποικιλοτρόπως αἰκισθείς, τὸν δρόμον τῆς ἀθλήσεως, νομίμως τετέλεκας. Ἀλλ' ὦ Ὁσιομάρτυς μακάριε, δέχου ἡμῶν τάς ᾠδάς, καὶ πλήρου τὰ πρὸς σωτηρίαν αἰτήματα.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Α Π Ο Σ Τ Ι Χ Α

Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ. ΤΟ ΑΚΟΥΤΕ

Νέος ἐν ἀσκηταῖς, καὶ μάρτυσιν ἐδείχθης, Ἐφραὶμ Ὁσιομάρτυς, καὶ ἐνεργεῖς θαυμάτων, δυνάμεις τοῖς τιμῶσί σε.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Ἤνεγκας καρτερῶς, βαρβάρων τὴν μανίαν, Ἐφραὶμ Ὁσιομαρτυς, καὶ ῥείθροις τῶν αἱμάτων, τὴν σὴν στολὴν ἐφοίνιξας.

Στίχ. Θαυμαστός ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Ἄγνωστος πρὶν τελῶν, ἤδη ἡμῖν ἐγνώσθης, Ἐφραὶμ καὶ τῶν λειψάνων, τὴν εὐαγῆ σορόν σου, ὡς πλοῦτον ἡμῖν δέδωκας.

Δόξα. Τριαδικόν.

Ἄναρχε Παντουργέ, ὁμότιμε θεότης, Πάτερ Υἱε καὶ Πνεῦμα, Ἐφραὶμ ταῖς ἱκεσίαις, ἐλέησον τοὺς δούλους σου.

Καὶ νῦν.

Δόξαν σου τὴν πολλήν, ἐν ὄρει τῶν Ἀμώμων, Ἐφραὶμ ὑμνῶν ὁ θεῖος, Παρθένε Θεοτόκε, ὑπερφυῶς ἠγώνισται.

 

Νΰν ἀπολύεις, τὸ τρισάγιον, τὸ 'Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ ἀπόλυσις.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος α'. Πανεύφημοι μάρτυρες. ΤΟ ΑΚΟΥΤΕ

Πάτερ Ἐφραὶμ ἀπὸ παιδός, τοῦ Χριστοῦ τοῖς ἴχνεσιν, ἀσκητικῶς ἠκολούθησας, βίον ἰσάγγελον, ἐν ὄρει Ἀμώμων, διανύον Ὅσιε, ἐν ᾧ βαρβαρικὴν ἰταμότητα, στερρῶς ὑπέμεινας, καὶ Μαρτύρων ἰσοστάσιος, ἀνεδείχθης, ἀθλήσας δι' αἵματος.

 

Πάτερ Ἐφραὶμ πολυειδῶς, αἰκισθεὶς τῷ σώματι, ἔστης ὡς πύργος ἀκλόνητος, ἐν ταῖς στρεβλώσεσι, καὶ χερσὶ Κυρίου, τὴν ψυχὴν παρέδωκας, τελέσας τὸν ἀγῶνα ὡς ἄσαρκος· διὸ τιμῶμέν σε, ὡς Χριστοῦ Ὁσιομάρτυρα δοξασθέντα, ἐν ἀπείροις θαύμασι.

 

Πάτερ Ἐφραὶμ ἐπιφανείς, ἐξ ἀδύτων ἔπλησας, ἡμᾶς χαρᾶς ὁ πρὶν ἄγνωστος, καὶ τῶν λειψάνων σου, τὴν ἁγίαν θήκην, ἡμᾶς ἁγιάζουσαν, ὡς θεῖον θησαυρὸν ἡμῖν δέδωκας, ἐξ ἧς προέρχεται, ἰαμάτων χάρις ἄφθονος, τοῖς τελοῦσι, τὴν πάνσεπτον μνήμην σου.

 

Πάτερ Ἐφραὶμ ὡς τοῦ Χριστοῦ, θεράπων θερμότατος, δόξης πολλῆς κατηξίωσαι· ὅθεν καλούμενος, πανταχοῦ προφθάνεις, καὶ παρέχεις ἅπασι, τὴν χάριν ἀληθῶς τὴν σωτὴριον καὶ ἐν ὀνείρασι, καὶ καθ’ ὄπαρ ὀπτανόμενος, πᾶσι δίδως, ταχεῖαν βοήθειαν.

 

Πάτερ Ἐφραὶμ χρόνοις πολλοῖς, πρότερον κρυπτόμενος, ὁ φανερῶς τοῦ ἀλάστορος, λύσας τὴν δύναμιν, εὐδοκίᾳ θείᾳ, ἡμῖν πεφανέρωσαι, τὴν δόξαν ὑπεμφαίνων τὴν μέλλουσαν, καὶ τὴν λαμπρότητα, ἧς λαμπρῶς ἀξιωθήσονται, οἱ Κυρίῳ, ἀμέμπτως δουλεύσαντες.

 

Πάτερ Ἐφραὶμ ὄψιν τὴν σήν, καὶ τὴν ἐπιφάνειαν, τρόποις πολλοῖς ἐν τῇ μάνδρᾳ σου, δεικνύων Ἅγιε, τοὺς σὲ καθορῶντας, ἐξιστᾷς τῇ δόξῃ σου· ἀλλὰ τοὺς τοῖς ἁγίοις λειψάνοις σου, πιστῶς προστρέχοντας, ῥῦσαι πάσης περιστάσεως, νοσημάτων, σβεννύων τὸν καύσωνα.

Δόξα. Ἦχος πλ. β'.

Ἀγγελικὴν ὑπελθὼν πολιτείαν, ἀπο νεότητος σοφέ, ἐν ὄρει τῶν Ἀμώμων ἐσκήνωσας, ἀσκητικῶς ἀγωνιζόμενος· τὴν γὰρ κλῆσιν εἰς ἔργον ἄγων, ἄμωμος καὶ ἄμεμπτος, ἐν τοῖς δικαιώμασι Κυρίου ὤφθης, ἀνακαθάρας σεαυτόν, πάσης ὑλικῆς προσπαθείας· καὶ χερσὶ μιαιφόνοις ἀποκτανθείς, ὡς θῦμα εὐπρόσδεκτον, καὶ ὁλοκάρπωμα θεῖον, προσηνέχθης Χριστῷ, ἀθλητικῶς τελέσας τὴν ζωήν. Ἀλλ' ὡς Ὅσιος ἐν ἀσκηταῖς, καὶ Μάρτυς ἐν ὁσίοις, διπλῶν στεφάνων ἔτυχες παρὰ Κυρίου, καὶ θαυμάτων χάριν ἐκομίσω, ὁσιομάρτυς Ἐφραίμ· διὸ τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτησαι ἱλασμὸν πταισμάτων, καὶ τὸ μέγα ἔλεος,

Καί νῦν. Τῆς ἑορτῆς.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ' 9)

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμί. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεΐς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς· ὅτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἑξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ ἅγιος Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(Κεφ. γ' 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρὶῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδὲξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καί ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα. (Κεφ. ε' 15)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρὶῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην· καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκἀταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται· καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαίλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιομελα. Ἦχος α'.

Δαβιτικὴν ῥῆσιν πληρουμένην, ἐν σοὶ καθορῶντες, ὁσιομάρτυς Έφραίμ, φαιδρῶς τιμῶμέν σε· ἐν ὄρει γὰρ Ἀμώμων, τὴν ἀρετὴν ἐργασάμενος, ὡς ἐν ὄρει Κυρίου, ἀθῶος ὤφθης ταῖς χερσί, καὶ καθαρὸς τῇ καρδίᾳ, δικαιοσύνην ἐνδυσαμενος· καὶ ἀπαθείας τὰ ἄνθη, μαρτυρικῷ ἀρδεύσας αἵματι, ἀθλητικὴν καρποφορίαν ἐξήνθήσας, καὶ τῶν θαυμάτων τὸν γλυκασμόν, τῇ Ἐκκλησίᾳ βλυστάνεις· δι’ ὧν παθῶν πικρία ξηραίνεται, καὶ πρὸς σωτηρίαν εὐοδοῦνται οἱ βοῶντες· Κύριε δόξα σοι.

Ἦχος β'.

Τῶν ἀρετῶν τὴν τρίβον, συντόνως πορευόμενος, τὸ τῆς σαρκὸς ἐνὲκρωσας φρόνημα, ἐγκρατείας πόνοις, Ἐφραὶμ παμμακάριστε· τὴν δὲ ψυχὴν κατοικητήριον, καὶ καθαρώτατον σκήνωμα, τῆς παναγίας Τριάδος εἰργάσω, ὡς φωτὸς θείου πλήρης· καὶ τοῦ σκότους τὸν ἄρχοντα, δι’ ἀνημέρων βαρβάρων, λυσσωδῶς προσβαλόντα σοι, κραταιῶς ἀπεκρούσω, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ· καὶ ὡς χρυσὸς ἐν καμίνῳ, πολυειδέσι βασάνοις δοκιμασθείς, τῷ ξὺλῳ τῆς ζωῆς ἀποκατὲστης, μαρτυρικῆς εὐκλείας ἀξιούμενος, καὶ πᾶσιν αἰτούμενος, εἰρήνην καὶ θεῖον ἔλεος.

Ἦχος γ'.

Ὁσιότητι ἐμπρέπων, καὶ τῷ Θεῷ ἀμέμπτως ἱερουργῶν, ὡς ἱερεὺς τῆς χάριτος εὐπρόσδεκτος Ὅσιε, ὡς θυσίαν καθαράν, καὶ προσφορὰν τελείαν, τὴν ἐν ἀσκήσει ζωήν, καὶ τὴν ἐν ἀθλήσει στερρότητα, Χριστῷ προσενήνοχας· βαρβαρικαῖς γὰρ χερσὶ συσχεθείς, οὐκ ἐφείσω τῆς προσκαίρου ζωῆς, πρὸς τὴν αἰώνιον ζωὴν κατεπειγόμενος καὶ μαρτυρικῇ κοσμηθεὶς λαμπρότητι, πρὸς τόν νυμφῶνα τῆς ἄνω δόξης ἀνέδραμες, ὁσιομάρτυς Ἐφραὶμ μακάριε· ὅθεν τοῖς τελοῦσι τὴν μνήμην σου, αἴτει ἱλασμὸν παρὰ Θεοῦ καὶ μέγα ἔλεος.

Ἦχος δ'.

Τοΐς πάλαι Ὁσίοις ἁμιλληθεὶς καὶ Μάρτυσι, καὶ τῶν ἀγώνων κοινωνήσας αὐτοῖς, τῆς κατ’ αὐτοὺς χάριτος μετέσχες, ἐν τῇ ἀφθονῳ δωρεᾷ, τοῦ Παρακλήτου δοξασθείς, Ἐφραὶμ παμμακάριστε, Θεοῦ θεράπων γνήσιε· ὅθεν ἐνεργῶν ἐν τοῖς θαύμασι, πανταχοῦ προφθάνεις καλούμενος καὶ κατ’ ὄναρ καὶ ὕπαρ παραδόξως φαινόμενος, σωστικὴν βοήθειαν παρέχεις, τοῖς ἐν ἀνάγκαις τελοῦσιν. Ἀλλὰ πρέσβευε Ἅγιε, ταύτην τὴν Μονήν σου ἀπήμαντον τηρεΐσθαι, καὶ τοΐς σὲ τιμῶσι διδόναι, πταισμάτων συγχώρησιν.

Δόξα. Ἦχος β'.

