Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος

 

ΕΥΣΤΑΘΙΟΥ καὶ τῆς Συνοδείας αὐτοῦ

 

ΕΝ Τῼ Μ1ΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

            Ἱστῶμεν Στίχους 6' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε δι' ἐλάφου ἐν Σταυρῷ, ὤφθη ὁ Χριστός σοι καλῶν σε, πρὸς θείαν δόξαν σοφέ, τότε χαίρων ἔσπευσας, τούτου τοῖς ἴχνεσι, καὶ διψῶσα ὡς ἔλαφος, τῆς θεογνωσίας, ὕδωρ τὸ ἀθάνατον, προθύμως πέπωκας• ὅθεν, καὶ μετέδωκας τούτου, σὺν τῇ ὁμοζύγῳ τοῖς τέκνοις, οἷα ὁμοψύχοις σοι Εὐστάθιε.

 

Ὅτε τῶν τοῦ βίου ἀγαθῶν, πᾶσαν τὴν οὐσίαν ἡρπάγης, ὡς ὁ Ἰὼβ ὁ κλεινός, τότε τὸν πτωχεύσαντα, Λόγον μιμούμενος, ὑπομένεις στερρότατα, πειρασμῶν πικρίαν, παίδων σου στερούμενος, καὶ τῆς εὐνέτιδος· ὅθεν, γεγονὼς ἐπὶ ξένης, ὤφθης μεγαλόφρων ἐν πᾶσι, πίστεως Εὐστάθιε τῇ χάριτι.

 

Ὅτε τοὺς φιλτάτους σου υἱούς, σὺν τῇ εὐκλεεῖ ὁμοζύγῳ, σώους ἀπέλαβες, τότε ἀκαθαίρετον, Μαρτύρων ὅμιλον, στρατηγὸς ὥσπερ ἄριστος, λαμπρῶς συνεστήσω, πρὸς τὸν τῆς ἀθλήσεως, ἀγῶνα μέγιστον· ὅθεν, παρετάξασθε ἅμα, κατὰ τῶν ἀρχῶν τῶν τοῦ σκότους, καὶ τροπαιοφόροι ἀνεδείχθητε.

 

Ὅτε εἰσεδράμετε στερρῶς, ἐν τῷ χαλκουργήματι ἅμα, τῷ πυρωθέντι σφοδρῶς, τότε πρὸς οὐράνιον, ἀναψυχὴν ἐν χαρᾷ, καὶ πρὸς ἔαρ αἰώνιον, οἷα νικηφόροι Μάρτυρες ἐδράμετε, λαμπρῶς θεούμενοι, μέγιστε Εὐστάθιε μάκαρ, μετὰ τῶν ἁγίων υἱῶν σου, καὶ τῆς ὁμοζύγου τῆς θεόφρονος.

Δόξα... Ἦχος α΄

Τῆς τοῦ Παύλου ἠξιωμένος κλήσεως, τοῦ φανέντος σοι τοῖς ἴχνεσιν, εὐσεβῶς ἠκολούθησας, Εὐστάθιε μάκαρ· Ὅθεν τοὺς οἰκείους παιδεύων υἱούς, σὺν τῇ συζύγῳ ἔλεγες· οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ, πρὸς τὴν μέλλουσαν δόξαν, ἀποκαλυφθῆναι ἡμῖν· σκοπήσωμεν οὖν ἡμῶν τὴν κλῆσιν, ὅτι οὐκ ἐκ σαρκὸς καὶ αἵματος, ἀλλ΄ ἄνωθεν ἐγένετο ἡμῖν, παρὰ τοῦ ἀψευδῶς ἐπαγγειλαμένου δοῦναι τὴν βασιλείαν αὐτοῦ, τοῖς αὐτῷ πειθαρχοῦσι, Χριστοῦ τοῦ Θεοῦ, καὶ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Προτυπῶν τὸν Σταυρόν σου Χριστέ, ὁ Πατριάρχης Ἰακώβ, τοῖς ἐγγόνοις τὴν εὐλογίαν χαριζόμενος, ἐπὶ ταῖς κάραις ἐναλλάξ, τὰς χεῖρας ἐπέθηκε· τοῦτον δε Σωτὴρ ἡμεῖς, σήμερον ἀνυψοῦντες κραυγάζομεν· Δώρησαι τῷ φιλοχρίστῳ Βασιλεῖ τὸ νῖκος, ὡς Κωνσταντίνῳ τὸ τρόπαιον. Ι

 

Ἀπόστιχα.

Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Ἄνωθεν ὁ Χριστός, ἀγρεύει σε παμμάκαρ, πρὸς γνῶσιν ἀληθείας, τοὺς ἱλαρούς σου τρόπους, δεξάμενος Εὐστάθιε.

Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.

Πύργος ὑπομονῆς, καὶ πέτρα καρτερίας, Εὐστάθιε ἐφάνης, ἐν χάριτι τῇ νέᾳ, ἄλλος Ἰὼβ δεικνύμενος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Θύματα λογικά, σὺν τῇ συμβίῳ φέρεις, τοὺς σοὺς βλαστοὺς παμμάκαρ, ἀθλητικως Κυρίῳ, μεθ' ὧν λαμπρῶς δεδόξασαι.

Δόξα ... Τριαδικόν.

Σὑνθρονε Βασιλεῦ, Πάτερ Υἱὲ καὶ Πνεῦμα, Τριὰς ὑπεραγία, ἐλεησον τὸν κόσμον, λιταῖς τῶν Ἀθλοφόρων σου.

Καὶ νῦν... Θεοτοκίον.

Σάρκα ἐκ τῶν ἁγνῶν, αἱμάτων σου ὁ Λόγος, ἀναλαβὼν Παρθένε, Σταυρῷ ἐξετανύθη, εἰς κόσμου ἀπολύτρωσιν.

 

Ἀπολυτίκιον.

Ἦχος α'. Τῆς ἐρήμου πολίτης.

Ἀγρευθεὶς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τῇ τοῦ σοὶ ὀφθέντος δυνάμει, δι' ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤθλησας λαμπρῶς ὑπὲρ Χριστοῦ, σὺν τῇ θείᾳ σου συμβίῳ καὶ τοῖς υἱοῖς, φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ δείξαντί σε ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.

Ἕτερον  Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον· ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

 

            Μετὰ τὸν Προοιμιακόν, τό, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομε τὰ ἑξῆς Προσόμοια.

Ἦχος α'. Ὢ τοῦ παραδόξου θαύματος!

Ὤ τοῦ παραδόξου θαύματος! ὁ Σταυρῷ προσπαγείς ἐν αὐτῷ τεθέαται, ὁ σώσας κόσμον φθορᾶς, καὶ φωνῇ κέκληκεν, Εὐστάθιον τὸν σοφόν, πρὸς μετοχὴν τῆς αὐτοῦ ἀγαθότητος, δεξάμενος εὐμενῶς, τῆς πολιτείας αὐτοῦ τὴν χρηστότητα· δι΄ ἐλάφου γὰρ ἀγρεύει, τοῦτον πρὸς τὰ κρείττονα, καὶ παθῶν τῶν οἰκείων, εὐκλεῆ δείκνυσι Μάρτυρα.

 

Βαβαὶ τῆς σῆς καρτερίας σοφέ! Σὺ γὰρ ὥσπερ πόλις ἤνεγκας ἀχείρωτος, τὴν ἔφοδον πειρασμῶν, στερρῷ φρονήματι, καὶ ᾔσχυνας ὡς Ἰώβ, τῇ εὐσταθείᾳ τῇ σῇ τὸν πειράζοντα, τὸν πλοῦτον ἀφαιρεθείς, καὶ τοὺς φιλτάτους υἱοὺς καὶ τὴν σύνευνον· καὶ Χριστὸν ὁμολογήσας, σὺν αὐτοῖς Εὐστάθιε, μαρτυρίου τὸ θεῖον, ἀνεδήσασθε διάδημα.

 

Ὑμῶν ὑμνοῦμεν τὴν ἕνωσιν, δι' ἧς ἁρμονία, Ἄθλητῶν τετράστιχος, ὡς γένος εὐλογητόν, ὄντως ἐδείχθητε· ἀγάπῃ γὰρ θεϊκῇ, καὶ εὐσεβείᾳ λαμπρῶς συγκροτούμενοι, ἠθλήσατε καρτερῶς, διὰ πυρὸς τὸν ἀγῶνα τελέ σαντες. Εὐστάθιε γενναιόφρον, Θεοπίστη πάνσεμνε, καὶ Θεόπιστε μάκαρ, καὶ Ἀγάπιε τρισόλβιε.

Προσόμοια.

Ἦχος δ'. Ἔδωκας σημείωσιν.

