Ἱκετήριος πρὸς τὸν φιλάνθρωπον Θεὸν καὶ Σωτῆρα ἡμῶν Ἰησοῦν Χριστὸν

ΑΚΟΛΟΥΘΙΑ

ὑπὲρ τοῦ περιβάλλοντος ἡμᾶς στοιχείου καὶ εὐσταθείας πάσης της κτίσεως.

ὑπὸ Γερασίμου μοναχοῦ Μικραγιαννανίτου

Ὑμνογράφου τῆς Μεγάλης τοῦ Χριστοῦ Ἐκκλησίας.

 

ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ

 

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχ. ς' καὶ ψάλλομεν στιχηρὰ προσόμοια, τὰ ἑξῆς:

Ἦχος α Τῶν οὐρανίων ταγμάτων

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα καθυποστήσας Χριστέ, καὶ δοὺς ἑνὶ ἑκάστῳ, ἐν σοφίᾳ ἀρρήτῳ, τελεῖν ἀπαρεγκλίτως ὃν ἐν ἀρχῇ, σκοπὸν ἔθου φιλάνθρωπε, πᾶσαν τὴν κτίσιν εὐλόγει ὡς δυνατός, ἣν Σωτὴρ ἐδημιούργησας.

 

Πᾶσι τοῖς ἔθνεσι δίδου εἰρήνην Κύριε, καὶ σύνεσιν ἐν πᾶσιν, ὡς ἂν ἥσυχον βίον, διάγωμεν καὶ πάντοτε συντηρεῖν, τοὺς σοὺς νόμους οὓς ἔθηκας, πάσῃ τῇ κτίσει πρὸς ἄτρεπτον συνοχήν, καὶ κυβέρνησιν τοῦ σύμπαντος.

 

Τὸ περιβάλλον στοιχεῖον τὴν γῆν φιλάνθρωπε, δι' οὗ τῇ σῇ βουλήσει, οἱ τὴν γῆν ἐνοικοῦντες, ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ἀσινὲς διαφύλαξον, ὡς ἂν ῥυσθῶμεν ὀλέθρου καὶ συντριβῆς, οἱ ἀνάξιοι ἱκέται σου.

 

Περιχαράκωσον Σῶτερ τὴν κτίσιν ἅπασαν, τῇ κραταιᾷ ἰσχύϊ, τῆς σῆς φιλανθρωπίας, καὶ τῆς ἀπειλουμένης ῥῦσαι φθορᾶς, τὴν περίγειον οἴκησιν ὅτι εἰς σὲ τάς ἐλπίδας ἡμῶν Χριστέ, ἀνεθέμεθα οἱ δοῦλοι σου.

 

Τὰς πονηρὰς ἐπινοίας Σῶτερ διάλυσον, ἂς ἀνοήτῳ γνώμῃ, καθ' ἡμῶν μηχανῶνται, καὶ ἅπασαν ἀπότρεπε ἐκ τῆς γῆς, ὀλεθρίαν ἐπίδρασιν, ἔργων χειρῶν ἀνθρωπίνων τῶν τὴν φθοράν, τεκταινόντων εἰς ἀπώλειαν.

 

Ὁ περιβάλλων τὴν κτίσιν νεφέλαις Κύριε, κατὰ Δαβὶδ τὸν θεῖον, τὸ τῆς γῆς περιβάλλον, συντήρησον ὡς ἔκτισας ἀπ' ἀρχῆς, εἰς βροτῶν περιποίησιν, καὶ τὴν πνοὴν τῶν ἀνέμων δίδου ἡμῖν, καὶ ὑδάτων τὴν ἀνάβλυσιν.

Δόξα. Ἦχος πλ. β'

Παντοκράτορ Κύριε, ὁ τὰ πάντα ἐν σοφίᾳ δημιουργήσας, καὶ συντηρῶν καὶ διέπων, παντοδυνάμῳ σου χειρί, εὐστάθειαν παράσχου, ὡς ἂν πᾶσαν τὴν κτίσιν καλῶς πορεύεσθαι, καὶ ἀλώβητον διαμένειν, ταῖς ἐναντίαις ποιότησι· σὺ γὰρ Δέσποτα ἐνετείλω, ἀκλόνητα διαμένειν τὰ ἔργα τῶν χειρῶν σου, ἄχρι τερμάτων αἰῶνος• ὅτι σὺ εἶπας καὶ ἐγένοντο, καὶ τὸ παρὰ σοῦ ἐκδέχονται ἔλεος, πρὸς ἀποτροπὴν παντὸς κακοῦ, καὶ σωτηρίαν τοῦ ἀνθρωπίνου γένους, τοῦ δοξάζοντος τὸ σὸν ὑπερύμνητον ὄνομα.

Και νῦν. Ὁ αὐτός.

Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς· φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς• οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

 

Ἡ εἴσοδος, τὸ "Φῶς ἱλαρὸν" τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ ἀναγνώσματα.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. Α' 1)

Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἢ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου· καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. Καὶ εἶπεν ὃ Θεός• Γενηθήτω φῶς• καὶ ἐγένετο φῶς. Καὶ εἶδεν ὁ Θεὸς τὸ φῶς, ὅτι καλὸν καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ φῶς, Ἡμέραν καὶ τὸ σκότος ἐκάλεσε, Νύκτα· καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμερα μία. Καὶ εἶπεν ὁ Θεός• Γενηθήτω στερέωμα ἐν μέσῳ τοῦ ὕδατος• καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος· καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὸ στερέωμα· καὶ διεχώρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ὑποκάτω τοῦ στερεώματος. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὸ στερέωμα, Οὐρανὸν καὶ εἶδεν ὁ Θεός, ὅτι καλὸν καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα δευτέρα. Καὶ εἶπεν ὁ Θεός• Συναχθήτω τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά· καὶ ἐγένετο οὕτω. Καὶ συνήχθη τὸ ὕδωρ τὸ ὑποκάτω τοῦ οὐρανοῦ εἰς τάς συναγωγὰς αὐτῶν καὶ ὤφθη ἡ ξηρά. Καὶ ἐκάλεσεν ὁ Θεὸς τὴν ξηράν, Γῆν, καὶ τὰ συστήματα τῶν ὑδάτων ἐκάλεσε, Θαλάσσας. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλόν. Καὶ εἶπεν ὁ Θεός• Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς• καὶ ἐγένετο οὕτω. Καὶ ἐξήνεγκεν ἡ γῆ βοτάνην χόρτου, σπεῖρον σπέρμα κατὰ γένος καὶ καθ' ὁμοιότητα, καὶ ξύλον κάρπιμον ποιοῦν καρπόν, οὗ τὸ σπέρμα αὐτοῦ ἐν αὐτῷ κατὰ γένος ἐπὶ τῆς γῆς• καὶ εἶδεν ὃ Θεός, ὅτι καλόν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τρίτη. Καὶ εἶπεν ὁ Θεός· Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, εἰς φαῦσιν ἐπὶ τῆς γῆς, τοῦ διαχωρίζειν ἀνὰ μέσον τῆς ἡμέρας καὶ ἀνὰ μέσον τῆς νυκτός• καὶ ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς• καὶ ἔστωσαν εἰς φαῦσιν ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς• καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους, τὸν φωστῆρα τὸν μέγαν εἰς ἀρχὰς τῆς ἡμέρας, καὶ τὸν φωστῆρα τὸν ἐλάσσω, εἰς ἀρχὰς τῆς νυκτός, καὶ τοὺς ἀστέρας. Καί ἔθετο αὐτοὺς ὁ Θεὸς ἐν τῷ στερεώματι τοῦ οὐρανοῦ, ὥστε φαίνειν ἐπὶ τῆς γῆς, καὶ ἄρχειν τῆς ἡμέρας καὶ τῆς νυκτός, καὶ διαχωρίζειν ἀνὰ μέσον τοῦ φωτὸς καὶ ἀνὰ μέσον τοῦ σκότους• καὶ εἶδεν ὃ Θεός, δτι καλόν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα τετάρτη.

Γενέσεως τὸ Ἀνάγνωσμα. (Κεφ. Α’ 20)

Εἶπεν ὁ Θεός· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν καὶ πετεινὰ πετώμενα ἐπὶ τῆς γῆς κατὰ τὸ στερέωμα τοῦ οὐρανοῦ· καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ κήτη τὰ μεγάλα καὶ πᾶσαν ψυχὴν ζῴων ἑρπετῶν, ἃ ἐξήγαγε τὰ ὕδατα κατὰ γένος αὐτῶν, καὶ πᾶν πετεινὸν πτερωτὸν κατὰ γένος. Καὶ εἶδεν ὁ Θεός, ὅτι καλά· καὶ εὐλόγησεν αὐτὰ ὁ Θεὸς λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὰ ὕδατα ἐν ταῖς θαλάσσαις, καὶ τὰ πετεινὰ πληθυνέσθωσαν ἐπὶ τῆς γῆς. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα πέμπτη. Καὶ εἶπεν ὁ Θεός• Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος, τετράποδα καὶ ἑρπετὰ καὶ θηρία τῆς γῆς κατὰ γένος• καὶ ἐγένετο οὕτω. Καὶ ἐποίησεν ὁ Θεὸς τὰ θηρία τῆς γῆς κατὰ γένος αὐτῶν, καὶ τὰ κτήνη κατὰ γένος αὐτῶν καὶ πάντα τὰ ἑρπετὰ τῆς γῆς κατὰ γένος αὐτῶν. Καὶ εἶδεν δ Θεὸς ὅτι καλά. Καὶ εἶπεν ὁ Θεός• Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτὸν· ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεός, λέγων· Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν, καὶ κατακυριεύσατε αὐτῆς• καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς. Καὶ εἶπεν ὁ Θεός• Ἰδοὺ δέδωκα ὑμῖν πάντα χόρτον σπόριμον σπεῖρον σπέρμα, ὃ ἐστὶν ἐπάνω πάσης τῆς γῆς• καὶ πᾶν ξύλον, ὃ ἔχει ἐν ἑαυτῷ καρπὸν σπέρματος σπορίμου, ὑμίν ἔσται εἰς βρῶσιν καὶ πᾶσι τοῖς θηρίοις τῆς γῆς καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ παντὶ ἑρπετῷ ἕρποντι ἐπὶ τῆς γῆς, ὃ ἔχει ἐν ἑαυτῷ πνοὴν ζωῆς, καὶ πάντα χόρτον χλωρὸν εἰς βρῶσιν. Καὶ ἐγένετο οὕτω. Καὶ εἶδεν δ Θεὸς τὰ πάντα, ὅσα ἐποίησε· καὶ ἰδοὺ καλὰ λίαν. Καὶ ἐγένετο ἑσπέρα καὶ ἐγένετο πρωΐ, ἡμέρα ἕκτη. Καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἢ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν. Καὶ συνετέλεσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ, ἃ ἐποίησε· καὶ κατέπαυσεν ὁ Θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἐποίησε. Καὶ εὐλόγησεν ὁ Θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτὴν ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ, ὧν ἤρξατο ὁ Θεὸς ποιῆσαι.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα. (Κεφ.ξγ'15)

