Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΣΕΠΤΕΜΒΡΙΟΥ

 

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ

ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΙΛΟΥΑΝΟΥ ΤΟΥ ΑΘΩΝΙΤΟΥ

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

    Ἱστῶμεν στίχ. δ' καὶ ψάλλομεν στιχ. προσόμοια.

Ἦχος δ'. Ὡς γενναῖον ἐν μάρτυσι.

Νέον ἄνθος ἐξήνθησε, Θεοτόκε τοῦ Κλήρου σου, πνέον τὴν τοῦ Πνεύματος θείαν ὄσφρησιν, Σιλουανὸς ὁ θαυμάσιος, ἀρχαίων ὁμότροπος, ἀσκητῶν καὶ ἐραστής, σοῦ Υἱοῦ μανικώτατος, Ὃν τρανώτερον, ἱκετεύει δοθῆναι τοῖς τιμῶσι, τὴν ὁσίαν αὐτοῦ μνήμην, τὰς δωρεὰς τὰς τῆς Χάριτος.

 

Ἐκ Ῥωσσίας μὲν πέφυκας, ὡς βλαστός τις θεόσπαρτος, Ἄθω δὲ κατέλαβες τὸν ἐξάκουστον, ἔνθα ὡς κλῆμα καλλίκαρπον, τοῦ Σχήματος ἤνεγκας, οἶνον τὸν μεθυστικόν, ὃν παρέχεις ἀκένωτον, τοῖς διψῶσί σου, τὰ θεόπνευστα λόγια τρισμάκαρ, γραμματεῦ τῆς Βασιλείας, Σιλουανὲ ἀπλανέστατε.

 

Οὐδαμῶς ἐκολάκευσας, τὸ σὸν σκεῦος τὸ πήλινον, πόθον ἔχων Ὅσιε ἀποδύσασθαι, τοῦ πεπτωκότος τὸ ἔνδυμα, φορέσαι δὲ ἔκλαμπρον τοῦ καινοῦ Ἀδὰμ στολήν, συνεργὸν προσλαβόμενος καὶ συλλήπτορα. Μετανοίας σου θεῖον κηδεμόνα, ἀθλοφόρων πρωτοστάτην, Παντελεήμονα μέγιστον.

 

Ὡς θυσίαν αἰνέσεως, τῷ Κυρίῳ προσῆξέ σε, ἡ Πατρίς σου Ὅσιε ἑορτάζουσα, τοῦ φωτισμοῦ τὰ μνημόσυνα, καὶ λέγει προσδέχου μου, ὦ Νυμφίε Ἰησοῦ, τὸν καρπὸν τῆς κοιλίας μου, ὃν τὸ Πνεῦμά Σου, ἀπεκύησε δῶρον εὐφροσύνης, Ἐκκλησία τῇ ἁγίᾳ, Σιλουανὸν τὸν μακάριον.

Δόξα... Ἦχος β'.

Ἐθαυμάστωσας τὸν Κύριον Ὅσιε, ἐν τῷ βίῳ σου τῷ θεσπεσίῳ. Αὐτὸν γὰρ ἐκζητῶν ἀπὸ παιδὸς διψητικῶς, διὰ τῆς πείρας τοῦ Ἁγίου Πνεύματος εὗρες ἐν τέλει, καὶ τοῦ γλυκασμοΰ ἐμφορηθεὶς τῶν ἀκτίστων δωρεῶν, πᾶσι παρέχεις διὰ τῶν θεογράφων σου λόγων, τὸ πλήρωμα τῆς ζωῆς τοῦ Εὐαγγελίου, ὃπερ ταπεινώσει διηνεκεῖ κεκρατηκώς, δώρησαι ἡμῖν Σιλουανὲ τοῖς τιμῶσί σε.

Καὶ νῦν... Τὴν πᾶσαν ἐλπίδα μου...

 

    Εἰς τὸν Στίχον.

Στιχηρὰ προσόμοια.

Ἦχος β'. Οἶκος τοῦ Ἔφραθᾶ.

Χάριν Σιλουανέ, τοῦ Πνεύματος παράσχου, πᾶσι τοῖς μετὰ πόθου, τὴν μνήμην σου τελοῦσι, καὶ ὕμνοις σε γεραίρουσιν.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον...

Δίψαν τὴν τοῦ Θεοῦ, κατάσβεσον γραφαῖς σου, καὶ δρόσισον καρδίας, Σιλουανὲ ὡς οἶσθα, τῇ δρόσῳ τῇ τοῦ Πνεύματος.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου...

Θρήνησον ἐπ΄ ἐμοί, Προπάτορος τῷ θρήνῳ, Σιλουανὲ τρισμάκαρ, καὶ γὰρ αἱ ἀνομίαι, ζωήν μου κατεκάλυψαν.

Δόξα... Τριαδικόν.

Δόξα σοι ὁ Θεός, Τριὰς ἡ Παναγία, ἡ νῦν χαρισαμένη, παράκλησιν τῷ κόσμῳ, Σιλουανὸν τὸν δοῦλόν σου.

Καὶ νῦν... Θεοτοκίον, ὅμοιον.

Δέσποινα νῦν ἰδού, εὐῶδες ἄνθος ἦλθεν, ἐκ τοῦ σοῦ Κλήρου νέον, πιστοὺς καταμυρίζον, ὀσμαῖς τοῦ θείου Πνεύματος.

 

Ἀπολυτίκιον.

Ἦχος γ'. Θείας πίστεως.

Ποίημα Παύλου Ἱερομόναχου.

Κήρυξ δέδοσαι, τῇ οἰκουμένῃ, σὺ γλυκύτατος, ἐν θεολόγοις, τῆς τοῦ Χριστοῦ ἀγάπης τρισόλβιε· τὸν Ταπεινὸν γὰρ καὶ Πρᾷον ἑώρακας, καὶ τὴν Ἐκείνου καρδίαν κατέμαθες. Ὅθεν ἅπαντες, Σιλουανὲ ἐλλαμπόμενοι, τοῖς θεογλώσσοις ῥήμασι, δοξάζομεν τὸ Πνεῦμα τὸ δοξάσαν σε.

Ἕτερον.

Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Κατηγλάϊσας Πάτερ Ὄρος τοῦ Ἄθωνος, ὑπὲρ φύσιν βιώσας καὶ τὴν τοῦ Πνεύματος, ἐπίδειξάμενος ἡμῖν θείαν ἐνέργειαν, ὅθεν τιμῶντές σου σεπτῶς, τὴν μνήμην ὦ Σιλουανέ, δοξάζομεν ἐκ καρδίας, τὸν παρασχόντα σε μέγαν, τῇ Ἐκκλησίᾳ χριστοκήρυκα.


 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

    Ἱστῶμεν στίχ. ς' καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Εὐφραντικῶς νῦν ἐν ὕμνοις, ἀνευφημήσωμεν, νέον βλαστὸν τοῦ Ἄθω, προστεθέντα ἀξίως, τῷ δήμῳ τῶν Ὁσίων, ὧν ἀκριβῶς, ἀρετὰς ἐμιμήσατο Σιλουανὸν τὸν θεόπτην, ἐκζητητὴν καὶ μηνύτορα τῆς Χάριτος.

 

Ἀπὸ παιδὸς Ὃν ἐζήτεις, Θεὸν κατέχεις ἰδού, οὐχὶ ψιλῇ τῇ γνώσει, ἀλλὰ Πνεύματος Πάτερ, δυνάμει ἀπορρήτῳ καὶ ἐκτενῶς, τάς δεήσεις προσάγεις σου, ὅπως τὰ ἔθνη πλησθῶσι Σιλουανέ, δωρεᾶς τῆς θείας Χάριτος.

 

Ἡ τοῦ Θεοῦ Βασιλεία, ἐντὸς ἀνθρώπου ἐστί, καθώς φησὶν ἀψεύστως, ὁ ἡμῶν Νομοθέτης, διὸ σφοδρῶς ἐγκύψας, Σιλουανέ, εὗρες ταύτης τὰ ῥεύματα, καταδροσίζοντα γῆν σου τὴν νοητήν, καὶ τὰ σπέρματα αὐξάνοντα.

Ἕτερα. Ἦχος β'. Ποίοις εὐφημιῶν.

Ποίοις εὐγνωμοσύνης ᾄσμασιν, ἀποδώσομεν τὴν ὀφειλήν σοι, Πάτερ Θεοδόξαστε ὅσοι σου, δίψῃ ταῖς γραφαῖς ἐτρυφήσαμεν, καὶ

ἐστοιχειώθημεν παμπλουσίως, εἰς ᾅδου, κρατεῖν τὸν νοῦν τὸν ἀκράτητον, καὶ ἔχειν, τῆς σωτηρίας τὴν ἐπίτευξιν, ἐν ἀγαθοῖς ταῖς ἐλπίσι, Σιλουανὲ τρισμάκαρ, τὸ γὰρ Πνεῦμα καθηγητήν, σὲ κατέστησεν Ὅσιε, τῆς οἰκουμένης, ἀπλανέστατον.

