Μηνὶ Σεπτεμβρίῳ ιε΄

 

    Ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ὀκτὼ καὶ ψἀλλομεν Προσόμοια τοῦ Σταυροῦ δ΄καὶ τοῦ Ἁγίου δ΄

ἦχος πλ.α’

 Χαίροις ἀσκητικῶν

Χαίροις ὁ ζωηφόρος Σταυρός, τῆς εὐσεβείας τὸ ἀήττητον τρόπαιον, ἡ θύρα τοῦ Παραδείσου, ὁ τῶν πιστῶν στηριγμός, τὸ τῆς Ἐκκλησίας περιτείχισμα· δι᾿ οὗ ἐξηφάνισται, ἡ φθορὰ καὶ κατήργηται, καὶ κατεπόθη, τοῦ θανάτου ἡ δύναμις, καὶ ὑψώθημεν, ἀπὸ γῆς πρὸς οὐράνια. Ὅπλον ἀκαταμάχητον, δαιμόνων ἀντίπαλε, δόξα Μαρτύρων Ὁσίων, ὡς ἀληθῶς ἐγκαλλώπισμα, λιμὴν σωτηρίας, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Χαίροις ὁ τοῦ Κυρίου Σταυρός, δι᾿ οὗ ἐλύθη τῆς ἀρᾶς τὸ ἀνθρώπινον, τῆς ὄντως χαρᾶς σημεῖον, ὁ καταράσσων ἐχθρούς, ἐν τῇ σῇ ὑψώσει πανσεβάσμιε· ἡμῶν ἡ βοήθεια, Βασιλέων κραταίωμα, σθένος δικαίων, ἱερέων εὐπρέπεια, ὁ τυπούμενος, καὶ δεινῶν ἐκλυτρούμενος, ῥάβδος ἡ τῆς δυνάμεως, ὑφ᾿ ἧς ποιμαινόμεθα, ὅπλον εἰρήνης ἐν φόβῳ, ὃ περιέπουσιν Ἄγγελοι, Χριστοῦ θεία δόξα, τοῦ παρέχοντος τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Χαίροις ὁ τῶν τυφλῶν ὁδηγός, τῶν ἀσθενούντων ἰατρός, ἡ ἀνάστασις, ἁπάντων τῶν τεθνεώτων, ὁ ἀνυψώσας ἡμᾶς, εἰς φθορὰν πεσόντας, Σταυρὲ τίμιε· δι᾿ οὗ διαλέλυται, ἡ φθορὰ καὶ ἐξήνθησεν, ἡ ἀφθαρσία, καὶ βροτοὶ ἐθεώθημεν, καὶ διάβολος, παντελῶς καταβέβληται. Σήμερον ἀνυψούμενον, χερσὶ καθορῶντές σε, Ἀρχιερέων ὑψοῦμεν, τὸν ὑψωθέντα ἐν μέσῳ σου, καὶ σὲ προσκυνοῦμεν, ἀρυόμενοι πλουσίως τὸ μέγα ἔλεος.

 

Δεῦρο τῶν πρωτοπλάστων δυάς, ἡ τῆς χορείας ἐκπεσοῦσα τὸ πρότερον, τῷ φθόνῳ τοῦ βροτοκτόνου, διὰ πικρᾶς ἡδονῆς, τῆς τοῦ ξύλου πάλαι ἀπογεύσεως, ἰδού, τὸ πανσέβαστον Σταυροῦ ξύλον ἐπέλαμψεν, ᾧ προσδραμόντες ἐν χαρᾷ περιπτύξατε καὶ βοήσατε, πρὸς αὐτὸ μετὰ πίστεως· ξύλον θεομακάριστον, φυτὸν θεοφύτευτον, οὗ τοῦ καρποῦ μετασχόντες, τῆς ἀφθαρσίας ἐτύχομεν. Ἐδὲμ τὴν προτέραν, κομισάμενοι βεβαίαν καὶ μέγα ἔλεος.

Ἕτερα τοῦ Ἁγίου Νικήτα Ἦχος α΄

΄Ὼ τοῦ παραδόξου θαύματος

Ὢ τοῦ παραδόξου θαύματος, ὁ λαμπρὸς ἀριστεὺς καὶ μαρτύρων ἔξαρχος, ἀθλήσας ὑπὲρ Χριστοῦ εἰδώλων ἔλυσε, σκοτόμαιναν ἀληθῶς, καὶ τῶν βαρβάρων τὸ θράσος κατήργησε, βασάνων τοὺς αἰκισμούς, μέχρι θανάτου γενναίως ὑπέμεινε, καἰ νικητικὰ βραβεῖα πρὸς Χριστοῦ ἀπείληφεν, ἱκετεύων ἀπαύστως, ὑπὲρ τῶν ἀνευφημούντων αὐτόν.

 

Ὢ τοῦ παραδόξου θαύματος, πῶς μαρτύρων ὀστᾶ ἰάματα βλύζουσι, Νικήτα τοῦ θαυμαστοῦ μεγαλομάρτυρος, τοῦ φήσαντος κραταιῶς, κατὰ τῆς πλάνης ἀήττητα τρόπαια, τοῦ σκότους τὸν ἀρχηγόν, τῆς εὐσεβείας τοῖς ἄθλοις ἐνίκησεν, καἰ νίκης λαβόντος στέφος καὶ θαυμάτων ἄφθονον χάριν ὃ ἐπαξίως, ἐν ᾠδαῖς ἀνευφημήσωμεν.

 

Σήμερον φαιδρὰν πανήγυριν τῶν πιστῶν χορεῖαι λαμπρῶς συστησάμενοι, τιμῶμεν τὸν τοῦ Χριστοῦ μεγαλομάρτυρα, κραυγάζοντες πρὸς αὐτὸν, μεγαλομάρτυς Νικήτα πολύαθλε, κατέφλεξας τοῦ ἐχθροῦ τελειωθεὶς ἐν πυρὶ τὴν ἀπόπνοιαν. Ἴασαι ἡμῶν τὰς νόσους τῶν προσκαλουμένων σε, καὶ τιμῶμεν ἐκ πόθου, τὴν σεβάσμιόν σου ἄθλησιν.

 

Ὥσπερ οὐρανὸς κατάστερος, ὁ ναός σου οὗτος ἀπαστράπτων θαύμασι, δείκνυται σήμερον, ὡς ἥλιον μὲν φαιδρόν, τῶν ἰαμάτων τὴν θείαν ἐνέργειαν καἰ ὡς φαεινοὺς ἀστέρας, τὰς τῶν θαυμάτων βολὰς ἐπιπέμπων ἡμῖν, παντοίων ἀρρωστημάτων, θεραπείαν ἄμισθον, παρεχόμεθα πᾶσι, τοῖς τὴν μνήμην σου γεραίρουσιν.

Δόξα... ἦχος πλ β΄

Ἐξέλαμψεν σήμερον ἡ παμφαὴς καὶ εὔσημος μνήμη, τοῦ ἀθλοφόρου Νικήτα, τοῦ γενναίου ὁπλίτου Χριστοῦ, ὡς φωστὴρ νοητὸς τὰς διανοίας τῶν πιστῶν καταυγάζουσα, καὶ τὰ νέφη τῶν πιστῶν ἐκδιώκουσα, ὃν ἐν πίστει εὐφημήσωμεν λέγοντες. Χαίροις ἀοίδιμε, ὁ τὴν ψυχὴν ἄτρωτον διατηρήσας, ὡς ἀδάμας στερρὸς. Χαίροις ὁ τὴν ὑπέρφωτον δόξαν, ἐν οὐρανοῖς κομισάμενος. Χαίροις ὁ τῶν τυρράνων τὰ θράση τῇ καρτερίᾳ σου καταπλήξας, καἰ Χριστὸν τὸν φωτοδότην, ἐν τοῖς οἰκείοις σου μέλεσι δοξάσας, Νικήτα πολύαθλε, τῆς ἀληθοῦς νίκης φερώνυμε. Ὃν ἱκέτευε μεγαλομάρτυς πολύαθλε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων σου τὴν πανέορτον πανήγυριν.

Καὶ νῦν... ὁ αὐτός.

Τῶν προφητῶν αἱ φωναὶ τὸ ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι΄οὗ τῆς ἀρχαίας ἀρᾶς ἠλευθερώθημεν, ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου συνοψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ΄ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

 

Προκείμενον

Ὁ Θεὸς ἡμῶν ἐν τῷ οὐρανῷ καἰ ἐν τῇ γῇ, πάντα ὅσα ἠθέλησεν ἐποίησεν.

