ΣΕΠΤΕΜΒΡΙΟΥ ΙΖ΄

 

ΑΚΟΛΟΥΘΙΑ

ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΚΑΛΛΙΝΙΚΩΝ ΠΑΡΘΕΝΩΝ

ΠΙΣΤΕΩΣ, ΕΛΠΙΔΟΣ ΚΑΙ ΑΓΑΠΗΣ

ΚΑΙ ΤΗΣ ΜΗΤΡΟΣ ΑΥΤΩΝ ΣΟΦΙΑΣ

 

ΕΙΣ ΤΟΝ ΜΙΚΡΟΝ ΕΣΠΕΡΙΝΟΝ

    Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ΄καὶ ψάλλομεν Στιχηρὰ προσόμοια.

Ἦχος δ΄. Ἔδωκας σημείωσιν

Παρθένοι νεάνιδες, φύσεως νόμῳ συνδούμεναι, καὶ σαφῶς κρατυνόμεναι, ἀγάπῃ τοῦ κτίσαντος, τὸν δεσμὸν τῆς πλάνης, διέλυσαν πίστει, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ἀνδρειωθεῖσαι, πίστει συνέτριψαν, καὶ νίκης διαδήματι, φωτοειδῶς ἐκοσμήθησαν καὶ νυμφῶνα κατῴκησαν, νοητῶς ἀγαλλόμεναι. (Δίς)

 

Πίστις ἡ πανεύφημος, καἰ ἡ Ἀγἀπη ἡ ἔνδοξος, καὶ Ἐλπὶς ἡ θεόσοφος, ἀρετῶν ἐπώνυμοι, τῶν φαεινοτάτων, ἀναδεδειγμέναι, ἀθλητικῶς τὸν πονηρόν, καταβαλοῦσαι τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα, τοῦ Παραδείσου τὴν οἴησιν, θεωθεῖσαι ἀπέλαβον, ὑπὲρ πάντων πρεσβεύουσαι.

 

Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων, καῖ θανάτου αἱ πάνσεμνοι· Νυμφίου τὸ κάλλος γάρ, τοῦ ὡραιοτάτου, πίστει έκζητοῦσαι, διὰ ποικίλων αἰκισμῶν, ὡραιωθεῖσαι, τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη τε· δι΄ αὐτῶν ἡμᾶς Κύριε, τῶν δεινῶν ἐλευθέρωσον.

Δόξα Ἦχος β΄.

Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.

Ἔργοις σκοτεινοῖς συναπαχθείς, ὅλον ἀπημαύρωσα κάλλος, τὸ  τοῦ Βαπτίσματος, θέλων ὁ πανάθλιος, καὶ περιβέβλημαι, στολισμὸν κατακρίσεως, καὶ σκότους· διόπερ, δέομαι, πανύμνητε, τῇ δυναστείᾳ σου, ῥήξασα παθῶν μου τὰ ῥάκη, τὸν τῆς ἀπαθείας χιτῶνα, ἔνδυσον γυμνώττοντα καὶ σῶσόν με.

 

    Εἰς τὸν στίχον. Στιχηρά.

Ἦχος β΄ Οἶκος τοὖ Ἐφραθᾶ.

Δεῦτε οἱ γηγενεῖς, στησώμεθα χορείαν, τῇ ἐτησίῳ μνήμῃ, τῶν τοῦ Χριστοῦ Παρθένων, καἰ ταύτας ευφημήσωμεν.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Νεάνιδες σεμναί, τῶν ἀθληφόρων κλέος, ἡ δόξα τῶν παρθένων, Χριστὸν νῦν δυσωπεῖτε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἡ τρίφωτος λαμπάς, τὸ σκήνωμα Τριάδος, Πίστις, Ἐλπίς, Ἀγάπη, σεμνῆς Σοφίας κλάδοι, φαιδρῶς ἀνευφημείσθωσαν.

Δόξα. Ἦχος ὁ αὐτός.

Τῷ θείῳ τετρωμέναι ἔρωτι τῆς ἀγάπης τοῦ Χριστοῦ, αἱ σεμναὶ τρεῖς ἀδελφαί, Πίστις, Ἐλπίς, Ἀγάπη, τὰς ἰοβόλους τοῦ τυράννου θωπείας ἐξέφυγον, καἰ ἀλγεινὰς βασάνους, ἀνδρειοφρόνως ὑπέμειναν· μαρτυρικοῖς δὲ κοσμηθεῖσαι στεφάνοις, πρεσβεύουσιν άπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει ἀνυμνούντων τὴν ἱερὰν αὐτῶν ἄθλησιν.

Καὶ νῦν. Θεοτοκίον. Οἶκος τοῦ Ἐφραθᾶ.

Θεὸν καὶ λυτρωτὴν καὶ Δεσπότην τεκοῦσα, Παναγία Παρθένε, αὐτὸν ἀεί, δυσώπει, ὑπὲρ τῶν ἀνυμνούντων σε.

 

Ἀπολυτίκιον.

Ἦχος α΄. Τοῦ λίθου σφραγισθέντος.

Τὰς τρεῖς ἐνδόξους Παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν. Ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπέμειναν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι΄αὐτῶν πᾶσιν ἰάματα.

Καὶ νῦν... Θεοτοκίον.

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε, τὸ Χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν ούρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί· δόξα τῷ προελθόντι ἐκ σοῦ· δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.

Καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΜΕΓΑΛΟΝ ΕΣΠΕΡΙΝΟΝ

    Μετὰ τὸν Προοιμιακὸν ψαλμόν, τὴν α' στάσιν τοΰ. Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε, ἐκέκραξα, ἱοτῶμεν Στίχους ς' καὶ ψάλλομεν Προσόμοια τοῦ Σταυροῦ γ' καὶ τῶν Ἁγίων γ' κατὰ σειράν.

Προσόμοια τοῦ Σταυροῦ· Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Σήμερον ἐξελαμψε φωτοειδὴς ὥσπερ ἥλιος, ὁ Σταυρός σου ὁ τίμιος, Χριστὲ στηριζόμενος, ἐν Κρανίου τόπῳ, τῷ δεδοξασμὲνῳ· καὶ ἀνυψούμενος Σωτήρ, ἐπὶ τὸ ὄρος σου τὸ πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι' αὐτοῦ Παντοδύναμε, τὴν ἡμῶν φύσιν ὕψωσας, οὐρανοῖς ὡς φιλάνθρωπος.