 

Πτῶσις ψυχαῖς ἀνδρείαις ἐγγίνεται, ἀνορθώσεως οἰκονομία, τῆς θεογνωσίας ὑπόθεσις, καὶ ἐχθροῦ τελεία καθαίρεσις, νοερῶς γὰρ πάσας τὰς δυνάμεις, τῷ πόθῳ, τῶν οὐρανίων ὑποτάττουσι, καὶ μόνον, πρὸς τὸν Θεὸν κατευθύνουσιν, ἔνθεν μετέχουσι πλουσίως, δωρεῶν ἀκτίστων, καὶ Ἀδὰμ παλαιόν, ἐκδυόμενοι συμμορφοι, τῷ Χριστῷ ἀναδείκνυνται.

 

Προῖκα, σωτηριώδη εἴληφας, τὴν μετάνοιαν ἐκ Θεοτόκου, ὅτε γὰρ τὸν ὄφιν κατέπιες, τότε παρ' Αὐτῆς ἐξελήλεγξαι, μὴ ἀρεσκομένης τῷ σῷ βίῳ, καὶ πόθος ὁ τῆς ἀσκήσεως ἀνέφλεξε, ψυχήν σου, Σιλουανὲ παμμακάριστε, ὅθεν κλαυθμὸν κλεῖδα ἐφεῦρες, δι' ἧς ἤνοιξας οἰκτιρμῶν, Κυρίου τὸ πέλαγος, ἐν τῷ Ἄθῳ βιώσας ἄριστα.

Δόξα... Ἦχος πλ. β'.

Ὁ φιλανθρωπότατος Θεός, Χριστὸς ὁ Κύριος, νέαν παράκλησιν ἡμῖν, ἐπ' ἐσχάτων καὶ Εὐαγγέλιον ἔμπνουν, εἰκόνα τε Αὐτοῦ ἀκηλίδωτον, Σιλουανὸν τὸν παμμακάριστον ἐχαρίσατο. Πρὸς ὃν ὡς πατρὶ ἀτενίζοντες, πνευματικῆς χαρμονῆς πληρούμεθα καὶ ὡς ἀσφαλῆ ὁδηγὸν τοῦτον ἔχοντες, τὴν πορείαν πρὸς Θεόν, ἀκλινῶς ποιούμεθα. Ὅθεν εὐγνωμόνως ἀναφωνοῦντες, πρὸς Αὐτὸν ἀνακράζομεν· Δόξα σοι Κύριε, ὁ ἐν ἑκάστῃ γενεᾷ ὡς ἀστέρας πολυφώτους τοὺς Ἁγίους σου ἐνδεικνύμενος, δι' ὧν σε τὸν ἀνέσπερον Ἥλιον βλέποντες φωτιζόμεθα.

Καὶ νῦν... Τίς μὴ μακαρίσει σε...

ἢ τῆς προλαβούσης Ἑορτῆς.

 

    Εἴσοδος, Φῶς ἱλαρόν, Προκείμενον καὶ τὰ Ἀναγνώσματα·

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. γ', 1-3)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.

(Κεφ. δ', 7-15)

Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ ἐπλήρωσε χρόνους μακροὺς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ, διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Προφητείας Ἰωἠλ τὸ ἀνάγνωσμα.

(Κεφ. γ', 1-4)

Τάδε λέγει Κύριος· καὶ ἔσται μετὰ ταῦτα καὶ ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν καὶ αἱ θυγατέρες ὑμῶν καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνύπνια ἐνυπνιασθήσονται καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται. Καὶ ἐπὶ τοὺς δούλους μου καὶ ἐπὶ τάς δούλας μου ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ Πνεύματός μου. Καὶ δώσω τέρατα ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, αἷμα καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ· ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
 

    Εις τὴν Λιτήν.

Στιχηρὰ Ἰδιομελα. Ἦχος α'.

Ὡς ἀπαρχὴν πολυτίμητον ὁ κόσμος ἀρτίως τῷ Θεῷ προσάγει σε, Σιλουανὲ Θεοτίμητε, καὶ ὡς ἀντίβαρον τῆς ἀνομίας καὶ γλυκασμὸν ἀναιρετικὸν τῆς ἁμαρτητικῆς πικρίας· ἐξαιρέτως ὅμως χαίρει ἐπὶ σοὶ ὁ ἁγιότοκος Ἄθως, τῆς συνειδήσεως τὸ μέγα γυμναστήριον, ὡς σχών σε πύκτην νικηφόρον κατὰ τοῦ ἀντιπάλου ἐχθροῦ, καὶ ἐξ ὧν ἔπαθες οἰκουμενικὸν διδάσκαλον, δι' οὗ τὴν Χάριν ἀνευρίσκομεν καὶ τῷ Κυρίῳ οἰκειούμεθα.

Ἦχος β'.

Τοῦ κόσμου ἔξω γενόμενος, εὐχαῖς τοῦ Ποιμένος τοῦ Θεοῦ, εἰσῆλθες Πάτερ εἰς τὴν κάμινον τοῦ ᾍδου, ὥσπερ χρυσὸς δοκιμώτατος, καὶ ταῖς φλοξὶν αὐτοῦ καταπυρωθείς, εὗρες τὴν ἀναψυχήν σου ἐν τόπῳ τῆς κατὰ Θεὸν ἡσυχίας, τῷ μοναχοτρόφῳ Ἄθωνι, ἔνθα Παντελεήμονος ἡ Μάνδρα σε ἐδέξατο ὡς πρόβατον θεοδιψητικόν, καὶ ἐχάλκευσέ σε σκεῦος τιμιώτατον, δοχεῖον τοῦ Παρακλήτου, σάλπιγγα θείου ἔρωτος, κιθάρα μετανοίας, φόρμιγγα ἀγάπης τῆς ἀληθοῦς καὶ τῶν ἀκτίστων ἐνεργειῶν μηνύτορα.

Ἦχος γ'.

Ἔστησας ἐπὶ πέτραν τοὺς πόδας σου, Σιλουανὲ τῆς μετανοίας, λογιζόμενος ἀνυπερθέτως, ὅτι ἐνταῦθα ἀποθανοῦμαι διὰ τὰς ἁμαρτίας μου· ὅθεν διὰ τῆς ἀδιαλείπτου μνήμης τοῦ Κυρίου, τὴν τῆς προσευχῆς ἐνέργειαν παρὰ τῆς Θεομήτορος ἐδέξω ὥσπερ βράβευμα, δι' ἧς τῶν δαιμόνων τάς ἀναιδεῖς φαλαγγαρχίας νενίκηκας, ὡς ἄγγελος βιῶν, ἀγρύπνως ἱστάμενος καὶ τῷ Κυρίῳ παριστάμενος. Ταύτης τῆς χάριτος καὶ ἡμᾶς ἀξίωσον, τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου.

Ἦχος δ'.

Τὴν τοῦ δεσπότου παρουσίαν ἔχων ἀεὶ πρὸ ὀφθαλμῶν σου, ὡς πιστὸς οἰκονόμος τῆς χάριτος Αὐτοῦ, ἐν τῷ μύλωνι τοὺς ἀδελφούς σου διηκόνεις, ἔνθα καὶ ἠξίωσαι τῆς τοῦ Χριστοῦ ἀρρήτου ἐμφανείας, τοῦ Ἄρτου τῆς ζωῆς, Ὅνπερ φαγὼν μυστικῶς, εἰσέδυς εἰς τὴν τῶν μυστηρίων

ἐντρύφησίν τε καὶ κατανόησιν, πολλοῖς τρόποις οἰκονομικῶς ἐγκαταλειπόμενος, ἵνα τὴν Χάριν διψητικώτερον ἀναζητήσῃς. Ἧς καὶ ἡμᾶς μετόχους Πάτερ ποίησον, Σιλουανὲ θεοπτικώτατε.

Δόξα... Ἦχος πλ. α'.

Ἐν Ἁγίῳ Πνεύματι τὸν Ζῶντα Χριστὸν ἑωρακώς, τὸ περισσὸν τῆς ζωῆς εἴληφας, Σιλουανὲ ὁσιώτατε. Καὶ σύμμορφος γενόμενος τῆς εἰκόνος Αὐτοῦ, ἀνώρθωσας πολλὰς ἰγνύας παραλελυμένων, τῆς ἁμαρτίας τῷ δυσβαστάκτῳ βάρει, καὶ ἐμπειρίᾳ βιώσας τὴν ἀνάστασιν τῆς ψυχῆς, τὴν εἰς Θεὸν πίστιν ἑδραιοτέραν εἰργάσω, περιλαμπόμενος τῷ Θαβωρίῳ φωτί. Διὸ τούτου κήρυξ Πάτερ γέγονας, οὕτως οἰκονομήσαντός σοι τοῦ Θεοῦ, καὶ παρ' ἡμῶν δέχῃ εὐγνωμοσύνης τὰ ψελλίσματα, ἀνθ΄ ὧν παράσχου ταῖς ἀηττήτοις σου εὐχαῖς, τὴν Χάριν τοῦ Πνεύματος.