Τὴν ἐν ἀσκήσει ζωήν σου, ὁ τῆς δόξης προσηκάμενος Κύριος, ἀθλητικῆς εὐκλείας σε ἠξίωσεν, Ἐφραὶμ πάτερ Ὅσιε· ἀγγελικῶς γὰρ βιοτεύων, καὶ πρὸς τὸ πρῶτον ἀναγόμενος ἀξίωμα, τῇ τῶν κρειττόνων ἐργασίᾳ, ἐπιδρομέων ἰταμωτάτων, οὐκ ἔπτηξας τὴν ῥύμην· ἀλλ’ ὡς ἀρνίον ἄκακον, δίκην λύκων ὑπ' αὐτῶν σπαραχθείς, τῇ κεφαλῇ τῶν ὅλων Χριστῷ, τελεώτερον προσηρμόσθης· καὶ τοῦ πόθου εὑρὼν τὴν πλήρωσιν, μὴ παύσῃ ἱλεούμενος ἡμῖν, τὸν σὲ δοξὰσαντα Κύριον.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

ΕΙΣ ΤΟΝ ΣΤΙΧΟΝ

Στιχηρὰ Προσόμοια. Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν. ΤΟ ΑΚΟΥΤΕ

Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ ἐκ νεότητος σαυτὸν ἀναθέμενος, καρδίᾳ τελειωτάτῃ, τῷ παντεπόπτῃ Θεῷ, κοσμικὴν ἀπάτην βδελυξάμενος· ἐντεῦθεν ἰσάγγελον, πολιτείαν ἐζήλωσας, δι’ ἐγκρατείας, καὶ συντόνου δεήσεως, ἐνδιαίτημα, ἀπαθείας γενόμενος· ὅθεν Μαρτύρων σκάμματα, ὑπῆλθες ὡς ἄσαρκος, ὑπὸ βαρβάρων ἀνόμων, σφαγιασθεὶς ἀπηνέστατα. Καὶ νῦν ἐκδυσώπει, τοΐς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ τῶν ὁσίων κοινωνὸς καὶ ὁμότροπος, Μαρτύρων ἐν πᾶσιν ἴσος, ὡς τὴν ἀνδρείαν αὐτῶν, καρτεροῖς ἀγῶσιν ἐνδειξάμενος· ἀστὴρ ὁ πολύφωτος, ἀρετῶν τῆς ἀσκήσεως, ὁ ἐκ τοῦ ὄρους, τῶν Ἀμώμων τοῖς πέρασι, τῶν ἰάσεων, καὶ θαυμάτων τάς χάριτας, πᾶσιν ἐκλάμπων Ἅγιε, καὶ λύων σκοτόμαιναν, παθῶν καὶ πάσης ἀνάγκης, τῇ ταχύτατῃ πρεσβείᾳ σου. Καὶ νῦν ἐκδυσώπει, τοΐς τιμῶσί σε δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὁσιομάρτυς Ἐφραὶμ , ὁ φερωνύμως ἐπευφράνας ἐν Πνεύματι, εὑρέσει τῇ παρ’ ἐλπίδα, τῶν σῶν λειψάνων σοφέ, ἐξ ὧν ἀναβλύζει χάρις ἄφθονος· ἐντεῦθεν προστρέχουσι, πανταχόθεν τῇ μάνδρᾳ σου, οἱ ἐν ἀνάγκαις, καὶ ἐν νόσοις καὶ πάθεσι, καὶ τὴν ἴασιν, παραδόξως κομίζονται. Ὅθεν εὐσημῳ στόματι, κηρύττουσιν ἔνδοξε, τὴν σὴν θερμὴν προστασίαν, οἱ τῶν καλῶν σου τρυφήσαντες, Χριστὸν ἀνυμνοῦντες, τὸν θαυμάτων ἐνεργείαις, σὲ μεγαλύναντα.

Δόξα. Ἦχος πλ. δ'.

Τῷ φωτὶ τῆς χάριτος, καταυγαζόμενος Πάτερ, τῶν ἀρχόντων τοῦ σκότους τάς ὁρμάς, ἀνδρειωτάτῃ ψυχῇ ὑπέμεινας, ὥσπερ ἄλλου πάσχοντος· καὶ τῷ Χριστῷ ὁλικῶς ἀτενίζων, σπαραττομένων τῶν μελῶν φονώσαις χερσίν, οὐδόλως ἐφρόντισας, ἀλλ’ ἐβόας Κυρίῳ· δέξαι Σῶτερ τὸ πνεῦμά μου, ὁ δι’ ἐμὲ ἑκουσίως παθών, καὶ πηγάσας μοι ζωὴν αἰώνιον. Καὶ νῦν Ἐφραὶμ μακάριε, ἀδιαλείπτως πρέσβευε, σῴζεσθαι τοὺς σὲ μακαρίζοντας.

Καὶ νῦν. Τῆς ἑορτῆς.

 

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτικιον.

Ἦχος α'. Τῆς ἐρήμου πολίτης. ΤΟ ΑΚΟΥΤΕ

Ἐν ὄρει τῶν Ἀμώμων ὥσπερ λύχνος ἀνέλαμψας, καὶ μαρτυρικῶς θεοφόρε πρὸς Θεὸν ἐξεδήμησας, βαρβάρων ὑποστὰς ἐπιδρομάς, Ἐφραὶμ ὁσιομάρτυς τοῦ Χριστοῦ· διὰ τοῦτο ἀναβλύζεις χάριν ἀεί, τοῖς εὐλαβῶς βοῶσί σοι· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ θαυμαστώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ, πᾶσιν ἰάματα.

Καὶ τὸ τῆς ἑορτῆς. Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α' Σπχολογίαν.

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ, ΤΟ ΑΚΟΥΤΕ

Νεόφωτος ἀστήρ, τῇ Χριστοῦ Ἐκκλησίᾳ, Ἐφραὶμ Θαυματουργέ, ἀληθῶς ἀνεδείχθης, ἀκτῖσι τῶν θαυμάτων σου, καταυγάζων τὰ πέρατα. Ὅθεν σήμερον, τῆς σῆς ἀθλήσεως μάκαρ, ἑορτάζομεν, τὴν ἑορτὴν τὴν ἁγίαν, Χριστὸν μεγαλύνοντες.

Καὶ τὸ τῆς ἑορτῆς.

 

Μετὰ τὴν β' Στιχολογίαν.

Κάθισμα. Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. ΤΟ ΑΚΟΥΤΕ

Ἐπιπεσόντων τῇ ἁγίᾳ Μονῇ σου, ἀγαρηνῶν οἷα περ λύκων ἀγρίων, σὲ τοῦ Χριστοῦ ἀρνίον τὸ πραότατον, Πάτερ κατεσπάραξαν, πολυτρόποις βασάνοις· ἔνθεν ἀνελήλυθας, πρὸς οὐράνιον μάνδραν, ὁσιομάρτυς Ἅγιε Ἐφραὶμ , καὶ μαρτυρίου, ἐδέξω, διάδημα.

Καὶ τὸ τῆς ἑορτῆς.

 

Μετὰ τὸν Πολυέλεον.

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν σοφίαν καὶ Λόγον. ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ ὄρει Ἀμώμων ἀναδραμών, πρὸς αἰώνια ὅρη κατὰ Δαβίδ, τὸν νοῦν σου ἀνύψωσας, διὰ βίου λαμπρὸτητος, καὶ μαρτυρίου δρόμον, ἀνδρείως διήνυσας, βαρβαρικῆς μανίας, γενόμενος σφάγιον· ὅθεν διπλοῦν γέρας, ἐκ Θεοῦ ἐκομίσω, καὶ βλύζεις ἰάματα, Ἐφραὶμ πάτερ τοῖς σπεύδουσι, τοῖς τιμίοις λειψάνοις σου· αὐτὰ γὰρ τῇ σεπτῇ σου Μονῇ, ὥσπερ πλοῦτον θεῖον ἐφανέρωσας, τοὺς πιστῶς προσιόντας, ἀεὶ ἁγιάζοντα.

Καὶ τὸ τῆς ἑορτῆς.

 

Οἱ Ἀναβαθμοί.

Τὸ α' Ἀντίφωνον τοῦ δ' ἤχου καὶ τὸ Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

 

Εὐαγγέλιον κατὰ Ματθαῖον

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταΐς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμενοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, καὶ μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾷὸς εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

 

Ό Ν'.

 

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου. . Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλεησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

καὶ τὸ Ἰδιομελον. Ἦχος πλ. β'.

Τῆς ἀμπέλου τῆς ζωῆς, κλῆμα ὑπάρχων, Ἐφραὶμ παναοίδιμε, τοῦ μαρτυρίου τὸν βότρυν τὸν πέπειρον, τῇ Ἐκκλησίᾳ ἐγεώργησας, καλῶς ἀγωνισάμενος. Καὶ νΰν βλυστάνεις ἡμῖν, τὸ μυστικὸν τῆς χάριτος νέκταρ, τῇ θερμῇ ἀντιλήψει σου, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμων.

 

Ὁ ἱερεὺς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

 

Εἶτα οἱ Κανόνες.

Τῆς ἑορτῆς ἢ τοῦ Πάσχα, καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχὶς·

«Δίδου ὦ Πάτερ θείαν μοι χάριν. Γερασίμου».

ᾨδὴ α'. Ἦχος α'. Σοῦ ἡ τροπαιοῦχος δεξιά. ΤΟ ΑΚΟΥΤΕ

Δόξης ἀπολαύων θεϊκῆς, καὶ φωτισμοῦ ἀπορρήτου πληρούμενος, λόγον μοι πρυτάνευσον, καὶ φωτισμόν μοι παράσχου πρεσβείαιςσου, Ἐφραὶμ θεοφόρε, ὅπως ὑμνήσω τοὺς ἄθλους σου.

 

Ἴθυνας τὸν νοῦν σου ἐκ παιδός, τοῖς τοῦ Κυρίου προστάγμασιν Ὅσιε, πρὸς ζωὴν τὴν κρείττονα, καὶ μοναστὴς θεοφόρος καὶ ἄμωμος, ἐν Ἀμώμων ὄρει, κατὰ Δαβὶδ ἐχρημάτισας.

 

Δύναμιν λαβὼν παρὰ Θεοῦ, βαρβαρικῆς ἰταμότητος ἔφοδον, ἀκλινῶς ὑπέμεινας, τῆς εὐσεβείας προφαὶνων τὴν δύναμιν, Ἐφραὶμ θεοφόρε, ἐν τῷ στρεβλοῦσθαι τὸ σῶμά σου.

Θεοτοκίον.

Ὅλη καθαρὰ καὶ ἐκλεκτή, τῆς παρθενίας ἐκλάμπουσα χάρισιν, ὤφθης Παναμώμητε, καὶ τὸν Θεὸν τῶν ἁπάντων ἐκύησας, ἐπ’ εὐεργεσίᾳ, τῶν γηγενῶν σωματούμενων.

 

ᾨδὴ γ'. Ὁ μόνος εἰδώς. ΤΟ ΑΚΟΥΤΕ

Ὑψώσας τὸν νοῦν σου πρὸς Θεόν, ταῖς θείαις ἀναβάσεσι, σαρκὸς τὸ φρόνημα ἀπενέκρωσας, καὶ ἀπαθείας ὤφθης κειμήλιον, πόνοις τῆς ἀσκήσεως. Ἐφραὶμ παμμακάριστε, προγυμνάζων σεαυτὸν πρὸς τὴν ἄθλησιν.

 

Ὡς εἶδες ὡς θῆρες ἀπηνεῖς, κατὰ τῆς θείας μάνδρας σου, ἐπιπεσόντα στίφη τὰ βάρβαρα, ἔστης ἀκλόνητος καὶ ἀπτόητος, τούτων ἐπιθέσεσι, καὶ βασάνων ἔφοδον, παρ' αὐτῶν θεοφόρε ὑπέμεινας.

 

Παντοίων κολάσεων ποινάς, ὑπήνεγκας ὡς ἄσαρκος, καὶ τοῦ Βελίαρ πᾶσαν τὴν δύναμιν, τῇ ἀνενδὸτῳ πάτερ ἐνστάσει σου, Ἐφραὶμ ἐξενεύρισας, καὶ Μαρτύρων στέφανον, ἐκ Θεοῦ ἐκομίσω μακάριε.

Θεοτοκίον.

Ἁγίων τὸν Ἅγιον Ἁγνή, ὡς οἶκος ἁγιάσματος, καὶ παρθενίας πάναγνον σκήνωμα, σαρκὸς ἐν εἴδει ἡμῖν γεγένηκας· ὅθεν καθαγίασον, θερμῶς ἱκετεύω σε, τὴν ῥυπῶσαν Παρθένε καρδίαν μου.

 

Κάθισμα. Ἦχος δ'. Ταχὺ προκατάλαβε. ΤΟ ΑΚΟΥΤΕ

Βιώσας ὡς ἄγγελος, ἐν ἐγκρατείᾳ πολλῇ, οἰκείοις ἐν αἵμασι, τὴν σὴν ἁγίαν στολήν, ἐφοίνιξας Ὅσιε· ὅθεν ἐν ἀμφοτέροις, ἵερῶς διαλάμπων, δίδου ἡμῖν ὑψόθεν, τῇ θερμῇ σου πρεσβείᾳ, Ἐφραὶμ ὁσιομάρτυς, ἐν πᾶσι βοήθειαν.

Θεοτοκίον.

Ἀφράστως κυήσασα, τὸν Ποιητὴν τοῦ παντός, φθορᾶς με ἀπάλλαξον, τῶν ἀκαθάρτων παθῶν, σπιλούντων με πάντοτε· εἶδέ μου τὴν ὀδύνην, τῆς ψυχῆς Θεοτόκε, κάθαρον δὲ τὸν νοῦν μου, νοημάτων ἐκτόπων, καὶ δίδου τῇ καρδίᾳ μου, κατάνυξιν δέομαι.

 

ᾨδὴ δ'. Ὄρος σε τῇ χάριτι. ΤΟ ΑΚΟΥΤΕ

Τείναντες τὸ σῶμά σου, οἱ βάρβαροι Ὅσιε, κατεδαπάνησαν αὐτό, τοῖς ἀνυποίστοις αἰκισμοῖς, σὺ δὲ πρὸς τὸν Κύριον, ἐνατενίζων καρδίας τοῖς ὄμμασι, ἀγαλλομενῃ ψυχῇ πάντα ἤνεγκας.