 

Ἀνήγγειλαν σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε, τοῖς ἀνθρώποις τὴν δόξαν σου· φαιδρῶς ἐξαστράψας γάρ, τοῦ Σταυροῦ ὁ τύπος, φέγγει ἀπροσίτῳ, τὴν μανιώδη καὶ σκληράν, τῶν θεοκτόνων γνώμην διήλεγξε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

 

Σταυρὸς ὁ πανάγιος, τὸ ἀκατάληπτον τρόπαιον, ἀπὸ γῆς φανερούμενον, σήμερον προέρχεται, ὥσπερ κεκρυμμένος, θησαυρὸς πλουτίζων, τὴν οἰκουμένην ταῖς αὐγαῖς, τῆς παγκοσμίου αὐτοῦ χρηστότητος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

Προσόμοια τῶν Ἁγίων

Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος.

Σήμερον πιστοὶ χορεύσωμεν, ἐν ψαλμοῖς καὶ ὕμνοις τῷ Κυρίῳ ᾄδοντες· τιμῶντες καὶ τὰς αὐτοῦ παρθενομάρτυρας· τὴν Πίστιν τὴν τὸν Χριστόν, ἐν τῷ σταδίῳ ἀνδρείως κηρύξασαν· Ἐλπίδα τὴν θαυμαστήν, δυνάμει θείᾳ ἀπίστους ἒλεγξασαν· καὶ σὺν τῇ Ἀγάπῃ πάντες, ψαλμικῶς βοήσωμεν. Σὲ νυμφίε ποθοῦμεν, ὑπὲρ σοῦ καὶ θανατούμεθα.

 

Βαβαί! τῶν σῶν θαυμασίως Χριστέ! ὅτι καὶ γυναῖκες, ἐν σταδὶῳ ὢφθησαν· βασάνοις τε ἑαυτάς, ἀνδρειοφρόνως προθύμως παρέδωκαν, τῇ νάφθᾳ καὶ τῷ πυρί, καὶ τῇ ἀσφάλτῳ γενναίως παλαίσασαι· μαρτύρων ἐν τοῖς χοροῖς, τὴν κεφαλὴν ἐκτμηθεῖσαι ἠρίθμηνται· καὶ στεφάνους νίκης, παρὰ σοῦ εἰλἠφασιν, ἀμοιβὴν τῶν ἀγώνων, ἐκ χειρῶν σου κομισάμεναι.

 

Τὴν σήν, Σοφία, μετάστασιν, ἐπικαλεσθεῖσα, ἐκ Θεοῦ ἀπείληφας· ποθήσασα τὰς μονάς, ἔνθα σῶν γόνων ψυχαὶ συνηυφραίνοντο, τῆς Πίστεως τῆς σεμνῆς, ὁμοῦ Ἐλπίδος, Ἀγάπης, τῶν τέκνων σου· καὶ χάριν παρὰ Θεοῦ, τῶν ἰαματων ἐδέξω ἀοίδιμε· τοὺς ἁγίους γὰρ πάντας, τοὺς ἐν γῇ ὁ Κύριος, ἐθαυμάστωσεν ὄντως. Δόξα κράξωμεν τῷ κρατεῖ Αὐτοῦ.

Ἕτερα προσόμοια. Ἦχος δ'.

Ὡς γενναῖον ἐν Μάρτυσιν.

Τῷ πυρὶ προσπαλαίσασα, καὶ ἀλώβητος μείνασα, θεῖκῇ δυνάμει, Πίστις πολύαθλε, ἤλεγξας πλάνην τοῦ ἄφρονος, μητρὸς παραινέσεσιν, ὑποστᾶσα ἀνδρικῶς, καὶ μαστῶν τὴν ἀφαίρεσιν, ὁ δὲ Κύριος, μαρτυρίου στεφάνῳ οὐρανόθεν ἐπιστέφει κεφαλήν σου, ξίφει τμηθεῖσαν, ἀοίδιμε.

 

Ῥαβδισμοῖς προσωμίλησας, καὶ καμίνῳ ἐμβέβλησαι, ἀβλαβὴς δὲ μείνασα θείᾳ χάριτι, ζέοντι λέβητι ῥίπτεσαι, ἐν ξύλῳ ἀνήρτησαι, ὄνυξί τε σιδηροῖς, τὸ πολύαθλον σῶμά σου καταξέεται, τῷ δὲ ξίφει τὴν κάραν ἐκτμηθεῖσα, εἰς θαλάμους οὐρανίους, Ἐλπίς, σεμνή, μεταβέβηκας.

 

Τῇ σοφίᾳ τῶν λόγων σου, ἀσεβεῖς κατεφίμωσας, τὴν αὐτῶν δυσσέβειαν ἀπελέγξασα· ὅθεν ἰκρίῳ ἀνήρτησαι, βουνεύροις δὲ τύπτεσαι, καὶ φλογὶ ὥς περ χρυσός, ἐν χωνίᾳ ἐμβέβλησαι, παναοίδιμε, καὶ περόνῃ τὸ σῶμα διετρήθης, καὶ τὴν κάραν ἀπετμήθης, Ἀγάπη μάρτυς πολύαθλε.

Δόξα. Ἦχος πλ. β'.

Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τῶν σοφοτάτων Παρθένων, τοὺς πιστοὺς φαιδρύνουσα καὶ πρὸς πανήγυριν ἑόρτιον τῶν ὀρθοδόξων τὰ πλήθη συνάγουσα. Δεῦτε οὖν, φιλέορτοι, ᾄσματικοῖς ἐγκωμίοις, τάς τοῦ Χριστοῦ ἀθληφόρους, ὑμνήσωμεν λέγοντες· Χαίροις, Πίστις πολύαθλε, ἡ μαστῶν τὴν ἐκκοπὴν καὶ μελῶν τὴν ἀφαίρεσιν ἀνδρικῶς ὑπομείνασα, καὶ τοῦ τυράννου τὸ θράσος καταβαλοῦσα. Χαίροις, Ἐλπὶς παναοίδιμε, ἡ τάς ἰοβόλους τοῦ δυσσεβοῦς θωπείας ἐκφυγοῦσα, καὶ ἑαυτὴν θῦμα εὐπρόσδεκτὸν τῷ Θεῷ προσαγαγοῦσα. Χαίροις, Ἀγάπη πανεύφημε, ἡ τῇ γλώσσῃ ἀσεβεῖς καταπλήξασα καὶ βασάνοις ἀλγειναῖς ἑαυτὴν παραδοῦσα, δι' ἀγάπην τοῦ Λυτρωτοῦ σου. Χαίρετε, αὐταδέλφων τριάς, τῆς ὑπερφώτου Τριάδος ὑπέρμαχοι καὶ ὀρθοδόξων δογμάτων διαπρύσιοι κήρυκες. Μὴ παύσητε, δεόμεθα, πρεσβεύειν ὑπὲρ ἡμῶν, σὺν Σοφίᾳ μητρὶ τῇ θεόφρονι, τοῦ λυτρωθῆναι κινδύνων τοὺς ἐν πίστει τελοῦντας ἀεὶ τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

Καὶ νῦν. Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Τῶν Προφητῶν αἱ φωναί, τὸ ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι' οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ' ὁ μόνος ἐν ἐλέει ἀμέτρητος. Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν. (Ἐκ τοῦ Μηναίου).

 

Ἢ θεοτοκίον Τίς μὴ μακαρίσει σε...

 

    Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ').

Τάδε λέγει Κύριος· πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ ἀκουσάτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνε-σθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου ὃν ἐξελεξάμην·' ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεὸς ἔτι ἀπ΄ ἀρχῆς, καὶ οὐκ ἔστιν ἐκ τῶν χειρῶν μου ὁ ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ΄. γ).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξεν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτοὺς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοΰνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήνουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε'. στ).

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψομαι τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε, μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

    Εἰς τὴν Λιτήν

Ψάλλομεν τὰ παρόντα Ἰδιομελα. Ἦχος α'.

Τῆς γεηρὰς τρυφῆς τὴν ἀπόλαυσιν ὑπεριδοῦσαι, τὸν ὄλβον καὶ τὴν δόξαν μισήσασαι, τὸν οὐράνιον Νυμφίον ἐποθήσατε, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, ἱερώτατοι κλάδοι Σοφίας τῆς σεμνῆς. Ἀχθεῖσαι γὰρ ἐνώπιον τυράννου ἀσεβοῦς καὶ τὸ ἀσθενὲς τῆς φύσεως ἀπορρίψασαι, ἀνδρικῶς τὴν πλάνην τούτου ἠλέγξατε, τὰ αὐτοῦ σεβάσματα μυκτηρίσασαι, ὡς ἀκοῆς ὑστερούμενα καὶ λόγον μὴ ἔχοντα· Χριστὸν δὲ μετὰ παρρησίας κηρύξασαι, ἀλγειναῖς βασάνοις ἀπηνῶς παρεδόθητε, καὶ τῷ ξίφει τὰς κεφαλὰς ἀποτμηθεῖσαι, εἰς οὐράνιον νυμφῶνα Χριστοῦ μετὰ τῶν φρονίμων συνεισήλθετε παρθένων, Ἀγγέλοις συγχορεύουσαι· καὶ τῶν πιστῶν τὰς νόσους τῇ ἐνεργείᾳ τοῦ Ἁγίου Πνεύματος ἰώμεναι, πρεσβεύσατε ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος ὁ αὐτός.

Ἡ προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ, θέοφρον, κεκόσμηται· τῷ τῆς σοφίας γὰρ ἔρωτι πᾶσαν τὴν ζωήν σου διανύσασα, ἔνδοξε Σοφία, ταῖς θείαις διέλαμψας χάρισι. Ὅθεν καὶ τῷ τάφῳ τῶν τριῶν σοι φιλτάτων τριήμερον ἐπιμείνασα, τὴν ψυχὴν ὡς ἐπόθεις, τῷ Κυρίῳ παρέθεσο, εἰς οὐρανίους θαλάμους μετ΄ αὐτῶν συνεισελθοῦσα. Παρρησίαν οὖν ἔχουσα πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'

Τριάδος τῆς σεπτῆς παρθένοι ἰσάριθμοι, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, τῷ θείῳ πυρπολούμεναι ζήλῳ, ἐν τῷ σταδίῳ πάσχουσαι ἔλεγον· δεινὰ μέν, ὦ δικαστά, τὰ παρόντα κολαστήρια, οὐ προκρίνομεν δὲ ὅλως τῶν οὐρανίων τὰ ἐπίγεια· διὰ τοῦτο τύπτε τὸ σῶμα, ξέε τάς σάρκας ἡμῶν καὶ πυρὶ παράδος ἡμᾶς. Χαίρουσαι ἀπίωμεν πρὸς τὸν νυμφίον Χριστόν. Ὃν δυσωπεῖτε, δεόμεθα πανένδοξοι, καταπέμψαι ἡμῖν τὸ μέγα ἔλεος.

Ἦχος γ'

Εὐσεβείας φωτὶ τάς ψυχὰς ἐλλαμφθεῖσαι, ἐν γυναικείᾳ φύσει καὶ ἡλικίᾳ σμικρᾷ τὸν νοητὸν Γολιὰθ κατῃσχύνατε, τὸν τὴν Προμήτορα σχόντα ὄργανον πρὸς ἁμαρτίαν. Ἄτρέπτως γὰρ καὶ ἀφύρτως ἐκ Παρθένου σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, ὡς οἶδε μόνος αὐτός, τὴν τοῦ Ἀδὰμ καὶ τῆς Εὔας ἔλυσε κατάραν, ὁ Δεσπότης τῶν ἁπάντων Χριστός, ὁ στέφει ἀφθάρτῳ στεφανώσας ἀξίως τάς ἰσαριθμους τῆς Τριάδος Παρθένους, Πίστιν, Ἐλπίδα καὶ Ἀγάπην, τὰ ἀγλαὰ τῆς Σοφίας τέκνα, καὶ δι' αὐτῶν δωρούμενος τῷ κόσμῳ ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.