Καὶ νῦν... Μακαρίζομέν σε...

 

    Εἰς τὰ Ἀπόστιχα.

Στιχηρὰ προσόμοια.

Ἦχος πλ. α'. Χαίροις ἀσκητικῶν.

Χαίροις, Σιλουανὲ θαυμαστέ, ἡ τῆς Ῥωσσίας θεοβλάστητος καύχησις, τοῦ Ὄρους τοῦ Ἄθω δόξα, τῆς Ἐκκλησίας Χριστοῦ, Χάριτος τῆς θείας κήρυξ μέγιστος, πιπτόντων ἀνόρθωσις, ἱσταμένων παράκλησις, ἀπηλπισμένων, εἰς Χριστὸν ἡ ἑδραίωσις, ταπεινώσεως, ἔμπνους βίβλος μακάριε, ὅθεν ἀνευφημοῦντές σε, δεόμεθα Ὅσιε, ἐγκατοικῆσαι καρδίαις, ἡμῶν τὸ Πνεῦμα τὸ Ἃγιον, εὐχαῖς σου ἁγίαις, πρὸς Θεὸν Ὃν τῷ σῷ βίῳ, τρανῶς ἐδόξασας.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον...

Χαίροις, ὁ συναφθεὶς τῷ Χριστῷ, τῇ ἐνεργείᾳ δωρεῶν τῶν τῆς Χάριτος, τὴν ἄρσιν αὐτῆς μὴ φέρων, οὐδόλως Σιλουανέ, ἣν ζωήν σου ἔγνως ἀψευδέστατα, εὐχὴν ἐργαζόμενος, μέχρις αἵματος Ὅσιε, κλαυθμὸν ὠσαύτως, ὑπὲρ πάσης τῆς κτίσεως, ἐξαιρέτως δὲ τῶν νεκρῶν ὦ φιλόψυχε, πρόβλημα εἰς διήγησιν, ὁ βίος σου πρόκειται, ἡμῖν μακάριε ὅτι, ἀέρα ἄλλον τοῦ Πνεύματος, ἀνέπνεις ἡμεῖς δέ, ταῖς τοῦ βίου πραγματείαις, ἐγκυλινδούμεθα.

Στίχ. Καυχήσονται Ὅσιοι ἐν δόξῃ...

Χαίροις, ὁ τῶν κλεπτῶν λογισμῶν, ἀφανιστὴς καὶ τῶν δαιμόνων ἀναίρεσις, καρδίας ὁ νήφων φύλαξ, αἰσθητηρίων λαμπρά, τράνωσις

παμμάκαρ καὶ συνένωσις, ῥομφαία ἡ σφάττουσα, τὴν κενόδοξον κίνησιν, φωτὸς ἀκτίστου, ἡ σκηνὴ ἡ ὑπέρλαμπρος, ἔνθαπερ καὶ μεμύησαι, ἀρρήτων μυστήρια, ἃ ὀφθαλμὸς οὔτε εἶδε, καὶ νοῦς ἀνθρώπων εἰργάσατο, τὸ στόμα Κυρίου, διαγγέλον τοῖς ἀνθρώποις, τὸ θεῖον θέλημα.

Δόξα... Ἦχος πλ. δ'.

Δέχου καὶ μὴ ἀπόρριπτε συμπαθέστατε Πάτερ, τὴν αἴνεσιν ταύτην τὴν μικρὰν πλὴν ὅμως φιλοπάτορα. Τίσι γὰρ λόγοις Ὅσιε, τὸν θαυμαστὸν σου βίον ἐπαινέσωμαι; ὅτι γέγονας τῶν παλαιῶν ἀσκητῶν ἰσοβάθμιος, καὶ ὁδηγεῖς πρὸς τὴν γνῶσιν τοῦ Θεοῦ πεπλανημένας ψυχὰς ὥσπερ ἀστὴρ ἑωθινός, ἐν νυκτὶ βαθείᾳ τῆς σκοτώδους ἁμαρτίας. Καὶ τὴν κτῆσιν διδάσκεις τοῦ Πνεύματος, οὐ λογιστικῶς, ἀλλὰ βιωματικῶς. Ὅθεν σε Σιλουανέ, ὁρῶντες ἐκπληττόμεθα καὶ μακαρίζομεν τὴν ἐνεγκαμένην σε Χώραν, τὴν δὲ πνευματικήν σου πατρίδα μεγαλύνομεν, ἐν ᾗ καὶ τῆς ἁγιότητος πλήρης γέγονας. Πρέσβευε δεόμεθα, τῶν Ἀθωνιτῶν ἡ ἐσχάτη καὶ μεγάλη δόξα, ὑπὲρ ἡμῶν πρὸς Κύριον.

Καὶ νῦν... Ἀνύμφευτε Παρθένε

ἢ τὸ τῆς προλαβούσης Ἑορτῆς.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

 

    Μετὰ τὴν α' στιχολογίαν. Κάθισμα.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Ἀγάπης πρὸς Θεὸν καὶ τὸν πέλας θέοφρον, ἐπλήσθης δαψιλῶς, διὸ δέδεξαι Χάριν, νοεῖν τὰ μυστήρια, καὶ προβλέπειν τὰ μέλλοντα, ὅθεν ἅπαντες, τὸν χαριτόβρυτον βίον, μελετῶντές σου, Σιλουανὲ ἐκβοῶμεν, Χριστὲ ἡμῶν δόξα σοι.

Δόξα... τὸ αὐτό. Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Κυρία Μαριάμ, ἡ τοῦ Ἄθω προστάτις, ὡς ἄνθος νοητόν, ἐν τῷ κήπῳ σου τούτῳ, ἐφύτευσας Ὅσιον καὶ αὐτὸν ἐμεγάλυνας, ἀναδείξασα, σὺν τῷ χορῷ τῶν Πατέρων, οἵπερ πρότερον, ἐνταῦθα εὗρον τὴν δόξαν, θεώσεως Δέσποινα.

 

    Μετὰ τὴν β' στιχολογίαν, Κάθισμα.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ἀγάλλεται σήμερον Μονή σου Πάτερ φαιδρῶς, ἡ σὲ τιθηνήσασα καὶ ὥσπερ δῶρον Χριστῷ, ἐνέγκασα Ὅσιε, χαίρει δὲ Ἐκκλησία, ἐπὶ τῇ βιοτῇ σου, ἔχουσα μέγαν πρέσβυν, πρὸς Θεὸν καὶ Δεσπότην, Ὃν πάντοτε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Δόξα... τὸ αὐτό. Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Διδάσκεις Πανάμωμε τὰς εὐαγώγους ψυχάς, τὸν τρόπον τοῦ σῴζεσθαι, ποικίλοις τρόποις δι' ὧν, Χριστῷ πλησιάζουσι, ὥσπερ Σιλουανόν σου, καθωδήγησας Μῆτερ, πρῶτον τῇ μετανοίᾳ, καὶ τῇ Χάριτι εἶτα, δοξάσαντα τὸν Κύριον, τὸν ὑπερένδοξον.

 

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα.

Ἦχος πλ. δ'. Τὴν Σοφίαν καὶ Λόγον.

Τὴν σοφίαν τοῦ Λόγου μεμαθηκώς, πείρᾳ Πάτερ διδάσκεις πῶς δεῖ Αὐτῷ, ψυχὰς ἀνατίθεσθαι, καὶ ζητεῖν τὴν τοῦ Πνεύματος, ζωηφόρον Χάριν, κρατεῖν τε ἐνέργειαν, τῶν παθῶν καθαίρεσθαι, καὶ φῶς ὑποδέχεσθαι· ὅθεν χαρμοσύνως, τὴν σὴν μνήμην τελοῦντες, δεόμεθα Ὅσιε, συντηρεῖσθαι πρεσβείαις σου, καὶ αὐξάνεσθαι ἅπαντας, τῷ φόβῳ τοῦ γλυκέος Θεοῦ, τοῦ παρέχοντος πλοῦτον αἰώνιον, τοῖς προσιοῦσιν ἐν πίστει, Σιλουανὲ χριστόληπτε.

Δόξα... τὸ αὐτό. Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

Ἡ φιλάνθρωπον Κύριον Ἰησοῦν, δεξαμένη νηδύϊ σου μητρικῇ, φιλάνθρωπα σπλάγχνα σου, ἐπεδείκνυς ὦ Δέσποινα, γινομένη μήτηρ τοῦ θέλοντος σῴζεσθαι, καὶ παρέχεις τὴν Χάριν, πιστοῖς τελειότητος· ὅθεν καὶ σῷ δούλῳ, εὐχομένῳ παρέσχες, εἰκόνος ἐνώπιον, τῆς σεπτῆς σου θεόνυμφε, τὴν εὐχὴν ἀδιάλειπτον, ὡς ἔνδειξιν εὐνοίας Ἁγνή, ἧς περ ἤμελλε δέξασθαι, καὶ τῆς δόξης ἣν ἔχει, σὺν σοὶ παριστάμενος.