 

Ἔχαιρες τυπτόμενος, καὶ συντριβόμενος Ἅγιε, ὑπὲρ ἀγάπης τοῦ Χριστοῦ, ὑπ’ ἀλλοφύλων δυσμενῶν, καὶ πάντα συνέτριψας, τὰ τοῦ ἀλάστορος κέντρα τοῖς πόνοις σου, ὁσιομάρτυς Ἐφραὶμ ἱερώτατε.

 

Ῥήσεων ὡς ἤκουσε, τῶν θείων χειλέων σου, ᾗ ἐπεφάνης μυστικῶς, ὁράσει Πάτερ ἱερᾷ, τὸν τρόπον τοῦ βίου σου, καὶ τὴν σὴν κλῆσιν Ἐφραὶμ καὶ τὴν ἄθλησιν, τοΐς ἐν τῷ κόσμῳ λαμπρῶς ἐφανερωσε.

Θεοτοκίον.

Θρόνος ἀνεδείχθης, τοῦ Θεοῦ ὑψηλότατος, κατέχουσα ἐν ταῖς χερσί, ὅν περ προήγαγες σαρκὶ· διὸ κἀμὲ ὕψωσον, ἐκ κατωτάτου βυθοῦ παραπτώσεων, θεογεννῆτορ πρὸς βίον ὑπέρτερον.

 

ᾨδή ε'. Ὁ φωτίσας τῇ ἐλλάμψει. ΤΟ ΑΚΟΥΤΕ

Ἐπιστὰς μετὰ τὴν θείαν τῶν λειψάνων σου εὕρεσιν, ἐνεργεῖς ἀοράτῳ τὸ σὸν ἅγιον ὄνομα, καὶ τὴν ἄθλησίν σου τὴν στερράν, Ἐφραὶμ ὁσιομάρτυς, τοῖς ἁγνοοῦσιν ἐγνώρισας.

 

Ἰαμάτων θεῖα ῥεῖθρα ἡ σορὸς τῶν λειψάνων σου, ἐπομβρίᾳ ἀναβλύζει θεοφόρε τοῦ Πνεύματος, καὶ ἰᾶται πάθη χαλεπά, Ἐφραὶμ ὀσιομάρτυς, καὶ πᾶσαν ἄλλην ἐπήρειαν.

 

Ἀοράτως ἐπιφαίνει τοῖς καλοῦσι τὴν κλῆσίν σου, καὶ κατ’ ὄναρ καὶ καθ’ ὕπαρ καὶ παρέχεις τὴν χάριν σου· ὅθεν τῶν θαυμάτων σου σοφέ, ἡ Ἀττικὴ ἐπλήσθη, καὶ μεγαλύνει τὸν Κύριον.

Θεοτοκίον.

Νεκρωθέντα τῇ ἀπάτῃ τοῦ δεινοΰ πολεμήτορος, ζώωσόν με Θεοτόκε ἡ ζωὴν τὴν αἰώνιον, τέξασα ἐν σώματι ἡμῖν, καὶ πρὸς ζωὴν βελτὶστην, ἀνθέλκυσόν με τὸν δείλαιον.

 

ᾨδὴ ς'. Ἐκύκλωσεν ὑμᾶς. ΤΟ ΑΚΟΥΤΕ

Μαρτύρων τὴν ἀνδρείαν ἐνδειξάμενος, μαρτυρικῆς λαμπρότητος, ἀνεδείχθης θεοφόρε κοινωνός, πρὸς βαρβαρικὴν γνώμην ἀπάνθρωπον, πάτερ Ἐφραὶμ , ἀκαταπληκτως ἀντιταξάμενος.

 

Ὁ νέος ἐν Ὁσίοις τε καὶ Μάρτυσιν, Ἐφραὶμ ὁ παναοίδιμος, τοὺς πιστοὺς πρὸς εὐφροσύνην μυστικήν, πάντας συγκαλεῖται θεὶῳ Πνεύματι· οὗ τὴν σεπτήν, ἄθλησιν μέλψωμεν ᾄσμασιν.

 

Ἰσχὺν ἐνδεδυμενος τὴν θεόσδοτον, ὡς Μάρτυς ἐνθεότατος, τάς ἰάσεις τοῖς νοσοῦσι χορηγεῖς, καὶ τοῖς ἐν κινδύνοις νέμεις λύτρωσιν, Ἐφραὶμ σοφέ, τοὺς παραλύτους ἐπανορθούμενος.

Θεοτοκίον.

Χαρὰν τὴν ἀνεκλάλητον ἐπήγασας, τῷ ὑπὲρ φύσιν τόκῳ σου, τοΐς ἐν λύπαις καὶ ὀδύναις καὶ ποιναῖς, μόνη Θεοτόκε ἀειπάρθενε· ὅθεν κἀμέ, τῆς αἰωνίου χαρᾶς ἀξίωσον.

 

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον. ΤΟ ΑΚΟΥΤΕ

Ἐν τῷ ὄρει ἤσκησας, τῶν Ἀμώμων θέοφρον, καὶ ἐν τούτῳ ἥνυσας, τοῦ μαρτυρίου τὸν δρόμον· ὅθεν σε, διπλοῖς στεφάνοις ὁ ζωοδότης, ἔστεψεν, ὁσιομάρτυς Ἐφραὶμ ἀξίως, ἐκτενῶς ἐκδυσωποῦντα, ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.

Ὁ οἶκος.

Ἀπὸ νεότητος Χριστῷ ἀκολουθήσας Πάτερ, τὴν κοσμικὴν ἐπιφοράν, καὶ τῆς σαρκὸς τάς ἡδονάς, ἠρνήσω ὁλοτρόπως· καὶ τῇ θείᾳ μεταρσιούμενος ἀγαπήσει, ἐν ὄρει τῶν Ἀμώμων ἀγγελικῇ πολιτείᾳ διέλαμψας, καὶ τῆς θείας ἐνεργείας κατοικητήριον πέφηνας, ἱδρῶσιν ἀσκητικοῖς, σῶμα καὶ ψυχὴν ἐκκαθαρθείς, τῆς τῶν παθῶν ψυχοφθόρου συνοχῆς· καὶ χερσὶ μιαιφόνοις ἐπιδρομέων ἀλλοφύλων συσχεθείς, μαρτυρικὴν ἐπεδείξω στερρότητα, ποικιλοτρόπως αἰκισθείς, καὶ στρεβλώσεις ὑποστάς, καὶ βιαίως διὰ Χριστὸν θανατωθείς· ὅθεν ὁ ζωοδότης, διπλοῖς στεφάνοις σε ἔστεψεν, ὁσιομάρτυς Ἐφραὶμ , ἐκτενῶς ἐκδυσωποῦντα, ἐλεηθῆναι τοὺς σὲ γεραίροντας.

 

Συναξάριον.

Τῇ ε' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ ἁγίου ἐνδόξου ὁσιομάρτυρος Ἐφραὶμ , τοῦ νεοφανοῦς καὶ θαυματουργοῦ, τοῦ ἐν τῷ κατὰ τὴν Ἀττικὴν ὄρει τῶν Ἀμώμων ἀσκήσαντος καὶ ἀθλήσαντος κατὰ τὸν δέκατον καὶ πέμπτον αἰῶνα.

Στίχοι.

Ἀσκήσει τὴν ἄθλησιν Ἐφραὶμ συνάψας ἀξίως δεδόξασαι παρὰ Κυρίου.

Πέμπτῃ Ἐφραὶμ χερσὶ φονόεσσαις λυγρὸν εὕρατο μόρον.

 

Οὗτος ἦν τῷ δεκάτῳ καὶ πέμτπῳ αἰῶνι, καὶ ἐκ νεαρᾶς ἡλικίας· δέκατον τέταρτον γὰρ ἦγεν ἐνιαυτόν, ἀφιερώθη τῷ Κυρίῳ, ἄρας ἐπ’ ὤμων τὸν Σταυρὸν αὐτοῦ. Καὶ ἐν ὄρει τῶν Ἀμώμων, καλουμένῳ, ὄντι ἐν τῇ Ἀττικῇ, ἐν τῇ ἐκεῖσε Μονῇ, ζὴλῳ θείῳ τῶν κρειττόνων μονάσας, τοὺς ἀσκητικοὺς ἤνυε ἀγῶνας, δι’ ἄκρας ἐγκρατείας, καὶ ταῖς λοιπαῖς κατὰ Χριστόν, ἀρεταῖς καθαίρων ἑαυτόν, καὶ θεοειδὴς γνωριζόμενος. Ἀλλὰ φθόνῳ τοῦ τοῖς καλοῖς βασκαίνοντος μισοκάλου ἐχθροῦ, στίφος ἀλλοφύλων Ἀγαρηνῶν βαρβάρων διὰ θαλάσσης ἐπιδραμόν, φθορᾷ καὶ δῃώσει καὶ λεηλασίᾳ τὰ ἐκεῖσε πάντα, σὺν τῇ Μονῇ, ὑπέβαλον. Τότε δὴ καὶ τὸν μακάριον Ἐφραίμ, μανίᾳ πολλῇ κρατήσαντες, φρικώδεσι τιμωρίαις καὶ βασάνοις καὶ πόνοις κατῃκίζοντο καὶ ἐσπάρασσον, ἕως οὗ βιαὶῳ θανὰτῳ τὴν ἑαυτοῦ ἁγίαν ψυχὴν εἰς χεῖρας Θεοΰ παρέδωκεν τῇ ε' Μαΐου, ἐν ἔτει σωτηρίῳ 1426, ἡμέρα Τρίτη, περὶ ὥραν θ'.

 

Ταῦτα πάντα ἐτέλουν ἄγνωστα καὶ ἀφανῆ πλείστων ἐνιαυτῶν περιόδοις, κατακαλυπτόμενα τῷ βυθῷ τῆς σιωπῆς καὶ λήθης. Θείᾳ δὲ ἐπινεύσει καὶ ῥοπῇ, ἐν ἔτει 1950, κινηθεῖσα ἡ τῆς Μονῆς ἡγουμένη, ἧς ἡ κλῆσις Μακαρία, ἐποίησατο ἀνασκαφὰς ἐν τῇ ἐκεΐσε αὐλῇ, ἔνθα τῇ γ' Ἰανουαρίου μηνός, ἀνεύρατο ἐν πολλῇ ἐκπλήξει καὶ θάμβει ἱερῷ, λείψανα ὁσίου ἀνδρός, οὐράνιον ἐκπέμποντα εὐωδίαν καὶ ὀσμήν. Διαποροῦσα καὶ εὐχομένη τίνος ἆρα εἰσὶ ταῦτα, ἐφάνη αὑτῇ θαυμαστὸς καὶ ἱεροπρεπὴς μοναχός, ὅστις τὰ πάντα δῆλα πεποίηκε· τὴν κλῆσιν, τὴν βαρβαρικήν ἐπιδρομήν, τὸ μαρτυρικὸν τέλος, ἔτι δέ, ὅτι τὰ εὑρεθέντα ὀστᾶ ἀνήκουν αὐτῷ, ὡς ἐν ἐκτενείᾳ πως ἀφηγοῦνται τῇ γ' Ἰανουαρίου, ἐν ᾗ τελεῖται καὶ ἐορτάζεται ἡ εὕρεσις τῶν τιμίων λειψάνων τοῦ Ὁσιομάρτυρος.

 

Ὁ θεῖος οὗτος Ὁσιομάρτυς, δοξασθεὶς παρὰ Κυρίου, πλεῖστα θαύματα ἐνεργεῖ τοῖς ἐπικαλουμένοις αὐτόν, καὶ παντοίας νόσους θεραπεύει τοῖς προσερχομένοις τοῖς ἱεροΐς αὐτοῦ λειψάνοις, ἀποκειμένοις ἐν τῇ παρὰ τὴν Νέαν Μάκρην ἁγίᾳ αὐτοῦ Μονῇ, καὶ κατ' ὄναρ καὶ καθ’ ὕπαρ πολλάκις φαινόμενος, βοηθεΐ καὶ ἀρήγει τοῖς ἐν ἀνάγκαις συνεχομένοις, τῇ δεδομένῃ παρὰ Κυρίου αὐτῷ χάριτι.

 

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Σὲ νοητήν. ΤΟ ΑΚΟΥΤΕ

Ἀσκητικόν, διανύων Ὅσιε, ἀγῶνα πὸθῳ θεϊκῷ, τοῖς ἀθλήσεως σεαυτόν, ἔβαψας τοῖς αἵμασι, καὶ ὡς θῦμα ἄμωμον, Ἐφραὶμ προσήχθης τῷ Κτὶσαντι, ὡς αἰνετὸν μεγαλύνων, αὐτὸν καὶ ὑπερένδοξον.