Ἦχος δ'

ΙΙαρθενίας κάλλεσι λαμπόμεναι καὶ μαρτύρων διαδήμασι κεκοσμημέναι, διπλοῦς στεφάνους ἀξίως παρὰ Χριστοῦ ἐκομίσαντο, αἱ καλλίνικοι Μάρτυρες Πίστις, Ἀγάπη καὶ Ἐλπίς, τὰ τῆς σεμνῆς Σοφίας ἀγλαόκαρπα θρέμματα. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, δώρησαι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. α'.

Δεῦτε, τὴν πανένδοξον μνήμην τῶν τοῦ Χριστοῦ ἀθλοφόρων, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, ἐν ψαλμοῖς καὶ ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν. Αὖται γὰρ εἰς οὐδὲν λογισάμεναι τὸ θῆλυ, τῷ τοῦ τυράννου βήματι εὐθαρσῶς παρέστησαν, καὶ ἀναλαβοῦσαι τὴν πανοπλίαν τοῦ Σταυροῦ, τῷ δυσσεβεῖ ἀντιπαρετάχθησαν, καὶ ἐθελούσια θύματα τῷ Θεῷ προσηνέχθησαν, γενναίως ὑπὲρ πίστεως ἀθλήσασαι. Διὸ καὶ τάς κεφαλὰς ἀποτεμνόμεναι, ἐκραύγαζον· Γενέσθω, Κύριε, ἡ θυσία τῶν ψυχῶν ἡμῶν εὐπρόσδεκτος ἐνώπιόν Σου, ὅτι Σὲ ποθήσασαι, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς. Ταῖς πρεσβείαις αὐτῶν, ὑπεράγαθε Χριστὲ ὁ Θεὸς ἡμῶν, νίκας κατ' ἐχθρῶν τῷ φιλοχρίστῳ βασιλεῖ δώρησαι καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος ὁ αὐτός. (Ἐκ τοῦ Μηναίου).

Δεῦτε λαοί, τὸ παράδοξον θαῦμα καθορῶντες, τοῦ Σταυροῦ τὴν δύναμιν προσκυνήσωμεν· ὅτι ξύλον ἐν Παραδείσῳ θάνατον ἐβλάστησε· τὸ δὲ τὴν ζωὴν ἐξήνθησεν, ἀναμάρτητον ἔχον προσηλωμένον τὸν Κύριον, ἐξ οὗ πάντα τὰ ἔθνη ἀφθαρσίαν τρυγῶντες, κραυγάζομεν· ὁ διὰ Σταυροῦ θάνατον καταργήσας, καὶ ἡμᾶς ἐλευθερώσας, δόξα σοι.

Ἢ Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε...

 

Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια τῶν Ἁγίων.

Ἦχος δ'. Ὃ ἐξ ὑψίστου κληθείς.

Τῷ τῆς σοφίας φωτὶ καταυγασθεῖσαι, πανεύφημοι μάρτυρες τῶν ἀρετῶν ἡ τριάς, τὰ τῆς Σοφίας βλαστήματα καὶ τῶν παρθένων καὶ ἀθλοφόρων τὸ ἐγκαλλώπισμα· Τριάδος ὑπέρμαχοι ἐν ἡλικίᾳ σμικρῇ, παρανομοῦντα ᾐσχύνατε, καὶ παρρησίᾳ τὴν τούτου πλάνην ἐμυκτηρίσατε. Ὅθεν βασάνοις παρεδόθητε ἀλγειναῖς, ὦ σεμναὶ τρεῖς νεάνιδες, καὶ τὴν κάραν τμηθεῖσαι, θεῖον στέφος ἀνεδήσασθε.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Χριστὸν ἐξ ὅλης ποθήσασαι καρδίας, καὶ τούτου τῷ ἔρωτι τρωθεῖσαι πάνσεμνοι, τῶν γεηρῶν τὴν ἀπόλαυσιν, ὡς ἐπικαίρων καὶ φθειρομένων κατεφρονήσατε, πανένδοξοι Μάρτυρες, Ἀγάπη, Πίστις, Ἐλπίς, καὶ τάς φρονίμους ζηλώσασαι πέντε παρθένους, χοροῖς τοῖς τούτων συνηριθμήθητε, καὶ σὺν Ἀγγέλοις συγχορεύετε, μαρτυρίου στεφάνοις, κοσμούμεναι καὶ Χριστὸν δυσωπεῖτε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Στίχ. Τοῖς ἁγίοις τῆς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Ἐνδεδυμέναι Χριστοῦ τὴν πανοπλίαν, καλλίνικοι Μάρτυρες, Πίστις, Ἀγάπη, Ἐλπίς, τῶν ἀρετῶν αἱ φερώνυμοι ἐν τῷ σταδίῳ, ὡς ἄλλου πάσχοντος ἀνεκραύγαζον· Οὐ ξίφος, οὐ μάχαιρα, οὐκ ἐκκοπὴ τῶν μελῶν, οὔτε φλογῶν ἡ ἐπίτασις, ὑμᾶς χωρίσαι, θείας ἀγάπης, ὅλως ἰσχύουσιν· ὅθεν στεφάνους ἐκομίσαντο, τοὺς ἀφθάρτους, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ παρέχοντος πᾶσι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. β΄.

Ἱερωτάτην σήμερον πανήγυριν συγκροτήσωμεν, πιστοί, τῇ ἐτησίῳ μνήμῃ τῶν ἀθληφόρων τοῦ Χριστοῦ, Ἐλπίδος, Πίστεως καὶ Ἀγάπης, τῶν τῆς Σοφίας βλαστημάτων. Ταῖς γὰρ βαφαῖς ταῖς ἐξ αἵματος ἑαυτὰς ὡραΐσασαι, αἱ τρεῖς ὁμώνυμοι τῶν ἀρετῶν ἀδελφαί, τῷ ὡραίῳ κάλλει Χριστῷ ἀδιαφθόρως συνήφθησαν· ᾧ καὶ πρεσβεύουσιν ἀπαύστως ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν μνήμην αὐτῶν.

Καὶ νῦν. Ἦχος ὁ αὐτός. Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).

Ὁ τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ τὸ κέρας τῶν πιστῶν συνυψοῦται βασιλέων ἡμῶν, ἐν αὐτῷ τῶν δυσμενῶν συντριβόντων τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου.

 

Ἢ Θεοτοκίον· Θεοτόκε σὺ εἶ ἄμπελος ἡ ἀληθινή...