 

Οἱ Ἀναβαθμοί, τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου.

 

Τὸ Προκείμενον

Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

 

    Εἶτα τὸ Πᾶσα πνοὴ καὶ Εὐαγγέλιον, τὸ Ὁσιακὸν (βλέπε τῇ ε' Δεκεμβρίου).

 

Ὁ Ν'.

Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

 

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

 

Ἰδιόμελον. Ἦχος πλ. β'.

Τοῦ πεπτωκότος Ἀδὰμ ἀναλαβὼν τὸν θρῆνον Πάτερ, ἀπεξεδύσω τὴν φθοράν, καὶ Χριστῷ συμμεμόρφωσαι, Ὅνπερ ἀξίωσον καὶ ἡμᾶς, Σιλουανὲ θεοπτικώτατε, ἐπενδύσασθαι πρεσβείαις σου.

 

Κανόνες

    Ψάλλεται πρῶτον τῆς προλαβούσης Ἑορτῆς ἢ τῆς Θεοτόκου εἰς στ' καὶ εἶτα τοῦ Ὁσίου οἱ δύο εἰς η'.

Πρῶτον τοῦ δ' ἤχου οὗ ἡ ἀκροστιχίς'

 «Σιλουανέ, χορήγει μοι Πνεῦμα τὸ θεῖον.

Ἀ(θανάσιος)».

ᾨδὴ α'. Ἦχος δ'. Ἀνοίξω τὸ στόμα μου.

Συνέσεως πλήρωσον, Πνεύματος Πάτερ καρδίαν μου, τολμῶντος ὑμνῆσαί σου βίον τὸν ἔκλαμπρον, καὶ σωφρόνισον, Σιλουανὲ τρισμάκαρ, τὸν νοῦν τὸν ἀκράτητον, θείαις πρεσβείαις σου.

 

Ἰθύνας τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν παμμακάριστε, Αὐτὸν ἐξεζήτησας, διψητικῶς ἐφευρεῖν, Οὗ ἐπέτυχες, καὶ ᾧ προσεκολλήθης, παρ' Οὗ καὶ μεμύησαι, Πάτερ τὰ ἄρρητα.

 

Λογίζεται Ὅσιε, παντὶ ἀνθρώπῳ κατοίκησις, Θεοῦ ὥσπερ εἴρηκεν, καρδία ὁ Ἰησοῦς, ἔνθα εὕρηκας, Αὐτὸν Ὂν ἐπεζήτεις, ἀπίστου ἀμφίβολον, λύσας τὴν ἔννοιαν.

Θεοτοκίον.

Ὁ τόκος σου Δέσποινα, πυρὶ ἀγάπης κατέφλεξε καὶ ὄπισθεν ἥρμοσε, τῶν ἀσκητῶν τῷ χορῷ, ὃν ἐκάλεσας, ὁράματι Παρθένε, τὴν τούτου ἐξέλιξιν, προοιμιάζουσα.

Κανὼν ἕτερος

τὴν ὑπόθεσιν λαμβάνων ἐκ τῶν γραφῶν

τοῦ Ὁσίου Πατρός, οὗ ἡ ἀκροστιχίς·

«Δέχου καὶ μὴ ἀπόρριπτε μέλος, ὦ Ἄθωνῖτα.

Ἀ(θανάσιος)».

Ἦχος πλ. β'. Ὡς ἐν ἠπείρῳ πεζεύσας.

Δεσμευτικὴ ἡ ἀγάπη ἡ πρὸς Θεόν, πέφυκε πανάριστε, καὶ σοφὲ Σιλουανέ, ἧς περ πέτραν εἴληφας σαφῶς, καὶ παρέχεις δαψιλῶς τοῖς σοῖς προστρέχουσι.

 

Ἐπιποθοῦσαν ψυχήν σου Χριστὸς ἰδών, ὕδατος ἐνέπλησεν ἀγαπήσεως Αὐτοῦ, Πνεύματι Ἁγίῳ φανερῶν, σοὶ μυστήριον τρανῶς, ἐνανθρωπήσεως.

 

Χέει ἀγάπην τοῖς πᾶσιν ὁ Ἰησοῦς, ὅσοι μετὰ πίστεως, θεῖον ἔλεος Αὐτοῦ, ἐκζητοῦσι καὶ ἑλκυστικῶς, προσκολλῶνται ὡς Θεὸς φιλανθρωπότατος.

Θεοτοκίον.

Ὁ ἐπιγνοὺς θεομῆτορ ὕψος τὸ σόν, Πνεύματι ἐξέλκεται, ἀκρατήτως πρὸς Θεόν, καὶ αἰτεῖται γνῶναι τὴν Αὐτοῦ, δυναστείαν τοὺς λαούς, οὕς περ διέπλασε.

 

ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.

Ὑφῆψε Χριστὸς προγονικήν σου, εὐσέβειαν Πάτερ ἐπὶ πρός, συμβάλλεται γὰρ φύσεως, προαίρεσις τῇ Χάριτι, καὶ κεκραμένη δείκνυται, λαμπρὸν Θεοῦ ἀποτέλεσμα.

 

Ἀνόνητον χρόνον ὡς ἐπέγνως, τὸν ἄνευ τῆς μνήμης τοῦ Θεοῦ, εὐθέως χεῖρα ἔβαλες, ἐπ' ἄροτρον θεόσοφε, Σιλουανὲ πληττόμενος, τῷ κέντρῳ τῆς συνειδήσεως.

 

Νεότητος πτώσεις σοι βαθμίδες, ἐγένοντο Πάτερ πρὸς Θεόν, Ὅνπερ λυπῆσαι πώποτε, θέμενος ἐν καρδίᾳ σου, τῇ μετανοίᾳ ὕστερον, μεγάλως ἐχαροποίησας.

Θεοτοκίον.

Ἐνέσπειρας πνεῦμα μετανοίας, Παρθένε τῷ νέῳ Συμεών, ὀφθεῖσα ἐν ὁράματι, καὶ θαυμαστῶς καλέσασα, ποιεῖν Θεῷ ἀρέσκοντα, καὶ πράττειν Τούτου τὸ θέλημα.

Κανὼν δεύτερος. Οὐκ ἔστιν ἅγιος ὡς σύ.

Ὑπερηφάνῳ λογισμῷ, πνεῦμα εὐχῆς οὐκ ἔστιν, ἀλλὰ δίδοται Χάρις, προσευχῆς τῷ ταπεινῷ, Σιλουανὸς ἐκβοᾷ, καὶ ποιοῦντι τοῦ Θεοῦ τὸ θέλημα.

 

Καρδία ἥνωται νοΐ, δι' εὐχῆς ἀρεμβάστου, καὶ ἁπλότητι τρόπων, ἐπομβρίᾳ τε Θεοῦ, ταπεινουμένη δ' εὐθύς, τῷ Κυρίῳ, οἰκειοῦται Χάριτι.

 

Ἁγίῳ Πνεύματι Χριστός, τῇ ψυχῇ φανεροῦται, καὶ ἀγάπῃ ἑδρεύει, ἐν αὐτῇ εὐφραντικῶς, χαροποιῶν θαυμαστῶς, ὥσπερ νύμφην, ἥν περ ἐξελέξατο.

Θεοτοκίον.

Ἱλέωσαι τὸν σὸν Υἱόν, Πανακήρατε Μῆτερ, καὶ εὐχαῖς σου παράσχου, εὐχομένοις τὴν εὐχήν, καθάπερ τῷ Σιλουανῷ, εὐχομένῳ, προσευχὴν κεχάρισαι.

 

Κάθισμα. Ἦχὸς γ'. Τὴν ὡραιότητα.

Τὴν ὡραιότητα, τῆς μετανοίας σου, ἰδὼν ὁ Κύριος, τὸ θεῖον ἔλεος, πλουσίως ἔδειξε σοφέ, βραβεύων τὴν ἀνδρείαν σου, καὶ γνωστῶς ἐγνώσθη σοι, οἰκουμένης διδάσκαλον, σὲ προχειρισάμενος, δι' ὧν πείρᾳ μεμάθηκας, διδάσκειν πῶς τὸ Πνεῦμα τὸ θεῖον, Σιλουανὲ ψυχαῖς ἐγγίνεται.

Δόξα... τὸ αὐτό. Καὶ νῦν... Θεοτοκίον ὅμοιον.

 Ἐπαγγελίας σου, Παρθένε ἔχοντες, Ὄρους οἱ τρόφιμοι, ἅς περ ἐπήγγελσαι, Πέτρῳ τῷ πρώτῳ ἀσκητῇ, τοῦ Ἄθω τῷ θεμελίῳ, χαίρουσι λαμβάνοντες δωρεάς σου καὶ χάριτας, ὡς Σιλουανὸς Σεμνή, καὶ βεβαίως ἐλπίζουσι, λαβεῖν τὴν Οὐρανῶν Βασιλείαν, ὑπεσχημένων τὴν ἀκρώρειαν.