 

Ῥῶσιν ἀεί, ἐνεργείᾳ κρείττονι, ἡ τῶν λειψάνων σου σορός, ἀναβλύζει πάτερ Ἐφραὶμ , νόσους θεραπεύουσα, δαίμονας ἐλαύνουσα, καὶ εὐωδίαν οὐράνιον, ἀρωματίζει πᾶσι, τοῖς εὐλαβῶς προστρέχουσι.

 

Ἰδοὺ πιστῶς, Ἀττικῶν συστήματα, καὶ Ἀθηναῖοι εὐλαβεῖς, τῇ Μονῇ σου τῇ εὐαγεΐ, σπεύδουσιν αἰτούμενοι, τὴν πλουσίαν χάριν σου, Ἐφραὶμ Ἀγγέλων συμμέτοχε, ἣν δίδου ὁσιομάρτυς, εὐφραίνων τάς ψυχὰς ἡμῶν.

Θεοτοκίον.

 Νάμα ζωῆς, ὡς πηγὴ ἀκένωτος, τῶν οἰκτιρμῶν τῶν θεϊκῶν, τῇ διψώσῃ μου νῦν ψυχῇ, βλῦσον Παναμώμητε, καὶ σβέσον τὸν καύσωνα, τῶν ἀμετρήτων μου θλίψεων, ἵνα ὑμνῶ Θεοτόκε, τὴν δόξαν σου τὴν ἄφραστον.

 

ᾨδὴ η'. Ἐν καμὶνῳ παῖδες Ἰσραήλ. ΤΟ ΑΚΟΥΤΕ

Γαβριῶντος ἔθραυσας ἐχθροῦ, ὀφρὺν τὴν ἐπηρμένην, τῇ θείᾳ σου ταπεινώσει, ἐν τῷ θλίβεσθαι πικρῶς, παρὰ τῶν κτεινόντων σε· εὐλογεῖτε πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Ἐφραὶμ εἰς τοὺς αἰῶνας.

 

Ἐδοξάσθης Πάτερ ἀληθῶς, παρὰ Χριστοῦ ἀξίως, καὶ πᾶσι δεδοξασμένος, μετὰ χρόνιον ἡμῖν, ἀπόκρυψιν πέφηνας· εὐλογεῖτε πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον, καὶ ὑπερυψοῦτε, Ἐφραὶμ εἰς τοὺς αἰῶνας.

 

Ῥαντισθεὶς τοῖς αἵμασι τοῖς σοῖς, κατέκλυσας τῶν βαρβάρων, τὸ κράτος καὶ τὴν μανίαν, τῇ στερρότητι τῆς σῆς, ψυχῆς καὶ τῇ χάριτι, καὶ ἐβόας Ἐφραὶμ ἐν τῷ θνήσκειν· δέξαι μου τὸ πνεῦμα, οἰκτίρμον ζωοδότα, χερσί σου ταῖς ἀχράντοις.

Θεοτοκίον.

Ἀπειράνδρως τέτοκας Χριστόν, καὶ μετὰ τόκον μένεις, Παρθένος ὡς πρὸ τοῦ τόκου, ἀειπάρθενε Ἁγνὴ· διό σοι κραυγάζομεν· χαῖρε μόνη ἁγνείας κειμήλιον πάναγνον, Κεχαριτωμένη εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Τύπον τῆς ἁγνῆς. ΤΟ ΑΚΟΥΤΕ

Στέφος μαρτυρίου εἴληφας, μαρτυρικῶς σφραγίσας Πάτερ τὸν βίον σου, καὶ παρέστηκας, ζωῆς τῷ ξὺλῳ γηθόμενος, αἰωνίου χαρᾶς ἀξιούμενος, Ἐφραὶμ ὀσιομάρτυς, καὶ μετοχῇ θείᾳ θεούμενος.

 

 Ἴσος τῶν Ὁσίων πέφηνας, ὀσιακῶς τελέσας Πάτερ τὸν βίον σου, καὶ ἰσότιμος, τῶν ἀθλοφόρων γεγένησαι, ἐνεγκὼν τῶν βαρβάρων τὴν ἔφοδον, Ἐφραὶμ ὀσιομάρτυς· ἔνθεν διπλῶν βραβείων ἔτυχες.

 

Μνήμην ἐκτελοῦντες σήμερον, τῆς σῆς στερρᾶς ἀθλήσεως ἐκβοῶμέν σοι· ἀεὶ φύλαττε, πάσης ἀνάγκης καὶ θλίψεως, τὴν παροῦσαν Μονήν σου τιμῶσάν σε, Ἐφραὶμ ὁσιομάρτυς, καὶ πᾶσι δίδου τὰ σωτήρια.

 

Ὅρμῳ γαληνῷ προσώρμησαι, τῆς αἰωνίου δόξῃς τε καὶ λαμπρότητος, μετὰ κλύδωνα, τῶν ἀνυποίστων κολάσεων, ὑποστὰς βιαιότατον θάνατον, Ἐφραὶμ ὀσιομάρτυς, ὑπὲρ ἡμῶν ἀεὶ δεόμενος.

Θεοτοκίον.

Ὕψος τοῦ ἀφράστου τόκου σου, τίς ἐξειπεῖν Παρθένε λόγος ὑμνήσεται; Σὺ γὰρ τέτοκας, μετὰ σαρκὸς τὸν ἀσώματον, καὶ Θεὸν τῶν ἁπάντων καὶ Κύριον· διό σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε. ΤΟ ΑΚΟΥΤΕ

Ἀσκητικοΐς παλαίσμασι, τὴν σὴν ζωὴν ἐλάμπρυνας, καὶ μαρτυρίου ἀγῶσιν, ὡς εὐωδέστατον θῦμα, καὶ προσφορὰ εὐπρόσδεκτος, Κυρὶῳ προσενήνεξαι, Ἐφραὶμ ἀεὶ δεόμενος, ὑπὲρ τῶν πίστει τιμώντων, τὴν ἱερὰν ἄθλησίν σου.

Καὶ τὸ τῆς ἑορτῆς.

 

ΕΙΣ ΤΟΥΣ ΑΙΝΟΥΣ

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.

Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσι. ΤΟ ΑΚΟΥΤΕ

Ἐκ νεότητος Ἅγιε, τῷ Χριστῷ ἠκολούθησας, κοσμικὴν τερπνότητα ἀπωσάμενος, καὶ πολιτείας λαμπρότητι, καὶ πόνοις ἀθλήσεως, ἐν τῷ ὅρει τῷ σεπτῷ, τῶν Ἀμώμων διέπρεψας, καὶ ἐδόξασας, τὸν Χριστὸν ἀμφοτέροις τοῖς καμάτοις, καὶ Ἀγγέλων ταῖς χορείαις, Ἐφραὶμ παμμάκαρ ἠρίθμησαι.

 

Ὡς ἀρνίον σε ἄκακον, ἐπελθόντες οἱ βάρβαροι, οἷα θῆρες ἄγριοι κατῃκίζοντο, σὺ δὲ ἀτρέπτῳ φρονήματι, τὰ πάντα ὑπέμεινας, ἀτενίζων τῷ Χριστῷ, οὗ εἰς χεῖρας τὸ πνεῦμά σου, χαίρων δέδωκας, καὶ συνήφθης Ἁγίων ταῖς χορείαις, ὡς στερρὸς ὁσιομάρτυς, Ἐφραὶμ ἡμῶν ἀγαλλιαμα.

 

 Ἐν Ὁσίοις ὡς Ὅσιος, διαλάμπεις μακάριε, καὶ ἐν ἀθλοφόροις ὡς μάρτυς ἔνθεος· ἐν ἀμφοτέρων γὰρ Ἅγιε, τοῖς πόνοις ἠρίστευσας, καὶ ἐδόξασας Χριστόν· διὰ τοῦτο θαυμάτων σοι χάριν δέδωκεν, ὁ δεχθεὶς τοὺς ἁγίους σου ἀγῶνας· ὂν ἱκέτευε ἀπαύστως, Ἐφραὶμ ὅπερ τῶν τιμώντων σε.

 

Εὐδοκίᾳ τῇ κρείττονι, τοῦ λαμπρῶς σε δοξάσαντος, μετὰ πολυχρόνιον τὰ σὰ λείψανα, ἐν γῇ κατάκρυψιν Ὅσιε, νῦν ἐφανερώθησαν, ὥσπερ ἄνθη νοητά, εὐωδίαν οὐράνιον, ἀποπνέοντα, καὶ θαυμάτων δυνάμεις ἐνεργοῦντα, τοῖς ἐν πίστει ἑξαιτοῦσιν, Ἐφραὶμ θέοφρον τὴν χάριν σου.

Δόξα. Ἦχος πλ. α'.

Τῆς ἀρετῆς τὴν χλαῖναν, τῷ τῆς ἀθλήσεως αἵματι ἐφοίνιξας, ὁσιομάρτυς Ἐφραὶμ , ἀγωνισάμενος νομίμως· τάς ἀοράτους γὰρ ἀρχάς, τοῦ σκότους θριαμβεύσας, τῶν ἐρωμένων τὴν ῥύμην οὐκ ἔπτηξας, τὰ ἄνω ποθῶν καὶ ζητῶν· καὶ ἐν πᾶσιν ἀριστεύσας, λαμπαδηφόρος ἀνέδραμες, ἐν τῷ νυμφῶνι τῆς ἀϊδίου ζωῆς. Ἀλλ’ ὡς τοῦ θείου φωτὸς κοινωνός, σκότους παθῶν ἀπάλλαξον, τοὺς ἐορτάζοντας τὴν μνήμην σου.

Καί νῦν. Τῆς ἑορτῆς ἢ τὸ τοῦ Πάσχα.

Ἀναστάσεως ἡμέρα καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει....

Δοξολογία μεγάλη καὶ ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολος. Προκείμενον ἦχος βαρύς.

Τίμιος ἐναντίον Κυρίου ὁ Θάνατος τοῦ Ὁσίου ἀὐτοῦ.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Πρός Ῥωμαίους ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.

Ἀδελφοί, ὅσοι Πνεύματι Θεοΰ ἄγονται.... (Ζήτει, τῷ Σαββάτῳ τῆς ε' ἑβδομάδος)

Εὐαγγέλιον κατὰ Ματθαῖον. (Ζήτει αὐτό τῇ ιγ' Ὀκτωβρίου).

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον....

Μεγαλυνάριον,

Βὶῳ διαλάμπων ἀσκητικῷ, ἐν ὄρει Ἀμώμων, ἠγωνίσω μαρτυρικῶς, καὶ θαυμάτων χάριν, θεόθεν ἐκομίσω, Ἐφραὶμ Ὁσιομάρτυς, Ἀγγέλων σύσκηνε.

Δίστιχον.

 Εὔφρανον Ἐφραὶμ τῇ θείᾳ χάριτί σου Γεράσιμον μέλψαντα τὴν ἄθλησίν σου.

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

 

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Εὐλογήσαντος τοῦ ἱερέως, λέγομεν τὸ Κύριε εἰσάκουσον, μεθ’ ὃ τὸ Θεὸς Κύριος, καὶ ὡς συνήθως τὰ ἑξῆς.

Ἦχὸς δ', Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ. ΤΟ ΑΚΟΥΤΕ

Τοῖς προσιοῦσι τοῖς σεπτοῖς σου λειψάνοις, καὶ ἑξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, δίδου ἀεὶ τὴν θείαν σου ἀντίληψιν, τούτους ἐκλυτρούμενος, πειρασμῶν καὶ κινδύνων, καὶ παντοίων θλίψεων, καὶ δεινῶν νοσημάτων, ὁσιομάρτυς Ἅγιε Ἐφραίμ, ὡς τοῦ Σωτῆρος θεράπων θερμότατος.

Δόξα. Ὅμοιον.

Τῇ ἀνευρέσει τῶν σεπτῶν σου λειψάνων, χαρᾶς ἐπλήρωσας πιστῶν τάς καρδίας, καὶ τὴν Μονήν σου ταύτην πλεῖον εὔφρανας, ἥτις καταφεύγουσα, τῇ σῇ χάριτι κράζει· Σύ μου εἶ προσφύγιον, καὶ θερμὸς ἀντιλήπτωρ, ὁσιαμάρτυς Ἅγιε Ἐφραίμ· διό με ῥύου, δεινῶν περιστάσεων.

Καὶ νῦν, Θεοτοκίον.

Οὐ σιωπήσωμέν ποτε Θεοτόκε, τάς δυναστείας σου λαλεΐν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐρρύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

 

Ό Ν' ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·

«Εὔφρανον Πάτερ ἡμᾶς σῇ δόξῃ. Γερασίμου».

ᾨδὴ α'.

Ἦχος πλ. δ'. 'Ὑγρὰν διοδεύσας. ΤΟ ΑΚΟΥΤΕ

Ἐκ γῆς ὥσπερ κρίνα ἐαρινά, ἐφάνησαν Πάτερ, τὰ σὰ λείψανα τὰ σεπτά, ὀσμῇ οὐρανίῳ τὸ δυσῶδες τῶν παθημάτων Ἐφραὶμ ἀπελαύνοντα.