Ἄνωθεν ἡ κλῆσίς σου, οὐκ ἀπ' ἀνθρώπων Εὐστάθιε, ἀλλ' αὐτός σοι ὀπτάνεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ ἀγρεύει μάκαρ, πίστεως δικτύοις, καὶ τῷ βαπτίσματι αὐτοῦ, ἀποκαθάρας τάς ἁμαρτίας σου, πρὸς βίου πειρατήριον, ὑπομονήν σοι προτείνεται, ὁ Δεσπότης καὶ δείκνυσι, νικητὴν περιβόητον.

 

 Χαίρων ἐν νεότητι, τῆς ἀρετῆς τὸ γυμνάσιον, ὑπεδέξω Εὐστάθιε, τῶν παίδων στερούμενος, καὶ τῆς σῆς συζύγου, τὴν αἰχμαλωσίαν, ὑπενεγκὼν καρτερικῶς, καὶ ὑπομείνας θητείαν ἄτιμον, ἀλλά σε παναοίδιμε, ἡ ἐν πολέμοις ἀνδρεία σου, ποθητὸν κατεστήσατο, καὶ λαμπρῶς ἐπανήγαγε.

 

Θεῖον ὡς θυμίαμα, διὰ πυρὸς εὐωδέστατον, καὶ τερπνὸν ὁλοκάρπωμα, θυσία εὐπρόσδεκτος, προσφορά τε ζῶσα, καὶ τελειοτάτη, σὺ προσηνέχθης τῷ Θεῷ, πανοικεσίᾳ καρποφορούμενος· διό σε ἡ οὐράνιος, νῦν κατοικία Εὐστάθιε, σὺν τοῖς σοῖς εἰσεδέξατο, καὶ Ἁγίων στρατεύματα.

Δόξα ... Ἦχος β΄

Ὁ δεύτερος Ἰὼβ Εὐστάθιος, τὸν βίον τοὺς ἄθλους καὶ τοὺς στεφάνους, εἰς προτροπὴν ἀρετῶν, ἑαυτὸν ἡμῖν προέθηκε, καὶ στήλην καρτερίας, ὑπερβὰς ἀληθῶς τὸν Ἰώβ, τῇ ἀρετῇ σὺν τῇ συζύγῳ, καὶ τοῖς τέκνοις• ὁ πιστὸς ἐν βίῳ, καὶ ἀκράδαντος ἐν πειρασμοῖς, καὶ ἐν ἀθλήσει νικηφόρος· ὃν προσάξωμεν εἰς πρεσβείαν Χριστῷ, τοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν φωτισμόν, καὶ ἱλασμὸν τῶν πλημμελημάτων.

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Δεῦτε ἅπαντα τὰ ἔθνη, τὸ εὐλογημένον ξύλον προσκυνήσωμεν, δι΄ οὗ γέγονεν ἡ αἰώνιος δικαιοσύνη· τὸν γὰρ Προπάτορα Ἀδάμ, ὁ ἀπατήσας ἐν ξύλῳ, τῷ Σταυρῷ δελεάζεται· καὶ πίπτει κατενεχθεὶς πτῶμα ἐξαίσιον, ὁ τυραννίδι κρατήσας, τοῦ βασιλείου πλάσματος. Αἵματι Θεοῦ, ὁ ἰὸς τοῦ ὄφεως ἀποπλύνεται· καὶ κατάρα λέλυται, καταδίκης δικαίας, ἀδίκῳ δίκῃ, τοῦ δικαίου κατακριθέντος· ξύλῳ γὰρ ἔδει, τὸ ξύλον ἰάσασθαι, καὶ πάθει τοῦ ἀπαθοῦς, τὰ ἐν ξύλῳ λῦσαι πάθη τοῦ κατακρίτου. Ἄλλὰ δόξα Χριστὲ Βασιλεῦ, τῇ περὶ ἡμᾶς σου φρικτῇ οἰκονομίᾳ, δι΄ ἧς ἔσωσας πάντας, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

 

            Εἴσοδος, Φῶς ἱλαρόν..., τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ.μγ'9.)

Τάδε λέγει Κύριος• Πάντα τὰ ἔθνη συνηχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθὴ-τωσαν, καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ΄ ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. Γ΄ 1.)

Δικαίων ψυχαὶ ἒν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ΄ αὐτῷ, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ.' 15.)

Δἴκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψε-ται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περὶ-τρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς• ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

            Εἰς τὴν Λιτήν.

Ἰδιομελα. Ἦχὸς α΄

Ὁ τῆς εὐσταθείας ἐπώνυμος, καὶ τῆς ὑπομονῆς ὑπογραμμός, Εὐστάθιος ὁ ἔνδοξος, εἰς εὐφημίαν πρόκειται· δεῦτε οὖν φιλέορτοι, οἱ πρὸς εὐσέβειαν γυμναζόμενοι, τῷ τούτου ὑποδείγματι, ἰσχύσωμεν ἐν πᾶσι· κλήσει γὰρ ἁγίᾳ, στρατευσάμενος Χριστῷ, νομίμως ἠγωνίσατο, ἐν τῷ σταδίῳ τῆς πίστεως• καὶ ἐν πειρασμοῖς μεγαλόφρων φανείς, καὶ ἐν ἀθλήσει

περιφανὴς ἀναδειχθείς, τὸν καλέσαντα Ἅγιον, δι΄ ἀμφοτέρων δοξάζει· καὶ πανοικεσίᾳ δοξασθείς, σὺν αὐτοῖς πρεσβεύει, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος β'.

Ἀπ' οὐρανοῦ τὴν κλῆσιν ὡς ἔσχηκας, οὐρανόφρων αὐτίκα ὤφθης, θέοφρον Εὐστάθιε· τῇ δι' ἐλάφου γὰρ ἐμφανείᾳ, τοῦ δι΄ἡμᾶς Σταυρῷ ὁμιλήσαντος, τὴν θείαν ἠλλοιώθης ἀλλοίωσιν, τὸν παλαιὸν ἀποθέμενος ἄνθρωπον· καὶ τῷ φωτὶ τῆς εὐσεβείας, τοὺς σοὺς υἱοὺς προσαγαγών, τὴν σύνευνον συμμέτοχον εἰργάσω, τῶν καλῶν ὧν ἔτυχες· καὶ ποικίλως δοκιμασθείς, καὶ στερρῶς ἀνδραγαθήσας, στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῶν οὐρανῶν ἐγένου. Ἂλλ' ὦ Μαρτύρων ἐγκαλλώπισμα, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Ἦχος γ΄

Τῆς εὐσεβείας τὸ γυμνάσιον, εὐσταθῶς διανύων, ταῖς τοῦ ἐχθροῦ ἐπιθέσεσιν, ἀκλόνητος ὤφθης Εὐστάθιε· ἐν γὰρ πολλῇ ὑπομονῇ, καὶ φρονήματι ἀκλινεῖ, τὸν Σταυρὸν αἴρων τοῦ Χριστοῦ, τῶν παθῶν αὐτοῦ σύμμορφος ἐγένου, ὁμιλήσας ποικίλαις θλίψεσι καὶ μαρτυρικῶς ἀριστεύσας, τῆς ἀσεβείας τὸ κράτος ἐθριάμβευσας, πανοικεὶ ἀγωνισάμενος. Ἀλλ' ὡς τοῦ ξύλου τῆς ζωῆς ἀπολαύων, πρέσβευε Μεγαλομάρτυς, σώζεσθαι τοὺς τιμῶντάς σε.

Ἦχος δ'.

Τί ς μὴ μακαρίσει σου, τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας, τοῦ ἀρχεκάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων, τὴν στέρησιν οὐκ ἐδυσφόρησας, ἀλλ' ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰὼβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι, πρὸς τὸν μόνον Δημιουργόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Δόξα... Ἦχος πλ. δ΄

Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς, καὶ τῷ τῆς δικαιοσύνης Ἡλίῳ οἰκειωθείς, τῇ ἐξ ὕψους νοητῶς φανείσῃ, διὰ ζῴου εἰκόνι, θείως προσψαύσας, ἔμπνους εἰκὼν ὑπῆρξας, παμμάκαρ Εὐστάθιε· ὅθεν τὴν ἐκ Πνεύματος καὶ ὕδατος, ἐσχηκὼς ἐνέργειαν, τῷ μαρτυρικῷ τε λουσάμενος αἵματι, ταῖς οὐρανίαις κατηξίωσαι συγχορεύειν, τῶν Ἀγγέλων ὁμηγύρεσιν· ἐν ᾧ καὶ ἡμᾶς προσοικείωσον, τῷ Σωτῆρι Χριστῷ τῷ Θεῷ ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτὸς Τῆς Ἑορτῆς.

Ἡ φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὀψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ, ἡ Ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πὲρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαβιτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν Ἀνάστασιν· δι΄ ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε. Παντοδύναμε Κύριε, δόξα σοι.