Στίχος· Ἐν ἐξόδῳ Ἰσραὴλ ἐξ Αἰγύπτου οἴκου Ἴακώβ.

Στίχος· Ἡ θἀλασσα εἶδε καὶ ἔφυγεν, ὁ Ἰορδάνης ἐστράφη εἰς τὰ ὀπίσω.

 

Τὰ ἀναγνώσματα

Προφητείας Ἡσαΐου τὸ ἀνάγνωσμα.

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τις ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεὸς, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ΄ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, ὅτι ἀπ΄ἀρχῆς πάρεξ εμοῦ ὁ σώζων, ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἡμῖν ὁ ἀλλότριος· Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ΄ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τις ἀποτρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. γ', 1-3)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. ζ′.7)

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις,καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

    Εἰς τὴν Λιτὴν

ἰδιόμελα ἦχος α΄

Πίστει καὶ πόθῳ ἀναφλεχθείς, τῷ πρὸς τὸν Δεσπότην σου ζέοντι καὶ τῷ μαρτυρίῳ τῷ ὑπὲρ Χριστοῦ, ὥσπερ κλίμακι χρησάμενος, ἀνῆλθες πρὸς οὐρανίους λειμῶνας κἀκεῖθεν τῇ θεόθεν δοθείσῃ σοι χάριτι, ἐποπτεύεις τοὺς τελοῦντας τὴν μνήμην σου Νικήτα πανσεβάσμιε, καὶ τοὺς σοὺς γεραίροντας ἀγῶνας, μεγαλομάρτυς πανθαύμαστε.

 

Μεγαλομάρτυς ἀθλητά, Νικήτα πανένδοξε, σὺ ῥωμαλέῳ τῷ φρονήματι, τὸν ὄντως Θεὸν μεγαλοφώνως ἐν σταδίῳ ἐκήρυξας. Τῶν παρόντων κατεφρόνησας ὡς προσκαίρων, καὶ νῦν ἐν οὐρανοῖς ἐπαγαλλόμενος, σὺν τοῖς χοροῖς τῶν ἀγγέλων, τὸν Υἱὸν Θεοῦ ἐκήρυξας παρρησίᾳ ἀπαύστως ἱκέτευε εἰρηνεῦσαι τὸν κόσμον καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἦχος β΄

Λῆξιν προορῶν τὴν μέλλουσαν, γενναιόφρον Νικήτα πολύαθλε, πρὸς τὸ σκάμμα τῆς ἀθλήσεως προθύμως ἐχώρησας, τὰς βασάνους ὡς τρυφὰς ἡγούμενος, τὸν δὲ θάνατον ὡς ζωὴν λογιζόμενος, καὶ νομίμως τελέσας τὸν δρόμον τοῦ μαρτυρίου σου, τὸν τῆς νίκης στέφανον, παρὰ Χριστοῦ νομίμως εἴληφας, πρεσβεύων ἀδιαλείπτως ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων τὰ ἆθλα σου.

Ἦχος δ΄

Ὡμολόγησας τὴν καλὴν ὁμολογίαν ἐνώπιον τυράννων, Νικήτα ἀήττητε, τῶν βαρβάρων τὴν θρασύτητα ᾔσχυνας, τὴν δὲ εὐσέβειαν ἀπτοήτῳ φρονήματι ἐκήρυξας, πυρὸς βρέμμοντος κατατολμήσας, διὸ τὴν οὐράνιον ἐκληρώσω δόξαν παρ΄αὐτοῦ, καὶ σὺν ἀγγέλοις ἀγαλλόμενος, ἀκοίμητος ὑπάρχεις φρουρὸς τῶν γεραιρόντων σε, καἰ τελούντων τὴν πάνσεπτον μνήμην σου.

Ἦχος πλ. β΄

Μαρτυρικὴ σήμερον πανήγυρις ἐπέστη, ἀθλητικῶν παλαισμάτων θεωρίαν προτιθεμένη, Νικήτα τοῦ νικηφόρου καὶ πανενδόξου ἀθλητοῦ. Δεῦτε οὖν πιστοί, τῶν θεαμάτων τῆς καλῆς αὐτοῦ νίκης κατατρυφήσωμεν, καἰ ἐμπλησθῶμεν πνευματικῆς εὐφροσύνης, αἰτούμενοι τοῖς εὐπαρρησιάστοις αὐτοῦ ἱκεσίαις, παρὰ Χριστοῦ τοῦ Θεοῦ τὸ μέγα ἔλεος.

Δόξα... ἦχος πλ. β΄

Δεῦτε συμφώνως σήμερον συνέλθωμεν, ὦ φιλέορτοι, ἐν τῷ πανσέπτῳ τεμένει τοῦ ἀθλοφόρου Νικήτα, καὶ πνευματικοῖς ὕμνοις ἐπικροτοῦντες, ὑμνήσωμεν αὐτὸν ἐπαξίως. Οὗτος γὰρ ἐν τῷ σταδίῳ στερρῶς ἠγωνίσατο, καὶ τῶν εἰδώλων τὴν πλάνην ἐλέγξας, τοὺς βαρβάρους κατῄσχυνε και Χριστὸν τὸν Θεὸν ἡμῶν ἐν μέσῳ τοῦ σταδίου ἐκήρυξε καὶ ὑπομείνας εἰς τέλος διὰ πυρὸς τὸν στέφανον ἐκ ζωηφόρου δεξιᾶς τοῦ Κυρίου ἀπείληφε, καἰ νῦν ἐν παρρησίᾳ πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... τοῦ Σταυροῦ ἦχος ὁ αὐτός.

 

    Εἰς τὸν στίχον προσόμοια ἦχος δ΄.

Ὁ ἐξ ὑψίστου κληθείς.

Δεῦτε συμφώνως τιμήσωμεν ἐν ὕμνοις Νικήταν τὸν ἔνδοξον μεγαλομάρτυρα, καὶ στρατιώτην ἀήττητον, ἐκβοῶντες ταῖς πρὸς τὸν Κύριον ἱκεσίαις σου, σῶζε τοὺς τιμῶντάς σε, ἐπὶ παντός πειρασμοῦ, καὶ πάσης νόσου καὶ θλίψεως, καὶ ἐπηρείας πικρᾶς δαιμόνων τῶν ἐκθλιβόντων ἡμᾶς, εἰς παρρησίαν κεκτημένος, πρὸς τὸν Δεσπότην Χριστὸν δι΄ὃν ἤθλησας. Ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει….

Σωματωθέντα Θεὸν καὶ σταυρωθέντα, σαρκὶ δὲ δι΄ἄμετρον ἐλέους πέλαγος κατανοήσας τρισόλβιε, Νικήτα μάρτυς τούτου ἐπόθησας τὸ ποτήριον, πιεῖν τὸ σωτήριον ἐν θερμοτάτῃ ψυχῇ, ὅθεν στερρῶς ηὐτομόλησας πρὸς τοὺς ἀγῶνας τοῦ μαρτυρίου ὡς λέων, ἔνδοξε, καὶ ἐκνικήσας τὸν πολέμιον, ἐνεδήσω τῆς νίκης διάδημα, ἐκ χειρὸς τοῦ Κυρίου καὶ σωτήρος τῶν ψυχῶν ἡμῶν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στερεωθεὶς ἀδιάσειστος ὡς πύργος ἐν πέτρᾳ τῆς πίστεως, Νικήτα ἔνδοξε, ἀπαρασάλευτος ἔμεινας ταῖς ἐπηρείαις τοῦ ἀρχεκάκου καὶ ταῖς προσρήξεσιν, δεινῶν καὶ κακώσεων τῶν ἀνοιπίστων πληγῶν, καὶ μέχρι τέλους ὑπέμεινας φλογὸς ἐν μέσῳ, ὡς οἱ τρεῖς παῖδες κατακαιόμενος, καὶ ἀνεδείχθης θείας πίστεως, σὺ ἀκράδαντος φίλος καὶ ἔρεισμα, ἀθλοφὀρων τὸ κλέος καὶ μαρτύρων ἐγκαλλώπισμα.