 

Ὑψόθεν ὑπάρχων ἐπισκοπῶν, τὴν δὲ τὴν Μονήν σου, τὴν τιμῶσάν σε εὐλαβῶς, καὶ δίδου αὐτῇ Ἐφραὶμ παμμάκαρ, τῆς εὐλογίας τῆς σῆς χάριν τὴν ἄφθονον.

 

Φωτὶ τῶν ἁγίων σου πρεσβειῶν, παθῶν τὴν ὁμίχλην, καὶ τὴν νύκτα τῶν πειρασμῶν, διάλυσον Πάτερ ἐκ τῶν πίστει, προσφευγόντων τοΐς θείοις λειψάνοις σου.

Θεοτοκίον.

Ῥυσθῆναί με πάσης ἐπιβουλῆς, ἐχθροῦ τοῦ ἀσάρκου, τῇ πρεσβείᾳ σου τῇ σεπτῇ, ἐνίσχυσόν με μόνη Θεοτόκε, ἵνα ὑμνῶ σου τὴν δόξαν τὴν ἄρρητον.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψίδος. ΤΟ ΑΚΟΥΤΕ

 Ἀνατείλας ἐσχάτως, ὥσπερ ἀστὴρ πάμφωτος, τῇ ἀποκαλύψει τῶν θείων, Πάτερ λειψάνων σου, θαῦμα λάμψεσι, φωταγωγεῖς τάς καρδίας, τῶν αἰτούντων Ἅγιε, τὴν σὴν βοήθειαν.

 

Νοσημάτων παντοίων, καὶ χαλεπῶν θλίψεων, δρόσῳ τῆς σεπτῆς σου πρεσβείας, σβεννύεις καύσωνα· διὸ βοῶμέν σοι· σβέσον ἡμῶν τάς ὀδύνας, ἐπομβρίᾳ Ἅγιε, τοῦ θείου Πνεύματος.

 

Οἱ τῇ θείᾳ σορῷ σου, μετὰ σπουδῆς σπεύδοντες. ἴασιν κομίζονται Πάτερ, καὶ ἀπολύτρωσιν, πάσης κακώσεως· σὺ γὰρ τοῖς πᾶσι παρέχεις, οἷα συμπαθέστατος, χάριν καὶ ἔλεος.

Θεοτοκίον.

Νοητὸς ὤφθης θρόνος, καὶ χρυσαυγὲς σκήνωμα τοῦ παμβασιλέως τῆς δόξης, καὶ Παντοκράτορος, Παρθένε ἄχραντε· διὸ κἀμὲ δεΐξον οἶκον, ἔργοις καθαρότητος, τῆς θείας χάριτος.

 

Διάσωσον, τοὺς προσιόντας τῇ θείᾳ σου προστασίᾳ, πάσης βλάβης καὶ νοσημάτων καὶ θλίψεων, ὀσιομάρτυς Κυρίου Ἐφραὶμ θέοφρον.

Ἐπίβλεψον, ἐν εὐμένειᾳ...,

 

Αἴτησις παρὰ τοῦ ἱερέως, καὶ τὸ Κάθισμα.

Ἦχος β'. Πρεσβεία θερμή.  ὰ ἄνω ζητν)  ΤΟ ΑΚΟΥΤΕ

Προστάτης θερμός, ἀρτίως ὤφθης Ἅγιε, ἐκφάνσει ἡμῖν, τῶν ἱερῶν λειψάνων σου, τοῖς πὸθῳ καταφεύγουσι, θεομάκαρ Ἐφραὶμ τῇ πρεσβείᾳ σου· διὰ τοῦτο βοῶμέν σοι πιστῶς· Χριστῷ ὑπὲρ πάντων Πάτερ πρέσβευε.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε. ΤΟ ΑΚΟΥΤΕ

Πλείστοις τρόποις μακάριε, φαίνῃ τοῖς καλοῦσι τὴν θείαν κλῆσίν σου, καὶ παρέχεις τὰ αἰτήματα τὰ πρὸς σωτηρίαν Ἐφραὶμ Ὅσιε.

 

Ἀσθενοῦσι τὴν ἴασιν, καὶ τοῖς θλιβομένοις χαρὰν τὴν κρείττονα, τοῖς προστρέχουσι τῇ σκέπῃ σου, δὶδου οὐρανόθεν Ἐφραὶμ Ἅγιε.

 

Τὴν Μονήν σου ἀπήμαντον, ἐκ τῶν ἐπιθέσεων τοῦ ἀλάστορος, διατήρει Ἐφραὶμ Ἅγιε, τὴν ἐγκαυχομένην τοῖς λειψάνοις σου.

Θεοτοκίον.

Ἐκ γαστρὸς ἀνέτειλε, τῆς δικαιοσύνης Ἁγνὴ ὁ Ἥλιος, οὗ ταῖς αἴγλαις καταλάμπρυνον, τὴν ἐσκοτισμένην μου διάνοιαν.

 

ᾨδὴ ε'. Φώτισον ἡμᾶς. ΤΟ ΑΚΟΥΤΕ

Ῥάβδῳ ἰσχυρᾷ τῆς πρεσβείας σου ἐκδίωξον, τὸν ἀόρατον τὸν καθ' ἡμῶν, ὠρυομενον Ἐφραὶμ καθάπερ λέοντα.

 

Ἤθλησας καλῶς, καὶ ἀρτίως ἡμῖν ἔγνωσαι, τῇ ἐκφάνσει τῶν ἁγίων σου ὀστῶν ἁγιάζων τάς ψυχὰς ἡμῶν μακάριε.

 

Μέγας ἀρωγός, τῆς Μονῆς ὤφθης Ἅγιε, τῆς πλουτούσης ὥσπερ θεῖον θησαυρόν, τὰ μυρίπνοα καὶ ἅγιά σου λείψανα.

Θεοτοκίον.

Ἄχραντε Ἁγνή, Θεοτόκε ἀειπάρθενε, τὴν νοσοῦσάν μου τοΐς πάθέσι ψυχήν, θεραπείας τῇ σῇ χάριτι ἀξίωσον.

 

ᾨδὴ ς'. Τὴν δέησιν ἐκχεῶ. ΤΟ ΑΚΟΥΤΕ

Σωμάτων καὶ ψυχῶν ἰατῆρα, ἡ τοῦ Πνεύματος χάρις, ἐν ταῖς ἐσχάταις ἡμέραις παμμάκαρ, ἐκ γῆς λαγόνων τὰ θεῖά σου λείψανα, ἀνακαλὺψασα ἡμῖν μετὰ χρόνιον Πάτερ κατάκρυψιν.

 

Συσφίγξας τοῦ παραλύτου τὰ μέλη, ὑγιῆ τοῦτον ἀπέδειξας Πάτερ, καταφυγόντα τῇ θείᾳ σορῷ σου, καὶ τοῦ Κυρίου τῷ φόβῳ συνέτισας. Ὅθεν ἀπῆλθεν ἐν χαρᾷ, μεγαλύνων τὸ σὸν θαυματούργημα.

 

Ἡνίκα, τῇ ἡγουμένῃ ὡραθης, ἐμφανῆ τὰ σὰ κατέστησας ταύτῃ· ἀλλὰ καὶ νῦν ποθοῦσὶ σε Πάτερ, τὸ σὸν ἐπίφανον ἅγιον πρόσωπον, καὶ πλήρωσον ἡμᾶς χαρᾶς, οὐρανίου Ἐφραὶμ θεοδόξαστε.

Θεοτοκίον.

Δοχεῖον περιφανὲς τοῦ Ὑψίστου, καὶ Ναὸς φωτοειδὴς καθωράθης, ἐκ τῶν ἁγνῶν σοῦ αἱμάτων Παρθένε, προαγαγοῦσα τῷ κόσμῳ ὡς ἄνθρωπον, τοῦτον δι’ ἔλεος πολύ, διὰ τοῦτο τὴν δόξαν σου.

 

Διάσωσον, τοὺς προσιόντας... Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον...

Αἴτησις παρὰ τοῦ ἱερέως, καὶ τὸ

Κοντάκιον.

Ἦχὸς β'. Τοῖς τῶν αἱμάτων σου. ΤΟ ΑΚΟΥΤΕ

Τῇ φανερώσει τῶν θείων Λειψάνων σου, τὴν σὴν ἐγνώρισας πᾶσι λαμπρότητα· ἰάσεις γὰρ βρύεις ἑκάστοτε, καὶ ἀπαλλάττεις δεινῶν περιστάσεων, Ἐφραὶμ τοὺς φωνοῦντας τὴν κλῆσίν σου.

Προκείμένον.

Τίμιος ἐναντίον Κυρίου ὁ θανατος τοῦ Ὁσίου αὐτοῦ.

Στίχ, Τοΐς 'Ἁγίοις αὐτοῦ τοῖς ἐν τῇ γῇ...

Εὐαγγέλιον κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει, εἰμη ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατὲ τὸν ζυγόν μου ἐφ’ ὑμᾶς, κα! μάθετε ἀπ’ ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.

 

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου.,.. Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου....

Στίχ. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.., καὶ τὸ προσόμοιον.

Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι. ΤΟ ΑΚΟΥΤΕ

Ἤνεγκας στερρότατα, ἐπιδρομῆς τῶν βαρβάρων, καὶ Μάρτυς ἀήττητος, ὤφθης τοῦ Παντάνακτος Ἐφραὶμ Ἅγιε, καὶ χαρὰν κρείττονα, τοῖς πιστοῖς παρέσχες, τῇ εὑρέσει τῶν Λειψάνων σου, δι’ ὧν διώκεται, πᾶσα τοῦ Βελίαρ ἐπήρεια, καὶ νόσοι θεραπεύονται, καὶ ψυχῶν ἰῶνται τὰ τραύματα. Ὅθεν σοι βοῶμεν· μὴ παύσῃ ἱκετεύων τὸν Χριστόν, πᾶσι δοθῆναι συγχώρησιν, καὶ ζωὴν γαλήνιον.

 

Ὁ ἱερεὺς· Σῶσον ὁ Θεὸς τὸν λαόν σου...

 

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας. ΤΟ ΑΚΟΥΤΕ

 Οὐρανόθεν θέοφρον, ἀφικόμενος ὧδε τῇ θείᾳ Μάνδρᾳ σου, ὁρᾶσαι παραδόξως, ποικίλαις ἐμφανείαις, καὶ πληροῖς τὰ αἰτήματα, ὁσιομάρτυς Ἐφραὶμ , τῶν σὲ ὑμνολογούντων.

 

Ξενοτρόπως κατ’ ὄναρ, καὶ καθ’ ὕπαρ παμμάκαρ ἐμφανιζόμενος, χαρὰν καὶ εὐφροσυνην, καὶ πᾶσαν ἅλλην δόσιν, ἀγαθὴν δίδως Ἅγιε, τοῖς εὐφημοῦσιν Ἐφραὶμ τὴν ἱερὰν ζωήν σου.

 

 Ἡ ἁγία Μονή σου, ὡς ἁγίασμα θεῖον καὶ δῶρον ἅγιον, τὰ θεῖα Λείψανά σου, Ἐφραὶμ καταπλουτοῦσα ἁγιάζει σῇ χάριτι, τοὺς πανταχόθεν αὐτῇ πιστῶς προσερχομένους.

Θεοτοκίον.

Γεωργίᾳ ἀΰλῳ τῆς σεπτῆς σου πρεσβείας θεοχαρίτωτε, βλαστάνειν τὴν ψυχήν μου, καρποὺς τῆς μετανοίας, Θεοτόκε ἀξίωσον, ὡς ἂν τῆς ἄνω ζωῆς, μετὰ τὸ τέλος τύχω.

 

ᾨδὴ η'. Τὸν Βασιλέα. ΤΟ ΑΚΟΥΤΕ

Εὔφρανον Πάτερ, εὐφραντικῇ ἀρωγῇ σου, τοὺς στενάζοντας ἐν λύπαις καὶ ἀνάγκαις, τούτους ἀπαλλάτων, Ἐφραὶμ πάσης πικρίας.

 

Ῥανίσι θείαις τῶν πρεσβειῶν θεὸφρον, παφλάζουσαν ὀδύνην τῆς ψυχῆς μου, σβέσον καὶ παράσχου, ἀναψυχήν μοι θείαν.

 

Ἁγίων δήμοις, συναυλιζόμενος Πάτερ, καθικέτευε σὺν τούτοις θεοφόρε, ὑπὲρ τῶν τιμώντων, τὰ θεῖα Λείψανά σου.

Θεοτοκίον.

Σῶσόν με Κόρη, τῆς τοῦ ἐχθροῦ δυναστείας, καὶ ἀπόπλυνον τὸν ῥυπωθέντα νοῦν μου, ταῖς τῆς ἁμαρτίας, ἐννοίαις τε καὶ ἔργοις.