 

            Εἰς τὸν Σ τ ί χ ο ν, Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ οὐρανόθεν κληθείς, ὥσπερ ὁ Παῦλος παραδόξους Εὐστάθιε, καὶ βίῳ λαμπρῷ δοξάσας, καὶ δι' ἀγώνων στερρῶν, τὸν καλέσαντά σε Μάρτυς Ἅγιον· αὐτὸς γὰρ ὁ Κύριος, ἐπινεύσας τοῖς τρόποις σου, ἐπιφανείς σοι, τῆς αὐτοῦ ἀγαθότητος, ἐκκαλύπτει σοι, τὴν ἀμέτρητον ἄβυσσον· ὅθεν αὐτοῦ τοῖς ἴχνεσι, πιστῶς ἠκολούθησας, καὶ μαρτυρίου τὸν δρόμον, πανοικεσίᾳ διήνυσας, ἀπαύστως πρεσβεύων, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Χαίροις ὑπομονῆς ἀρραγοῦς, πύργος ἀκλόνητος καὶ ἔπαλξις ἄσειστος· ἡ πέτρα τῆς καρτερίας, ὁ του Ἰὼβ μιμητής, καὶ εἰκὼν ἐν πᾶσιν ἀπαράμιλλος· ἀνδρείως ὑπέστης γάρ, τὴν τοῦ πλούτου ἀφαίρεσιν, καὶ ὁμοζύγου, καὶ υἱῶν σου τὴν στέρησιν, ὥσπερ ἄσαρκος, Ἀθλοφόρε Εὐστάθιε· ὅθεν ὁ μεγαλόδωρος, σὲ αὖθις ἀνύψωσε, καὶ τοὺς φιλτάτους οἰκείους, σώους σοι Μάρτυς ἀπέδωκε• μεθ' ὧν καὶ ἀθλήσας, τῆς ἀφθάρτου βασιλείας, σὰ κατηξίωσαι.

Στίχ. Τοῖς 'Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

Χαίροις ῥίζα τερπνὴ ἀληθῶς, ἐξ ἧς ἐβλάστησαν ὡς ἄνθη πανεύοσμα, εὐφραίνοντα εὐωδίᾳ, ἀθλητικῶν ἀγαθῶν, τὸ τῆς Ἐκκλησίας ἅπαν πρόσωπον, υἱῶν σου Εὐστάθιε, ἡ δυὰς ἡ ὑπέρτιμος, σὺν Ἀγαπίῳ, ὁ θεόφρων Θεόπιστος, οἱ τὸν δόλιον, καταισχύναντες δράκοντα· ἅμα γὰρ ἠγωνίσασθε, μιᾷ ψυχῇ χαίροντες, σὺν τῇ σεμνῇ Θεοπίστῃ, τῇ εὐκλεεῖ ὁμοζύγῳ σου, ὁμοῦ δυσωποῦντες, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ θεῖον ἔλεος.

Δόξα... Ἦχος πλ. β'.

Ἀδαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν; τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνήν, τοῦ Ἰὼβ ἐξεβόησας· Ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο· ὡς τῷ Κυρίῳ ἔδοξεν, οὕτω καὶ ἐγένετο. Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος· μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας. Αὐτοὺς καὶ συμπρεσβευ-τάς σου λαβόμενος, καρτερόψυχε Εὐστάθιε, δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα, ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας. Αὐτὸν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ· φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.

 

Ἀπολυτίκιον. Ἦχος α’ Τῆς ἐρήμου πολίτης.

Ἀγρευθεὶς οὐρανόθεν πρὸς εὐσέβειαν ἔνδοξε, τῇ του σοὶ ὀφθέντος δυνάμει, δι' ἐλάφου Εὐστάθιε, ποικίλους καθυπέστης πειρασμούς, καὶ ἤθλησας λαμπρῶς ὑπὲρ Χριστοῦ, σὺν τῇ θείᾳ σου συμβίῳ καὶ τοῖς υἱοῖς, φαιδρύνων τοὺς βοῶντάς σοι· Δόξα τῷ δεδωκότι σοι ἰσχὺν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ δείξαντί σε ἐν παντί, Ἰὼβ παμμάκαρ δεύτερον.

 

Σῶσον Κύριε τὸν λαόν σου…

 

Ἀπόλυσις.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

 

            Μετὰ τὴν α' Στιχολογίαν,

Κάθισμα. Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Ὡς ἄστρον φαεινόν, ἐκ νυκτὸς ἀγνωσίας, ἀνέτειλας ἡμῖν, προσκληθεὶς οὐρανόθεν, ἀκτῖσι τῶν ἀγώνων σου, καταυγάζων τὰ πέρατα· ὅθεν σήμερον, τὴν φωτοφόρον σου μνήμην, ἑορτάζοντες, ἀνευφημοῦμέν σε πάντες, θέοφρον Εὐστάθιε.

Δόξα Καὶ νῦν Τῆς Ἑορτῆς ὅμοιον

Τὸν τίμιον Σταυρόν, τὸ σωτήριον ὅπλον, ὑψοῦντες εὐλαβῶς, τῷ Σωτῆρι βοῶμεν· Φιλάνθρωπε Κύριε, ὁ ἐν τούτῳ θελήματι, σῴζων ἅπαντας, καθηλωθεὶς ἑκουσίως, τάς ψυχὰς ἡμῶν, τῆς τοῦ ἐχθροῦ ῥῦσαι βλάβης, Σταυροῦ σου τῇ χάριτι.

 

            Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ὡς ἤκουσας Ἅγιε, τῆς του Κυρίου φωνῆς, καλούσης πρὸς δόξαν σε, τῆς ἀϊδίου ζωῆς, τὴν πρόσκαιρον εὔκλειαν, ἔλιπες θεοφρόνους, οὐρανόφρονι γνώμῃ, χαίρων δὲ ἠγωνίσω, ὡς καλὸς στρατιώτης, τοῦ πάντων βασιλέως, παμμάκαρ Εὐστάθιε.

Δόξα Καὶ νῦν Τῆς Ἑορτῆς ὅμοιον.

Ὡς ὅπλον ἀήττητον, τόν τοῦ Κυρίου Σταυρόν, χερσὶν ἀναλάβωμεν, καὶ πρὸς τὴν πάλην ἐχθροῦ, τοῦ πλάνου ἐξέλθωμεν· φρίττει γὰρ τὸ σημεῖον, τοῦ τῶν ὅλων Δεσπότου, ὅπερ πιστοῖς παρέχει, ἀπροσμάχητον κράτος· καὶ ἅπαντες δοξάσωμεν, Χριστοῦ τὴν συγκατάβασιν.

 

            Μετὰ τὸν Πολυέλεον,

Κάθισμα. Ἦχος πλ. δ'. Τὸ προσταχθέν.

Ἐν τῷ Σταυρῷ σοι ὁραθεὶς καθηλωμένος, ὁ διὰ σπλάγχνα οἰκτιρμῶν σε καταυγάσας, τῶν μελλόντων σοι προέγραψε τὴν εἰκόνα· ἐπ' ὤμων γὰρ τὸν σταυρόν σου ἀναλαβών, ποικίλως ἐδοκιμάσθης ἐν πειρασμοῖς, καὶ εἰς τέλος κατῄσχυνας, τὰς μεθοδείας τοῦ ἐχθροῦ, ἀθλήσας ὡς ἀσώματος, Ἀθλοφόρε Εὐστάθιε.

Δόξα Καὶ νῦν. Τῆς Ἑορτῆς ὅμοιον.

Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ του Ναυῆ Σταυροῦ τὸν τύπον, ὡς τάς χεῖρας ἐξέτεινε σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾅδην σκυλεύοντα.

 

            Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου

 

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς 'Ἁγίοις αὐτοῦ.

Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον κατὰ Ματθαῖον. Εἶπεν ὁ Κύριος· Πάντα ὅσα ἂν θέλητε...

(Ζήτει τῇ 13ῃ Ὀκτωβριου).

 

Ό Ν'.

Δόξα...

Ταῖς τῶν Ἀθλοφόρων...

Καὶ νῦν...

Ταῖς τῆς Θεοτόκου...

 

Ἰδιόμελον. Ἦχος πλ. β'.

Στίχ. Ἐλεησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

Ἀφθόρου τόκου Μαρίας, ὑπάρχων Μάρτυς καταγώγιον, ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰλῳ, καὶ ἡμῖν ἐξευμενίζου, Τριάδα τὴν ἄκτιστον.

 

            Εἶτα οἱ Κανόνες, τοῦ Σταυροῦ, τοῦ Ἁγίου ἐκ τοῦ Μηναίου, καὶ ἑξῆς φέρων τήν δε Ἀκροστιχίδα·

«Πανοικὶ Εὐστάθιος μεγαλυνέσθω. Γερασίμου».

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην Φαραώ

Πειρατηρίων ἀβλαβῶς τὸ πέλαγος, Μάρτυς διέπλευσας, ταῖς τοῦ Παρακλήτου, αὔραις κυβερνώμενος· καὶ νῦν πρὸς ὅρμον ἄκλυστον, πανοικεὶ ὡς ὡρμίσθης, εἰρήνην δίδου Εὐστάθιε, τοῖς εἰλικρινῶς εὐφημοῦσί σε.