Δόξα... ἦχος πλ. β΄

Φωστῆρα τῶν φωστήρων ἔγνωμεν, Νικήτα τοῦ Χριστοῦ ἀθλητά· σὺ γὰρ τοῦ ἀξιώματος τὴν δόξαν καταλείψας, καὶ πατρικὴν ἀθεΐαν βδελυξάμενος, τοὺς θεοὺς αὐτῶν συνέτριψας, καὶ νικητικῶς τοὺς βαρβάρους κατῄσχυνας, ὑπὲρ Χριστοῦ τὸ μαρτύριον τῆς ὁμολογίας ἐκπληρώσας. Καὶ στρατιώτης τοῦ ἐπουρανίου Θεοῦ γέγονας ὑπὲρ ἡμῶν δυσωπῶν τὸν εὐεργέτην τοῦ παντός, τοῦ οἰκτειρῆσαι καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν... ὁ αὐτός.

Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ τὸ κέρας τῶν πιστῶν συνυψοῦται βασιλέων ἡμῶν, ἐν αὐτῷ συντριβέντων τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου, δόξα σοι.

 

Ἀπολυτίκιον ἦχος α΄.

Τοῦ λίθου σφραγισθέντος

Νικήσας ὦ Νικήτα, τῶν βαρβάρων θρασύτητα, ἀπτοήτως εἰσῆλθες πρὸς τὸ στάδιον χαίρων, καὶ ᾔσχυνας ἀνόμων τὰς βουλάς, γενναίᾳ τῇ ἐνστάσει σου σοφέ, καὶ τελέσας τὸν ἀγῶνα, διὰ πυρὸς ᾖρας νίκης βραβεῖα. Δόξα τῷ ἐνισχύσαντι Χριστῷ, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐν κινδύνοις ἡμῶν προστάτην δείξαντι.

Καὶ τοῦ Σταυροῦ. Σῶσον Κύριε τὸν λαόν σου...

 

Εἰς τὸν ὄρθρον

    Μετὰ τὴν α΄στιχολογίαν καθίσματα

Θείας πίστεως.

Πυρπολούμενος τῷ θείῳ ζήλῳ, πῦρ ὁμόδουλον οὐκ ἐπτοήθης, ἀλλ΄ὑπελθὼν ἀπτοήτῳ φρονήματι, τὴν ἀναφθεῖσαν πυρὰν ὁλοκαύτωσας, καὶ τῷ Δεσπότῃ σου θῦμα προσήνεξας. Νικήτα ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

Δόξα... τὸ αὐτὸ.

Καὶ νῦν τοῦ Σταυροῦ.

 

    Μετὰ τὴν β΄στιχολογίαν καθίσματα.

Τὴν σοφίαν καὶ λόγον

Εὐσεβείας ζηλώσας τρόπους σοφέ, ἀσεβείας ἐδείχθης ἐκμειωτής, Νικήτα ἀοίδιμε, τῇ δυνάμει τοῦ πνεύματος, ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ ευθαρσῶς τριάδα ὑμνεῖσθαι ἐκήρυξας, ὅθεν καὶ βασάνοις ὡμιλήσας, τρισμάκαρ, γενναίως ὑπέμεινας, τοῦ πυρὸς τὴν κατάφλεξιν, καὶ τὸν στέφανον εἴληφας. Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... τὸ αὐτὸ

καὶ νῦν… τοῦ Σταυροῦ. Ὅμοιον.

Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἐπὶ τῆς γῆς, κεκρυμμένον ἀφείλατο ἡ σεμνή. Χαρᾶς τε ἐμπίμπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει ἐπὶ τὰ βασίλεια. Ὅθεν ἡ Ἑλένη, τῷ Υιῷ ἀνεβόα· ὑφάπλωσον, Δέσποτα, ταῖς χερσί σου καὶ πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου· κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.

 

    Μετὰ τὸν πολυέλαιον,

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὸν εὐκλεῆ καὶ νικηφόρον ὁπλίτην, ἐν ὑμνῳδίαις ἱεραῖς συνελθόντες, πάντες πιστοὶ αἰνέσωμεν βοῶντες πρὸς αὐτόν, σῶζε ταῖς πρεσβείαις σου τοὺς σὲ πόθῳ ὑμνοῦντας, θραῦσον ἔθνη βάρβαρα, τὰ πολέμους κινοῦντα, ὡς παρρησίαν ἔχων πρὸς Θεόν, στεφανηφόρε Νικήτα πολύαθλε.

Δόξα... τὸ αὐτό.

Καὶ νῦν... Ταχὺ προκατάλαβε.

 

Οἱ ἀναβαθμοὶ, τὸ α΄ἀντίφωνον τοῦ δ΄ἤχου.

Προκείμενον· Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

 

Εὐαγγέλιον τοῦ Ἁγίου Δημητρίου.

Δόξα...Ταῖς τοῦ ἀθλοφόρου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

 

Πεντηκοστάριον ἦχος πλ΄β.

Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ ἐκκλησία τοῖς ἄνθεσιν ὡραϊζομένη, Νικήτα βοᾷ σοι, θεράπων Χριστοῦ, καὶ προστάτα θερμώτατε, μὴ ελλείπῃς πρεσβεύων ὑπὲρ ἡμῶν πρὸς Κύριον.

 

    Οἱ κανόνες τοῦ Σταυροῦ, μετὰ τῶν εἱρμῶν εἰς στ΄ καὶ τοῦ Ἁγίου οἱ δύο εἰς η΄ Κανὼν ἰαμβικὸς εἰς τὸν Τίμιον Σταυρόν, τοῦ Ἁγίου Παύλου τοῦ Ἀθωνίτου, οὗ ἡ ἀκροστιχὶς διὰ στίχων ἡρωελεγείων.

 

Σταυροτύποις παλάμησοιν ἐπ΄οὔρεϊ σῆμα θεοῖο·

Μωσῆς ὁ κλεινὸς θεσμοθέτης Ἑβραίων,

Ὕδασι πικρογόνοις πολυφλοίσβου δ΄αὖτε θαλάσσης,

ἐμφαίνει σταυρόν, Χριστιανῶν τὸ κλέος.

 

ᾨδὴ α΄, ἦχος δ΄, Θείῳ καλυφθείς...

Σέβειν ὁ Μωσῆς ἐκδιδάσκεται πάλαι,

Τύπον γεγηθὼς σταυρικὸν κρεμῶν ὄφιν,

ἁθροῖν τε τοῖς δειχθεῖσι φράζει καὶ πάθος,

ὕπνον λαβεῖν τε καὶ Θεὸν σταυρούμενον,

ῥήτωρ καθώσπερ, τοῖς τύποις προέγραφε.

 

Ὅπλον κραταιόν, προὐτύπου Μωσῆς μέγας,

τύπῳ ταννυθεὶς σταυρικῷ δυοῖν μέσοις,

ὑψῶν δὲ χεῖρας εἷλεν ἔχθιστον κράτος,

πληγῇ δὲ πέτρας σταυρικῷ τυπτήματι,

οἴμοις ἐρήμοις,ἐξέβλυσε νάματα.

 

Ἴθι κραταιάν, σοῦ λόγε, σταυρὸν δίδου,

σέβουσιν ἰσχὺν συντόνως παντευχίαν,

πόνων δὲ ῥῶσιν ὦ δίδου πᾶσι, λόγε,

ἀμνὸς καθώσπερ, ἐκταθεὶς σωτήριος,

λέληθε κράζων, τῷ ξύλῳ σταυρώσεως.

 

Ἄκος πονηροῦ, δήξεώς μοι προὐτέθη,

Μωσῆς θεουργὸν προβλέπων Σταυροῦ τύπον,

ἥκοντα πιστοῖς, ἐν αφράστῳ καὶ ξένῃ,

σώζοντα κόσμον, πλουτοποιῷ πτωχείᾳ,

ἰδοὺ παγέντα, Χριστὸν εἰς σωτήριον.

Τοῦ Ἁγίου. Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος…

Νεκρώσας τὸ τῆς σαρκός μου φρόνημα, τὸν νοῦν κατάυγασον, φωτιστικῇ λαμπρότητι, τὴν σὴν ἀνυμνῆσαι πανήγυριν, ὡς νικητὴς πανάριστος, καθικετεύων, ὦ Νικήτα, Χριστόν.

 

Ἰὸν τῶν ἐκ τῶν παθῶν γενόμενον ἀποτιθέμενος, τοὺς αἰκισμοὺς ὑπέμεινας στερρῶς, καὶ χιτῶνα τὸν ἔντιμον, μαρτυρικῶς ἐνδέδυσαι, ἐκ τῶν αἱμάτων ὑφαινόμενον.