Ἐπίβλεψον ἐκ τοῦ οὐρανοῦ Κύριε, καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου. Ποῦ ἐστὶ τὸ πλῆθος τοῦ ἐλέους σου καὶ τῶν οἰκτιρμῶν σου, ὅτι ἠνέσχου ἡμῶν, Κύριε; Σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σὺ Κύριε, πατὴρ ἡμῶν, ῥῦσαι ἡμᾶς• ἀπ’ ἀρχῆς τὸ ὄνομά σου ἐφ' ἡμᾶς ἐστι. Τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν, τοῦ μὴ φοβεῖσθαί σε; Ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου, ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου. Οἱ ὑπεναντίοι ἡμῶν κατεπάτησαν τὸ ἁγίασμά σου• ἐγενόμεθα ὡς τὸ ἀπαρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν, οὐδὲ ἐπεκλήθη τὸ ὄνομά σου ἐφ' ἡμᾶς. Ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται ὡσεὶ κηρὸς τήκεται ἀπὸ πυρός· καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους καὶ φανερόν ἔσται τὸ ὄνομά σου τοῖς ὑπεναντιοίς σου• ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται. Ὅταν ποιῇς τὰ ἔνδοξα, τρόμος λήψεται ἀπὸ σοῦ ὄρη. Ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν, οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον Θεὸν πλήν σου· καὶ τὰ ἔργα σου ἀληθινά, καὶ ποιήσεις τοῖς ὑπομένουσί σε ἔλεος. Συναντήσεται γὰρ ἔλεος τοῖς ποιοῦσι τὸ δίκαιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. Καὶ νῦν, Κύριε, Πατὴρ ἡμῶν σὺ εἶ· ἡμεῖς δὲ πηλός, καὶ σὺ ὁ πλάστης ἡμῶν ἔργα χειρῶν σου πάντες ἡμεῖς. Μὴ ὀργίζου ἡμῖν, Κύριε, ἕως σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν. Καὶ νῦν ἐπίβλεψον, Κύριε, ὅτι λαός σου πάντες ἡμεῖς.

 

Εἰς τὴν λιτὴν ἰδιομελα

Ἦχος α’

Ὁ κατ' ἀρχὰς δημιουργήσας τὰ σύμπαντα, καὶ ἑνὶ ἑκάστῳ οἰκείαν τάξιν θέμενος, μὴ παρίδῃς τά ἔργα τῶν χειρῶν σου, ἀλλ’ ἱλέῳ ὄμματι, ἐξ οὐρανοῦ ἐπίβλεψον, Κύριε, ἐπὶ τὴν ἄμπελον ταύτην, καὶ κατάρτισαι αὐτὴν κατὰ τὸ θέλημά σου, πᾶσαν φθοροποιὸν ἐπίνοιαν, καὶ πάντα λυμεῶνα, ἐξ αὐτῆς ἀποτρέπων· σὺ γὰρ εἶ ὁ ποιμὴν ἡμῶν, καὶ ῥύστης καὶ σωτὴρ ἡμῶν, καὶ τὴν παρὰ σοῦ ἐκδεχόμεθα βοήθειαν, ἐν ἐλέει καὶ οἰκτιρμοῖς, δοξάζοντές σε, Δεσπότα.

Ἦχος β’

Ὁ τὴν περίγειον λῆξιν, περιχαρακώσας Κύριε, καὶ τῷ περιβάλλοντι διαζώματι, ἀσφαλισάμενος αὐτήν, ῥῦσαι βλάβης καὶ καταφορᾶς, τὴν σύστασιν αὐτῆς Δέσποτα· σὺ γὰρ θησαυρὸς ἰσχύος, καὶ πηγὴ τῆς ζωῆς, καὶ τῷ σῷ νεύματι, πάντα λειτουργεῖ καὶ ὑπείκει, ὡς δοῦλα σὰ Κύριε. Διὸ δὸς ἡμῖν τὰ ἐλέη σου, καὶ ἀπότρεψον ἀφ' ἡμῶν πᾶσαν καταστροφὴν καὶ σῶσον τάς ψυχὰς ἡμῶν, ὡς φιλάνθρωπος.

Ἦχος γ'

Ἀπειλαὶ καὶ μάστιγες καὶ ὄλεθρος, ἐπισείονται ἡμῖν Κύριε, διὰ τὸ πλῆθος τῶν ἀνομιῶν ἡμῶν· ἡμάρτομεν γάρ, ἠνομήσαμεν καὶ ἐμακρύνθημεν ἀπὸ σοῦ, καὶ δεινοῖς συνεσχέθημεν καὶ ἐταζομεθα. Ἄλλὰ ῥῦσαι ἡμᾶς, Κύριε, ἐπερχομένων κινδύνων, καὶ τῆς γῆς τὴν σύστασιν ἀδιαλώβητον φύλαττε, πνοὰς ἀνέμων ὁμαλάς, καὶ πηγὰς ὑδάτων ἀειρύτους παρέχων, εἰς περιποίησιν ἡμῶν καὶ σωτηρίαν φιλάνθρωπε.

Δόξα. Ἦχος δ’

Ὁ τῆς γῆς τὸν γῦρον κατέχων, καὶ τὰ θεμέλια αὐτῆς στερεῶν, ὥς φησιν ὁ προφήτης, πρόσδεξαι ἡμῶν Κύριε τάς ἱκετηρίους δεήσεις, ὡς κηδεμὼν καὶ προνοητὴς καὶ Σωτὴρ ἡμῶν· ἡμεῖς γὰρ λαός σου, καὶ πρόβατα νομῆς σου, καὶ προσδοκωμένων κινδύνων ῥυσθησόμεθα, ἐν τῷ ἀπείρῳ ἐλέει σου· μὴ οὖν Δέσποτα ἐκτρίψῃς ἡμᾶς, ἀλλὰ σοῦ ἡ ἀγαθότης νικησάτω τὸ πλῆθος τῶν ἀνομιῶν ἡμῶν, ἵνα πάντες δοξάζωμεν, τῶν οἰκτιρμῶν σου τὸ πέλαγος.

Καὶ νῦν.

Ἐκ παντοίων κινδύνων..