 

ᾨδὴ δ'. Ὁ καθήμενος ἐν δόξῃ.

Χῦμα Πάτερ μετανοίας, τὴν ψυχήν σου ἐκάλυψεν, κρίσεως τὴν ὥραν, ἀναζωγραφοῦν πρὸ ὀμμάτων σου, καὶ ὑπανάπτον τὸν πόθον θείου Σχήματος, δι' οὗ σῴζεται, πᾶς ὁ τηρῶν τὰ ἐντάλματα.

 

Ὁ σοφὸς ποιμὴν Κροστάνδης, τῇ εὐχῇ σε ἐνεύρωσεν, κόσμου ἀποστῆναι, διὰ τῆς τοῦ ἅδου αἰσθήσεως, οὗ αἱ παφλάζουσαι φλόγες ἕως Ἄθωνος, ἠκολούθησαν, Σιλουανὲ τὴν πορείαν σου.

 

Ῥήματι βραχεῖ λυσσῶντα, κύνα Πάτερ ἐδίωξας, πείρᾳ γὰρ Κυρίου, ἔγνως ἐπικλήσεως δύναμιν, δι' ἧς ἀφίστανται πόρρω οἱ μισόψυχοι, καὶ ἐγκάθηται, ἐν τῇ καρδίᾳ Εἰρήναρχος.

Θεοτοκίον.

Ἥψατό σου Θεοτόκου, εὐδοκία μακάριε, καὶ ἐκάλεσέ σε, μεῖναι ἐν τῷ Ὄρει τοῦ Ἄθωνος, καὶ ἀπολαῦσαι ἐνταῦθα ὑποσχέσεων, ὧν περ δέδωκεν, Αὐτῇ Υἱὸς ὁ παμφίλτατος.

Ἕτερος. Χριστός μου δύναμις.

Μεγίστη πέφυκε, φύλαξις Χάριτος, ἡ συντριβὴ τῆς καρδίας διηνεκῶς, ᾅδου ἡ ἐνθύμησις, ἀπελπισμοῦ ἀποβολή, ἐκ ψυχῆς Πάτερ ἐδίδαξας.

 

Ἡ Χάρις δίδοται, τοῖς ταπεινόφροσι, διὰ δακρύων δὲ θάλλει θεοπρεπῶς, καὶ ψυχὴ παράδεισος, μεταποιεῖται εὐθύς, ἔνδυμα θεώσεως φέρουσα.

 

Ἁγίῳ Πνεύματι, ἡ γνῶσις ἔρχεται, τῶν μυστηρίων θεότητος ἀκριβῶς, καὶ χρηστὸν αἰσθάνεται, τὸν Ἰησοῦν ἡ ψυχή, ὡς Σιλουανὸς

πείρᾳ εἴρηκε.

Θεοτοκίον.

Παρθένε Πάναγνε, πάντων ὑπέρκεισαι, τῇ ταπεινώσει δειχθεῖσα τῷ Ταπεινῷ, Μήτηρ καὶ λοχεύτρια, διὸ φιλεῖς τοὺς ταπεινούς, οἰκειοῦσα, τούτους τῷ Δεσπότῃ σου.

 

ᾨδή ε'. Ἐξέστη τὰ σύμπαντα.

Γρηγόρως κατείληφας, τὸ Ὄρος τὸ τοῦ Ἄθωνος, καὶ Παντελεήμονος εἰς Μάνδραν, καθυπετάγης, ὡς στρατιώτης Χριστοῦ, μάρτυς συνειδήσεως ὀφθείς, Πάτερ ὑπαλείπτην σου, ἔχων Μεγαλομάρτυρα.

 

Εἰρήνευσας Ὅσιε, λαβὼν ἀνομημάτων σου, ἄφεσιν τελείαν ἐν Κυρίῳ, ἀλλ' ὁ ἐχθρός σοι, σφοδρῶς ἐπέθετο, ὅνπερ ἀπελάκτισας εἰπών, ᾧδε ἀποθνήξομαι, διὰ τάς ἁμαρτίας μου.

 

Ἵλεως ἐπέβλεψεν, ἐπὶ ψυχήν σου Κύριος, δοὺς σοι ὡς διδάσκαλον Παρθένον, ὑφηγουμένην εὐχῆς ἐνέργειαν, ἥν περ ὁ βασκαίνων τὰ καλά, Πάτερ ἐπεφθόνησε καὶ ὀμφαῖς πονηραῖς κατεπόνησε.

Θεοτοκίον.

Μὴ μόνον ἐάσῃς με, Κυρία Παναμώμητε, πρὸς τὸν πονηρὸν ἀναλαβόντα, πόλεμον μέγαν καὶ δυσκατόρθωτον, ὅθεν σὺν πατρὶ Σιλουανῷ, Δέσποινά μου πρόφθασον, καὶ σβεννύμενον λύχνον ὑπάναψον.

Ἕτερος. Ἐκ νυκτὸς ὀρθρίζοντα.

Ὁ φιλῶν ποιεῖν Αὐτοῦ τὸ θέλημα, πόρρω διώξεται, τὴν εἰρήνην τῆς ψυχῆς, ἣν χορηγεῖ τὸ Πνεῦμα, ὡς πείρᾳ ἐκδιδάσκει, Σιλουανὸς εἰρήνης σκήνωμα.

 

Ῥητορεύει Πνεύματι ὁ Ὅσιος, εἰρήνη ἔρχεται, δι' ἀγάπης τῇ ψυχῇ, καὶ γνώσει θείου λόγου, καὶ βασιλεύει αὐτῆς, Χριστὸς Ἄρχων εἰρήνης.

 

Ῥωννυμένη ἡ ψυχὴ τῷ Πνεύματι, δέομαι Κύριε, τὴν εἰρήνην δὸς λαοῖς, κράζει ἐκ τῶν βαθέων, ἵνα προσώπου τοῦ σοῦ, τοῦ κάλλους ἐμπλησθῶσι.

Θεοτοκίον.

Ἰατρὸν γεγέννηκας Πανάχραντε, εἰρήνης πρύτανιν, τὰς δυνάμεις τῆς ψυχῆς, πρῴην διεσχισμένας, συναγαγόντα εἰς ἕν, τῷ τοῦ Σταυροῦ ἐλέει.

 

ᾨδὴ στ'. Τὴν θείαν ταύτην.

Ὁρῶν δαιμόνων τὸν πόλεμον, καὶ τούτων ἐκμαθὼν ἀφιλάνθρωπον, ἔγνως τρισόλβιε, τοῦ Φιλανθρώπου ἀντίληψιν, Ὂν τρόμῳ πρῴην εἴρηκας ἀδυσώπητον.

 

Ἰδοὺ Χριστός σοι ὀπτάνεται, ἐν μύλωνι ὁ Ἄρτος ὁ τίμιος, καταπληρώσας σου, θεογνωσίας τὴν ὕπαρξιν, ἀρρήτως ἐν Ἁγίῳ, Πνεύματι Ὅσιε.

 

Πυρὸς ἐγένου συνόμιλος, ὃ ἤνεγκε Χριστὸς σωματούμενος, δροσῖζον ἅπαντας, καὶ τῷ φωτὶ κατεκάλυψας, ὡς ἐν Θαβὼρ τρισμάκαρ θεῖοι Ἀπόστολοι.

Θεοτοκίον.

Νοεῖ ἑτέρως θεόνυμφε, τοῦ κόσμου ὁ μετέχων τοῦ Πνεύματος, Θεὸς ἐπίγειος, φιλανθρωπίᾳ γινόμενος, Σιλουανὸς γάρ ἔστι, τοῦ λόγου ἔνδειξις.

Ἕτερος. τοῦ βίου τὴν θάλασσαν.

Παράκλητε Ἅγιε, σκεῦος εὗρες καθαρόν, Σιλουανὸν θεόφρονα, ὃν Χάριτί σου ἐμπλήσας μαρτυρικῆς, νοεῖν παρεσκεύασας, καὶ διψᾶν παραφόρως χριστοπάθειαν.

 

Τῆς χάριτος πίπτουσα, ἡ ψυχή μου δειλιᾷ, καὶ ἐκβοᾷ χηρεύουσα, μή με ἐάσῃς Παράκλητε ὀρφανήν, ζωή μου ἡ ὄντως Σύ, καὶ μακράν σου, μόνον ἔστι θάνατος.

 

Ἐλέους Σου Δέσποτα, πλήρης ἅπασα ἡ γῆ, ἐν ᾧ ζωοῦται ὕπαρξις, καὶ ἑλκομένη ὀπίσω ἀκολουθεῖ, ὡς βρέφος τῇ Χάριτι, τρεφομένη, αὔξει εἰς τελείωσιν.

Θεοτοκίον.