 

ᾨδή θ'. Κυρίως Θεοτόκον. ΤΟ ΑΚΟΥΤΕ

Ἰάτρευσον παμμάκαρ, πάσης καχεξίας, τοὺς προσιόντας τοῖς θείοις λειψάνοις σου, ὀσιομάρτυς Κυρίου Ἐφραὶμ μακάριε.

 

Μονήν σου τὴν ἁγίαν, φύλαττε ἀπαύστως, ταῖς θαυμασταΐς προστασίαις σου Ἅγιε, ἐπινοιῶν τοῦ Βελίαρ καὶ πάσης θλίψεως.

 

Ὁ νέος ἐν Ἁγίοις, ὡς φανεὶς ἀρτίως, θαυματοφόρε Ἐφραὶμ ἀξιάγαστε, ῥύου κἀμὲ τῆς μανίας τοῦ πολεμήτορος.

Θεοτοκίον.

Ὑπέρτερον τὸν νοῦν μου, δεῖξον Θεοτόκε, ἐκ λογισμῶν χαμαιζὴλων χείρονος, καὶ τὴν καρδίαν θείας ἐλλαμψεως.

 

Ἄξιόν ἐστιν ὡς ἀληθῶς....

Καὶ τὰ Μεγαλυνάρια.

Χαίροις ὁ ἀθλήσας πάλαι στερρῶς, καὶ γνωσθεὶς ἀρτίως, Ἐκκλησίᾳ τῇ τοῦ Χριστοῦ, τῇ ἀνακαλύψει τῶν θείων σου Λειψάνων, Ἐφραὶμ ὁσιομάρτυς ἀξιοθαύμαστε.

 

Ὤφθης καὶ ἐδήλωσας ἐμφανῶς, τὴν κλῆσίν σου Πάτερ, καὶ τὸ τέλος σου τὸ σεπτὸν· ὅθεν προσκυνοῦντες, τὰ θεῖα Λείψανά σου, Ἔφραὶμ ὁσιομάρτυς, χάριν λαμβάνομεν.

 

Ἄγνωστὸς ἐτέλεις χρόνοις πολλοῖς, καὶ τῇ φανερώσει, τῶν Λειψάνων σου τῶν σεπτῶν, ἔδείξας τῷ κόσμῳ, τὴν σὴν πλουσίαν χάριν, θαυμάτων ἐνεργείας, Ἐφραὶμ μακάριε.

 

Χαίροις τῶν Ὁσίων ὁ κοινωνός, χαίροις τῶν Μαρτύρων, ὁ ζηλώσας τὴν ἀρετήν· χαίροις ὁ ἐν ὄρει, Ἀμώμων διαπρέψας, Ἐφραὶμ ὁσιομάρτυς, διπλοῖς ἐν σκάμμασι.

 

Χάριν ἀναβλύζεις θείᾳ ῥοπῇ, καὶ τοὺς ἀσθενοῦντας, θεραπεύει ἡ σὴ σορὸς· ὅθεν οἱ τῇ θείᾳ Μονῇ σου προσιόντες, καρποῦνται τὴν ὑγείαν, ψυχῆς καὶ σώματος.

 

Ἔχων παρρησίαν πρὸς τὸν Χριστὸν Ἐφραὶμ θεοφόρε, καθικέτευε ἐκτενῶς, ὑπὲρ τῆς Μονῆς σου, τῇ σοὶ ἀνακειμένῃ, καὶ πάντων τῶν ζητούντων, τὴν σὴν ἀντίληψιν.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Τὸ τρισάγιον καὶ τὰ συνήθη τροπάρια. Ἐκτενὴς καὶ ἀπόλυσις.

Πρὸ τοῦ Δι' εὐχῶν, ψάλλομεν τὰ ἑξῆς.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου. ΤΟ ΑΚΟΥΤΕ

Πάντας τοὺς προσπίπτοντας πιστῶς, τοῖς σοΐς μυριπνόοις Λειψάνοις, Ἐφραὶμ μακάριε σκέπε καὶ διάσῳζε, ἐκ πάσης θλίψεως, καὶ πταισμάτων τὴν ἄφεσιν, καὶ νόσων παντοίων, αἴτησαι τὴν ἴασιν παρὰ Χριστοῦ τοῦ Θεοῦ· δίδου δὲ τὴν σὴν εὐλογίαν, τῇ σεπτῇ Μονῇ σου, θεόφρον, τῇ ἀνακειμένῃ τῇ πρεσβείᾳ σου.

 

Δέσποινα πρόσδεξαι.... Τὴν πᾶσαν ἐλπίδα μου....

Καὶ τό, Δι' εὐχῶν.

Δίσπχον.

Εὔφρανον Ἐφραὶμ τῇ θερμῇ σου ἀντιλήψει

Γεράσιμον δέησιν τήνδε σοι θέντα.

 

 

ΟΙΚΟΙ ΕΙΚΟΣΙΤΕΣΣΑΡΕΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΜΑΡΤΥΡΑ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΝ ΑΓΙΟΝ ΕΦΡΑΙΜ

 

Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Κοντάκιον. Ἦχος πλ, δ'. Τῇ ὑπερμάχῳ. ΤΟ ΑΚΟΥΤΕ

σπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαίροις Πάτερ μακάριε.

 

γγελος ὥσπερ ἄλλος, οὐρανόθεν ἐπέστης, καὶ ἔδειξας ἡμῖν τὴν χάριν (ἐκ γ'), δι’ ἧς εὐφραίνεις πάντα πιστόν, Ὀσιομάρτυς Ἐφραὶμ θείου Πνεύματος· διό σε μακαρίζοντες, ἀναβοῶμέν σοι τοιαῦτα.

Χαῖρε, ὁ πάλαι καλῶς ἀθλήσας· χαῖρε, ὁ ἄρτι σεαυτὸν ἐκφήνας.

Χαῖρε, εὐφροσύνης καὶ ὁ παραίτιος· χαῖρε, οὐρανίου χαρᾶς ὁ συναίτιος.

Χαῖρε, ἄστρον τὸ νεόφωτον Ἐκκλησίας τοῦ Χριστοῦ· χαῖρε, ξίφος τὸ ἀμφίστομον τῆς μανίας τοῦ ἐχθροῦ.

Χαῖρε, ὅτι ὁσίως ἐνασκήσει ἐμπρέπεις· χαῖρε, ὅτι νομίμως ἐν ἀθλήσει ἐστέφθης.

Χαῖρε, καινὸν τῆς πίστεως ἔρεισμα· χαῖρε, ἀπίστων φθορὰ καὶ ἄλγημα.

Χαῖρε, δι’ οὗ εὐσεβεῖς κραταιοῦνται· χαῖρε, δι’οὗ δυσσεβεΐς καταργοῦνται.

Χαίροις Πάτερ μακάριε.

 

Βίου σου τοῦ ὁσίου καὶ τέλους σου τοῦ ἁγίου, ἄγνωστα τοῖς πᾶσι πρὶν ἐτέλουν, ἀλλ’ ἀποκαλύψει θαυμαστῇ, τῶν ἱερῶν σου Λειψάνων πανόλβιε, ἐγνώσθης ἐν τοῖς πέρασι, ἅπαντας ἐγείρεις ψάλλειν· Ἀλληλούΐα.

 

Γνῶσιν λαβόντες θείαν, τῆς ἐνθέου ζωῆς σου, ἐκφάνσει τῶν ἁγίων ὀστῶν σου, αἴνεσιν προσάγομεν Θεῷ τῷ ποικίλοις σὲ δοξάσαντι θαύμασιν, Ἐφραὶμ θεομακάριστε, δι’ ὧν εὐφραίνεις τοὺς βοῶντάς σοι·

Χαῖρε, Χριστοῦ ὁ θεῖος θεράπων· χαῖρε, φωτὸς ἀΰλου θεάμων.

Χαῖρε, τῶν Ὁσίων ζηλώσας τὴν ἃσκησιν, χαῖρε, τῶν Μαρτύρων ζηλώσας τὴν ἄθλησιν.

Χαῖρε, σκεῦος καθαρότατον ἐπιπνοίας θεϊκῆς· χαῖρε, ἄνθος εὐωδέστατον εὐωδίας μυστικῆς.

Χαῖρε, ὅτι τὸν κόσμον νουνεχῶς ἀπηρνήσω· χαῖρε, ὅτι τὰ ἄνω θαυμαστῶς ἐπορίσω.

Χαῖρε, κοιμίσας τὰ κύματα· χαῖρε, νοὸς ὑψώσας τὸν ἔρωτα.

Χαΐρε, Χριστοῦ γεωργῶν τὴν ἀγάπην· χαΐρε, σατὰν καταργῶν τὴν ἀπάτην.

Χαίροις Πάτερ μακάριε.

 

Δόξαν τὴν κεκρυμμένην, ἣν θεόθεν ἐκτήσω, Ἐφραὶμ Ὀσιομάρτυς Κυρίου, ἐμφανείαις σου ταῖς ἱεραῖς, τοῖς θεασαμένοις σε ἐφανέρωσας, καὶ θαύμασιν ἐπίστωσας, τοὺς πιστῶς Κυρὶῳ βοῶντας· Ἀλληλούΐα.

 

λαμψας ἐν τῷ ὄρει, πάλαι τῷ τῶν Ἀμώμων, Χριστῷ εὐαρεστήσας ὁσίως· νῦν δὲ τὴν ἁγίαν σου Μονήν, ἁγιάζεις τοῖς ἁγίοις λειψάνοις σου, Ἐφραὶμ ἐν σοὶ χορεύουσαν καὶ βοῶσάν σοι εὐφροσύνως·

Χαῖρε, ὁ λύχνος τῆς ἡσυχίας· χαῖρε, ὁ τύπος τῆς ἐγκρατείας.

Χαῖρε, ὁ εὐφράνας πιστῶν τὴν διάνοιαν· χαῖρε, ὁ αἰσχύνας ἀπίστων τὴν ἄνοιαν.

Χαῖρε, ὁ φοινίξας αἵμασι τῆς ψυχῆς σου τὴν στολήν· χαῖρε, ὁ σφραγίσας σκάμμασιν ἀθλητῶν τὴν σὴν ζωήν.

Χαῖρε, ὅτι ὑπέστης τὴν ὁρμὴν τῶν βαρβάρων· χαῖρε, ὅτὶ μετέσχες ἀϊδίων στεφάνων.

Χαῖρε, λαμπτὴρ ὁσίας ἀσκήσεως· χαῖρε, πρηστὴρ μανίας τοῦ χείρονος.

Χαῖρε, χαρὰ τῆς ἁγίας Μονῆς σου· χαῖρε, φωτὸς θησαυρὸς τρισηλίου.

Χαίροις Πάτερ μακάριε.

 

Ζάλην ἅπασαν λύων, καὶ χαρὰν πρυτανεύων, ἐπέστης τῇ σεμνῇ Ἡγουμένῃ καὶ ταύτῃ ἐδήλωσας σαφῶς, τίς εἶ οὗ τὰ σεπτὰ ὀστᾶ ἀνεύρατο, ἡ δὲ ἔνθους γεγονυῖα, τῇ σὴ ἐκφάνσει Θεῷ ἔφη· Ἀλληλούΐα.

 

κουσε τῆς φωνῆς σου, καὶ εἶδέ σε ὁμιλοῦντα, παμμάκαρ, ᾗ ὢφθης τῇ Ἡγουμένῃ σοφέ, καὶ ταύτῃ τὸ σὸν ὄνομα ἐδήλωσας, καὶ τέλος σου τὸ ἅγιον· διὸ ἐβόα σοι τοιαῦτα·

Χαῖρε, ὁ μάρτυς ἐν τοῖς Ὁσίοις· χαῖρε, ὁ ἔνδοξος ἐν Ἁγίοις.

Χαϊρε, ὁ βιώσας ζωὴν τὴν ἰσάγγελον· χαῖρε, ὁ τρυγήσας καρπὸν τὸν ἀθάνατον.

Χαῖρε, στέφος χρυσοκόλλητον τῆς ἁγίας σοῦ Μονῆς· χαῖρε, δένδρον εὐθαλέστατον εὐκαρπίας νοητῆς.

Χαῖρε, ὁ ἐν τῷ ὄρει τῶν Ἀμώμων ἀσκήσας· χαῖρε, ὁ δι’ ἀγάπην τοῦ Σωτῆρος ἀθλήσας.

Χαῖρε, ἐχθροῦ πατήσας τὴν δύναμιν· χαῖρε Χριστοῦ πλουτήσας τήν ἔλλάμψιν.

Χαῖρε, ψυχῶν ὁ καθαίρων τὸν ῥὺπον· χαῖρε, πιστῶν ὁ εὐφραίνων τὸν δῆμον.

Χαίροις Πάτερ μακάριε.