Πρέσβευε, Δέσποινα, μετὰ τῶν ἀθληφορων...

 

Ἀπολυτίκιον. Ἦχος α'. Τοῦ λίθου σφραγισθέντος.

Τάς τρεῖς ἐνδόξους παρθένους, τὰ τῆς Σοφίας βλαστήματα, Πίστιν, Ἐλπίδα, Ἀγάπην, ὕμνοις ἐνθέοις τιμήσωμεν, ῥωσθεῖσαι γὰρ δυνάμει τοῦ Σταυροῦ, ὑπήνεγκαν βασάνους ἀλγεινάς, καὶ τῷ ξίφει ἐκτμηθεῖσαι τὰς κεφαλάς, μαρτυρικοῖς ἐστέφθησαν στεφάνοις. Δόξα τῷ ἐνισχύσαντι αὐτάς, δόξα τῷ ταύτας δοξάσαντι, δόξα τῷ ἐνεργοῦντι δι' αὐτῶν πᾶσιν ἰάματα.

Καὶ νῦν. Τῆς Ἑορτῆς.

Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου...

Ἢ Θεοτοκίον· Τοῦ Γαβριὴλ φθεγξαμένου σοι...

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Συνήφθητε Χριστῷ, τῷ ὡραίῳ Νυμφίῳ, νεάνιδες σεμναὶ τῶν Παρθένων ἡ δόξα, ποικίλαις κολάσεσιν ἑαυτὰς ὡραΐσασαι· καὶ τὴν ἄναρχον νῦν ἀνυμνεῖτε Τριάδα, λαμπὰς τρίφωτε, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, Σοφίας τὸ σέμνωμα.

Δόξα. Τῆς Ἑορτῆς.

Ἀπλώσας ἐν Σταυρῷ τάς παλάμας, οἰκτίρμον, τὰ ἒθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα· ἀλλ' ἐπίβλεψον, ἐπὶ τὴν σὴν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ΄ ἡμᾶς πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.

Καὶ νῦν. Θεοτοκίον.

Μητέρα σε Θεοῦ ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς καὶ μετὰ τόκον φανεῖσαν, οἱ πόθῳ καταφεύγοντες πρὸς τὴν σὴν ἀγαθότητα. Σὲ γὰρ ἔχομεν ἁμαρτωλοὶ προστασίαν, Σὲ κεκτήμεθα ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην Πανάμωμον.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

Ἦχος δ΄ Ὁ ὑψωθείς.

Τῶν ἀθληφόρων τοῦ Χριστοῦ θείαν μνήμην, ἐπιτελοῦντες οἱ πιστοὶ ἀθροισθῶμεν καὶ πρὸς αὐτὰς δεήσεις ἀναπέμψωμεν, εὔξασθε πρὸς Κύριον, τοῦ ῥυσθῆναι γεέννης, τοὺς ἁμαρτωλοὺς ἡμᾶς, τοὺς πολλὰ ἑπταικότας· Πίστις, Ἐλπίς, Ἀγάπη, τῆς σεπτὴς Σοφίας κλάδοι, μαρτύρων ἀγλάΐσμα.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς. (Ἐκ τοῦ Μηναίου).

Ἓν παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ Κρανὶῳ πάλιν ἐξανέστησας Χριστέ, ξύλῳ ῥυσάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ σταυρώσει σου, Κύριε.

Θεοτοκίον· Οὐ σιωπήσομέν ποτε...

 

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Τῆς Σοφίας θρέμματα, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, ἀρετῶν ἐπώνυμοι φαεινότατων ἀληθῶς, θρόνῳ Θεοῦ παριστάμενοι, ὑπὲρ ἡμῶν δυσωπεῖτε, δεόμεθα.

Δόξα. Τῆς Ἑορτῆς.

Ὁ Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.

Καὶ νῦν Θεοτοκίον.

Τὴν θερμὴν ἀντίληψιν τῶν ἐν ἀνάγκαις, τὴν ἡμῶν βοήθειαν καὶ πρὸς Θεὸν καταλλαγήν, δι' ἧς φθορᾶς ἐλυτρώθημεν τὴν Θεοτόκον πιστῶς μακαρίσωμεν.

 

Οἱ Ἀναβαθμοί, τὸ Α' Ἀντίφωνον τοῦ δ' Ἤχου.

Προκείμενον. Ἦχος δ'.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.

Εὐαγγέλιον τῶν Δέκα Παρθένων

(Ματθ. κε' 1-13).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις... κ.λπ. (Ζήτει τοῦτο τῇ ἁγίᾳ καὶ Μεγάλῃ Τρίτῃ, Εἰς τὴν Λειτουργίαν, καὶ ἀνάγνωθι μέχρις: ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεται).

 

Ό Ν' Ψαλμός

Δόξα... Ταῖς τῶν ἀθληφόρων...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.

Ἰδιομελον. Ἦχος πλ. β'.

Σήμερον τὰ στίφη τῶν πιστῶν συνελθόντα, πνευματικῶς πανηγυρίσωμεν· ἐπέστη γὰρ ἡμῖν ἡ ἐτήσιος μνήμη τῶν ἀθληφορων τοῦ Χριστοῦ, Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, πλουτοποιὰ χαρίσματα ἡμῖν κομίζουσα. Διὸ ἐν φωνῇ ἀγαλλιάσεως καὶ καθαρῷ συνειδότι ἀναβοήσωμεν, λέγοντες· Μὴ διαλίπητε πρεσβεύουσαι ἀπαύστως, ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν ἀεισέβαστον μνήμην ὑμῶν.

 

    Καὶ οἱ Κανόνες τῶν Ἁγίων καὶ τῆς Ἑορτῆς.

Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς'

Τῆς Σοφίας ἀρίδηλα καὶ ἀγλαὰ τέκνα λιγαίνω.

Θεοφάνους.

ᾨδὴ α' Ἦχος α'

Σοῦ ἡ τροπαιοῦχος

Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοι Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας βλαστήματα.

 

Ἡ προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ θεόφρον κεκόσμηται· πᾶσαν διήνυσας, σοῦ τὴν ζωήν, τῷ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι.

 

Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος, ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνυμε.