 

Καινήν τε καὶ θαυμασίαν ἔδειξας ὁδὸν ἀθλήσεως, ὑπὲρ ἡμῶν τὸ ξύλον προσπαγείς· ἀπαρχὴ γὰρ γεγένησαι τῆς τῶν μαρτύρων, Δέσποτα ὁμολογίας καὶ στερρότητος.

 

Ἡ πύλη τῆς πρὸς ἡμᾶς σου Κύριε, συγκαταβάσεως, ἀνατολὴν καὶ ἥλιον καὶ φῶς, μυστικῶς σε καλούμενον, ὑπερφυῶς ἐξήστραψε, διπλοῦν τῇ φύσει τὸν φιλάνθρωπον.

Ἕτερος κανών, ὁ αὐτός. Ἀνοίξω τὸ στόμα μου…

Τὴν γλῶττάν μου τράνωσον, καὶ τὴν καρδίαν καταύγασον, Θεοῦ λόγε, ἄναρχε, καὶ φωτισμὸν τοῦ νοὸς νῦν μοι δώρησαι, ὑμνῆσαι ἐπαξίως, Νικήτα τοῦ μάρτυρος τὰ ἀγωνίσματα.

 

Αἰνέσωμεν σήμερον τὸν ἐπὶ πάντων Θεόν ἡμῶν, καὶ τούτου τὸν μάρτυρα ἀνευφημήσωμεν, τὸν νικήσαντα τὴν πλάνην καὶ τῆς νίκης τὸ στέφος ἀράμενον, σθένει τοῦ πνεύματος.

 

Ἰσχὺν ἐνδυσάμενος, τοῦ τὴν ἡμῶν ἀγαθότητι ἀσθένειαν, ἔνδοξε μάρτυς, φορέσαντος ἀπεγύμνωσας, Νικήτα, ἀθεΐας εἰδώλων θρησκεύματος μάταιον φρύαγμα.

 

Ἰσχύς μου καὶ ὕμνησις, καὶ φωτισμὸς τῆς καρδίας μου, ὑπάρχει πανάμωμε Χριστὸς ὁ Κύριος, ὃν ἐκύησας ἐν δύω ταῖς οὐσίαις, μιᾷ ὑποστάσει δὲ κατανοούμενον.

Καταβασία. Σταυρὸν χαράξας Μωσῆς...

 

ᾨδὴ γ΄. Ἔρρηξε γαστρός…

Νέμοις στρατηγοῖς, ὦ κράτος Σταυροῦ λόγε,

ἔχουσιν ὡς ἄρρηκτον τεῖχος καὶ σκέπην,

πάσας ταπεινοῦν ἐχθρικὰς στάσεις Μέδων,

ὃ καὶ ἐν ἄστροις ζωγραφοῦν Σταυροῦ τὸν τύπον,

ὑπερμαχοῦντος εὐσεβοῦς πληρώματος.

 

Ῥώμην ὁ Ναυῆ χεῖρας ἐκτείνας πάλαι,

ἔδειξε τὸν κάκιστον ἐχθρὸν αἰσχύνας,

ἴσθι δὲ λαμπροὺς ἀστέρας Σταυρῷ τύπῳ,

Σταυροῦ τανῦν δὲ εὐσεβῶς ὑψουμένου,

ἡττᾶται ὄντως ἐχθρὸς ἐννοούμενος.

 

Μέγιστα δεικνύς, σταυρικῷ τύπῳ πάλαι,

αἴσχους προσεπλήρωσε τῶν Αἰγυπτίων.

Θεοῦ προφητῶν ὁ βραδύγλωσσος ξένως,

ἔνδοξον ὥσπερ εὐσεβῶν κλέος πέλων,

ὁρᾶται ὕψει, Σταυρὀς ἐξυψούμενος.

Τοῦ Ἁγίου. Εὐφραίνεται ἐπί σοί…

Στερρότητι τῆς ψυχῆς, τὰς τῶν τυρράνων ἀπειλὰς ἔφερες, μάρτυς Χριστοῦ ἔνδοξε, θείᾳ δυναστείᾳ ῥωννύμενος.

 

Σαρκὸς σου τὸν σκορπισμὸν καὶ τῶν μελῶν τὴν ἐκκοπὴν ἥνωσας, μάρτυς Χριστοῦ τῷ ἔρωτι, ἃ σου τὴν ψυχὴν συνεκράτησαν.

 

Εὐφραίνεται ἐπὶ σοὶ ὁ τῶν μαρτύρων τοῦ Χριστοῦ σύλλογος, μνήμην τὴν σὴν σήμερον, ἐπιτελουμένην θεώμενος.

 

Μαρία τὸ καθαρὸν τῆς παρθενίας καὶ σεπτὸν σκήνωμα, τὰ χαλεπὰ τραύματα, τῆς ἐμῆς καρδίας θεράπευσον.

Ἄλλος. Τοὺς σοὺς ὑμνολόγους.

Ῥημάτων ἐπήκουσας θεόφρον, Χριστοῦ ἐν συνέσει καὶ τὸν σταυρόν, ἀράμενος Νικήτα ἠκολούθησας καὶ καρτερῶς ἐνήθλησας, διὰ πυρὸς ὁλοκαυτούμενος.

 

Λύχνος τοῖς ποσί σου ἐγενήθη, καὶ φῶς ταῖς τρίβοις ἀληθῶς, ὁ νόμος τοῦ Θεοῦ ἡμῶν, δι΄οὗ καθυπεσκέλισας παρανομούντων βήματα, μαρτυρικῶς κλεϊζόμενος.

 

Νικήτα στερροῦ τοὺς θείους ἄθλους, τὴν πίστιν καὶ μέχρι τελευτῆς ἀνδρείαν κατεπλάγησαν δυνάμεις αἱ οὐράνιαι, ὅπως σαρκὶ τὸν ἄσαρκον, ταπεινωθεὶς καταβέβληκεν.

 

Νόμους τοὺς τῆς φύσεως λαθοῦσα, ἐν τῷ ὑπὲρ φύσιν τοκετῷ, παρθένος μετὰ γέννησιν, παρθενομῆτορ ἔμεινας, τὸν πλαστουργὸν γὰρ Ἄχραντε, ἁπάσης κτίσεως τέτοκας.

Καταβασία Ῥάβδος εἰς τύπον...

 

Κάθισμα ἦχος πλ. α΄

Τὸν συνάναρχον λόγον

Τοῦ Κυρίου τὸν θεῖον μεγαλομάρτυρα, ἐν χαρμοσύνοις ἐπαίνοις ἐγκωμιάσωμεν, χαῖρε κράζοντες αὐτῷ νίκης ἐπώνυμε σοφέ, Νικήτα μαρτύρων κλέος. Χαῖρε πιστῶν ἡ λαμπρότης, χαίροις Χριστοῦ ὁ θεράπων, ὁ ὑπὲρ τοῦτου τὴν ψυχὴν θέμενος.

Δόξα... Τὸ προσταχθέν

Πρὸς τοὺς ἀγῶνας ἀνδρικῶς μάρτυς Νικήτα, τοὺς τῆς ἀθλήσεως χορῶν γενναιοφρόνως, ἅπαν ἔρριψας ἄχθος κόσμου τε καὶ βίου, πατρῷαν τε τῶν βαρβάρων εἰδωλικήν, θρησκείαν καταπατήσας ὡς βδελυράν, τῷ Χριστῷ ἠκολούθησας, δαιμόνων πᾶσαν ἰσχύν, εἰς τέλος κατηδάφισας, καὶ τὸ στέφος ἀπείληφας.

Καὶ νῦν…

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ...

 

ᾨδὴ δ΄ Ἄναξ ἀνάκτων…

Ἴδεσθε πάντες τὴν βροτῶν σωτηρίαν,

ὄχλον γεγηθὼς σταυρὸν εὐπειθεῖς λόγου.

Μαρμαρυγαῖς γὰρ ἧκε πιστοὺς φωτίζων

ᾧ χριστοτερπὴς βασιλὶς κάμπτει γόνυ.

 

Ἡ πατριάρχου προσκύνησις τοῦ ἄκρου,

Δηλοῖ δὲ Χριστοῦ, ἐν τύποις ῥάβδου πάλαι,

ὀμβροβλυτοῦντα σταυρὸν αἷμα καὶ ὕδωρ.