 

Εἰς τὸν στίχον στιχηρὰ προσόμοια

Ἦχος πλ. α’ Χαίροις ἀσκητικῶν

Ἴδὲ ὁ ἐλεήμων Θεός, ἐπὶ τά ἔργα τῶν χειρῶν σου φιλάνθρωπε, ἐν ὄμματι συμπαθείας, καὶ ὀλεθρίων δεινῶν, καὶ θανατηφόρων διαδόσεων, καὶ πάσης μολύνσεως, ἰοβόλου ἀπάλλαξον, τῆς ἀτμοσφαίρας, τὴν ἀνάχυσιν Κύριε, δι' ὧν κίνδυνος ἀπειλεῖται καὶ θάνατος. Οἴκτειρον οὖν τὸ πλάσμα σου, καὶ δὸς πᾶσι φρόνησιν, μὴ ἐνεργεῖν ἀσυνέτως, δι' ὧν φθορὰ ἐπιγίνεται, δωρούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.

Στίχ: Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα καὶ ἑπήκουσέ μου ἐξ ὄρους ἁγίου αὐτοῦ.

Δέξαι τὰς τῆς Μητρός σου λιτάς, ἃς ὑπὲρ πάσης ἀναφέρει τῆς κτίσεως, καὶ πάντων σου τῶν Ἁγίων, τάς ἱκεσίας Σωτήρ, καὶ παράσχου πᾶσι τὰ ἐλέη σου, καὶ τήρει ἀλώβητον, τὸ στερέωμα Κύριε, ὅπερ ἀρχῆθεν, ἐν σοφίᾳ ἐφήπλωσας, καὶ παρήγαγες, εἰς βροτῶν περιποίησιν ἅπαν τὸ περιβάλλον δέ, τὴν γαῖαν διάζωμα, φύλαττε ἄτρωτον Λόγε, ἐκ χαλεπῶν ἐπιδράσεων, δωρούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ μέγα ἔλεος.

Στίχ: Ἐν τῷ ἐπικαλεῖσθαί με εἱσήκουσάς μου, ὁ Θεὸς τῆς δικαιοσύνης μου, ἐν θλίψει ἐπλάτυνάς με.

Πάντες ἐν ταπεινώσει ψυχῆς, δεόμεθά σου καὶ προσπίπτομεν Κύριε, ἀπάλλαξον πάσης βλάβης, καὶ συντριβῆς χαλεπῆς, τὴν γῆν ἣν οἰκοῦμεν τῇ κελεύσει σου, καὶ θᾶττον ἀπότρεψον, ἐξ αὐτῆς καὶ διάλυσον, τάς λυμεῶνας, διαπνεύσεις τῇ νεύσει σου, καὶ ἀνάχυσον, ζωτικὴν αὔραν ἔνδροσον· ἅπαν τὸ περιβάλλον δέ, χαράκωμα Δέσποτα, περιχαράκωσον Σῶτερ, τῇ κραταιᾷ δυναστείᾳ σου, δωρούμενος πᾶσιν, ἱλασμὸν καὶ σωτηρίαν, καὶ θεῖον ἔλεος.

Δόξα, καὶ νῦν. Ἦχος πλ. α΄

Διὰ σπλάγχνα οἰκτιρμῶν, μορφωθεὶς τὸ ἀλλότριον Λόγε, τὴν φθαρεῖσαν φύσιν ἀνέπλασας, καὶ πρὸς ἀφθαρσίαν ἐπανήγαγες• καὶ νῦν δυσωποῦμέν σε, ταῖς τῆς ἀχράντου Μητρός σου δεήσεσι καμπτόμενος, δώρησαι εὐστάθειαν τῇ οἰκουμένῃ, καὶ πάσῃ τῇ κτίσει εὐπραγίαν, καὶ ἀπαλλαγὴν τῶν δεινῶν, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

 

Ἀπολυτίκια

Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον

Ὁ τὰ πάντα σοφίᾳ δημιουργήσας καλῶς, καὶ τὸν ἄνθρωπον κτίσας εἰς καθ' ὁμοίωσιν, καθαγίασον ἡμῶν τὸν χρόνον Κύριε, εἰς ἐκπλήρωσιν τῶν σῶν, προσταγμάτων βασιλεῦ, ἵνα ὑμνῶμεν ἀπαύστως, τὰ ἄπειρά σου ἐλέη, εἰς παντὸς κόσμου τὴν ἀνακαίνισιν.

Δόξα. Ἦχὸς δ’ Ταχὺ προκατάλαβε

Ὁ πάντα τῷ ῥήματι, παραγαγὼν ὡς Θεός, καὶ νόμους ἐνθέμενος καὶ κυβερνῶν ἀσφαλῶς, πρὸς δόξαν σου Κύριε, ἄπτωτα διατήρει, καὶ ἀλώβητα Σῶτερ, ἅπαντα τὰ στοιχεῖα, τὰ τὴν γῆν συγκρατοῦντα, πρεσβείαις τῆς Θεοτόκου, καὶ σῶσον τὰ σύμπαντα.

Καὶ νῦν. Θεοτοκίον

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον...

Καὶ ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

Μετὰ τὴν α' στιχολογίαν

Κάθισμα. Ἦχος α’ Τὸν τάφον σου Σωτὴρ

Τὰ πάντα, ὡς Θεός, συστησάμενος λόγῳ, καὶ ταῦτα συντηρῶν, ἐν πολλῇ ἁρμονίᾳ, συντήρησον ὡς εὔσπλαγχνος, ἀπερίτρεπτον Κύριε, τὸ περίζωμα, τὸ περιβάλλον τὴν κτίσιν, καὶ ἀπότρεψον, ἀπὸ τῆς γῆς πᾶσαν βλάβην, ἀρρήτῳ δυνάμει σου.

Θεοτοκίον

Θεὸν ὑπερφυῶς, συλλαβοῦσα Παρθένε, καὶ τέξασα σαρκί, διὰ πλῆθος ἐλέους, οἰκτείρησον Πανάμωμε, τοὺς πιστῶς σε δοξάζοντας, καὶ ἐκκάθαρον, ἁμαρτιῶν πολυτρόπων, τὴν διάνοιαν, καὶ τὴν καρδίαν τοῖς ῥείθροις, ἡμῶν τῆς σῆς χάριτος.