 

Ἀπ' οὐρανοῦ ὥσπερ ὁ Παῦλος ἔσχηκας, τὴν κλῆσιν Ἅγιε, ὡς θεοφανείας, μυστικῆς ἠξίωσαι· ὁ γὰρ Χριστὸς φωνήσας σε, τῆς αὐτοῦ βασιλείας, ἀποκαλύπτει τὴν χάριν σοι, Μάρτυς προειδώς σου τὴν πρόθεσιν.

 

Ναμάτων θείων μετασχὼν Εὐστάθιε, τοῦ θείου Πνεύματος, τῆς υἱοθεσίας, πανοικεὶ ἠξίωσαι, τῆς οὐρανίου Ἅγιε, καὶ σοφῶς ἀνεδέξω, τῆς ἀρετῆς τὸ γυμνάσιον, οἷα στρατηγὸς ὑπερθαύμαστος.

 

Οἱ ἐκ μηροῦ σου ὡς φυτὰ ἀμάραντα, ἀναβλαστήσαντες, τῆς ἀπ' οὐρανοῦ σοι, ἐνεχθείσης χάριτος, τὸ φέγγος εἰσδεξάμενοι, κοινωνοί σοι τῶν ἄθλων, καρτερικῶς χρηματίζουσι, σὺν τῇ ὁμοζύγῳ Εὐστάθιε.

Θεοτοκίον.

Ἱερουργεῖ τῷ ἐκ τῆς σῆς ἐκλάμψαντι, νηδύος Ἄχραντε, Ζωοδότη Λόγῳ, καὶ τῶν ὅλων Κτίσαντι, ἡ νοερὰ καὶ ἄϋλος, τῶν Ἀγγέλων οὐσία, καὶ τῶν βροτῶν τὰ συστήματα, αἶνόν σοι ἀσιγητον ᾄδοντα.

Καταβασία. Σταυρὸν χαράξας...

 

ᾨδὴ γ΄ Οὐρανίας ἁψῖδος.

Καταφθάσας διώκων, τὸ ὁραθὲν θήραμα, ὑπ΄ αὐτοῦ σοφῶς ἐθηρεύθης, μάκαρ Εὐστάθιε· σὺ γὰρ ἠξίωσαι, ἀποκαλύψεως θείας· ὅθεν ἀνεπτέρωσαι, Χριστοῦ τῷ ἔρωτι.

 

Ἱλασμὸν σωτηρίας, καὶ καινισμὸν πνεύματος, καὶ υἱοθεσίαν τὴν θείαν, πανοικεὶ ἔλαβες, ἀναγεννήσεως, ζωοποιοῦ ἀπολαύσας, δι' ὕδατος ἔνδοξε, ἐν θείῳ Πνεύματι.

 

Ἐκ χειρῶν ἁρπαγέντες, τῶν πατρικῶν ἔνδοξοι, τὸν δεσμὸν τῆς θείας ἀγάπης, οὐ διερρήξατε, εἰ καὶ διέστητε, σωματικῶς ἀπ' ἀλλήλων· χεὶρ γὰρ Παντοκράτορος, ὑμᾶς ἀνείληφε.

Θεοτοκίον.

Ὑπερτέρα ὑπάρχεις, τῶν οὐρανῶν τέξασα, τὸν τοὺς οὐρανοὺς ὡσεὶ δέρριν, Ἁγνὴ ἐκτείναντα· ὅθεν οὐράνωσον, τὴν γεωθεῖσαν ψυχήν μου, ἱερῷ φρονήματι, ἐμπολιτεύεσθαι.

Καταβασία. Ῥάβδος εἰς τύπον τοῦ μυστηρίου...

 

Κάθισμα. Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, καρτερίας τοῖς πόνοις ὑπεραθλῶν, νέος ἀνηγόρευσαι, Ἰὼβ Μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου, παθῶν τὴν ἀφαίρεσιν, σὺν γυναικὶ καὶ τέκνοις, Θεῷ ηὐχαρίστησας• ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων ὡς νίκης, βραβεῖον παρέσχε σοι, τήν τοῦ αἵματος πρόσχυσιν, Ἀθλοφόρε Εὐστάθιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς, ὅμοιον.

Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν, κεκρυμμένον ἀνείλετο ἡ σεμνή, Ἑλένη καὶ πίμπλησι, χαρᾶς κόσμου τὸ πλήρωμα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ δεικνῦσα, τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, τοῦ προσκυνεῖν μετὰ πόθου, Σταυρὸν καὶ τὰ Πάθη Χριστοῦ.

 

ᾨδὴ δ΄. Σὺ μου ἰσχύς.

Σὺ τῷ φωτί, τῆς ἀστραψάσης ἐλλάμψεως, καὶ καρδίαν, λαμπρυνθεὶς καὶ αἴσθησιν, ὅλος ἐδείχθης φωτοειδής, οἷά περ ἀστέρας, περιφανῶς ἐπαγόμενος, υἱῶν σου τὴν δυάδα, καὶ τὴν σύζυγον ἅμα, Ἀθλοφόρε παμμάκαρ Εὐστάθιε.

 

Τῶν ἀγαθῶν, τῶν ἐπανθούντων σοι πάντοθεν, τὴν οὐσίαν, ἁρπαγεὶς Εὐστάθιε, οὐ συνηρπάγης ταῖς συμφοραῖς, ἀλλὰ τὴν πτωχείαν, τοῦ σὲ ἀξίως πλουτίσαντος, ὡς ὄλβον ἀφθαρσίας, γνώμης περιουσίᾳ, κεκτημένος τάς θλίψεις ὑπέμεινας.

 

Ἄνω τὸν νοῦν, καὶ τῆς ψυχῆς σου τὴν ἔφεσιν, τῷ ἀχράντῳ, .κάλλει αἰωρήσασα, αἰχμαλωσίαν τὴν χαλεπήν, ἤνεγκας γενναίως, μὴ δουλωθεῖσα τῷ πνεύματι, θεόφρον Θεοπίστη, ἀλλ' ἐβόας Κυρίῳ τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Θεοτοκίον.

Θεὸν σαρκί, ἀποτεκοῦσα Πανάμωμε, καὶ παρθένος, μετὰ τόκον μείνασα, μητροπρεπῶς φέρεις ἐν χερσί, τὸν δρακὶ τὰ πάντα, διακρατοῦντα καὶ φέροντα. Αὐτὸν οὖν ἐκδυσώπει, ἐκ χειρός με δολίας, ἐκλύτρωσαι δι΄ ἄκραν χρηστότητα.

Καταβασία. Εἰσακήκοα Κύριε...

 

ᾨδὴ ε΄ Ἵνα τί με ἀπώσω.

Ἱδρυμένην ἐν πέτρᾳ, τῆς ἀμώμου πίστεως μάκαρ Εὐστάθιε, ἔχων τὴν ψυχήν σου, ὡς οἰκίαν ἀκλόνητον Ἅγιε, τήν του βροτοκτόνου, φορὰν λυσσώδη ἀπεκρούσω, καὶ Ἰὼβ ἀφομοίωμα πέφηνας.

 

Οὐδαμῶς κατῃσχύνθης, τὸν ὀνειδισμὸν τοῦ Σωτῆρος Εὐστάθιε, ἀλλ΄ ἐν τῇ σαρκί σου, τὸ μαρτύριον τούτου ἐβάστασας, ἐπὶ ξένης γαίας, ὡς ἀπορῶν πτωχὸς θητεύων, ὁ εὐκλείᾳ τὸ πάλαι περίοπτος.

 

Σωφροσύνης τὸν πλοῦτον, ὥσπερ ναῦς ἀχείμαστος ἡ σὴ ὁμόζυγος, κλύδωνι τοῦ βίου, διασῴζουσά σοι ἐπανέδραμε, μεθ' ἧς σὺν τοῖς τέκνοις, σεπτὴν συστήσαντες χορείαν, ἐν ἀθλήσει Χριστὸν ἐδοξάσατε.

Θεοτοκίον.

Μητροπάρθενε Κόρη, ἡ τὸν Θεὸν λὀγον ἀφράστως κυήσασα, ἐν βροτείᾳ ὕλῃ, μὴ τραπέντα ὃ ἦν καὶ τὸν ἄνθρωπον, τῆς ἀρχαίας δόξης, καταξιώσαντα δυσώπει, τῆς φθορᾶς τῶν παθῶν με λυτρώσασθαι.

Καταβασία. Ὦ τρισμακάριστον ξύλον...

 

ᾨδὴ στ'. Ἰλάσθητί μοι Σωτήρ.

Ἐδόξασέ σε Χριστός, ὑπομονῆς σου τὸ μέγεθος, δεξάμενος ὡς ὀσμήν, ἁγίαν Εὐστάθιε, καὶ τῆς πρῴην δόξης σε, μέτοχον καὶ αὖθις, καὶ λαμπρότητος ἀνέδειξε.