Μαρία Πανάχραντε, διηγοῦ τῷ σῷ λαῷ, πῶς τὸν Χριστὸν ἠγάπηκας, καὶ εὐχομένη πῶς ἤνεγκας χωρισμόν, Αὐτὸν ἀνερχόμενον, πρὸς Πατέρα, ὅτε ἐθεώρησας.

 

Κοντάκιον. Ἦχὸς δ'. Ἐπεφάνης σήμερον.

Ὡς πολὺ ἠγάπησας καὶ πολλὴν εὗρες Χάριν θείου Πνεύματος, Σιλουανὲ παρὰ Χριστοῦ, Ὅθεν τὰ ἔθνη βοῶσί σοι· Χαίροις ὦ Πάτερ, Πατέρων παγκόσμιε.

Ἕτερον. Ἦχος πλ. δ'. Ὅτε καταβάς.

Ποίημα Παύλου Ἱερομόναχου.

Ὅτε ἐπὶ γῆς Χριστῷ διηκόνησας, πορευόμενος Τούτου τοῖς Ἲχνεσι· νῦν ἐν οὐρανοῖς ὁρᾷς Ὃν ἐπόθησας, καὶ συμμένεις Αὐτῷ ὡς ὑπέσχετο. Διὸ Πάτερ με δίδαξον, ἣν σὺ ὤδευσας τρίβον.

Ὁ Οἶκος.

Γλυκυτάτου Χριστοῦ πεῖραν ἔχοντες, οἱ σεπτοὶ μαθηταὶ Τούτῳ ἔλεγον φίλτρον ἀγάπης τὸ μὲν ἐπιδεικνύμενοι, τὸ δὲ ζωὴν ἑτέραν ὡς μηδὲν λογιζόμενοι, Κύριε, ποῦ πορευσόμεθα; τίνος ἑτέρου ὀπίσω ἀκολουθήσομεν; τῆς ζωῆς Σου ὑπὲρ λόγον ἐνεπλήσθημεν, χωρὶς δὲ Σοῦ βιοῦν οὐ δυνάμεθα. Οὓς ἐσχάτως Σιλουανὸς ἐκμιμούμενος, οἰκουμένην τῷ βίῳ κατέπληξεν. Τὸν Χριστὸν γὰρ ὑπερφυῶς θεασάμενος, καὶ τῆς Χάριτος πείρᾳ γνοὺς τὰ μυστήρια, ὁδηγεῖ πρὸς Θεοῦ τὴν ἀγάπησιν, τοὺς λαοὺς ὑπὲρ ὧν καὶ ἀεὶ εὔχεται, ἵνα τῆς θεογνωσίας ἐμπλησθέντες καὶ τοῦ Πνεύματος μέτοχοι γένωνται. Διὸ εὐγνωμόνως αὐτῷ τά ἔθνη ἅπαντα ὡς διδασκάλῳ βοῶσι· Χαίροις ὦ Πάτερ, Πατέρων παγκόσμιε.

 

Τὸ Συναξάριον τῆς ἡμέρας καὶ εἶτα τὸ παρόν·

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμην ποιούμεθα τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Σιλουανοῦ τοῦ Ἀθωνίτου ἀσκήσαντος ἐν τῇ ἐν Ἁγίῳ Ὄρει Ἱερᾷ Μονῇ τοῦ ἁγίου μεγαλομάρτυρος Παντελεήμονος Ῥωσσικοῦ, θεοφιλῶς δὲ τελειωθέντος ἐν Κυ­ρί­ῳ τῇ 11ῃ/24η Σεπτεμβρίου τοῦ σωτηρίου ἔτους 1938.

 

Στίχοι

Χριστόν, Σιλουανέ, Ὃν εἶδες πρὶν ἐν βίῳ, Αὐτὸν καὶ νῦν βλέπεις, ἀλλ' οὐχὶ ἐν ἐσόπτρῳ.

Γάννυται Πατρὶς ἡ φθαρτὴ ἐπὶ σοὶ φύσει, Πάτερ,

Χαίρει Ἄθως δέ, σὲ ἐν Πνεύματι Ὅσιον θρέψας.

Δασώνυμον δέξατ' Οὐρανὸς Ἀθωνίτην.

 

    Σιλουανὸς οὗτος, ὁ τῆς ἐπουρανίου Ἱερουσαλὴμ πολίτης, γονέων ὑπῆρξεν εὐσεβῶν, ἐκ τῆς τῶν Ῥώσων χώρας ὁρμωμένων, ἀπὸ κώμης τελούσης ὑπὸ τὴν Μητρόπολιν Ταμπώβης, Σὸβσκ καλουμένης. Ἐγεννήθη δὲ τῷ χιλιοστῷ ὀκτακοσιοστῷ ἑξηκοστῷ καὶ ἕκτῳ ἔτει ἀπὸ τῆς τοῦ Θεοῦ Λόγου κατὰ σάρκα γεννήσεως, ἐκ νεότητος κληθεὶς εἰς μετάνοιαν ὑπ' Αὐτῆς τῆς πανυμνήτου Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας.

    Τοῦ εἰκοστοῦ ἑβδόμου τοίνυν τῆς ἡλικίας Αὐτοῦ χρόνου εἰσεληλυθότος, ἀπετάχθη τοῖς βιωτικοῖς καί, πρός ἐφόδιον λαβὼν τάς τοῦ ἐν ἁγίοις Ἰωάννου τῆς Κροστάνδης εὐχάς, ἀνεχώρησεν εἰς τὸ κατ' Ἑλλάδα περιφανέστατον Ὄρος τοῦ Ἄθω, ὑποδὺς τὸν μοναδικὸν ζυγὸν ἐν τῷ Μοναστηρίῳ τοῦ ἁγίου μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Ἐκδεδωκὼς οὖν ἑαυτὸν ὁλοψύχως τῷ Θεῷ, ἐν ὀλίγῳ χρόνῳ οὐ μόνον τὴν ἄπαυστον ἔλαβεν εὐχὴν παρὰ τῆς Ὑπεραγίας Θεοτόκου δωρεάν, ἀλλὰ καὶ θεοφάνειας ἀρρήτου ἠξιώθη ἐν τῷ σεβασμίῳ οἴκῳ τοῦ ἁγίου Προφήτου Ἠλιού, τῷ ὄντι παρὰ τῷ μύλωνι τῆς εἰρημένης Μονῆς.

    Ὑποσταλείσης μέντοι τῆς πρώτης Χάριτος, πένθει μεγάλῳ ὁ πανόσιος συσχεθείς, καὶ πλείστοις, παραχωρήσει Θεοῦ, παραδοθεὶς τῶν νοητῶν ἐχθρῶν πειρασμοῖς, ἐνιαυτοὺς πέντε καὶ δέκα, τοῖς ἴχνεσιν ἐπακολουθῶν τοῦ Χριστοῦ, «δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σῴζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας» (Ἔβρ. ε' 7), διδακτὸς Θεοῦ γενηθεὶς (πρβλ. Ἰωάν. στ' 45), ἄνωθεν ἐνηχεῖται νομοδότου φωνῆς· «Κράτει τὸν νοῦν σου εἰς τὸν ᾅδην καὶ μὴ ἀπελπίζου». Ἥνπερ ὡς κανόνα τηρήσας ἀπλανῆ, ἔδραμε τὴν ὁδὸν Ἀντωνίου, Μακαρίου, Σισώη, Ποιμένος καὶ τῶν ἄλλων κλεινῶν καθηγητῶν τῆς Ἐρήμου, ὧν καὶ τὰ μέτρα κατέλαβε καὶ χαρίσματα, ἀποστολικὸς καὶ προφητικὸς διδάσκαλος φανεὶς ζῶν καὶ μετὰ θάνατον.

 Κατέλιπε γὰρ γραφὰς πλήρεις Χάριτος καὶ Πνεύματος Ἁγίου, ἃς ἐξέδοτο ὁ τούτου μαθητὴς καὶ φοιτητὴς Γέρων Σωφρόνιος, ὁ Κτίτωρ καὶ Ἀρχιμανδρίτης τῆς ἐν Βρεττανῶν νήσῳ Μονῆς τῶν εὐσεβῶν Ὀρθοδόξων. Καὶ τί χρεία ἐνταῦθα πλειόνων περὶ τοῦ πανοσίου Σιλουανοῦ λόγων; ὅπου γε προλαβὼν ὁ ἀββᾶς οὗτος τὸν ἐκείνου βίον καὶ διδαχὴν ἀκριβῶς καὶ κατὰ πλάτος ἐξέθετό τε καὶ συνεγράψατο ἐν ἀρχῇ τῆς δέλτου τῶν θείων τουτωνὶ καὶ μελιρρύτων γραφῶν. Ἥτις δέλτος διδάσκει, ὡς ἔξεστι τοῖς ἐντυγχάνουσι παρατηρῆσαί τε καὶ γνῶναι, ἡλίκος ὁ τοῦ Κυρίου οὗτος ἀθλητής, καὶ ὅπως τῇ τῶν ἐντολῶν ἀκριβεῖ τηρήσει, νεκρωθεὶς παντελῶς τῷ βίῳ, Χριστὸν ἐν αὐτῷ ζῇν, κατὰ Παῦλον ἐκτήσατο (Γαλ. β' 20), βίβλος ἄλλοις θεόπνευστος γενόμενος γεγραμμένη καλάμῳ τοῦ Πνεύματος. Πιστοῦσι τὸν λόγον οἱ δι' Αὐτοῦ «ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανὸν» (Πράξ. β' 5) «εἰς ἐπίγνωσιν ἀληθείας» (Α' Τιμ. β' 4) ἐλθόντες πολλοί, καὶ νῦν ἔτι ἐρχόμενοι.