Κλίνων ταπεινῶς εὐσεβὴς ἅπας γόνυ,

λεύσοντες ὅπλον συντρόμως ὑψούμενον.

 

Ἔρρωτο παῖδας εὐλογῶν Σταυροῦ τύπῳ,

ἴσχων δ΄Ἰωσὴφ Ἰσραὴλ τὸν γεννέτην.

ἵνα μὴν ἀκούῃ, τέκνον ἔσται σοι μέγας,

ὅρπηξ νεαρός, εὐσεβῶν Σταυροῦ τύπον,

σώζει γὰρ οὗτος συντρόμως ὑψούμενος.

Τοῦ Ἁγίου. Ἐπαρθέντα σε ἰδοῦσα….

 Ἐνηδόμενος Κυρίου τῇ θεωρίᾳ, καὶ ταῖς αὐτοῦ λαμπρότησιν,ἐντρυφῶν Νικήτας, πάσχων οὐκ ᾐσθάνετο, καὶ χαίρων ἐκράυγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Λελυτρωμένος τῷ αἵματι τοῦ Δεσπότου, ὁ ἀθλητὴς Νικήτας, τὸ ἴδιον αἷμα, χαἰρων προσκομίζει Χριστῷ, δι΄ὃν ἀναιρούμενος· Δόξα σοι Θεέ μου ἐκράυγαζε.

 

Πεπυρσευμένος τῷ αἵματι τοῦ Σωτῆρος, εἰδωλικὴν ὁ Μάρτυς, κατεπάτησε φλόγα, πᾶσαν τε δαιμόνων ἰσχύν, καὶ κραυγάζει τῷ κτίσαντι· Δόξα τῇ δυνάμει σου Κύριε.

 

Ὡραϊσμένος ποικίλῃ φωτοχυσίᾳ, ὁ οὐρανὸς ὁ ἔμψυχος σοῦ τοῦ βασιλέως τῶν βασιλευόντων, Χριστέ, Παρθένος ἡ Ἄχραντος, νῦν ὡς θεοδόχος δοξάζεται.

Ἄλλος. Τὴν ἀνεξιχνίαστον....

Ὄλβον ἐθησαύρισας τὸν ἀληθῆ, ὃνπερ σὴς καὶ βρῶσις οὐ δύναται τοῦ διαφθεῖραι ὦ Νικήτα ἱερέ· τῇ τῆς πυρᾶς φλογότητι πρὸς τοὺς οὐρανοὺς ἀνελήλυθας.

 

Ὑώσας τὸν Κύριον σοῖς αἰκισμοῖς, ἔνδοξε Νικήτα πολύαθλε, ὅθεν ὑψώθης παραδόξως παρ΄αὐτοῦ, καὶ τὸ σεπτὸν μνημόσυνον σοῦ ἐπὶ τοὺς αἰῶνας διέμεινεν.

 

Ῥίψας βίου πρόσκαιρον ὡς νουνεχής, ἔμπειρός τε πάνσοφε, ἔμπορος, τὸν μαργαρίτην, τὸν πολύτιμον Χριστόν, πανευπρεπῶς ἐπλούτησας καὶ πολυτελῶς ἐθησαύρισας.

 

Νόες ἐπουράνιοι, τὸ ἐπὶ σοὶ ὄντως Θεοτόκε, μυστήριον κατανοοῦντες, ἐξεπλάγησαν, διὸ ιλιγγιῶ σοι, Δέσποινα , ὕμνον κατ΄ἀξίαν προσφέρειν σοι.

Καταβασία. Εἰσακήκοα Κύριε...

 

ᾨδὴ ε΄. Λυτήριον κάθαρσιν....

Θεοῦ σε σημαίαν τε ἴδμεν καὶ ὅπλον,

ἐλθόντος εἰς λύτρωσιν ἀνθρώπων γένους,

σταυρὲ προφητόφθεγκτε, ὡς ἐκκλησίας,

μητρός τε πάντων ὡραϊσμὸς καὶ κλέος,

ὁ ταξιαρχίαις τε κόσμος ἀγγέλων.

 

Θεοφρόνως πέφυκας εὕρημα ξένον

ἐλπὶς τοῖς πιστεύουσιν εἰς σωτηρίαν.

Τρισόπλοκος σύναψις, ὦ Σταυροῦ ξύλον,

ἡ δόξα ὄντως τοῦ Θεοῦ μου καὶ ὅπλον,

σοῦ νῦν γεγηθότες δὲ ὑμνοῦμεν κλέος.

 

Ἐλήλατο πρῴην μὲν ἐν τῷ κρανίῳ,

βατὴρ πέλων ὕψιστος ὁ Σταυρὸς Λόγου

Ῥευστὴν ἀνυψῶν μου δὲ τὴν φύσιν ξένως,

ἀγλαοτίμως προσκυνούμενος πόθῳ,

 ἰδοὺ πρόκειταί μοι δὲ πρὸς σωτηρίαν.

Τοῦ Ἁγίου. Σὺ Κύριέ μου φῶς...

Τίς δύναται λαλεῖν σοῦ Νικήτα τὰ ἔπαθλα, πανεύφημε τοὺς στεφάνους, οὓς δωρεῖται Χριστός σοι, ὑπὲρ αὐτοῦ ἀθλήσαντα;

 

Οἱ μάρτυρες ἐν γῇ τοὺς ἀγῶνας ἀνύσαντες, οὐράνιον ἐν ὑψίστοις, παρὰ σοῦ ζωοδότα τὴν ἀντίδοσιν ἔλαβον.

 

Νῦν λάμπεις ὡς φωστήρ, ὦ Νικήτα πανεύφημε, φῶς δεύτερον χρηματίσας, τῷ φωτὶ τῷ μεγάλῳ, ἐνδόξως παριστάμενος.

 

Φῶς ἄχρονον ἡμῖν, ὑπὸ χρόνον γενόμενον, ἐγέννησας Θεομῆτορ, τοῖς ἐν σκότει τοῦ βίου, καὶ κόσμον κατεφώτισε.

Ἄλλος. Ἐξέστη τὰ σύμπαντα...

Ῥανίσι κατέσβεσας τῶν ἱερῶν αἱμάτων σου, Νικήτα τὸ πῦρ τῆς ἀσεβείας. Ὅθεν θαυμάτων πηγὴν ἀνέβλυσας, λίμνας ἀναστέλλουσαν παθῶν, νόσους κατακλύζοντα, καὶ βυθίζουσαν δαίμονας.

 

Ὑπάρχων ἀνάπλεως τῶν δωρεῶν τοῦ πνεύματος, νόσους ἀνιάτων θεραπέυεις, ἀρρωστημάτων παύεις τὸν καύσωνα, πνευμάτων διώκεις πονηρῶν, πᾶσι τοῖς ἐν θλίψεσι βοηθεῖς, ἀξιάγαστε.

 

Ἰσχύς σοι δεδώρηται παρὰ Χριστοῦ ἀήττητε, δι΄ἧς τὰς ἀρχὰς καὶ ἐξουσίας πάσας τοῦ σκότους καὶ κοσμοκράτορας, μάρτυς κατηδάφισας εἰς γῆν, καὶ τῆς νίκης ἔλαβες τὸν ἀμάραντον στέφανον.

 

Σοφίαν ἐκύησας Θεοῦ τὴν ἐνυπόστατον, σαρκὶ καθ΄ὑπόστασιν Παρθένε, τὸν ἑνωθέντα Λόγου προάναρχον, ἐπ΄ἐσχάτων τούτων τῶν ἡμερῶν ἐξ ἁγνῶν αἱμάτων σου.

Καταβασία. Ὦ τρισμακάριστον ξύλον...

 

ᾨδὴ στ΄. Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία...

Ὦ Σταυρὲ πανσεβάσμιε, δόξα Κυρίου,

νεοττίοις ῥάντισμα ἔνσταξον δρόσου,

ὕψιστον εὖχος τῶν πεποιθότων κράτος,

δίδοται πιστοῖς ἐκφυγεῖν τῶν ἀρκύων,

ἄχραντε Χριστοῦ, Σταυρὲ τῶν ἐναντίων.

 

Σεβαστὸν ὡς αὔχημα τῶν πεποιθότων,

ἱκνουμένοις κάμφθητι ἐσταυρωμένε,

προσλιπαροῦσα σοῦ Θεὲ Σταυρόν φέρων,

ἴδμεν δὲ Σωτὴρ, εὖχος ὄντα σοι ξένον·

Κλίναντα ἐχθροῦ, πυρπνόων σκοτωρίας.