 

Γευσάμενος γλυκασμοῦ, τῆς οὐρανίου χρηστότητος, οὐδόλως ἐν ὀφθαλμοῖς, βασιλέως Ἅγιε, πέλων ποθεινότατος, τῆς Χριστοῦ ἀγάπης, τὴν καρδίαν σου ἐμάκρυνας.

 

Ἀνδρεία σου ἡ λαμπρά, σὲ πανταχοῦ περιβόητον, ἀνέδειξεν ἀληθῶς, Εὐστάθιε μέγιστε· ὅθεν καὶ ζητήσας σε, βασιλεὺς ὡς εὗρεν, ἐπευφράνθη τῇ σῇ χάριτι.

 

Λαμπόμενοι τῷ φωτί, τῷ τῆς ἀθλήσεως Ἅγιοι, τετράφωτος ἀληθῶς, λυχνία ὡραθητε, Εὐστάθιε ἔνδοξε, Θεόπιστε μάκαρ, Θεοπίστη καὶ Ἀγάπιε.

Θεοτοκίον.

Ὑδάτων τῶν μυστικῶν, χειμάρρους οὖσα κατάρρυτος, Θεογεννῆτορ Ἁγνή, τὴν ψυχήν μου πότισον, ὕδατι τῆς χάριτος, καταφλεγομένην, τῶν παθῶν τοῖς ὑπεκκαύμασι.

Καταβασία. Νοτίου θηρὸς ἐν σπλάγχνοις...

 

Κοντάκιον. Ἦχος πλ. δ'. Τῇ ὑπερμάχῳ.

Ὡς τῆς ἀνδρείας τοῦ Ἰὼβ ἔμψυχον ἄγαλμα καὶ τῶν Μαρτύρων κοινωνὸν καὶ ἀκροθίνιον ἐπαξίως εὐφημοῦμέν σε Ἀθλοφόρε• Ὡς ὁ Παῦλος γὰρ θεόκλητος γενόμενος, ἐμεγάλυνας τὸν Λόγον δι΄ ἀθλήσεως. Ὅθεν κράζομεν• χαίροις Μάρτυς Εὐστάθιε.

Ἕτερον. Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τὰ πάθη Χριστοῦ, παμμάκαρ μιμησάμενος, καὶ τούτου πιών, προθύμως τὸ ποτήριον, κοινωνὸς Εὐστάθιος καὶ τῆς δόξης σύγκληρος γέγονας, παρ΄ αὐτοῦ τοῦ πάντων Θεοῦ, λαμβάνων ἐξ ὕψους θείαν δύναμιν.

Ὁ Οἶκος.

Ὑμνον μοι δώρησαι ὁ Θεός μου, ἀνυμνῆσαι καὶ λέγειν νυνί, τοὺς ἀγῶνας τοῦ Ἀθλοφόρου σου Κύριε, ὅπως εὐρύθμως ἐγκωμιάσω, τὸν γενναῖον ἐν τοῖς ἄθλοις Εὐστάθιον, τὸν νικητὴν ἐν πολέμοις ἐχθρῶν γεγονότα ἀεί, τὸν μέγαν ἐν εὐσεβείᾳ, καὶ χορῷ τῶν Μαρτύρων ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλει ἀπαύστως σοι, μετ΄ Ἀγγέλων ὁ πάνσοφος, λαμβάνων ἐξ ὕψους θείαν δύναμιν.

 

Συναξάριον.

Τῇ Κ' τοῦ αὔτοϋ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης τῆς συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.

Στίχοι.

Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει, καὶ σὺ παγγενῆ τοῦ Θεοῦ σῴζεις Λόγε.

Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα ἐν βοΐ καύθη.

 

Οὗτος ὁ Ἅγιος Μεγαλομάρτυς Εὐστάθιος ἦν στρατηλάτης ἐν τῇ Ῥωμαίων πόλει, ἐπὶ Τραϊανοὺ τοῦ βασιλέως· ἐκαλεῖτο δὲ αὐτὸς μὲν Πλακίδας, ἡ δὲ γυνὴ αὐτοῦ Τατιανή· ἦν δὲ πλούσιος σφόδρα, καὶ χαίρων ἐν ἐλεημοσύναις πενήτων, Ἕλλην ὤν. Κυνηγοῦντι δὲ αὐτῷ, ἐφάνη ἔλαφος, καὶ ἤρξατο καταδιώκειν αὐτήν. Ἤδη δὲ μέλλων καταφθάσαι τὸ ζῷον, βλέπει ἐπὶ τῶν κεράτων αὐτῆς τὸν τίμιον σταυρὸν τοῦ Χριστοῦ καὶ ἦλθε φωνὴ ἐκ τῶν κεράτων τῆς ἐλάφου, λέγουσα• Ὦ Πλακίδα, τί με διώκεις; ἐγὼ εἰμι ὁ Χριστός. Εἶτα ἐβαπτίσθη, καὶ οὕτως ἐπολεμήθη ὑπὸ τοῦ βροτοκτόνου δαίμονος, ὡς καὶ τὸν πλοῦτον αὐτοῦ ἀπολέσαι, καὶ τὴν γυναῖκα αὐτοῦ αἰχμάλωτον ἰδεῖν, καὶ τὰ παιδία, αὐτοῦ ὑπὸ θηρίων ἁρπαγέντα· καὶ αὐτὸν γενέσθαι ἐν πενίᾳ. Εἶθ' οὕτως εὑρεῖν πάλιν τὴν γυναῖκα καὶ τὰ παιδία, ζητηθῆναί τε παρὰ τοῦ βασιλέως, καὶ ἀπολαβεῖν τὸ πρότερον ἀξίωμα• μεθ' ὧν ὕστερον ἀναγκασθεὶς θῦσαι τοῖς εἰδώλοις, καὶ μὴ πεισθείς, ἐμβάλλεται εἰς χαλκοῦν βοῦν πεπυρωμένον καὶ τελειοῦται.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐσταθίου τοῦ Καταφλώρου, ἀρχιεπισκόπου Θεσσαλονίκης.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου.

Στίχοι.

Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων, σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων.

 

Τῇ αὐτῇ ἡμερᾳ, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σῦν αὐτοῖς.

Στίχοι.

Πολλὰ θλιβέντες Μάξιμος καὶ Μαρτίνος, πολλῶν ἐπαίνων ἀξιούσθων οἱ δύο.

 

Τῇ αὔτη ἥμερα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ.

Στίχοι.

Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος, μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτόνον.

 

Τῇ αὐτῇ ἡμερᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου.

Στίχοι.

Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ· Ὅθεν τελευτᾶν, πῶς ἄν εἴποις; ἠγάπα.

 

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου.

Στίχοι.

Ὁ Ἰωάννης σὺν δεκαπλῇ τετράδι, στερρῶς ὑπῆλθε τὴν τομὴν τὴν ἐκ ξίφους.

 

Ὁ Ἅγιος νέος Ὁσιομάρτυς Ἱλαρίων, ὁ Κρής, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1804, ξίφει τελειοῦται.

Στίχοι.

Ὁ Ἱλαρίων διττὸν εἴληφε στέφος, Ὅσιος οἷά τε ἀθλητὴς Κυρίου.

 

Ταῖς αὐτῶν πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Παῖδες Ἑβραίων.

Νάμα δυνάμεως Κυρίου, θησαυρίσαντες πηγῶν ἐκ σωτηρίου, ἐν χαλκείῳ βοΐ, σφοδρῶς ἐκπυρωθέντι, εἰσήλθετε μακάριοι, ὡς εἰς δρόσον ἀφθαρσίας.

 

Ἔστη ὁ λέων ὡς ἀρνίον, τῶν ἰχνῶν ὑμῶν ἁψάμενος  ἠρέμα· ὁ γὰρ πρὶν Δανιήλ, ἐν λάκκῳ θαυμαστώσας, αὐτὸς ὑμᾶς ἐδόξασεν, ἐν σταδίῳ ἐναθλοῦντας.

 

Σύμφρων ἡ σύζυγός σοι ὤφθη, καὶ ὁμόστολα τὰ τέκνα σου ἐν πᾶσι· μεθ΄ ὧν ἤθλεις στερρῶς, Εὐστάθιε συμψάλλων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

 

Θίασον σύναθλον ἀγείρας, ἠνδραγάθησας ἀγῶσιν εὐσεβείας• τοὺς υἱούς σου καὶ γάρ, σὺν τῇ συμβίῳ Μάρτυς, ἀνδρείως παρεσκεύασας, φέρειν πᾶσαν ἀλγηδόνα.

Θεοτοκίον.

Ὤφθης παράδεισος εὐώδης, καὶ πολύανθος λειμὼν ἀθανασίας, τὸ φυτὸν τῆς ζωῆς, βλαστήσασα ἄρρητος, Χριστὸν Παρθένε Ἄχραντε, τὸν ζωώσαντα τὸν κόσμον.