 

Θαύμασι παραδόξοις, καὶ πολλαΐς ἐμφανείαις, κατ’ ὄναρ καὶ καθ’ ὕπαρ ποικίλως, τὴν σὴν δόξαν πᾶσι φανεροΐς, ἢν ἐκ Θεοῦ πάλαι ἐκτήσω Ἅγιε· διὸ τὴν σὴν λαμπρότητα, θαυμάζοντες Θεῷ βοῶμεν· Ἀλληλούΐα.

 

ασιν ἀναβλύζει, καὶ χαρὰν καὶ ὑγείαν, ἡ θήκη τῶν ἁγίων ὀστῶν σου, τοῖς προσιοῦσι τῇ σῇ Μονῇ, καὶ ζητοῦσιν Ἐφραὶμ τὴν σὴν βοήθειαν· ἔνθεν οἱ τῆς σῆς χάριτος, τρυφῶντες πιστῶς βοῶσι·

Χαῖρε, ἡ βρύσις τῶν ἰαμάτων· χαΐρε, ἡ λύσις τῶν νοσημάτων.

Χαῖρε, ὁ κατ’ ὄναρ καὶ ὕπαρ φαινόμενος· χαῖρε, ὁ κινδύνων παντοίων ῥυόμενος.

Χαῖρε, ὅτι τοὺς καλοῦντάς σε ἁγιάζεις μυστικῶς· χαῖρε, ὅτι τοὺς ὁρῶντάς σε ἐπευφραίνεις θαυμαστῶς.

Χαῖρε, ὁ θεραπεύων τὰ ἀνίατα πάθη· χαῖρε, ὁ ἀπελαύνων τῶν δαιμόνων τὰ ἄχθη.

Χαῖρε, ὁ ὀφθεὶς πολλοῖς ὡς ἠθέλησας· χαῖρε, ὁ διδοὺς χαρὰν οὕς ἐπέλεξας.

Χαῖρε, σκηνῆς οὐρανίου οἰκήτωρ· χαῖρε, ἡμῶν θερμὸς ἀντιλήπτωρ.

Χαίροις Πάτερ μακάριε.

 

Κήρυκες γεγονότες, τῶν πολλῶν σου θαυμάτων, οἱ τῆς σῆς τυχόντες εὐποιΐας, πιστῶν ἐπτέρωσαν τάς ψυχὰς· ἔνθεν πλεῖστοι τῇ Μονῇ σου προστρέχουσι, καὶ δρέπονται τὴν χάριν σου, ἐκ τῶν Λειψάνων σου βοῶντες· Ἀλληλούΐα.

 

Λάμπων ὡς ἄλλος λύχνος, οὐρανόφωνος ὤφθης, ἐν ὄρει τῶν Ἀμώμων ἀρτίως γνωσθεὶς τῇ Ἐκκλησίᾳ Χριστοῦ, τῇ ἐκκαλύψει τῶν θείων Λειψάνων σου, ὁ πρῴην τελῶν ἄγνωστος, καὶ πάντας συγκινεῖς βοᾶν σοι·

Χαῖρε, ἡ στήλη ὁσίων πόνων χαῖρε, τὸ κλῆμα ἐνθέων νόμων.

Χαῖρε, ἑωσφόρος Χριστοῦ ὁ νεόφωτος· χαῖρε, Ἐκκλησίας κρηπὶς ἡ νεότευκτος.

Χαῖρε, τύπος ἐνθεότατος ἀρετῶν ἀσκητικῶν· χαῖρε, πέτρα ἡ στερέμνιος ἄθλων τῶν μαρτυρικῶν.

Χαῖρε, ὅτι νομίμως τοῖς τυράννοις ἀντέστης· χαῖρε, ὅτι ἐνδόξως τῷ Κυῥίῳ μετέστης.

Χαῖρε, Χριστοῦ ὁρῶν τὴν λαμπρότητα· χαῖρε, αὐτοῦ ὑμνῶν τὴν χρηστότητα.

Χαῖρε, ψυχῆς τὴν ἀνδρείαν ἐκφαίνων· χαῖρε, ἐχθρῶν τὴν μανίαν ἐκτρέπων.

Χαίροις Πάτερ μακάριε.

 

Μένων ἐγκεκρυμμένος, ἐν ἐτῶν περιόδοις, πολλῶν ὑπὸ τὴν γῆν θεοφόρε, ἀρτίως εὐδοκίᾳ Θεοῦ, ἐγνώσθης ἡμῖν ὡς θησαυρὸς ἅγιος, Ἐφραὶμ καὶ τῇ σῇ χάριτι, πλουτίζεις τοὺς Χριστῷ βοῶντας· Ἀλληλούΐα.

 

Νέος ἥλιος ὤφθης, τῇ Χριστοῦ Ἐκκλησία, ἐκλάμπων τῶν θαυμάτων ἀκτῖσι, καὶ λύεις τὴν νύκτα τῶν παθῶν, τῶν προσιόντων θερμῶς τῇ πρεσβείᾳ σου. Ἀλλὰ καὶ ἡμῖν Ὅσιε ἀεὶ βοῶσι·

Χαῖρε, ὁ βότρυς τῆς εὐφροσύνης· χαῖρε, ὁ λύτης τῆς ἀφροσύνης.

Χαῖρε, τῶν νοσούντων θεόσδοτος ἴασις· χαῖρε, τῶν ποικίλως πασχόντων ἡ λύτρωσις.

Χαῖρε, ἄνερ θεοφόρητε τῶν Ὁσίων μιμητὰ· χαῖρε, Μάρτυς τοῦ Παντάνακτος καὶ θέοφρον ἀθλητά.

Χαῖρε, ὁ τῇ ἀσκήσει τὴν ἄθλησιν συνάψας· χαῖρε, ὁ ἐν τῇ δόξῃ τῇ ἄνωθεν ἐκλάμψας.

Χαϊρε, ὁ παθῶν ὁ λύων τὴν ζόφωσιν· χαῖρε, καλῶν ὁ φαίνων τὴν ὄνησιν.

Χαϊρε, ὀφρὺν τῶν βαρβάρων πατήσας· χαῖρε, στερρῶς τὸν ἀγῶνα ἀνύσας.

Χαίροις Πάτερ μακάριε.

 

Ξένη πέλει ἡ χάρις, ἣν παρέχεις παμμάκαρ τοῖς ἐπικαλουμένοις σε πᾶσιν· ἔνθεν εἰς πᾶσαν τὴν Ἀττικήν, ὁ τῶν θαυμάτων σου φθόγγος ἑξέδραμε, καὶ πάντες τοῖς Λειψάνοις σου, προστρέχουσι Θεῷ βοῶντες· Ἀλληλούΐα.

 

λος λελαμπρυσμένος, θεϊκαῖς ἀγλαΐαις, ἐφίστασαι τῇ θείᾳ Μονῇ σου, καὶ φαίνῃ διαφὸρῳ μορφῇ τοῖς καθαροῖς τῇ καρδίᾳ ἐν Πνεύματι καὶ νέμεις χάριν ἄφθονον, τοῖς πόθῳ σοι βοῶσι·

Χαῖρε, τὸ κλέος τῶν μοναζόντων· χαῖρε, ὁ στόλος τῶν ὀρθοδόξων.

Χαῖρε, τῆς ἀῦλου εὐκλείας θησαύρισμα· χαῖρε, τῆς ἐξ ὕψους σοφίας ἐναύλισμα.

Χαῖρε, ἄρωμα οὐράνιον χάριτος τῆς θεϊκῆς· χαῖρε, μύρον πολυσύνθετον ἀγωγῆς ἀσκητικῆς.

Χαῖρε, ἅγιον θῦμα δι’ ἀθλήσεως θείας· χαῖρε, σφάγιον θεῖον τῆς βαρβάρων μανίας.

Χαϊρε, ζωῆς ὁσίας ὀσφράδιον· χαῖρε, ἠθῶν ἀμέμπτων κινάμωμον.

Χαῖρε, ἀστὴρ ἐν τῷ ὄρει Ἀμώμων· χαῖρε, κανὼν πρακτικὸς μονοτρόπων.

Χαίροις Πάτερ μακάριε.

 

Παραλύτους συσφίγγεις, δαιμονῶντας ἰᾶσαι, καὶ πάθη τὰ δυσίατα παύεις· ἐντεῦθεν Ἀθηναίων πληθύς, καὶ Πειραιεῖς καὶ περιχώρων ὅμιλοι, τῇ σῇ Μονῇ Πάτερ σπεύδουσιν, ὑμνοῦντές σε καὶ βοῶντες· Ἀλληλούΐα.

 

ημάτων σου τῶν θείων, ὡς σὲ εἶδεν, ἐκλάμποντα ἐν δόξῃ ἀΰλῳ ἡ εὐσεβὴς νεάνις σοφέ, καὶ τὴν σὴν προστασίαν ὡμολόγησεν, ἢν παρέχεις τῇ σῇ Μονῇ βοῶσί σοι τοιαῦτα·

Χαῖρε, Ὁσίων καύχημα νέων· χαῖρε, Μαρτύρων εὔκλειαν φέρων.

Χαῖρε, τῆς Μονῆς σου προστάτης ἀκοίμητος· χαῖρε, τῶν ἁγίων Ἀγγέλων ὁ σύσκηνος.

Χαῖρε, ὅτι ἐθεράπευσας ἀσθενοῦντας χαλεπῶς· χαῖρε, ὅτι τὸν παράλυτον ἠνώρθωσας θαυμαστῶς.

Χαῖρε, κεφαλαλγίας διαλύσας τὸ βάρος· χαῖρε, τοῦ διαβήτου καταπαύσας τὸ πάθος.

Χαῖρε, Θεοῦ χαρίτων κειμήλιον· χαῖρε, πιστῶν διάδημα τίμιον.

Χαῖρε, Ἐφραὶμ ἀσκητῶν ὡραιότης· χαῖρε, εἰκὼν μοναστῶν καὶ λαμπρότης.

Χαίροις Πάτερ μακάριε.

 

Σέ, ὁράσει ἁγίᾳ, καὶ κατ’ ὄναρ καὶ ὕπαρ, ἐν τῇ σῇ μάνδρᾳ περιπολοῦντα, κατεῖδον μονάστριαι σεμναί, καὶ εὐφροσύνης πολλῆς ἐπληρώθησαν, προστάτην σε κηρύττουσαι, καὶ τῷ Θεῷ ὁμοῦ βοῶσαι. Ἀλληλούΐα.

 

Τὸ οὐράνιον μύρον, τῇ ψυχῇ θησαυρίσας, εὐφραίνεις τῶν πιστῶν τάς καρδίας, καὶ εὐωδίᾳ μυρεψικῇ, τῶν σεπτῶν σου λειψάνων ποιεῖς λάρνακα, ἀρωματίζειν Ἅγιε, τοὺς εὐλαβῶς σοι ἐκβοῶντας· Χαῖρε, τῆς χάριτος μυροθήκη· χαῖρε, τῆς μάνδρας σου ἔνθεος σκέπη.

Χαῖρε, ἀφθαρσίας εὐώδης παράδεισος· χαῖρε, ἀπαθείας ἁγίας κυπάρισσος.

Χαῖρε, ὅτι καταβέβληκας τὸν ἀντίπαλον ἐχθρόν· χαῖρε, ὅτι ἐμεγάλυνας τοῖς σοῖς πόνοις τὸν Χριστόν.

Χαῖρε, ὁ ὑπὸ χθόνα πλεῖστα ἔτη τελέσας· χαῖρε, ὁ θείᾳ νεύσει ἐκ τῆς γῆς ἀναλάμψας.

Χαῖρε, ψυχῶν καθαίρων τοὺς μώλωπας· χαῖρε, δεινῶν ἐκκαίων τοὺς σκόλοπας.

Χαῖρε, ἀεὶ τάς ἰάσεις παρέχων· χαῖρε, ἡμῶν ἀεὶ προστατεύων.

Χαίροις Πάτερ μακάριε.

 

μνησαν τὸν Σωτῆρα, τῇ εὑρέσει θεόφρον, τῶν θείων καὶ πανσέπτων ὀστῶν σου, εὐσεβῶν οἱ δῆμοι πανδημεί, ὅτι ταῦτα ἀσινῆ διετήρησεν, ὑπὸ τὴν γῆν χρόνοις πλείοσιν, ἃ τιμῶντες Ἐφραὶμ βοῶμεν· Ἀλληλούΐα.

 

Φύλαττε τὴν Μονήν σου ἀπὸ πάσης ἀνάγκης, τῇ σῇ πρὸς τὸν Σωτῆρα πρεσβείᾳ, καὶ δίδου ταύτῃ πάτερ Ἐφραὶμ , τὰ τῆς εὐλογίας τῆς σῆς δωρήματα· ἰδοὺ γὰρ τῇ σῇ χάριτι, προστρέχει ἀεὶ ἐκβοῶσα.

Χαῖρε, ἡμῶν τὸ ἄρρηκτον τεῖχος· χαῖρε, πιστῶν ἀτίνακτος πύργος.

Χαῖρε, τῆς Μονῆς σου φρουρὸς ἀσφαλέστατος· χαῖρε, τῶν τεκνίων σου φύλαξ καὶ ἔφόρος.