 

Ῥαμᾶ Ἰησοῦ, ἐν ξύλῳ Σταυροῦ πέλων,

ὁλολῶσι κράζεις τε ὦ φωνήν, Λόγε,

Γαστρὸς τυράννου, συγκεχωσμένως πάλαι

Ὅπλῳ κραταιῷ παγγενῆ πεπτωκότα,

νέμων γεηροῖς, τὴν ἀνάστασιν Λόγε.

 

Ὁ Σταυρὸς ἡμῖν, ὡς θεοῦ δόξαν πέλων,

ἰπουμένοις δίδωσι θλίψεσι κράτος,

σοφῶς τε πάντων εὐσεβῶν τελῶν κράτος,

πᾶσαν λυπηρὰν ἐκσοβεῖ καχεξίαν,

ὅπλον ταπεινοῦν, ἐκβολὰς ἐναντίων.

Τοῦ Ἁγίου. Θύσω σοι μετὰ φωνῆς...

Ἐθέλχθης, ταῖς καλλοναῖς τοῦ Κτίσαντος ἔνδοξε, καὶ τὰς ἐκεῖθεν ἐμφάσεις, δεδεγμένος μάκαρ ἀνεπτερώθης, καὶ θανάτου, ἀλογήσας αὐτῷ προσεχώρησας.

 

Ῥεόντων, λογισμῷ οὐ χρησάμενος ἔμφρονι τὰ μὴ κενούμενα Μάρτυς προτιμήσας, σῶμά σου τοῖς βασάνοις, ὦ Νικήτα, μετ΄εὐφροσύνης χαίρων παρέδωκας.

Θεοτοκίον.

Ὡς μῆλον, ἐν τῷ δρυμῷ σε μόνον εὑράμενος, καὶ καθαρώτατον κρίνον,καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ὁ νοητὸς ἐν σοὶ κατεσκήνωσε.

Ἄλλος. Την θείαν ταύτην...

Τὴν ἔνδοξόν σου πανήγυριν τελοῦντες οἱ πιστοὶ παμμακάριστε, πιστῶς αἰτοῦμέν σε, ῥῦσαι ἡμᾶς πάσης θλίψεως καὶ ἀναγκῶν τοῦ βίου, Νικήτα ἔνδοξε.

 

Ἀρχάγγελον προφήτην καὶ ἔξαρχον κτησάμενοι χαρᾶς τῆς σῆς, Ἄχραντε σὺν τούτῳ κράζομεν· χαῖρε σεμνὴ θεοδόξαστε, χαίρε χαρᾶς αἰτία θεοχαρίτωτε.

Καταβασία. Νοτίου θηρός...

 

Κοντάκιον ἦχος δ΄

Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ

Τὸν τοῦ Κυρίου εὐκλεῆ στεφηφόρον, ἐν ὑμνωδίαις ἱεραῖς συνελθόντες, ἐν τῷ ναῷ αὐτοῦ ὑμνήσωμεν αὐτόν, σῶζε τοὺς τιμῶντας σε πρὸς αὐτὸν ἐκβοῶντες, Νικήτα πανθαύμαστε καὶ τὰ βάρβαρα ἔθνη, θραῦσον καὶ δίδου νίκην τοῖς πιστοῖς, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

Ὁ οἶκος.

Τῶν ἀθλητῶν ἡ καλλονὴ καὶ τῶν μαρτύρων δόξα, ὁ στρατιώτης τοῦ Χριστοῦ καὶ λαμπρὸς στεφανίτης, σήμερον ἅπαντας πιστοὺς ἐνδόξως συγκαλεῖται πρὸς εὐωχίαν μυστικήν. Νικήτας ὁ γενναῖος, προθεὶς ἡμῖν εἰς καρυκείαν αὐτοῦ τὰ ἆθλα καὶ ἀγῶνας, οὓς ὑπὲρ τῆς πίστεως ἀνδρεἰως ὑπέστη, νικήσας τὸν Βελίαρ. Διὸ προθύμως πάντες ἀναδράμωμεν ἐν τῷ ναῷ αὐτοῦ, τρυφῶντες τῶν χαρίτων καὶ ἰαμάτων αὐτοῦ, βοῶντες πρὸς αὐτόν. Μὴ ἐλλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν ἀθλοφόρε, ὡς παρρησίαν ἔχων πρὸς Κύριον.

 

Τῷ αὐτῷ μηνὶ ιε΄. Μνήμη τοῦ Ἐνδόξου Μεγαλομάρτυρος Νικήτα τοῦ θαυματουργοῦ.

Στίχοι

Φλέγη Νικήτα καὶ γίνη Νικηφόρος,

ἢ μᾶλλον εἰπεῖν πυρφόρος Νικηφόρος,

Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας.

Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεὸς ἐλέησον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Σύμφωνον ἐθρόησεν…..

Λῦσον παθημάτων με σαρκικῶν λόγε,

ὕψιστε παντάναρχε, πατρὸς ὦ λόγε,

φλογός τε τοὺς τρεῖς παῖδας ὥσπερ ἐρρύσω,

λύμης καμίνου ἀβλαβεῖς δείξας ξένως,

ὁ σταυρικῶς τεθείς τε, ὡς βροτὸς ξύλῳ.

 

Ἴδοντο πικραίνοντα τῆς Μερρᾶς πάλαι,

σὲ σταυρὲ πανσεβάσμια νάματα ξένως,

βαλὼν ὁ Μωσῆς γὰρ ὕδατι ξύλον,

ὅλων ἀνεῖλε σταυρικῶς τὴν πικρίαν,

ὑψούμενον δὲ νῦν σε ὑμνοῦμεν πόθῳ.

 

Δέδωκας εἰς λύτρωσιν ἀμπλακημάτων,

ἄχραντον εὐάχητον Σταυρὸν ὦ λόγε,

ὕμνοις ἀσιγήτοισιν ἐξυψουμένου,

δαψιλῶς οὖν, Δέσποτα, παράσχου πᾶσι

τοῖς εὐσεβοῦσιν, οὺρανῶν σοι τὴν χάριν.

 

Θρῆνον προφητόφθεγκτον εὐσεβὴς ἅπας,

αἴγλην ἀπαστράπτουσαν ἐκποδών, λόγε,

λεῦσον προκειμένην με προσκυνησάτω,

ἄφθεγκτα κράζει σταυρὸς ἡμῖν Κυρίου,

σεπτῶς ἀνυψωθεῖσα εὐσεβεῖ κράζει.

Τοῦ Ἁγίου. Ἐν τῇ καμίνῳ….

Νῦν ἀπροσίτῳ τῇ λαμπηδόνι καταστραπτόμενος, μάρτυς τοὺς ὑμνοῦντας νῦν τὴν σὴν ἑορτὴν τῷ φωτί σου καταλάμπρυνον. Εὐλογητὸς εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

 

Ὑπερηγάσθη σοῦ τὴν ἀνδρείαν τὰ στρατεύματα μάρτυς τῶν Ἀγγέλων βλέποντα καρτερῶς ἐναθλοῦντά σε καὶ λέγοντα· Εὐλογητὸς εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.

 

Μετὰ τῆς ἄνω χοροστασίας ὁ ἀσώματος, χαῖρε Θεοτόκε πάναγνε, Γαβριὴλ ἀγαλλόμενος κραυγάζει σοι· Εὐλογημένη σὺ ἐν γυναιξὶ ὑπάρχεις Πανάμωμε Δέσποινα.

Ἄλλος. Οὐκ ἐλάτρευσαν…

Λάμπρυνόμενος τῇ χάριτι τοῦ Πνεύματος, τὴν τῆς καμίνου πυράν, ὑπῆλθες καὶ ἔψαλλες, Νικήτα ἔνδοξε. Ὑπερύμνητε ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Πυρακτούμενος τῷ ἔρωτι τοῦ ἐραστοῦ σου Χριστοῦ, τὸ πῦρ οὐκ ἔπτηξας, ἐν ᾧ δροσιζόμενος πνεύματι ἔψαλλες· ὑπερύμνητε ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Ὡραιότητι τῶν ἄλλων ἐξομοίωσας, τοῖς ἀσωμάτοις σοφέ, ὡραιοτάτῳ Χριστῷ, μεθ΄ὧν παριστάμενος μέλπεις γηθόμενος· Ὑπερύμνητε ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

 

Κυριώνυμε Θεόνυμφε, τὸ χαῖρέ σοι πίστει κραυγάζομεν, καὶ γὰρ ἐκύησας, χαρὰν ἀνεκλάλητον, Χριστὸν τὸν Κύριον, ᾧ κραυγάζομεν· ὁ τῶν πατέρων Κύριος καὶ Θεὸς εὐλογητὸς εἶ.