Καταβασία. Ἔκνοον πρόσταγμα...

 

ᾨδὴ η΄ . Τὸν ἐν ὄρει ἁγίῳ.

Γνώμην μίαν τετρὰς ἡ τῶν Μαρτύρων, γεωργοῦσα πιστῶς, Τριάδα τὴν Ἁγίαν, μιᾷ φωνῇ εὐτόνως ἀνεκήρυξαν, Εὐστάθιος ὁ μέγας, μετὰ τῶν οἰκείων, βλαστῶν καὶ τῆς συμβίου.

 

Ἑνωθέντες καὶ αῦθις οἱ βιαίως, χωρισθέντες τὸ πρίν, ἀρρήτῳ προμηθείᾳ, τὰς συμπλοκὰς τοῦ πλάνου διελύσατε, Εὐστάθιε θέοφρον, ἀθλήσαντες νομίμως, μετὰ τῶν προσηκόντων.

 

Ῥαντισθέντες τῶν πειρασμῶν ὑσσώπῳ, καὶ ἀγώνων σεπτῶν, λουσάμενοι ἱδρῶσιν, ὑπὲρ χιόνα Μάρτυρες ἐλάμψατε, καὶ ὑπὲρ ἀκτῖνας, ἡλίου φωταυγεῖτε, ταῖς χάρισι τὴν κτίσιν.

Θεοτοκίον.

Ἀγεώργητε χώρα ἡ τὸν στάχυν, τῆς ζωῆς ὑπὲρ νοῦν, ἡμῖν καρποφοροῦσα, ὑλομανοῦσαν τὴν καρδίαν μου καθάρισον, ὅπως ἐκβλαστήςῃ, καρπὸν τῆς μετανοίας, Ὑπερευλογημένη.

Καταβασία. Εὐλογεῖτε Παῖδες …

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.

Σθενούμενοι ἐλπίδι τῆς ὑπὲρ νοῦν, ἐνεχθείσης φωνῆς ὑμῖν Μάρτυρες, ἀπ' οὐρανοῦ, ἔβητε εἰς χάλκευμα τὸ σφοδρῶς, πυρακτωθὲν συμβάλλοντες, ἐξ οὗ πρὸς παστάδα φωτοειδῆ, καὶ δρόσον ἀφθαρσίας, καὶ γῆν τὴν τῶν πρᾳέων, τροπαιοφόροι ἀνεδράμετε.

 

Ἰδοὺ δὴ τί καλόν τε ἢ τί τερπνόν, χαρμοσύνως ἐβὀων οἱ Μάρτυρες, ἀπὸ τῆς γῆς, τρέχοντες πρὸς λῆξιν τῶν οὐρανῶν, ἀλλ' ἢ τὸ κατοικεῖν ὁμοῦ, τέκνα σὺν γονεῦσι περὶ Θεόν. Εὐστάθιος γὰρ ὤφθη, Κυρίου κληρονόμος, πανοικεσίᾳ στεφανούμενος.

 

Μαρτύρων συνοδεία τετραμελής, καὶ χορὸς ἐκλεκτὸς καὶ περίδοξος, καὶ γενεά, ὤφθητε εὐθέων εὐλογητή, Εὐστάθιε μακάριε, σὺν τῇ Θεοπίστῃ τῇ εὐκλεεῖ, καὶ θεὶῳ Ἄγαπίῳ, ὁμοῦ καὶ Θεοπἰστῳ, τὴν Ἐκκλησίαν περιέποντες.

 

Ὁλόκληρον προσήγαγες προσφοράν, τῷ τῶν ὅλων Δεσπότῃ Εὐστάθιε, τοὺς σοὺς βλαστούς, σὺν ,τῇ ὁμοζύγῳ σου τῇ σεμνῇ, καὶ νῦν ὁμοῦ καρπούμενοι, τάς ὑπὲρ κατάληψιν ἀμοιβάς, προσδέξασθε τὸν ὕμνον, ὃν ἤδη ὑμῖν φέρω, καὶ πάσης βλάβης με λυτρώσασθε.

Θεοτοκίον.

Ὑψοῦντες ὑποπόδιον τὸ σεπτόν, ἐν ᾧ πόδες οἱ ἄχραντοι ἔστησαν, τοῦ σοῦ Υἱοῦ, τῆς εὐεργεσίας σε τὴν πηγήν, μεγαλοφώνως μέλπομεν, Κεχαριτωμένη διὰ παντός, καὶ πίστει σοι βοῶμεν ἡμῶν μὴ ἐπιλάθῃ, τῶν ἱκετῶν σου Παντευλόγητε.

Καταβασία. Μυστικὸς εἶ Θεοτόκε.., Ὁ διὰ βρώσεως τοῦ ξύλου...

 

Ἐξαποστειλαριον. Ἐν Πνεύματι τῷ ἱερῷ.

Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβὶῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, Εὐστάθιε θαυμαστέ, ἑορτάζομεν μνήμην.

Σταυροθεοτοκίον. Τῶν Μαθητῶν.

Ἡμεῖς ἐν σοὶ θαρροῦντες τῇ Θεοτόκῳ, ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος, τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου, ὅπλον ἡμῖν καὶ τρόπαιον, ἀσπίδα ξίφος καὶ δόρυ, καὶ βέλος κατὰ Βελίαρ.

 

            Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους δ΄ καὶ ψάλλομεν τὰ ἐξῆς Προσόμοια.

Ἦχος α'. Πανεύφημοι Μάρτυρες.

Παμμάκαρ Εὐστάθιε τοῦ σοῦ, βίου τὴν χρηστότητα, ὡς ἀληθῶς ἀμειβόμενος, Χριστὸς ὁ Κύριος, ὤφθη ἐν Σταυρῷ σοι, καὶ φωτὶ τῆς χάριτος, κατηύγασε σοφὲ τὴν καρδίαν σου· ὅθεν τῆς κλήσεως, κατ' ἀξίαν πεπολίτευσαι, καὶ ἐν ἄθλοις, ἱεροῖς ἠρίστευσας.

 

Παμμάκαρ Εὐστάθιε πολλαῖς, ὁμιλήσας θλίψεσιν, ὑπομονῆς ὤφθης ἄγαλμα, Ἰὼβ μιμούμενος, τὴν στερρὰν ἀνδρείαν, καὶ ψυχῇ θεόφρονι, ὑπέστης πειρασμῶν τὸ ἐπίπόνον· ὅθεν ὁ Κύριος, θαυμαστῶς σε ἐμεγάλυνε, καὶ Μαρτύρων, δόξης σε ἠξίωσε.

 

Παμμάκαρ Εὐστάθιε τὴν σήν, ὁλικῶς πρὸς Κύριον, ζωὴν σοφῶς ἀναθέμενος, αὖθις ἀπέλαβες, τοὺς σεμνοὺς υἱούς σου, καὶ τὴν σὴν ὁμόζυγον, δοξάζων τοῦ Σωτῆρος τὴν πρόνοιαν, μεθ΄ ὧν διήνυσας, τὸν ἀγῶνα τῆς ἀθλήσεως, καὶ τῆς ἄνω, δόξης ἠξιώθητε.

 

Παμμάκαρ Εὐστάθιε στερρῶς, φέρειν τὰ ἐπώδυνα, τοὺς σοὺς βλαστοὺς καὶ τὴν σύμβιον, λόγοις ἐπήλειψας, καὶ ἀνδρειοφρόνως, δι΄ ἀγάπην ἔνθεον, τὸν ἐν πυρὶ ὑπέστητε θάνατον, καὶ πρὸς ἀθάνατον, εὐφροσύνην ἀνεδράμετε, ἀφθαρσίας, τὸ στέφος δεξάμενοι.

Δόξα... Ἦχος πλ. δ'.

Τἢν στρατοπεδαρχίαν τῆς κάτω βασιλείας ἀποβαλόμενος, καὶ διὰ ζῴου ὀφθέντος σοι ἐν εἰκόνι, τοῦ Σωτῆρος ἡμῶν γενόμενος ἐραστής, νῦν συγχορεύεις τοῖς ἄνω, σὺν γυναικί σου καὶ τέκνοις, παμμάκαρ Εὐστάθιε· διὸ δυσωποῦμέν σε, τῷ Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν... Ὁ αὐτός. Τῆς Ἑορτῆς.

Ὅν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἄμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαβῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα· Κύριε, σὺν τῷ Λῃστῇ,τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

            Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου γ' καὶ στ' Ωδή.

 

Ἀπόστολον καὶ Εὐαγγέλιον ὅρα Μηνολόγιον.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον...

 

Μεγαλυνάριον.

Οὐρανόθεν μάκαρ καταυγασθείς, στήλη τῆς ἀνδρείας, ἀνεδείχθης ἐν πειρασμοῖς, καὶ πανοικεσίᾳ, Εὐστάθιε ἀθλήσας, τῆς ἄνω βασιλείας, ἀξίως ἔτυχες.