 

Μετὰ τὴν β’ στιχολογίαν,

Κάθισμα. Ἦχος δ’ Κατεπλάγη Ἰωσὴφ

Κατ' ἀρχὰς παμβασιλεῦ, ἐθεμελίωσας τὴν γῆν, ἔργα δὲ τῶν σῶν χειρῶν, Σῶτερ εἰσὶν οἱ οὐρανοί, καὶ σὺν ἡλίῳ, σελήνη καὶ οἱ ἀστέρες, ἅπαντα τὴν σὴν μεγαλειότητα, ἅμα καὶ ἰσχύν, ἀνακηρύττοντα, ὧνπερ ἀτάρακτον φύλαττε πάντοτε, τὴν συνοχὴν καὶ εὐπρέπειαν. Τῷ σῷ γὰρ πάντα, Λόγε ὑπείκει, παντοδυνάμῳ νεύματι.

Θεοτοκίον

Ἀπορρήτως ἐν γαστρί, τὸν ὑπερούσιον Θεόν, συλλαβοῦσα Μαριάμ, δίχα τροπῆς τε καὶ φυρμοῦ, τοῖς ἐν κόσμῳ προήγαγες ὑπὲρ φύσιν, λύοντα ἡμᾶς τῆς κατακρίσεως• ὅθεν τὰ πολλὰ μεγαλεῖά σου, ὑμνολογοῦμεν καὶ πίστει δοξάζομεν, τὸν ἀκατάληπτον τόκον σου. Ἂλλ' ὦ Παρθένε, Θεοκυῆτορ, ῥύου ἡμᾶς πάσης θλίψεως.

 

Μετὰ τὸν Πολυέλεον,

Κάθισμα. Ἦχος πλ. δ’ Τὴν Σοφίαν καὶ Λόγον

Ἐκ μὴ ὄντων τὰ πάντα παραγαγών, καὶ συνέχων πανσόφως καὶ κυβερνῶν, φιλάνθρωπε Κύριε, βασιλεῦ πάσης κτίσεως, ἀπήμονα συντήρει, τὴν τάξιν ἣν ἔθηκας, καὶ πᾶσαν εὐκρασίαν, παράσχου τοῖς δούλοις σου· ὅθεν καὶ εὐκράτους, διαπνέων ἀέρας, διάλυσον ἅπαντα, τὰ λοιμώδη μιάσματα, ἐκ τῆς γῆς παντοδύναμε καὶ δίδου τὴν εἰρήνην τὴν σήν, ζωοδότα ἐν πᾶσι τοῖς ἔθνεσιν, ἵνα πάντες ὑμνῶμεν, τὴν σὴν ἀγαθότητα.

Θεοτοκιον

Ὁ τῶν ὅλων Δεσπότης καὶ ποιητής, ἐξ ἀχράντου γαστρός σου σάρκα λαβών, προῆλθεν ὡς ἄνθρωπος, μὴ τραπεὶς τῇ Θεότητι, καὶ σωτηρίαν πᾶσι, παρέσχετο Πάναγνε, τοῖς πίστει προσκυνοῦσι, τὸν ἄφραστον τόκον σου. Ὅθεν Θεοτόκε, ἀειπάρθενε Κόρη, πιστῶς καταφεύγομεν, τῇ θερμῇ προστασίᾳ σου, καὶ σῳζόμενοι κράζομεν· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐσεβῶς ἀνυμνοῦσι, τὰ πολλὰ μεγαλεῖά σου.

 

Τοὺς ἀναβαθμούς.

Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου

καὶ τὸ Προκείμενον.

Κύριε, ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῆ.

Στίχ: Ὅτι ὄψομαι τοὺς οὐρανοὺς ἔργα τῶν δακτύλων σου, σελήνην καὶ ἀστέρας ἃ σὺ ἐθεμελίωσας.

 

Εὐαγγέλιον Ἐκ τοῦ κατὰ Λουκᾶν. Ζήτει τῷ Σαββάτῳ τῆς ἰστ’ ἑβδομάδος Λουκᾶ.

 

Ό Ν'

 

Δόξα. Ταῖς τῶν Ἀποστόλων...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ: Ἐλέησόν με, ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου...

Ἰδιόμελον. Ἦχος πλ. β’

Ὁ ἐν σοφίᾳ τὰ πάντα συντηρῶν, καὶ συνέχων καὶ κατευθύνων Κύριε, πρὸς κυβέρνησιν ἡμῶν, καὶ ἀσφαλῆ ὁδηγίαν, ἐν ταῖς τρίβοις τῶν ἐντολῶν σου, τάς ἱκετηρίους δεήσεις ἡμῶν δέξαι, καὶ λύτρωσαι ἡμᾶς, ἐπικειμένων κινδύνων, καὶ πάσης πρὸς τὸ χεῖρον ἀλλοιώσεως, τῶν τῆς φύσεως ὁρῶν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Εἶτα ὁ κανών, οὗ ἡ ἀκροστιχίς.

"Χριστὲ Σωτὴρ ἡμᾶς διασῴζοις. Γερασίμου"

ᾨδὴ α΄ Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας

Χρηστότητι Λόγε καὶ οἰκτιρμοῖς, καμπτόμενος ῥᾶνον, οὐρανόθεν ἐπὶ τῆς γῆς, τὰ ῥεῖθρα τοῦ θείου σου ἐλέους, πρὸς σωτηρίαν ἡμῶν πολυέλεε.

 

Ῥυπούμενοι πάθεσι χαλεποῖς, μολύνομεν Σῶτερ, τὴν ἀτμόσφαιραν ταῖς δειναῖς, ἡμῶν ἐνεργείαις ἀλλὰ δίδου, ἡμῖν γνησίαν μετάνοιαν Κύριε.

 

Ἱλέῳ ἐν ὄμματι ἐφ' ἡμᾶς, ἐπίβλεψον Σῶτερ, καὶ ἀπόστρεψον ἐκ τῆς γῆς, τὸν ὄλεθρον τὸν ἐξ ἰοβόλων, ἐνεργειῶν καὶ ἀφρόνων δεόμεθα.