Καταβασία, ἔκνοον πρόσταγμα.

 

ᾨδὴ η΄ Λύει τὰ δεσμὰ.

Σύνεισι παιήν, εἰς τὸ πῦρ Χριστὸς πάλαι,

Ἤκει σαφῶς νῦν σταυρὸν ὤμοις βαστάσας,

Σέβουσιν τοῦτον εὐσεβῶν πλήθη τρόμῳ

ἐν χείρισι βλέποντες ὡς ζωῆς ξύλον,

μοχοῦντα ὑψωθῆναι εἰς σωτηρίαν.

 

Φωτιστικὸν φῶς ἥλιος κρύπτει πάλαι,

ἄφθιτον αὐγὴν ἐν ξύλῳ Σταυροῦ ξένως,

Ἴδον σε σῶτερ ἥλιον πρὸ ἡλίου,

Νῦν πᾶσιν ἐξέλαμψεν ὁ Σταυρὸς δέ σου,

ἔχων τὸ πατρικόν σου φῶς πεπηγμένον.

 

Ἴδεσθε λαοὶ σταυρικὸν σεπτὸν ξύλον,

Σέβοντες αὐτὸ ὡς Θεοῦ δόξαν φόβῳ.

Ταθέντα τούτῳ Χριστὸν εἰς σωτηρίαν,

Αἰγλήεντα παμφαίνοντα τῇ οἰκουμένῃ,

ὕμνοις ἀνευφημοῦντες ὡς εὐεργέτῃ.

 

Ῥάνας σταλαγμοὺς αἵματος Σταυροῦ ξύλῳ,

ὁ πατρὸς υἱὸς τῆς τε μητρὸς ἀφθόρου,

ναόν με δείξαις σταυρικῇ σου ἰσχύι,

χρανθέντα δευσοποιὰ τῆς σκαιωρίας,

ῥύστης γὰρ ἡμῖν ἦκες ἐκ πατρὸς λόγος.

Τοῦ Ἁγίου. Χεῖρας ἐκπετάσας.

Ὁλόκληρον θῦμα καὶ δεκτὸν, προσήγαγες Νικήτα πάνσοφε, καὶ ὁλοκάρπωμα γέγονας, εὐωδίας τῷ δεσπότῃ σου, τῷ σταυρωθέντι δι΄ἡμᾶς, μετ΄εὐφροσύνης βοῶν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

 

Νομίμως ὡς θεῖος ἀριστεύς, ἐχθροῦ τὰς φάλαγγας καταστρεψάμενος, ἀξίως εἴληφας στέφανον, τὸν τῆς νίκης τὸν ἀμάραντον, ἐκ ζωηφόρου δεξιᾶς, ᾗ νῦν παρέστηκας ἀνακράζων· πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

 

Ποθήσας ἀσχέτως τὸν Χριστόν, τῷ τούτου αἵματι, τὸν σὸν κατέμιξας, καὶ τεμνόμενος μάστιξι, καὶ ποικίλοις ἀναιρούμενος· ὧ περ καὶ νῦν ὡς μιμητής, συμβασιλεύεις βοῶν· εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Θεοτοκίον.

Ρύπον τὸν τῆς φύσεως ἡμῶν, Χριστὸν κυήσασα τὸν μόνον ἄχραντον, σαφῶς ἀπέπλυνας ἄχραντε Θεοτόκε παναμώμητε· καὶ Χερουβεὶμ καὶ Σεραφεὶμ, γέγονας ὕπερθεν, τῶν βοώντων πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

Ἄλλος. Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ...

Λύσας τὰ σεβάσματα τῆς πλάνης, δεσμοῖς ἀντὶ σοῦ τὸν κατεχόμενον, Νικήτα ἀπέλυσας, καὶ πρὸς τὴν πυρὰν χωρεῖς νεανικῶς πανόλβιε, ὥσπερ ἐν δρόσῳ βοῶν πανεύφημε· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὁ μέγας ἡμᾶς εἰς εὐωχίαν, Νικήτας ὁμοῦ συνεκαλέσατο, προθεὶς ὡς ἐδέσματα, τούτου τὰ παλαίσματα, πνευματικῶς τρυφήσωμεν πιστοὶ και μέλψωμεν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ὥριμος θεόφρον ὥσπερ βότρυς, ληνοῖς ταῖς τοῦ μαρτυρίου συνθλιβόμενος, οἶνον κατανύξεως τοῖς πιστοῖς ἀνέβλυσας, οὗπερ νῦν ἐμφορούμενοι, Χριστῷ κραυγάζομεν· Σὲ πάντες εὐλογοῦμεν καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

 

Ἁγίων εἰς ἅγια τραφεῖσα, ἁγίων τὸν ὑπεράγιον ἐκύησας, ἁγία θεόνυμφε, ὅθεν ἐν ἁγίαις σε, φωναῖς πάντες κραυγάζομεν· Χαῖρε μητρόθεε, ἁγία Θεοτόκε παρθένε, χαῖρε τῶν ἁγίων ἀγγέλων χαρμοσύνη.

Καταβασία. Εὐλογεῖτε παῖδες.

 

ᾨδὴ θ΄ Χαίροις Ἄνασσα...

Ἴδμεν θάλασσαν σταυρικῷ τύπῳ πάλαι,

Σύνεγγυς ἐγκρύψασαν ἐν βυθοῖς ξένως.

Τρυφῶντα τὸν τύραννον Ἰσραὴλ γόνῳ,

ἰδοὺ σαφῶς δὲ, σταυρὸν ἰδόντες λόγου,

αἰνεῖν πρόσιτε, συντρόμως ὑψούμενον.

 

Νέμοις ἅπασι, σὴν θεόρρυτον χάριν,

ὤκιστα πυρσεύσαν ἀμπλακημάτων,

νομήν τε τὴν κάκιστον ἐξ ἁμαρτίας,

τὸ σταυρικὸν γὰρ ᾔνεσαν πιστοὶ ξύλον,

ὃ προβλέπουσιν, ἐνθέως ὑψούμενον.

 

Κάμφθητι υἱὲ παντάναξ ὑψημέδων,

Λιταῖς τεκούσης, ἐν τῇ σταυροῦ ὑψώσει.

Εὑρεῖν δίδου τε παῦλαν τῶν ἐναντίων,

οὕς περ συνῆξεν ὁ ζῆλός σου ἐνταῦθα,

στεφθῶσι λαμπρῶς ὁ Σταυρὸς ὅταν λάμψῃ.

Τοῦ Ἁγίου. Λίθος ἀχειρότμητος...

Ὅλον ἐμαυτόν σοι προσφέρων, θεομακάριστε Νικήτα, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.

 

Μάρτυς ἀληθῶς χρηματίσας, τῆς ἀληθείας ἀθλοφόρε, τῇ ἐνυποστάτῳ καὶ σεπτῇ νῦν ἀληθείᾳ χαἰρων παρίστασαι, τὰ τῶν ἀγώνων ἔπαθλα, σὺν παρρησίᾳ κομισάμενος.

 

Ὅρμῳ γαληνῷ προσωρμίσθης, ἀναπαυσάμενος τῶν πόνων, καὶ στεφανηφόρος χορεύεις ἐν παραδείσῳ, μετὰ μαρτύρων χοροῦ τοίνυν ὡς θεοδόξαστον, πάντες ἀξίως σε δοξάζομεν.

 

Νέμοις μοι τὴν ἄφθονον χάριν, τοὺς τῶν ἐπαίνων σοι τοῖς λόγοις πλέξαντι προθύμως στεφάνους, ῥυόμενός με τῆς ἁμαρτίας μου, καὶ τῶν δεινῶν μου πράξεων, ταῖς σαῖς πρεσβείαις Παμμακάριστε.

Θεοτοκίον.