 

Σῶμα καὶ ψυχὴν δι᾽ ἀρετῆς, ἐκκαθαρθεῖσαι παρθένοι νεάνιδες, τρεῖς σοι προσηνέχθησαν, μαρτυρικῶς τῷ νοητῷ νυμφίῳ, Χριστέ, Πίστις σὺν Ἐλπίδι, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος.

Θεοτοκίον

Ὅλην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν ἐννοούμενος, ὅλην ἀνεκαίνισεν, ἐν σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον, πιστοί σε πάντες δοξάζομεν.

 

ᾨδὴ γ'

Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν

Φωνῆς σου ἀκούσασαι Χριστέ, καλοῦντος πρὸς ἀθάνατον, καὶ ἀπαθῆ ζωὴν ἠκολούθησαν, στεφανηφόροι παρθένοι Μάρτυρες, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.

 

Ἰσχὺν ἐδωρήσατο Χριστός, ἑστώσαις πρὸ τοῦ βήματος, μαρτυρικοῦ ὑμῖν ὡς ὑπέσχετο, καὶ θεοπνεύστου σοφίας ἔπλησε, καὶ λαμπρὰς ἀνέδειξε, νικηφόρους Μάρτυρας, παρθενίας λαμπούσας τῇ χάριτι.

 

Ἠμβλύνατε νῦν τὸν δυσμενῆ, Παρθένοι τὸν μεγάλαυχον καὶ τὴν αὐτοῦ ὀφρὺν κατεβάλετε, μεγαλοφρόνως ἀγωνισάμεναι, καὶ τὸν πρὶν καυχώμενον, ἐξαλείφειν θάλασσαν, ταῖς ῥοαῖς τῶν αἱμάτων ἐπνίξατε.

 

Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα.

Θεοτοκίον

Ἁγίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.

Ὁ Εἱρμὸς

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε».

 

Κάθισμα τῶν Ἁγίων

Ἦχος πλ. δ'

Τὴν Σοφίαν καὶ Λόγον

Τὰς ψυχὰς δεσμευθεῖσαι πόθῳ Χριστοῦ, τῶν φθαρτῶν καὶ προσκαίρων τὴν καλλονήν, ἐν λήθῃ παρεδράμετε, ὡς τοῦ Λόγου μαθήτριαι, ἀσκητικῶς τὸ πρῶτον, τὰ πάθη νεκρώσασαι, καὶ ἀλγειναῖς βασάνοις, στερρῶς ἐναθλήσασαι· ὅθεν ὁ Δεσπότης, τῆς διπλῆς μαρτυρίας, στεφάνους ἐδωρήσατο, καὶ νυμφῶνος ἠξίωσε· Παμμακάριστοι Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς

Τὸ προσταχθὲν μυστικῶς

Ἐν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν· τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος, ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράζομεν· Πλήρης δόξης ὁ οἶκός σου.

 

ᾨδὴ δ'

Ὄρος σε τῇ χάριτι

Ῥωσθεῖσαι τῇ χάριτι, τῇ θείᾳ καλλίνικοι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν τυράννων ἀπειλάς, ἀνδρείως κατῄσχυναν, διὰ πυρὸς ὁλοκαυτούμεναι πάνσοφοι, καὶ τῷ νυμφίῳ Χριστῷ προσαγόμεναι.

 

Ἴσχυσαν τοῦ Σταυροῦ, τῇ πανοπλίᾳ φραξάμεναι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν κολάσεων πληγάς, εὐτόνως αἱ Ἅγιαι, ὑπενεγκεῖν μέχρις αἱμάτων στερρότατα, πρὸς τὴν ἁμαρτίαν ἀντικαθιστάμεναι.

 

Δυνάμει καὶ πόθῳ τῆς Τριάδος ἐρρώσθησαν, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, αἱ τῆς Τριάδος τῆς σεπτῆς, παρθένοι ἰσάριθμοι, καὶ ἀλγεινῶν τὴν δριμυτάτην ἐπίτασιν, ὑπενεγκεῖν αἱ πάνσεμνοι ἴσχυσαν.

 

ᾜσχυναν καὶ Κόραι, τρυφεραὶ τοῦ ἀλάστορος, διὰ τοῦ ὅπλου τοῦ Σταυροῦ, τὴν ὑπερήφανον ὀφρύν, καὶ πρὸς γῆν κατέβαλον, περιφανῶς τὸν πρὶν ἀμέτρως καυχώμενον, τὴν οἰκουμένην πᾶσαν καταλήψεσθαι.

 

Λαμπάδες τρισάριθμοι, σοφίας ἀστράπτουσαι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τοῖς τῆς Τριάδος φωτισμοῖς, σαφῶς λαμπρυνόμεναι, διαφανῶς τὰς Ἐκκλησίας φωτίζουσι, πρός σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.

Θεοτοκίον

Ἁγίων Ἁγία, Θεοτόκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, εἰς σωτηρίαν τῶν ὑμνούντων σε.

 

ᾨδὴ ε'

Ὁ φωτίσας τὴ ἐλλάμψει

Καρτερίᾳ τῶν φρενῶν, τὰς βασάνους ὑπέμειναν, καὶ σοφίας τῆς ἐνθέου λαλοῦσαι μυστήρια, τὸν κρατοῦντα ᾔσχυναν, αἱ τρεῖς Παρθένοι θεοφόροι, πίστει καὶ φύσει συνδούμεναι.

 

Ἀγάλλεται ἡ Προμήτωρ, ὁρῶσα νικώμενον τὸν δόλιον, τὸν αὐτὴν ἐξ Ἐδὲμ ἐξορίσαντα, γυναιξὶ θεόφροσιν Ἐλπίδι, Πίστει καὶ Ἀγάπῃ, τοῖς τῆς Σοφίας γεννήμασι.

 

Ἰοβόλους τοῦ τυράννου, θωπείας ἐξέφυγον, καὶ βασάνων τὰς πληγὰς ἑκουσίως ὑπέμειναν, αἱ σεμναὶ νεάνιδες τῇ σῇ ἀγάπῃ τετρωμέναι, Χριστὲ καὶ θείῳ σου ἔρωτι.

Θεοτοκίον

Ἀγάλλονται οὐρανῶν, αἱ Δυνάμεις ὁρῶσαί σε, εὐφραίνονται σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.