    Ἦν γὰρ ὁ θαυμάσιος «πρᾷος καὶ ταπεινὸς τῇ καρδίᾳ» (Ματθ. ια' 29), διάπυρος πρὸς Θεὸν παρακλήτωρ ὑπὲρ σωτηρίας πάντων ἀνθρώπων, καὶ κήρυξ ἀσύγκριτος τῆς εἰς ἐχθροὺς ἀγάπης, ἧς οὐδὲν ἀσφαλέστερον τῆς τοῦ θείου Πνεύματος ἀληθοῦς παρουσίας τεκμήριον.

    Μεταβέβηκε δὲ ἐκ τοῦ θανάτου εἰς τὴν ζωὴν ὁ μακάριος οὗτος Ὅσιος Σιλουανός, πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος, μηνὶ Σεπτεμβρίῳ εἰκοστῇ τετάρτῃ, ἔτους χιλιοστοῦ ἐννεακοσιοστοῦ τριακοστοῦ καὶ ὀγδόου, βασιλεύοντος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾯ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

Ταῖς Αὐτοῦ καὶ πάντων σου τῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἐλεήμονος, Θεοῦ ἐγεύθης Ὅσιε, τὴν ἀγαθότητα, τὸ περισσὸν τῆς ζωῆς, ἀρρήτως ἐκχέαντος ἐπὶ σὴν ὕπαρξιν, ὅθεν ἔκραζες, ὁ τῶν πατέρων Κύριος, ὁ αὐτός με ἐπεσκέψω.

 

Ὑποτύπωσις, τοῖς μέλλουσιν ἐνέργειαν, λαβεῖν τοῦ Πνεύματος, ὑπῆρξε σὴ βιοτή, ᾗ πόθῳ ἐγγίζοντες, Θεὸν δοξάζομεν, ἀναδείξαντα, τοιοῦτον μέγαν μάρτυρα, τῆς Αὐτοῦ φιλανθρωπίας.

 

Μετανοίας σου, ἡ δύναμις ἀνέκφραστος, Σιλουανὲ θαυμαστέ, οὐκέτι λυπῆσαι γάρ, Θεὸν τὸν φιλάνθρωπον, Πάτερ ἐσπούδασας, ἐργαζόμενος, εἰρήνην συνειδήσεως δι' ἀγάπης φιλοθέου.

Θεοτοκίον.

ᾍδης Δέσποινα, ὑπάρχει καὶ ἀπώλεια, χωρὶς τοῦ Τόκου Σου, Ζωῆς τῆς ἀληθινῆς, διὸ τῆς καρδίας μου μὴ χωρισθῆναι Αὐτόν, καθικέτευε, ἀλλὰ εὐφραίνειν ἅπασαν, τὴν ζωήν μου εἰς αἰῶνας.

Ἕτερος. Δροσοβόλον μὲν τὴν κάμινον.

Ἐλευθέρα ἡ ψυχὴ γνωρίζεται, πράττουσα τοῦ Θεοῦ ἐντολάς, κραταιοῦται δὲ τὸ πνεῦμα τῇ Χάριτι, καὶ μερίμνας ἀπωθεῖ κοσμικάς, κατεδαφίζον χαλκοῦν, τεῖχος θελήματος.

 

Λογισμῶν ἡ τρικυμία ἀφανίζεται, ὅταν ταπείνωσις ἐνοικήσῃ ψυχῇ, ἀναβλύζει δὲ εὐχάριστος διάθεσις, τοῦ Θεοῦ προνοουμένου ἡμῶν, καὶ συγχωροῦντος λαοῦ, μετανοοῦντος πταίσματα.

 

Ὀδυνᾶται ἡ καρδία πάσχουσα, ὅσον μειζότερον, τὸν Θεὸν ἀγαπᾷ, αἰσθομένη δὲ Αὐτοῦ τὴν γλυκύτητα, ἐφορμᾷ ἀπαύστως εἰς κατάληψιν, διακαῶς προτιμᾶν, τῆς τῶν παθῶν ἡδονῆς.

Θεοτοκίον.

Συνημμένη σου Υἱοῦ θελήματι, ἴσχυσας Πάναγνε, ὑπομεῖναι σταυροῦ, τὴν ῥομφαίαν καὶ τὸν θάνατον, ὥσπερ πάντες οἱ βοῶντες Θεῷ, ἰδοὺ ἡ δούλη σου ψυχή, τὸ συμφέρον γενηθήτω μοι.

 

ᾨδὴ η'. Παῖδας εὐαγεῖς.

Τέλος ἀρετῆς οὐκ ἔστι, Θεὸς γὰρ ἀόρατος διώκεται, ὅθεν Πάτερ Ὅσιε, τρέχων φόβῳ ἔτρεχες, καιρῷ ἐγκαταλείψεως ἀρθείσης Χάριτος, διόπερ, ἐπὶ πλέον ἐζήτεις, τὸν Ἠγαπημένον καμάτοις φιλοθέοις.

 

Ὅρος προσευχῆς καρποφόρου, ταπείνωσις δέδοται σοφέ, καὶ ἡ τοῦ νοῦ κατάβασις, ᾅδου εἰς τὰ βασίλεια, ἀπελπισμὸς σωτήριος, ἡ τῶν Πατέρων ὁδός, ἣν πίστει, πορευθεὶς θεοφόρε, ἔφθασας εἰς μέτρα, Ὁσίου Ἀντωνίου.

 

Θέλων ὁ Πανάγαθος Δεσπότης, ῥᾳδίαν ἐργάσασθαι βροτῶν, τὴν σωτηρίαν ἔθηκεν, ὥσπερ θεὸν ἐπίγειον, δι' οὗπερ ἀναγόμεθα πρὸς Τούτου ἕνωσιν, πλησίον, ὡς γραφαῖς ἐκδιδάσκει, ὁ φιλαδελφίᾳ, Σιλουανὸς βιώσας.

Θεοτοκίον.

 Ἵνα τὴν μωρὰν Χριστὸς σοφίαν, διῶξαι θελήσας Παναμώμητε, τὴν σοφίαν Πνεύματος, ἁλιεῦσι δέδωκεν, ἧς μετασχὼν ὁ δοῦλός σου, Σιλουανὸς φωταυγής, ὡς ἥλιος, ἐφάνη τῷ κόσμῳ, τοὺς ἐσκοτισμένους, ποιῶν φωτὸς μετόχους.

Ἕτερος. Ἐκ φλογὸς τοῖς ὁσίοις.

Ὤ μεγίστης σου χάριτος Πολυέλεε, ἁμαρτίας καθαίρεις τῶν ἐπταικότων σοι, Πνεῦμα δὲ παρέχεις τῷ λαῷ καὶ τὴν γλυκύτητα, τῆς ἀφέσεώς σου, Σιλουανὸς ὡς ἔφη.

 

Ἄλλη γνῶσις ὑπάρχει Θεοῦ ἐκ πίστεως, καὶ ἐκ πείρας ἑτέρα Αὐτῷ ἐγγίζουσα, ἥνπερ ἔσχον ἄνθρωποι θνητοί, Πνεύματος Χάριτι, αὕτη τῶν τελείων, πέλει καὶ κλῆρος μόνον.

 

Θρῆνον ᾄδει καρδία Ἀδὰμ Προπάτορος, ἐννοοῦσα Κυρίου μεγαλειότητα, καὶ ἁμαρτιῶν μνημονεύουσα πάντοτε, τῆς Ἐδὲμ ποθοῦσα, τὴν αἰωνίαν Χάριν.

Θεοτοκίον.

Ὦ Παρθένε τοῦ κόσμου παντὸς μεσίτρια, ἀναμάρτητον τήρει με ἱκεσίαις σου, ὕψος γὰρ τῆς σῆς, ἀγαπήσεως οἴδαμεν, καὶ τῆς παρρησίας, πρὸς τὸν γλυκὺν Υἱόν σου.

 

ᾨδὴ θ΄ . Ἅπας γηγενής.