Νόμων τῶν τῆς φύσεως δίχα, τὸν νομοδότην ἀποτίκτεις, σάρκα γεγονότα ἀτρέπτως, δι΄εὐσπλαγχνίαν ἀνεξιχνίαστον, εὐλογημένη Ἄχραντε, δυσὶν οὐσίαις γνωριζόμενον.

Ἄλλος. Ἅπας γηγενής...

Λῆξιν προορῶν τὴν μέλλουσαν ἔνδοξε πρὸς τὰ προκείμενα σκάμματα εἰσέδραμες, τοῦ μαρτυρίου βοῶν πρὸς Κύριον, ἐν ὁδῷ μαρτυρίου σου κατατερφθήσομαι, ὡς έν πλούτῳ παντοίῳ φιλάνθρωπε, εἰς αἰῶνας αἰώνων δοξάζων σε.

 

Αἴνεσιν Θεῷ προσφέρομεν σήμερον ἐπὶ τῇ μνήμη σου καὶ πανηγυρίζομεν, μεγαλομάρτυς, Νικήτα πάνσοφε. Σὺ γὰρ καλῶς τετέλεκας τὸν δρόμον πάντιμε, καὶ τὴν πίστιν ἀσφαλῶς τετήρηκας, καὶ τῆς νίκης τὸν στέφανον εἴληφας.

 

Ὅρμῳ γαληνῷ σοφὲ προσεπέλασας ὑπερνηξάμενος τῶν βασάνων πέλαγος, καὶ σὺν πᾶσι τοῖς θείοις μάρτυσι, καὶ τοῖς ἁγίοις ἅπασι φαιδρῶς παρίστασαι τῷ Κυρίῳ λύσιν ἐξαιτούμενος, τῶν πταισμάτων τοῖς πίστει τιμῶσί σε.

Θεοτοκίον

Σῶσόν με ἁγνή, Θεοῦ λοχεύτρια πίστει σοι μέλποντα. Χαῖρε οἰκητήριον τοῦ βασιλέως Χριστοῦ πανύμνητε, χαῖρε ἡ θεία τράπεζα ἄρτον βαστάσασα ζωῆς κόρη, χαῖρε βάτε ἄφλεκτε, χαῖρε πύλη Θεοῦ ἀδιόδευτε.

Καταβασία. Μυστικῶς εἶ Θεοτόκε...

 

Ἐξαποστειλάριον. Γυναῖκες ακουτίσθητε.

Τῶν ἀθλοφόρων καύχημα, μαρτύρων ἀγαλλίαμα, σὺ ἀνεδείχθης θεόφρον, ὡς ἀριστεύσας κατ΄ἄμφω σταυρῷ περιφυκτόμενος, ἀλλὰ νῦν παριστάμενος, τῷ θρόνῳ τοῦ παντάνακτος, σὺν ἐκλεκτῶν ταῖς χορείαις, τοὺς εὐφημοῦντάς σε σῶζε.

Ἕτερον. Τοῖς μαθηταῖς.

Ὥς ἐτροπώσω πάνσοφε, τοῦ Σταυροῦ τῇ δυνάμει, βαρβαρικὴν θρασύτητα, καὶ τυράννων μανίαν, μεγαλομάρτυς Νικήτα, καὶ ἡμῶν ταῖς εὐχαῖς σου, τὰ τῆς σαρκὸς κινήματα, καὶ παθῶν τὰς ἐφόδους ἁμαρτιῶν, λύσιν παρεχόμενος ἀθλοφόρε, ὡς παρρησίαν ἄπλετον πρὸς Θεὸν κεκτημένος.

 

    Εἰς τοὺς αἴνους. Πᾶσα πνοή. Ἱστῶμεν στίχους δ΄καὶ ψάλλομεν προσόμοια

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τὸν ἀλιτήριον μάρτυς κατεπολέμησας, τῇ παναλκίμῳ πίστει, τοῦ Σωτῆρος θεόφρον, ὑπείσας ἀλγηδόνας ὅθεν σοφέ, τοὺς βαρβάρους ὑπέστρεψας, πρὸς τὸν τῶν ὅλων δεσπότην καὶ ποιητήν, καὶ δοξάζουσιν αὐτὸν εὐμενῶς.

 

Τὰ ἀκροθίνια μάρτυς ἐκ τῶν βαρβάρων Χριστῷ, δόξαν προσάξας ὤφθης, ἀθλητὰ θεηγόρε, θανὼν ὑπὲρ Τριάδος· ὅθεν σαφῶς, καὶ τὸν στέφανον εἴληφας καὶ ὡς φωστὴρ διαλάμπεις θεοπρεπῶς, ἐν τῷ κόσμῳ ἀξιάγαστε.

 

Τὴν εὐσεβῆ πανοπλίαν ἀμφιεσάμενος, πρὸς πόλεμον ἐδείχθης Χριστοῦ τοῦ βασιλέως, Νικήτα ἀθλοφόρε, ὥς περ ποτέ, Γεδεὼν ὁ παγκράτιστος, τῶν ἀλλοφύλων τὰ στίφη καταβαλών, ῥωμαλέᾳ παρρησίᾳ σου.

 

Ῥωμαλαιότητι γνώμης σαρκὸς ὑπέταξας, καὶ τῶν βαρβάρων στίφη, ὦ Νικήτα τρισμάκαρ, ὅθεν ἀνεδείχθης παναληθής, ἐκλογῆς σκεῦος τίμιον, τὰς δωρεὰς διανέμων πᾶσι σοφέ, ἰαμάτων τοῖς τιμῶσί σε.

Δόξα ἦχος β΄

Δεῦτε φιλομάρτυρες πάντες, καὶ τῶν θείων ἀγώνων οἱ ἐρασταί, τὸν ἐν μάρτυσι μέγαν, καὶ τῆς νίκης ἐπώνυμον, ἱεραῖς μελῳδίαις Νικήταν εὐφημήσωμεν, ὅτι τὸν ἀλάστορα τύραννον καταβαλών, τῇ ἰσχύι τοῦ Σταυροῦ. Τὰ βραβεῖα τῆς νίκης ἐδέξατο, καὶ ἐν καμίνῳ πυρὸς παφλάζοντος ἐμβληθείς, ὁλοκάρπωμα θεῖον Κυρίῳ προσήνεκται, ὡς στρουθίον ὀξύπτερον πετάσας, ἐν οὐρανοῖς μετ΄ἀγγέλων συναγάλλεται, πρεσβεύων ἐκτενῶς τῷ Κυρίῳ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ ἐκτελούντων αὐτοῦ τὴν παγγέραστον μνήμην, τῆς ἐνδόξου ἀθλήσεως καὶ τὴν θήκην τῶν λειψάνων ἐκ πόθου προσπτυσσομένων, ἰαμάτων χαρίσματα παντοδαπὰ πηγάζουσαι τοῖς προστρέχουσι τῷ σεπτῷ αὐτοῦ τεμένει. Τούτῳ τῷ ὡς ἄλλον παράδεισον δεικνυμένῳ σήμερον μυριπνόους ὀδμὰς ἀποπνέοντι, τῆς ἐνοικούσης αὐτῷ θείας χάριτος, ἀφ΄ἧς ἐμφορούμενοι, ταῖς ψυχαῖς ὀσφραινόμεθα, αὐτὸν καταγεραίροντες λιγυφθόγγοις ἐν ᾄσμασι.

Καὶ νῦν... ὁ αὐτός.

Σύ μου σκέπη κραταιὰ ὑπάρχεις ὁ τριμερὴς Σταυρὸς τοῦ Χριστοῦ, ἁγίασόν με τῇ δυνάμει σου, ἵνα πίστει καὶ πόθῳ προσκυνῶ καὶ δοξάζω σε.

 

Δοξολογία μεγάλη καὶ ἀπόλυσις

 

Μεγαλυνάριον τοῦ ἁγίου.

Πάντων νοσημάτων ἀπαλλαγὴν πόνων καὶ κινδύνων καὶ δαιμόνων ἐπιβολῆς, τὸν ναὸν τοῦτον πιστοῖς πᾶσι ἐδείξω, Νικήτα ἀθλοφόρε, φάρμακον ἕτοιμον.

Τοὺς ἐν τῷ ναῷ σου τῷ ἱερῷ ἀθλητὰ Νικήτα, ἐρχομένους πανευλαβῶς, χάριν βοηθείας, λιταῖς θείαις παράσχου ταῖς σαῖς πρὸς τὸν δεσπότην, πᾶσιν ἀντίληψιν.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.