 

ᾨδὴ ς'

Ἐκύκλωσεν ἡμᾶς

Γηθόμεναι ταῖς σαῖς ἀχράντοις Δέσποτα, παλάμαις ἐναπέθεντο, τὰς ἐλπίδας, αἱ Νεάνιδες αἱ τρεῖς, καὶ τῆς Τριάδος τρισμακάριαι, τῷ ἀριθμῷ τετιμημέναι καὶ σεμνυνόμεναι.

 

Λαμπόμεναι τῆς παρθενίας κάλλεσι, Μαρτύρων διαδήμασιν, ἐκοσμήθησαν, καὶ στέφανον διπλοῦν, ἄνωθεν ἀξίως ἐκομίσαντο, παρὰ Χριστοῦ, τοῦ ζωοδότου καὶ πανοικτίρμονος.

 

Ἀνήχθησαν ἐν τῷ ναῷ σου Δέσποτα, τοῦ πάντων βασιλεύοντος, παρθενεύοντα κειμήλια σεπτά, σοῦ τῆς βασιλείας κοινωνήσοντα· σὺ γὰρ αὐτῶν, καὶ φῶς ὑπάρχεις καὶ ἀγαλλίαμα.

Θεοτοκίον

Ἀγάλλονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.

Ὁ Εἱρμὸς

«Ἐκύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις».

 

Συναξάριον

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνὸς μνήμη τῶν ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας.

Εἰς τάς τρεῖς ἀδελφάς:

Στίχ. Τῇ πρὸς Σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη

Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχέναις ξίφει.

Εἰς τὴν μητέρα αὐτῶν Σοφίαν:

Εὐφραίνεται νῦν, ὡς Δαβὶδ ψάλλων λέγει, Μήτηρ κατ' εὐχὰς ἡ Σοφία ἐν τέκνοις.

Ἑβδόμῃ τε δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας.

Στίχοι

·       Ἀγαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει,

·       Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης.

Στίχοι

·       Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο,

·       Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.

Στίχοι

·       Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,

·       Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.

·       Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,

·       Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.

Στίχοι

·       Τὴν Θεοδότην πρὸς ξίφος τεθηγμένον,

·       Ποιεῖ πρόθυμον ἡ Θεόσδοτος χάρις.

 

Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων ἑκατὸν Μαρτύρων.

Στίχοι

·       Δεκὰς δεκαπλ Μαρτύρων Αἰγυπτίων,

·       Μι κεφαλὰς τέμνεται προθυμίᾳ.

 

Εἰς τοὺς Ἁγίους Πηλέα καὶ Νεῖλον τοὺς Ἐπισκόπους.

Στίχοι

·       Ἔπους ὁ Πηλεὺς ποῦ μέγας πρὸς Πηλέα;

·       Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον.

 

Εἰς τοὺς ἐν Παλαιστίνῃ Ν' Μάρτυρας.

Στίχοι

·       Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,

·       Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.

 

Εἰς τὸν Ἅγιον Πατερμούθιον καὶ Ἠλίαν.

Στίχοι

·       Πατερμούθιος ἐμπεσὼν τῇ καμίνῳ,

·       Πρὸς ζῆλον ἴσον ὀτρύνει τὸν Ἠλίαν.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Μαρτύρων Χαραλάμπους, Παντολέοντος καὶ τῆς συνοδίας αὐτῶν. Τελεῖται ἡ τούτων σύναξις, ἐν τῷ μαρτυρείῳ αὐτῶν, τῷ ὄντι ἐν τῷ Δευτέρῳ.

Στίχοι

·       Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης,

·       Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.

 

Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μύρωνος Ἐπισκόπων Ταμάσου τῆς Κύπρου.

Στίχοι

·       Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μύρων,

·       Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Σὲ νοητὴν Θεοτόκε κάμινον.

Τρισοφεγγεῖ ἐνιαίᾳ χάριτι, καταλαμπόμεναι σαφῶς. αἱ παρθένοι δαιμονικήν, ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, θεολογοῦσαι καὶ μέλπουσαι· Ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

 

Ἐν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, λαμπαδηφόροι τὰς ψυχάς, σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· Ὁ αἰνετὸς τῶν Πατέρων Θεὸς καὶ ὑπερένδοξος.

 

Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, αἱ θεοφόροι ἐκτήσαντο. τὸν αἰνετὸν τῶν Πατέρων ἀεὶ Θεὸν δοξάζουσαι.

Θεοτοκίον

Νέμοις, Ἁγνή, τῶν πταισμάτων ἄφεσιν, τοῖς ἀνυμνοῦσί σε πιστῶς, λυτρουμένη τῶν πειρασμῶν, πάσης περιστάσεως· σὲ γὰρ νῦν κεκτήμεθα, καταφυγὴ θεονύμφευτε, ὡς αἰνετὸν τῶν Πατέρων Θεὸν χερσὶ βαστάσασα.

Καταβασία

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνισε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἂλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'.

Ἐν καμίνῳ Παῖδες. Αἱ παρθένοι αἱ θεοφεγγεῖς, Πίστις, Ἐλπίς, Ἀγάπη, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ ἀπέστιλβον λέγουσαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Λαμπομένας καὶ φακοειδεῖς, διὰ τοῦ μαρτυρίου προδήλως γεγενημένας, τάς παρθένους οἱ πιστοὶ ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοΰτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἰαμάτων ῥεῖθρον δαψιλως, ἀφθόνως καὶ πλουσίως αἱ θῆκαι τῶν ἀθληφορων, ἀναβρύουσιν ἀεί, τοῖς πιστει κραυγάζουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίοιυ, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Θεοτοκίον

Γῆ ἁγία πέφηνας Ἁγνή, τὸν ζωηφόρον στάχυν, τεκοῦσα τῆς ἀΐδίου, ζωῆς πρόξενον Χριστόν, ᾧ πάντες κραυγάζομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμὸς

Ἐν καμίνῳ παῖδες Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοΰτε, εἰς πάντας τοὺς αἰῶνας.

Καταβασία

 Εὐλογεῖτε Παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα, Θεόν· ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα· καὶ ὑπερυψοῦτε τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον εἰς τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ὁ Εἱρμός.

Τύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ' ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.