Χαῖρε, στήριγμα θεόσδοτον εὐλαβῶν μοναζουσῶν· χαῖρε, καύχημα οὐράνιον τῶν πιστῶν ἀσκητριῶν.

Χαῖρε, ὅτι βραβεύεις τοῖς πιστοῖς τὰς αἰτήσεις· χαῖρε, ὅτι προσδέχῃ σῶν υἱῶν τάς δεήσεις.

Χαῖρε, ἡμῖν ἐκφαίνων τὰ κρείττονα· χαῖρε, ἀεὶ ἐκτρέπων τὰ χείρονα.

Χαῖρε, Χριστῷ ὑπὲρ πάντων πρεσβεύων· χαῖρε, παθῶν τὴν ἐνέργειαν φλέγων.

Χαίροις Πάτερ μακάριε.

 

Χάριτας ἀναβλύζει, καὶ πολλὴν εὐφροσύνην, καὶ θείαν ἀγαλλίασιν Πάτερ, καὶ εὐφραίνει ἡμῶν τάς ψυχάς, καὶ καθαγιάζει ὁμοῦ τὰ σώματα, ἡ θήκη τῶν λειψάνων σου, τῶν ἐκβοώντων τῇ Τριάδι· Ἀλληλούΐα.

 

Ψάλλοντες ἐν αἰνέσει, τοὺς ἀγῶνάς σου Πάτερ, ὑμνοῦμεν τὴν δοθεΐσάν σοι χάριν καὶ παρεστῶτες τῇ σῇ σορῷ, τὴν προστασίαν σου ἐπιβοώμεθα, ἣν δίδου ἡμῖν Ἅγιε, ὡς ἂν ἀεί σοι ἐκβοῶμεν·

Χαῖρε, ἰσότιμος τῶν Ὁσίων· χαῖρε, συνόμιλος τῶν Μαρτύρων.

Χαῖρε, ἀϊδίων στεφάνων ὁ μέτοχος· χαῖρε, τρισηλίου ἐλλάμψεως ἔμπλεως.

Χαῖρε, γέρας πολυτίμητον τῆς ἁγίας σου Μονῆς· χαῖρε, θέμεθλος νεόδμητος Ἐκκλησίας τῆς σεπτῆς.

Χαῖρε, ὁ κατευφράνας τῶν πιστῶν τάς χορείας· χαῖρε, ὁ ἀναφήνας ἀναβάσεις ἁγίας.

Χαῖρε, δι’ οὗ ἀνίας ῥυσθήσομαι· χαῖρε, δι’ οὗ παθῶν ἰαθήσομαι.

Χαῖρε, πιστῶν πρὸς Χριστὸν ὁ μεσίτης· χαῖρε, κἀμοῦ ἐν ταῖς θλίψεσι ῥύστης.

Χαίροις Πάτερ μακάριε.

 

τρισόλβιε πάτερ, Ἐφραὶμ ὁσιομάρτυς, τῶν πάλαι Ἁγίων συμπολίτα (ἐκ γ'), σὺν αὐτοῖς δυσώπει τὸν Χριστόν, ὡς ἂν ποικίλων ῥυόμεθα θλίψεων, καὶ ζωῆς τῆς μελλούσης τύχωμεν οἱ τῷ Θεῷ βοῶντες· Ἀλληλούΐα.

 

Καὶ αὖθις τὸ Κοντάκιον.

Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ. ΤΟ ΑΚΟΥΤΕ

σπερ ἀστὴρ νεοφανὴς ἡμῖν ἀνέτειλας, τῇ φανερώσει τῶν σεπτῶν Πάτερ Λειψάνων σου, καὶ θαυμάτων ταῖς ἀκτῖσι πᾶσιν ἐκλάμπεις. Ἀλλὰ πλήρου τὰ αἰτήματα ἑκάστοτε, τῶν πιστῶς σοι προσιόντων Ἐφραὶμ Ἅγιε, καὶ βοώντων σοι· χαὶροις Πάτερ μακάριε.

 

Δίστιχον. Ἐφραὶμ χαρὰν δίδου μοι τὴν οὐρανίαν Γερασίμῳ χαῖρέ σοι ἀναβοῶντι.

 

ΕΓΚΩΜΙΑ ΨΑΛΛΟΜΕΝΑ ΚΑΤΗ ΤΗΝ ΑΓΡΥΠΝΙΑΝ

ΣΤΑΣΙΣ Α΄

Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ Μαρτύρων καλλονὴ καταστέφοντες, τὴν μνήμην σου Ἐφραὶμ Ὅσιε εὐλαβῶς.

 

Μακαρίζομέν σε Ἐκκλησίας Χριστοῦ, τὸν φωστῆρα τὸν νεόλεκτον Ὅσιε, καὶ νεόδμητον θησαύρισμα πιστῶν.

 

Παρρησίαν ἔχων πρὸς Θεὸν ἀληθῶς, μὴ ἐλλείπῃς ἱκετεύειν Ἐφραὶμ πατὴρ ἡμῶν, λυτρωθῆναι συμφορῶν καὶ πειρασμῶν.

 

Εἰ καὶ τὰφῳ Πάτερ κατετέθη τὸ σόν, ἀκραιφνεστατον καὶ ἅγιον σῶμά σου, ἀλλὰ ζῇς καὶ τάς ἰάσεις χορηγός.

 

Τῆς ψυχῆς κοσμήσας τὴν λαμπάδα φαιδρῶς, ταῖς ἐνθέοις ἀρεταῖς κατηξίωσας, τοῦ νυμφίου τῆς χαρᾶς ἀπολαβεῖν.

 

Σὺν Ἀγγέλοις Πάτερ νῦν αὐλίζει σαφῶς, καὶ Ὁσίων καὶ Μαρτύρων τοῖς τάγμασιν, ὡς ἐκεῖνοι γὰρ ἐβίωσας ἐν γῇ.

 

Τοῦ Ὁσίου δέχου τάς λιτὰς ὁ Θεός, καὶ ἐλέησον τὸν κόσμον σου Ἐφραὶμ Ἅγιε, τὴν εἰρήνην παρεχόμενος πιστοῖς.

 

Ἡ Μονὴ Ἀμώμων σὲ προστάτην θερμόν, προβαλλόμεθα πρὸς Κύριον Ὅσιε, ῥῦσαι ἅπαντας κινδύνων σαῖς λιταῖς.

 

Εὐφροσύνης πάσης ἔμπλησον τοὺς πιστῶς, προσιόντας τῇ σοφῷ σου μακάριε, καὶ τιμῶντάς σου τὴν ἔνδοξον σφαγήν.

Δόξα Πατρί.

Δόξα σοι Θεέ μου, παναγία Τριάς, ὁ Πατὴρ καὶ ὁ Υἱὸς σὺν τῷ Πνεύματί, σῷζε πάντας τοὺς ἐλπίζοντας εἰς σέ.

Καὶ νῦν.

Μεγαλύνομέν σε τὴν Μητέρα Θεοῦ, σὺ ἡμᾶς Παρθένε ἀξίωσον, βασιλείας οὐρανῶν ἐπιτυχεΐν.

Καὶ πάλιν τὸ πρῶτον.

Μακαρίζομέν σε ἱερέων τερπνόν, καὶ μαρτύρων καλλονὴν Ἐφραὶμ Ὅσιε, καταστέφοντες τὴν μνήμην σου ἐν ᾠδαῖς.

 

ΣΤΑΣΙΣ Β'.

Ἄξιον ἐστί, τὸν φωστῆρα σε τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν σεπτῶς Ἐφραὶμ θαυματουργὲ ὅσιε.

 

Δέχου τὰς λιτάς, τῶν σὲ τιμώντων καὶ Θεόν, ἱκέτευσον μακάριε, ὑπὲρ τῶν τιμώντων, τὴν θείαν μνήμην σου.

 

Ἔφησε ποτέ, θεὶῳ Πνεύματι ὁ προφητάναξ, δίκαιος ὡς φοίνιξ ἀνθήσεται, ἐν τῷ οἴκῳ τοῦ Θεοΰ γὰρ φυτευθείς.

 

Ξύλου φυτευθέν, τῶν ὑδάτων ἐν τοῖς διεξόδοις, σὺ ἐδείχθης βλαστήσας, καρποὺς ἀειθαλεῖς Ἐφραὶμ μακάριε.

 

Ζῶσι τῷ Χριστῷ, ὄντως δίκαιοι εἰς τὸν αἰῶνα, ζῇς θεόφρον Ἐφραὶμ πατὴρ ἡμῶν, αὐλιζόμενος μετὰ τῶν Ἀγγέλων καὶ δικαίων χορείαις.

 

Μακάριος ἀνήρ, ὃς οὐκ ἀπῆλθεν ἐν βουλῇ ἀνόμων, ὡς γέγραπται· ὅθεν εἴληφας, τὰ γέρα ἐκ Θεοῦ Ἐφραὶμ μακάριε.

 

Γέρα ἐκ Θεοῦ, δντως ἔλαβες Ὅσιε πάτερ, πάντων θεραπεύεις νοσήματα, τῶν τιμώντων σου τὴν ἔνδοξον σφαγήν.

 

Ἄλλον ἐκτὸς σοῦ, οὐ δυνάμεθα εὑρεΐν προστάτην, καὶ πρὸς τὸν Θεὸν μεσίτην θερμότατον, ἵνα φύγωμεν ἐνέδρας τοῦ ἐχθροῦ.

 

Ζάλη πειρασμῶν, ἀπειλεῖ ἡμᾶς τοὺς σοὺς οἰκέτας, ἐλευθερωτὴν δὲ ἄλλον οὐκ οἴδαμεν, εἰμὴ τὴν δεξιάν σου τὴν κραταιάν.

 

Δεῦτε οἱ πιστοί, ἐφυμνήσωμεν ᾄσμασι θείοις, μνήμην τοῦ Ἁγίου ἱερομάρτυρος, Ἐφραὶμ τοῦ θαυματουργοῦ.

Δόξα Πατρί.

Ἄναρχε Τριάς, ὁμοούσιε Μονὰς Ἁγία, οὐρανίου πάντας βασιλείας ἀξίωσον, ταῖς λιταΐς τοῦ Πατρὸς ἡμῶν Ἐφραὶμ .

Καὶ νῦν.

Πάντες οἱ πιστοί, μακαρίσωμεν τὴν Θεοτόκον, ἡ τῶν πάντων κτίστην κυήσασα, καὶ λυτρώσασα τῆς πλάνης τοὺς βροτούς.

Καὶ πάλιν τὸ πρῶτον.

Ἄξιον ἐστι, τὸν φωστῆρά σε τῆς Ἐκκλησίας, τὸν νεοφανέντα τοῖς ᾄσμασι, καταστέφειν σεπτῶς Ἐφραὶμ θαυματουργὲ Ὅσιε.

 

ΣΤΑΣΙΣ  Γ'.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἐφραὶμ Ἀγγέλων δόξα.

 

Ἐφραὶμ θέοφρον πάτερ, ἱλέωσας τὸν Κτίστην, ὑπὲρ τῶν σὲ τιμώντων.

 

Περίσωζε καὶ σκέπε, τοὺς πίστει τε καὶ πόθῳ, καρδίας σὲ ὑμνοῦντας.

 

Τὴν στενὴν τρισμάκαρ, ὁδὸν καὶ τεθλιμμένην, διόδευσας Κυρίου.

 

Ἐφραὶμ ταῖς σαῖς λιταῖς σου, δωρήσας τοῖς σοῖς δούλοις, πλημμελημάτων λύσιν.

 

Ἡμᾶς τοὺς σοὺς ἱκέτας, συντήρησον ἀτρώτους, βελῶν τῶν τοῦ Βελίαρ.

 

Σπεῦσον ἡμᾶς σῶσον, ἀνάγκης ἐνεστώσης, Ἐφραὶμ θέοφρον πάτερ.

 

Ὅλῃ προθυμίᾳ, προστρέχομεν τῇ σορῷ σου, κακῶν αἰτοῦντες λύσιν.

 

Οὐδεὶς ἰσχύσει σῶσαι, τῆς νῦν ἡμᾶς ἀνάγκης, ἐὰν σὺ μὴ προφθάσῃς.

 

Δέχου ὦ Θεέ μου, ὑπὲρ λαοῦ σου πρέσβυν, Ἐφραὶμ τὸν θεοφόρον.

Δόξα Πατρί.

Τριὰς ὑπὲρ Ἁγία, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τοῦ Ἁγίου.

Καὶ νῦν.

Εἰρήνη Ἐκκλησίαις, τῷ κόσμῳ σωτηρίαν, δώρησαι Θεοτόκε.

Καὶ πάλιν τὸ πρῶτον.

Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, Ἐφραὶμ θεόφρον πάτερ. Ἐφραὶμ θεόφρον, ἱλέωσαι τὸν κτίστην, ὑπὲρ τῶν σὲ τιμώντων.