Θεοτοκίον

Σωτῆρα τεκοῦσα μετὰ σαρκός, τὸν ἄναρχον Λόγον, ἐξ αἱμάτων σου τῶν ἁγνῶν, Κεχαριτωμένη Θεοτόκε, σῶσον ἡμᾶς ἐκ δεινῶν περιστάσεων.

 

ᾨδή γ’ Σῦ εἶ τὸ στερέωμα

Τῶν χειρῶν σου Δέσποτα, ἔργα ἃ πάλαι παρήγαγες, τήρει ἀεί, οἷς ἔθηκας νόμοις, ἀκλινῆ καὶ ἀσάλευτα.

 

Ἔχων ἀνεξάντλητον, τῆς εὐσπλαγχνίας τὸ πέλαγος, τὰς καθ' ἡμῶν, λυμώδεις ἐμπνεύσεις, πανοικτίρμον διάλυσον.

 

Σὺ εἶ πάντων Κύριος, σὺ Ζωοδότα ἐκκάθαρον, πάσης φθορᾶς, τὰ στοιχεῖα Σῶτερ, ἐν οἷς ζῶμεν οἱ δοῦλοί σου.

Θεοτοκίον

Ὤφθης ἐνδιαίτημα, τοῦ Ποιητοῦ πάσης κτίσεως, Κόρη Ἁγνή, τοῦτον ἐκ γαστρός σου, ἀπορρήτως κυήσασα.

 

Κάθισμα

Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον

Ὡς Δεσπότῃ καὶ Κτίστῃ ἡμῶν φιλάνθρωπε, σοὶ προσπίπτομεν πίστει καὶ ἐκβοῶμέν σοι· τὴν ἀτμόσφαιραν ἡμῶν καὶ τὴν γῆν ἅπασαν, ἐκ λυμεώνων χαλεπῶν, διατήρει ἀσινῆ, καὶ δίδου ἡμῖν οἰκτίρμον, μετάνοιαν καὶ ὑγείαν, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Θεοτοκίον

Τὸν Δεσπότην τῶν ὅλων κυοφορήσασα, ἐξ ἁγνῶν σου αἱμάτων ὑπὲρ κατάληψιν, καὶ παρθένος ὡς τὸ πρὶν ἄφθορος μείνασα, πάσης κακίας καὶ φθορᾶς, τοῦ δολίου πτερνιστοῦ, διάσῳζε Θεοτόκε, τοὺς ἀδιστάκτῳ καρδίᾳ, τῇ προστασίᾳ σου προστρέχοντας.

 

ᾨδὴ δ' Εἰσακήκοα Κύριε

Τὰ τὴν γῆν περιβάλλοντα, φύλαττε στοιχεῖα ἀβλαβῆ Κύριε, καὶ ἡμᾶς εὐλόγει πάντοτε, ἵνα τῷ σῷ φόβῳ πορεύωμεθα.

 

Ἠλλοιώθημεν Κύριε, ἐν τῇ παραβάσει τοῦ θείου νόμου σου, διὰ τοῦτό σου δεόμεθα· δίδου ἡμῖν βίου ἐπανόρθωσιν.

 

Ῥυπασμάτων ἀπάλλαξον, καὶ ἐξ ὀλεθρίων Σῶτερ ἐμπνεύσεων, τὴν γῆν πᾶσαν τῇ ἰσχύι σου, ἵνα μεγαλύνωμεν τὸ κράτος σου.

Θεοτοκίον

Ἡ τεκοῦσα ἐν σώματι, τὸν δημιουργὸν ἁπάσης τῆς κτίσεως, Θεοτόκε ἀειπάρθενε, ῥῦσαι ἡμᾶς πάσης περιστάσεως.

 

ᾨδὴ ε’ Φώτισον ἡμᾶς

Μώμων ψυχικῶν, ἡμᾶς κάθαρον φιλάνθρωπε, καὶ συντήρει ἐν τῇ τάξει ἑαυτοῦ, τὸ διάζωμα τῆς γῆς ἐκδυσωποῦμέν σε.

 

Ἄλυπον ζωήν, διανύειν ἡμᾶς Κύριε, ἐν εἰρήνῃ καὶ ἀγάπῃ ἀληθεῖ, ἐνδυνάμωσον ἡμᾶς τῷ θείῳ φόβῳ σου.

 

Σὺ τὸν οὐρανόν, καὶ τὴν γῆν ἐθεμελίωσας, ὥσπερ ψάλλει ὁ Δαβὶδ Δημιουργὲ· σὺ οὖν φυλάττε ἡμᾶς ἐκ πάσης θλίψεως.

Θεοτοκίον

Δέξαι τὰς φωνάς, τῶν πιστῶς προσκαλουμένων σε, Θεοτόκε ἀειπάρθενε Ἁγνή, καὶ παράσχου τὴν εἰρήνην ταῖς ψυχαῖς ἡμῶν.

 

ᾨδὴ στ’ Τὴν δέησιν

Ἰσχύι σου, κραταιᾷ πᾶσαν κτίσιν, ἐστερέωσας φιλάνθρωπε Σῶτερ• νῦν δὲ ἡμᾶς ἀπειλοῦντος ὀλέθρου, τῇ δυναστείᾳ σου λύτρωσαι Κύριε, καὶ τὸ περίζωμα Χριστέ, τὸ τὴν γῆν περιβάλλον διάσωσον.

 

Ἀλύμαντον, τὸν αἰθέρα συντήρει, καὶ τὴν χύσιν, τοῦ ἀέρος οἰκτίρμον, φθοροποιῶν διαπνεύσεων Λόγε, καὶ μολυσμῶν καὶ λοιπῶν ἐπιδράσεων, ἐκ χαλεπῶν ἐνεργειῶν, φερουσῶν πολυώδυνον θάνατον.