Δίστιχον.

Ἰσχυρὸν Εὐστάθιε ἀεί με ποίει, Γεράσιμον μέλψαντα τοὺς σοὺς ἀγῶνας.

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΑ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΥΣΤΑΘΙΟΝ

ΠΟΙΗΜΑ ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΎ ΜΙΚΡΑΓΙΑΝΝΑΝΓΓΟΤ

 

Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ὡς τοῦ Σωτῆρος Ἀθλητὴς τροπαιοῦχος, καὶ τῆς ἀνδρείας ἀκαθαίρετος πύργος, Εὐστάθιε πανεύφημε Μαρτύρων καλλονή, πειρασμῶν τὴν ἔφοδον, ἀφ' ἡμῶν ἀποσόβει, ἐν εἰρήνῃ Ἅγιε, τὴν ζωὴν διεξάγων, τῶν σὲ προστάτην μέγιστον σοφέ, προβαλλομένων, καὶ πρέσβυν πρὸς Κύριον.

Δόξα. Τὸ αὐτό.

Καὶ νῦν... Θεοτοκίον.

Οὐ σιωπησομέν ποτε Θεοτόκε...

 

Εἶτα ὁ Ν'

Κανών, οὗ ἡ Ἀκροστιχίς·

«Ἐν εὐσταθείᾳ σῷζέ με Μάρτυς. Γερασίμου».

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ὑγρὰν διοδεύοας.

Ἐλέους τὸν πρύτανιν καὶ Θεον, Εὐστάθιε Μάρτυς, καθικέτευε ἐκτενῶς, πταισμάτων συγχώρησιν διδόναι. τοῖς τῇ θερμῇ σου πρεσβείᾳ προστρέχουσι.

 

Ναμάτων ἀΰλων ζωοποιῶν, ἐπόμβρησον Μάρτυς, τὰς σταγόνας ἐξ οὐρανοῦ, καὶ σβέσον τὴν φλόγα τῶν παθῶν μου, ταῖς ἐπομβρίαις τῶν σῶν παρακλήσεων.

 

Εὐστάθειαν βίου διηνεκῆ, Εὐστάθιε Μάρτυς, καὶ ἀνδρείαν ἐν πειρασμοῖς, καὶ λύσιν παθῶν παρενοχλούντων, ἡμῖν ἐξαίτει τοῖς σὲ μακαρίζουσι.

Θεοτοκίον.

Ὑ'ψίστου καθέδρα περιφανής, ἐδείχθης Παρθένε, σωματώσασα τὸν Θεόν, ᾧ πρέσβευε πάσης ἁμαρτίας, ἀποκαθάραι τοὺς σὲ μεγαλύνοντας.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.

Συμφορῶν τάς ἐφόδους, καρτερικῶς ἤνεγκας· ὅθεν καρτερῶς ὑπομένειν, ἡμᾶς ἐνίσχυσον, Μάρτυς Εὐστάθιε, τὰς χαλεπὰς ἐπινοίας, τοῦ δολίου δράκοντος, γνώμης στερρότητι.

 

Τὰς ὁρμὰς καὶ τὰ βέλη τὰ καθ΄ ἡμῶν σύντριψον, τῶν ἐπιζητούντων ταράττειν ὑμᾶς Εὐστάθιε καὶ ἀστασίαστον, ἔργοις ἐνθέοις κομῶσαν τὴν ζωὴν συντήρησον, ἡμῶν δεόμεθα.

 

Ἄκαθαίρετος πύργος, ὑπομονῆς πέφηνας. πρὸς τὴν τελειότητα ταύτης ,παιδεύων πάντοτε ἡμῶν τὸ φρονημα, ἐν πειρασμοῖς πολυτρόποις καὶ ποικίλαις θλίψεσι, Μάρτυς Εὐστάθιε.

Θεοτοκίον.

Θεὸν Λόγον τεκοῦσα. μετὰ σαρκὸς Ἄχραντε, τὸν ἀνακαινίσαντα κόσμον τῆς πάλαι πτώσεως, τὸν νοῦν μου καίνισον, ζωοποιῷ θείῳ φόβῳ, καὶ ψυχήν μου κάθαρον δεινῶν προλήψεων.

 

Διάσωσον Μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου

ἀντιλήψει.

 

Ἐπίβλεψον ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Κάθισμα. Ἦχος Β΄ Πρεσβεία θερμή.

Παθῶν τάς ὁρμάς, καὶ πειρασμῶν τὸν κλύδωνα, καὶ πᾶσαν φθοράν, τὴν καθ΄ ἡμῶν ἀπότρεψον, Εὐστάθιε μακάριε, ὡς πιστῶν ἀσφαλὲς εριτείχισμα· σὺ γὰρ ποικίλως Μάρτυς πειρασθείς, ἀρήγεις τοῖς κάμνουσι

ταῖς θλίψεσι.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

Εὕροιμί σε Εὐστάθιε, ὥρᾳ τῆς ἀνάγκης βοηθὸν ἕτοιμον, συνοχῆς με ἐξαιρούμενον τῶν ἐπελθουσῶν μοι Μάρτυς θλίψεων.

 

Ἴασαί μου τὸν καύσωνα, τὸν τῆς ἀθυμίας τῆς συνθλιβούσης με καὶ παράσχου τῇ καρδίᾳ μου, τὴν ἀναψυχὴν Μάρτυς τὴν κρείττονα.

 

Ἀθλοφόροι ἀήττητοι σὺν τῇ Θεοπίστῃ Μάρτυς Εὐστάθιε, καὶ Θεόπιστε, Ἀγάπιε, πάσης συμφορᾶς ἡμᾶς λυτρώσασθε.

Θεοτοκίον.

Σωτηρίας τὸν αἴτιον, σῴζοντα τὸν κόσμον Χριστὸν κυήσασα, σωτηρίας με ἀξίωσον, Κεχαριτωμένη τὸν ἱκέτην σου.

 

ᾨδή ε'. Φώτισον ἡμᾶς.

Ὥσπερ ἀκλινής ἐν ταῖς θλίψεσιν Εὐστάθιε, μὴ ἐκκλίνειν ταῖς τοῦ ὄφεως βουλαῖς, ἐνδυνάμωσον τὸν νοῦν ἡμῶν δεόμεθα.

 

Ζῆν ἡμᾶς καλῶς, εὐπραγίᾳ καὶ σεμνότητι, καὶ ἁπάσῃ ἐνάρετῳ ἀγωγῇ, καταξίωσον Εὐστάθιε μακάριε.

 

Ἔχοντες ὑμᾶς Θεοπίστη καὶ Εὐστάθιε, σὺν τοῖς τέκνοις ὑμῶν θείους ἀρωγούς, οὐ πτοούμεθα ἐχθρῶν τὰ μηχανήματα.

Θεοτοκίον.

Μῆτερ τοῦ Θεοῦ, Θεοτόκε Ἀειπάρθενε, τῇ ἀγάπῃ τοῦ Υἱοῦ σου τῇ θερμῇ, τὴν ψυχήν μου ἀναπτέρωσον καὶ σῶσόν με.

 

ᾨδὴ στ'. Τὴν δέησιν.

Ἐν πάσῃ ἐπιφορᾷ ὀλεθρίῳ, καὶ δεινῇ προσδοκωμένῃ μανίᾳ, σὺ βοηθὸς ἡμῖν φάνηθι Μάρτυς, τῶν θλιβερῶν διαλύων τήν ἔφοδον, καὶ τὴν εἰρήνην ἐκ Θεοῦ, πρυτανεύων ἡμῖιν τοῖς ποθοῦσί σε.

 

Μεγίστους πόνους ἀνδρείως ἐνέγκας, θαυμαστῶς ἐμεγαλύνθης θεόθεν, Μεγαλομάρτυς Εὐστάθιε, μάκαρ· ἔνθεν μεγάλων κινδύνων καὶ θλίψεων, τῇ σὴ μεγίστῃ πρὸς Χριστόν, παρρησίᾳ ἡμᾶς ῥύῃ πάντοτε.

 

Ἀγάπῃ συνδεδεμένοι ἀρρήκτως, ὡς ὁμόφρονες ἐν βίῳ καὶ ἄθλοις ἐν ὁμονοίᾳ ἡμᾶς καὶ ἀγάπῃ διατηρήσατε Ἅγιοι Μάρτυρες, Εὐστάθιε σὺν τοῖς υἱοῖς καὶ τῇ σῇ ὁμοζύγῳ δεόμεθα.

Θεοτοκίον.

Ῥυσθῆναι τῆς τοῦ ἐχθροῦ με μανίας, καὶ ἁπάσης δυσχερῶν προσδοκίας, τῇ σῇ εὐδόκησον χάριτι Κόρη, καὶ ἐν εἰρήνῃ καὶ βίου σεμνότητι, ἀξίωσόν με ἐκτελεῖν, τῆς ζωῆς μου Ἁγνὴ τὸ ὑπόλοιπον.