 

Αἴγλης τριφεγγοῦς πληρούμεναι, καὶ λαμπηδόνος θείας νῦν ἐμφορούμεναι, αἱ ὁμώνυμοι, τῶν ἀρετῶν καὶ φερώνυμοι, τῆς Ἀγάπης, Ἔριδος καὶ Πίστεως, ἐλπίδι καὶ ἀγάπῃ, ἡμᾶς καὶ πίστει βεβαιώσατε.

 

Ἵνα ἡ ἐξ ὕψους δύναμις, νῦν κατευνάσῃ τὸν κατέχοντα κλύδωνα, τῆς αἱρέσεως, ὦ Ἀθληφοροι ἀήττητοι. καὶ βραβεύσῃ πιστοῖς τὴν ὁμόνοιαν, αἰτεῖσθε δυσωποῦμεν, ἀκαταπαύστως καλλιπάρθενοι.

 

Νύκτα τὴν τοῦ βίου, πάνσοφοι, διαδραμοῦσαι τὴν ἡμέραν ἐφθάσατε τὴν ἀνέσπερον, μαρτυρικὼς ἀγαλλόμεναι, καὶ παρθένων καυχώμεναι χάριτι, καὶ θείας βασιλείας, τῆς ἀκηράτου ἀξιούμεναι.

Θεοτοκίον

Ὢ πῶς ἡ Παρθένος τέτοκε! τὸν ἀεὶ ὄντα Λόγον καὶ ἐνυπόστατον, τὸ ἀπαύγασμα τῆς Πατρικῆς ὑποστάσεως, τὸν ἡμῶν εὐεργέτην καὶ Κύριον, ἐξ αὐτῆς σαρκωθέντα, ὃν ἐπαξίως μεγαλύνομεν.

Καταβασία

» Μυστικὸς εἶ, Θεοτόκε. Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ΄οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι΄ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνωμεν.

 

Ἐξαποστειλαριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.

Τῷ τῆς Τριάδος Κόραι, πυρούμεναι θείῳ ζήλῳ, τῶν ἀρετῶν τῇ τριάδι, Ἐλπίδι, Πίστει, Ἀγάπῃ, προσκείμεναι ὁμωνύμως, ἠλόγησαν τῶν βασάνων.

Θεοτοκίον, ὅμοιον.

Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.

 

    Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων Ταγμάτων.

Σοφία χαῖρε καὶ σκίρτα, ἐκ σοῦ γὰρ ἤνθησαν, ὡς ἐκ λειμῶνος θείου, εὐωδέστατα κρίνα, ἡ Πίστις, ἡ Ἀγάπη καὶ ἡ Ἔλπίς, τῆς Τριάδος ὑπέρμαχοι· ὑπὲρ αὐτῆς γὰρ τμηθεῖσαι τὰς κεφαλάς, θεῖον στέφος ἀνεδήσαντο. (Δὶς)

 

Ἀδριανοῦ τὰς κολάσεις, μὴ πτοηθεῖσαι ποσῶς, τὸν πλοῦτον καὶ τὴν δόξαν εἰς οὐδὲν λογισθεῖσαι, ὑπέστησαν κολάσεις παντοδαπὰς αἱ καλλίνικοι Μάρτυρες, Πίστις, Ἐλπίς καὶ Ἀγάπη, τῶν ἀρετῶν αἱ φερώνυμοι νεάνιδες.

 

Πίστει, ἀγάπῃ, ἐλπίδι, θωρακισθεῖσαι στερεῶς, σοφίαν ἀρυσθεῖσαι ἐκ Θεοῦ τοῦ Σωτῆρος, ἐφίμωσαν τὸ στόμα Ἀδριανοῦ, δυσσεβοῦς καὶ παράφρονος, τρεῖς ἀδελφαὶ κατὰ σάρκα, Πίστις, Ἐλπίς, καὶ Ἀγάπη ἡ πανένδοξος.

Δόξα... Ἦχος πλ. β'.

Δεῦτε συμφώνως οἱ πιστοί, εὐχαριστήριον ὕμνον τῷ εὐεργέτῃ τῶν ὅλων Θεῷ μελῳδήσωμεν· ἐν γυναικείᾳ γὰρ φύσει, Πίστις, Ἐλπὶς καὶ Ἀγάπη, τῶν καλλινίκων Μαρτύρων ἡ τριάς, τὸ ἀόρατον κράτος τῆς ἐναντίας δυνάμεως κατηγωνίσαντο. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστέ, παράσχου τὴν εἰρήνην τῷ λαῷ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Καὶ νῦν... Τῆς Ἑορτῆς. Ἦχος ὁ αὐτός.

Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ὑδάτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τὴν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν, δι΄ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι' αὐτοῦ συνυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε.

Δοξολογία Μεγάλη

Τὸ Ἀπολυτίκιον τροπάριον τῶν Ἁγίων, καὶ Ἀπόλυσις.

 

Εἰς τὴν Λειτουργίαν

    Εἰ βούλει, εἰπὲ Ἀντίφωνα· ἄλλως τὰ Τυπικὰ καὶ ἀπὸ τοῦ Κανόνος τῶν Ἁγίων, αἱ γ' καὶ ς' ᾨδαί. Μετὰ τὴν Εἴσοδον, τὸ Ἀπολυτίκιον τῶν Ἁγίων, τοῦ Σταυροῦ καὶ τοῦ Ἁγίου τοῦ Ναοῦ.

Κοντάκιον Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ...

Προκείμενον. Ἦχος δ'.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.

Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν. Ὁ Ἀπόστολος: Πρὸς Ἑβραίους ἐπιστολῆς Παύλου.

Ἀδελφοί, ἀναμιμνῄσκεσθε τάς πρότερον ἡμέρας...

(Ζήτει τοῦτον ἐν περιόδῳ ε' τῷ Σαββάτῳ τῆς γ' ἑβδομάδος τῶν νηστειῶν).

Εὐαγγέλιον: Κατὰ Ματθαῖον.

Εἶπεν ὁ Κύριος, Πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν... (Ματθ. ι΄ 32 - ια' 1)

(Ζήτει τοῦτο τῇ Παρασκευῇ τῆς γ' ἑβδομάδος μετὰ τὴν ἁγίαν Πεντηκοστήν).

 

Κοινωνικὸν Εἰς μνημόσυνον...