 

Σὺ Κύριε, ἐστερέωσας λόγῳ γῆς τὴν σύστασιν καὶ ταύτης τὸν γῦρον, ἐν περιβάλλοντι Σῶτερ στοιχείῳ, περιεβάλου αὐτὴν ὡς ἠθέλησας, ὃ διαφύλαττε ἀεί, ἐκ φθορᾶς καὶ δεινῶν ἐπιδράσεων.

Θεοτοκίον

Ὡς Μήτηρ, τοῦ Βασιλέως τῆς δόξης, Θεοτόκε ἀειπάρθενε Κόρη, ἐξ ἀδοξίας παθῶν ἀκαθάρτων, τὴν ταπεινήν μου καρδίαν ἀπάλλαξον, καὶ δίδου μοι εἰλικρινῆ, καὶ τελείαν μετάνοιαν δέομαι.

 

Κοντάκιον

Ἦχὸς β’ Τοῖς τῶν αἱμάτων σου

Τῇ πανσθενεῖ σου ἰσχύι συνέστησας, τὰ ὁρατὰ καὶ ἀόρατα ἅπαντα· διὸ ἀσινὲς διαφύλαττε, ἐκδυσωποῦμεν τὴν σὴν ἀγαθότητα, τὸ τὴν γῆν περιβάλλον διάζωμα.

Ὁ οἶκος

Τῆς σῆς προνοίας ἀγαθέ, ὑμνοῦμεν τάς ἐκφάνσεις, καὶ τάς δυνάμεις τάς πολλάς, καὶ σωτηρίους Σῶτερ· ὅτι ἐν ἀρρήτῳ σοφίᾳ καὶ τάξει καὶ ἁρμονίᾳ, ἔθου τοῖς πᾶσι νόμους καὶ θεσμοὺς ἀμετατρέπτους, πρὸς συντήρησιν ἡμῶν, τοῦ βασιλείου πλάσματός σου· οὓς ἀσαλεύτους διατήρησον Κύριε, ἐκ πάσης φθοροποιοῦ ἐνεργείας καὶ ἀλλοιώσεως, καὶ ὀλέθρου, ὡς τῶν ὅλων κηδεμὼν καὶ προνοητὴς καὶ ῥύστης, τὴν ἐν αὐτοῖς συνεκτικὴν δύναμιν ἀμετακίνητον φυλάττων, καὶ ἰδιαιτέρως συντηρῶν τὸ τὴν γῆν περιβάλλον διάζωμα.

 

ᾨδὴ ζ' Οἱ ἐκ τῆς Ἰουδαίας

Ζωὴν νέμων τοῖς πᾶσι, καὶ διέπων τὰ πάντα ἀρρήτοις κρίμασι, μολύνσεων ἐκτόπων, καὶ πάσης ἐπηρείας, τοὺς βοῶντας διάσῳζε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

Οὐρανὸν ἐν τοῖς ἄστροις, κατεκόσμησας Κύριε τῇ βουλήσει σου, τὴν γῆν δὲ πᾶσαν Σῶτερ, ἐν ἄνθεσι καὶ δένδροις, καθωράϊσας ψαλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἰ.

 

Ἱλασμὸν ἡμῖν δίδου, καὶ γαλήνιον βίον τοῖς κατοικοῦσιν ἐν γῇ, ἐκ ταύτης ἀποτρέπων, φθοροποιοὺς ἐκχύσεις, διασώζων τοὺς ψάλλοντας• ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Θεοτοκίον

Σὠτηρίας σε πύλην, ὁ τεχθεὶς ἐκ γαστρός σου ἁγνὴ ἀνέδειξεν, εἰσάγουσαν πρὸς δόξαν, τῆς ἄνω βασιλείας, τοὺς πιστῶς ἐκβοῶντάς σοι· Χαῖρε Παρθένε ἁγνή, βροτῶν ἡ σωτηρία.

 

ᾨδὴ η’ Τὸν βασιλέα

Γῆν οἱ οἰκοῦντες, δεῦτε προσπέσωμεν πάντες, καὶ βοήσωμεν Χριστῷ, ἐν κατανύξει· ῥῦσαι ἡμᾶς Σῶτερ, δικαίας καταδίκης.

 

Ἐκ μολυσμάτων, καὶ χαλεπῶν μιασμάτων, τὴν περίγειον λύτρωσαι Σῶτερ λῆξιν, ἵνα σε ὑμνῶμεν, τὸν μόνον εὐεργέτην.

 

Ῥείθροις οἰκτίρμον, τοῦ ζωτικοῦ σου ἐλέους, ἐναπόσβεσον παθῶν πικρῶν τὴν φλόγα, καὶ δίδου ὑγείαν, ἡμῖν καὶ σωτηρίαν.

Θεοτοκίον.

Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, ἀειπάρθενε δεδοξασμένη Κόρη, αἰωνίου δόξης, δεῖξον ἡμᾶς μετόχους.

 

ᾨδή θ' Κυρίως Θεοτόκον

Σεισμῶν καὶ δυσπραγίας, καὶ πληγῶν ποικίλων, καὶ μολυσμῶν ψυχοφθόρων ἀπάλλαττε, ἡμῶν τὸ γένος οἰκτίρμον, τῇ σῇ χρηστότητι.

 

Ἰσχὺν τοῖς ἀσθενέσι, δίδου πανοικτίρμον, καὶ καθαρὰν τὴν ἀτμόσφαιραν φύλαττε, θανατηφόρων ἀνέμων τῇ δυναστείᾳ σου.

 

Μολύνσεως ἁπάσης, θάνατον γεννώσης, τὸν ἐν τῇ κτίσει ἀέρα ὃν πνέομεν, τῇ σῇ δυνάμει ἀμόλυντον Σῶτερ φύλαττε.

 

Οὐράνωσον οἰκτίρμον, ἡμῶν τάς καρδίας, δι' ἐνάρετου ζωῆς καὶ σεμνότητος, καὶ συνοχῆς ἀκαθάρτου ἡμᾶς ἀπάλλαττε.