 

Διάσωσον Μεγαλομάρτυς Εὐστάθιε πάσης βλάβης, καὶ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς προσιόντας τῇ θείᾳ σου ἀντιλήψει.

 

Ἄχραντε ἡ διὰ λόγου τὸν Λόγον ἀνερμήνευτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Κοντάκιον.

Ἦχος β΄ Τοῖς τῶν αἱμάτων σου ῥείθροις.

Τῇ πρὸς Θεόν σου πρεσβείᾳ Εὐστάθιε, πολυειδῶν πειρασμῶν λυ-τρωθείημεν· ὅτι πρὸς σὲ ἀφορῶντες ἑκάστοτε, συμβαινουσῶν κουφιζόμεθα θλίψεων, ὑμνοῦντες τὸν σὲ θαυμαστώσαντα.

 

Προκείμενον.

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.

Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον τὸ ἐν τῷ Ὄρθρῳ τοῦ Ἁγ. Γεωργίου.

 

Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

 

Ἦχος πλ β΄ Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλέησόν με ὁ Θεός κατὰ τὸ μέγα ἔλεός σου...

Πύργος ἀπερίτρεπτος. ὑπομονῆς καὶ ἀνδρείας, καὶ λαμπρὸν ὑπόδειγμα ψυχικῆς στερρότητος, Μάρτυς πέφηνας· διὸ αἰτοῦμέν σε, τάς ἐπαναστάσεις καθ΄ ἡμῶν τοῦ πολεμήτορος, καί. τὰ βουλεύματα, καὶ τάς μηχανὰς τάχος σύντριψον, ἀνδρείαν παρεχόμενος, καὶ ὑπομονὴν ἡμῖν ἄτρεπτον, ὡς ἂν θεοφρόνως, βιώσαντες Εὐστάθιε σοφέ, τῇ σῇ πρεσβείᾳ τῆς κρείττονος, δόξης ἐπιτύχωμεν.

 

ᾨδὴ ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.

Τῶν παθῶν τάς ὀδύνας καὶ τοὺς ἄνθρακας σβέσον Μάρτυς τῶν θλίψεων, καὶ ἄλυπον συντηρεῖ, ἐκ πάσης ἐπηρείας τὴν ζωὴν ἡμῶν πάντοτε, τῶν σὲ θερμὸν ἀρωγόν, Εὐστάθιε πλουτούντων.

 

'πὲρ πάντων δυσώπει, τῶν πιστῶς προστρεχόντων τῇ προστασίᾳ σου, πικρῶν ἀρρωστημάτων, ψυχῶν τε καὶ σωμάτων, ἐκλυτροῦσθαι Εὐστάθιε, καὶ μετὰ τέλος τυχεῖν τῆς ἄνω βασιλείας.

 

Σωτηρίας λιμένα, τὴν θερμήν σου πρεσβείαν Μάρτυς κτησάμενοι, ἐκ πάσης τρικυμίας, καὶ ζάλης τῆς ἐν βίῳ ἐκλυτρούμεθα ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητος εἶ.

Θεοτοκίον.

Γεωργήσασα Κόρη, ἀνηρότως τὸν πάντα δημιουργήσαντα, γεώργιόν με θεῖον, ζωῆς τῆς ἐνάρετου, Θεοτόκε ἀνάδειξον, ἵνα βλαστήσω Ἁγνή, καρποὺς ἀθανασίας.

 

ᾨδὴ η΄ Τὸν Βασιλέα.

Ἐκ τῶν σκανδάλων, τῶν χαλεπῶν τοῦ Βελίαρ, ἐλεύθερωσον Εὐστάθιε τρισμάκαρ, τοὺς τῆς σῆς αἰτοῦντας, τυχεῖν ἐπικουρίας.

 

Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, καὶ συγχώρησιν πταισμάτων Ἀθλοφόρε, τῇ σῇ μεσιτείᾳ, ἡμῖν πρὸς τὸν Σωτῆρα.

 

Ἁγίων στίφος, σὺν τῷ κλεινῷ Εὐσταθίῳ Θεόπιστε, Ἀγάπιε τρισμάκαρ, καὶ τῇ Θεοπίστῃ, ἡμᾶς περιφρουρεῖτε.

Θεοτοκίον.

Σκέπη μοι ἔσο ἐκ τῶν βελῶν τοῦ Βελίαρ καὶ ὁδήγει με πρὸς τρίβον μετανοίας, Κεχαριτωμένη, ΙΙαρθένε Θεοτόκε.

 

ᾨδὴ θ'. Κυρίως Θεοτόκον.

Ἰσχὺν ἡμῖν καὶ σθένος, δίδου ἐν ἀνάγκαις, καὶ συμφοραῖς ταῖς τοῦ βίου Εὐστάθιε, τὰ δυσχερῆ εὐμαρίζων τῇ ἀντιλήψει σου.

 

Μὴ παύσῃ ἐποπτεύειν, καὶ τὴν σὴν παρέχειν ἐπισκοπὴν Ἀθλοφόρε Εὐστάθιε, τοῖς ἀδιστάκτῳ καρδίᾳ σὲ μακαρίζουσι.

 

Οἱ Μάρτυρες Κυρίου, σὺν τῷ Εὐσταθίῳ καὶ Θεοπίστῃ θέοφρον Ἀγάπιε, καὶ Θεοπίστῳ Κυρίῳ ἡμᾶς προσάγοιτε.

Θεοτοκίον.

Ὑμνοῦμέν σε βοῶντες χαῖρε Θεοτόκε, ἁμαρτωλῶν ἱλαστήριον μέγιστον, καὶ προστασία τοῦ κόσμου καὶ καταφύγιον.

 

Τὸ Ἄξιόν ἐστιν... καὶ τὰ Μεγαλυνάρια.

Δόξῃ οὐρανίῳ καταυγασθείς, θεόκλητος ὤφθης, ὡς ὁ Παῦλος εὐκλεής, καὶ λαμπρῶς ἀθλήσας, Εὐστάθιε τρισμάκαρ, ἀξίως ἐδοξάσθης θείοις χαρίσμασι.

 

Ἤκουσας καλούσης σε τῆς φωνῆς, Χριστοῦ τοῦ Σωτῆρος τοῦ ὀφθέντός σοι θαυμαστῶς, δι' ἐλάφου μάκαρ, καὶ χαίρων ἐπορεύθης, τὴν μαρτυρίου τρίβον, Μάρτυς Εὐστάθιε.

 

Χαίροις τῆς ἀνδρείας ὑπογραμμὸς καὶ Ἰὼβ τοῦ θείου, ὑποτύπωσις ἀληθής· χαίροις ὁ ἀλείφων, ἡμᾶς πρὸς σωτηρίαν ὑπομονῆς σου Μάρτυς τοῖς κατορθώμασι.

 

Ὡς σεπτὴν θυσίαν καὶ προσφοράν, τοὺς ἐκ τοῦ μηροῦ σου, προελθόντας κλεινοὺς βλαστούς, ἀθλήσεως πόνοις, προσήγαγες Κυρίῳ, Εὐστάθιε θέοφρον, σὺν τῇ συζύγῳ σου.

 

Χαίροις τῶν Μαρτύρων ἡ τετρακτύς, Εὐστάθιε μάκαρ, Θεοπίστῃ σὺν τῇ σεμνῇ, καὶ σὺν Ἀγαπίῳ, Θεόπιστε παμμάκαρ, ἡμῶν πρὸς τὴν Τριάδα, πρέσβεις θερμοτατοι.

 

Παραστάται ὄντες πανευκλεεῖς, οἷα Ἀθλοφόροι, τοῦ Παντάνακτος Ἰησοῦ, εὐστάθειαν βίου, καὶ ἄφεσιν πταισμάτων, ἡμῖν ἀεὶ αἰτεῖτε, Ἅγιοι Μάρτυρες.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν. εἰς τὸ σωθῆναι ἡμᾶς.

 

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Πάντων βοηθὸς καὶ ἀρωγός, ἔνδοξε Εὐστάθιε πέλεις, καὶ καταφύγιον, τῶν προσερχομένων σοι, ἀνενδοιάστῳ ψυχῇ· πάσης βλάβης οὖν φυλάττε, ἡμᾶς ἀνωτέρους, καὶ Χριστοῦ τὰ βήματα, ἀκατακρίτους σοφέ, δεῖξον, μετὰ τέλος θεόφρον, τῇ μαρτυρικῇ σου πρεσβείᾳ, τοὺς εἰλικρινῶς σε μακαρίζοντας.

 

Δέσποινα πρόσδεξαι τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ. φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Δίστιχον

Εὐστάθειαν δίδου μοι ψυχῆς ἐν πᾶσι Εὐστάθιε σπεύδοντι σοὶ Γερασίμῳ.