Θεοτοκίον.

Ὑμνοῦμέν σου τὸν τόκον, δι' οὗ τῆς κατάρας, τῆς ἀρχεγόνου Παρθένε ἐρρύσθημεν· σὺ γὰρ Χριστὸν τὸν Σωτῆρα πάντων ἐκύησας.

 

Ἐξαποστειλάριον

Γυναῖκες ἀκουτίσθητε

Οὐρανοῦ τῷ νεύματι, τανύσας πρῴην Κύριε, ὥσπερ φησὶν ὁ προφήτης, καὶ γῆς τὸν ἄσχετον ὄγκον, θεμελιώσας Δεσπότα, τὴν συνοχὴν τοῦ σύμπαντος, ἐν ἁρμονίᾳ φύλαττε, καὶ πᾶν στοιχεῖον τῇ κτίσει, ἀμόλυντον διατήρει.

Θεοτοκίον

Ὁ ποιητὴς τῆς κτίσεως, ἐκ σοῦ δι' ἀγαθότητα, μορφὴν λαμβάνει ἀνθρώπου, καὶ κτίζεται ὑπὲρ φύσιν, ἐκ τῶν ἁγνῶν αἱμάτων σου· ὃν αἴτησαι δεόμεθα ὑπὲρ ἡμῶν πανάχραντε, ὡς αὐτοῦ πάναγνὸς Μήτηρ, τυχεῖν ἡμᾶς σωτηρίας.

 

Εἰς τοὺς αἴνους

Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια:

Ἦχος δ’. Ἔδωκας σημείωσιν

Ὕμνον σοι προσάγομεν, ἐν κατανύξει φιλάνθρωπε, καὶ πιστῶς ἐκβοῶμέν σοι· Ὁ τῆς γῆς τὰ πέρατα, καὶ πᾶσαν τὴν κτίσιν, συνέχων ὡς κτίστης, καὶ συγκρατῶν καὶ κυβερνῶν, ἐξ ἰοβόλων πνεύσεων λύτρωσαι, καὶ χαλεπῶν μολύνσεων, προξενουσῶν πικρὸν θάνατον, ὂν διέπλασας ἄνθρωπον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.

 

Πάντα καθυπέταξας, τῷ πανσθενεῖ σου βουλήματι, ἐκ μὴ ὄντων φιλάνθρωπε, καὶ πάντα δουλεύουσι, τῷ σῷ κράτει Σῶτερ• ὅθεν δυσωποῦμεν τὸ περιβάλλον πᾶσαν γῆν, στοιχεῖον τήρει ἀμετακίνητον, πρὸς ἀσφαλῆ κυβέρνησιν, τοῦ βασιλείου σου πλάσματος, καὶ ζωὴν ἀστασίαστον, ἐν τῇ γῇ καὶ ἀνώλεθρον.

 

Βίου καθαρότητα, καὶ πολιτείας λαμπρότητα, εὐσεβείας οἱ τρόφιμοι, Κυρίῳ προσάξωμεν, ὡς ἂν λυτρωθῶμεν, μολυσμῶν ποικίλων, μολυνουσῶν πᾶσαν τὴν γῆν, καὶ πικρὸν θάνατον καὶ ἐπώδυνον, προξενουσῶν τοῖς πέρασιν, ἐξ ὧν τὴν ὕπαρξιν Κύριε, τὴν ἡμῶν διαφύλαξον, πανσθενεῖ δυναστείᾳ σου.

 

Γῆς τὸν γῦρον Κύριε, καθάπερ τείχει ἐτείχισας, ἀσφαλεῖ περιβάλλοντι, ὃ φυλάττε πάντοτε, ὡς ἔθηκας τοῦτο, ἡνίκα ἀνέμων, πνοὰς καὶ αὔρας ζωτικάς, εἰς περιποίησιν ἡμῶν ἔχεας, καὶ δίδου ἡμῖν Δέσποτα, ἁμαρτημάτων συγχώρησιν, καὶ πληροῦν τὰ ἐντάλματα, τοῦ σεπτοῦ σου θελήματος.

Δόξα. Ἦχος πλ. δ΄

Ὡς Δεσπότης τῆς κτίσεως, τοὺς θησαυροὺς τῆς σῆς προνοίας, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, φιλάνθρωπε δεόμεθα· ἴδε Κύριε, τὴν ἡμῶν ταπείνωσιν, καὶ μεμολυσμένων ἀνέμων, καὶ ἰοβόλων διαδόσεων καὶ ἐνεργειῶν, τὴν κτίσιν ἀποκάθαρον ὡς ἂν ἐν καθαρᾷ ζωῇ, εὐσεβῶς καὶ σωφρόνως πολιτευόμενοι, τῆς αἰωνίου ζωῆς ἀξιωθῶμεν, δοξάζοντες τὸ μέγα σου ἔλεος.

Καὶ νῦν. Θεοτοκίον

Δέσποινα πρόσδεξαι....

 

Δοξολογία μεγάλη, ἐκτενὴς καὶ ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς α’ Σεπτεμβρίου τῆς Ἰνδίκτου, εἰ δὲ βούλει εἰπὲ καὶ τὸ κατὰ Μᾶρκον, τῇ Τετάρτῃ τῆς ιζ' ἑβδομάδος Μάρκου.

 

Κοινωνικὸν Αἰνεῖτε τὸν Κύριον...

 

Μεγαλυνάριον

Φὑλαττε ἀλύμαντον ἐν παντί, ἅπασαν τὴν κτίσιν, δύσωποῦμέν σε Λυτρωτά, καὶ πνοὰς ἀνέμων, καὶ τάς ἐνδρόσους αὔρας, δίδου εἰς σωτηρίαν, ἡμῶν φιλάνθρωπε.

Δίστιχον.

Γεράσιμος, Δέσποτα, πιστῶς βοᾷ σοι·

Εὔκρατον ἀτμόσφαιραν δίδου τῇ κτίσει.