Ἴθι πρὸς λαόν, Θεοῦ Ὁσιώτατε, Σιλουανὲ καὶ κλαυθμόν, τοῦ Ἀδὰμ ἐπάκουσον, καὶ ἆρον χεῖρας καὶ κλῖνον γόνυ σου, καὶ Πνεῦμα τὸ Πανάγιον, εὐχαῖς σου βράβευε, τοῖς ποθοῦσι, τοῦτο καὶ μεσίτην σε, πρὸς Υἱὸν καὶ Πατέρα προβάλλουσι.

 

Ὅπου οἱ χοροί, Ἀγγέλων νῦν ἵστασαι, καὶ θεωρεῖς τηλαυγῶς, τοῦ Θεοῦ μυστήρια, ἅπερ ἐν κόσμῳ ἐσόπτρῳ ἔβλεπες, καὶ συνενοῖς τὴν δέησιν τῇ πανενότητι, τῶν Ἁγίων, Πάντων γλυκυπόθητε, τῇ ἀγάπῃ ἐνθέως τηκόμενος.

 

Νέος παλαιούς, Πατέρας ἐπέφθασας προφητικώτατε, καὶ τῇ πολιτείᾳ σου, καταφαιδρύνεις, κόσμου τὰ πέρατα, ταῖς διδαχαῖς τῶν λόγων σου, ἀναβιβάζεις δέ, τάς καρδίας, πρὸς τὰ ὑπερκόσμια, ὅθεν πάντες τιμῶμεν τὴν μνήμην σου.

Θεοτοκίον.

Ἄκουσόν μου δή, τοῦ Ὄρους Βασίλισσα, καὶ μὴ ἀπώσῃ με, βδέλυγμα γὰρ πέφυκα, τῆς ἐρημώσεως ὁ ταλαίπωρος, ἀλλὰ θαρρῶν προσέρχομαι καὶ ἐκβοῶ σοι θερμῶς, ὡς παρέσχες, τῷ Σιλουανῷ ποτε, δὸς κἀμοὶ σὴν ἀντίληψιν Δέσποινα.

Ἕτερος. Θεὸν ἀνθρώποις.

Νοεῖν τὴν δόξαν Θεοῦ ἀδύνατον, καὶ τῶν Αὐτοῦ, Ἁγίων παρομοίως τοὺς ἔχοντας, σαρκικοὺς ὀφθαλμοὺς καὶ διάνοιαν, πάθεσι σκοτουμένην, πάντη ἀμέθεκτος, ἡ τῶν χαρισμάτων δωρεά, ἄνευ καθάρσεως.

 

Ἰσχὺν τῆς χάριτος δὸς τοῖς δούλοις σου, ὦ Ἰησοῦ, πρεσβείαις Οὗ αὐτῆς κατηξίωσας, καὶ μεγάλου μεσίτου ὑπάρχοντος, ἔμπροσθεν τοῦ σοῦ θρόνου, κόσμῳ δὲ δείξαντος, ὅτι σὺ ὑπάρχεις ὁ ἀεί, Θεὸς φιλάνθρωπος.

 

Τί εἴπω Πάτερ ὁ ἀναιδέστατος; σοῦ καθορῶν, τοῦ βίου τὸ πανάπαν συμπέρασμα, δι' οὗ εἴληφας τῆς Χάριτος πλήρωμα, τὴν ταπεινοφροσύνην ὅμοιος γέγονας, τῷ ταπεινωθέντι Ἰησοῦ, Οὗ ἠλλοτρίωμαι.

 

Ἁγίων σώματα ἐκπηγάζουσι, Χάριν Θεοῦ, τοῖς πίστει προσιοῦσιν ἑκάστοτε, τῆς τελείας ἀγάπης γὰρ ἔνδειξις, τοῦτο σαφῶς ὑπάρχει, ἧς περ μετέσχηκας, ὦ Σιλουανὲ ὡς καὶ ἡμεῖς, πείρᾳ ἐγνώκαμεν.

Θεοτοκίον.

Ἀκόρεστόν μου δίψαν ἀφάνισον, Κόρη Ἁγνή, ποθῶ γὰρ τὸν γλυκύτατον Κύριον, ἐν Αὐτῷ ἐφευρίσκω τὴν λύτρωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, Πνεῦμα δὲ δίδοται, ὡς Σιλουανὸς πιστοποιεῖ, ὁ ἁγιώτατος.

 

Ἐξαποστειλάρια.

Ἦχος β . Τοῖς μαθηταῖς συνέλθωμεν.

Τῶν δωρεῶν τοῦ Πνεύματος, πλήρης γέγονας Πάτερ, Σιλουανὲ τρισόλβιε, ὅθεν πλήθη προσάγεις, τῷ φιλανθρώπῳ Κυρίῳ, τοῖς γλυκέσι σου λόγοις, οἷς πόθῳ καταφλέγονται, τῆς ἀγάπης καὶ Τοῦτον, διψητικῶς, ἐν Ἁγίῳ Πνεύματι ἐκζητοῦσι, διό σε μακαρίζομεν, φοιτηταί σου παντοῖοι.

Ἕτερον. Ἦχος γ'. Φῶς ἀναλλοίωτον.

Φωτὶ τοῦ πνεύματος ἔγνως, Σιλουανὲ τὸν Δεσπότην, καὶ τῷ φωτὶ τούτῳ μένων, ἥλιος ὤφθης φωτίζων, θείῳ φωτὶ διδαχῶν σου, φωτὸς Θεοΰ κληρονόμε.

Θεοτοκίον. Ὅμοιον.

Καρπὸν ἀρτίκοπτον δίδως, Παρθενομῆτορ Κυρία, τοῦ Περιβόλου σου κόσμῳ, Σιλουανὸν τὸν σὸν λάτριν, δόξαν τὴν νέαν τοῦ Ἄθω, καὶ οἰκουμένης εὐχέτην.

 

    Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν στιχηρὰ προσόμοια.

Ἦχος πλ. δ'. Ὤ τοῦ παραδόξου θαύματος.

Πάτερ Πατέρων ἰσότιμε, Σιλουανὲ θαυμαστέ, οἰκουμένης διδάσκαλε, Ἀποστόλων μέτοχε, δωρεὰς τῆς τοῦ Πνεύματος, τῶν δὲ Μαρτύρων πόθῳ ἰσότιμε τῆς Ἐκκλησίας, δόξα καὶ καύχημα, πρὸς τὸν Πατέρα σου, Πνεύματι ἱστάμενος, διηνεκῶς, μνήσθητι τιμώντων σου, μνήμην τὴν πάν-τιμον.

 

Ἐξωμοιώθης προτύπῳ σου, Σιλουανὲ θαυμαστέ, ἐπιγνοὺς τὸ φιλάνθρωπον, καὶ τὸ πολυέλεον, διὰ Πνεύματος Ὅσιε, διὸ ἀπαύστως, δεήσεις πρόσφερε, τὰ ἔθνη πάντα, τὴν γνῶσιν κτήσασθαι, Θεοῦ τοῦ πλάσαντος, Ὅνπερ Πάτερ εὕροιμεν ὑπερφυῶς, μόνιμον θησαύρισμα, καὶ τῶν ψυχῶν γλυκασμόν.

 

Πλήρωμα Νόμου καὶ Χάριτος, ἀγάπη ἔστι Θεοῦ, ἣν λαβὼν ἐν καρδίᾳ σου, Θεὸς θέσει γέγονας, καθ' ἑκάστην φλεγόμενος, θυσίαν φέρων ὁλοκαυτώσεως, εὐχὰς ἀπείρους, δάκρυα ἄμετρα, ἅπερ ὁ Κύριος, μύρα προσδεξάμενα ὡς λογικά, στέφανόν σοι δέδωκε, τῆς ἁγιότητος.

 

Ἐπιστημῶν ἐπιστήμονα, τὴν ἐπιστήμην ὀρθῶς, ἐπιγνόντα γινώσκομεν, ἔνδυμα θεώσεως, τὴν ταπείνωσιν Ὅσιε, δι' ἧς Κυρίῳ ἡνώθης Πνεύματι, ἐν μέσῳ πλήθους βιῶν ὡς ἔρημον, ἄλλοι κατῴκησαν, ὅθεν σε δοξάζομεν Σιλουανέ, θήκην τῶν Λειψάνων σου, κατασπαζόμενοι.

Δόξα... Ἦχος πλ. α'.

Μέγα σου τὸ ἔλεος, τρισάγιε Κύριε! καὶ πῶς ἀξίως τάς δυναστείας σου ἐκδιηγησώμεθα; ἀνέπλασας γὰρ ἡμᾶς τῷ Πνεύματί σου τῷ Ἁγίῳ, καὶ μακρυνθέντας ἀσώτως τῆς πατρικῆς ἑστίας, πάλιν ἐπανεισήγαγες, ἐπενδύσας τῇ ἁλουργίδι τῶν χαρισμάτων. Ὅθεν νέον ἔχοντες μάρτυρα τῆς δωρεᾶς σου, Σιλουανὸν τὸν μεγαλοφωνότατον, ἐκπληττόμενοι ἱκετεύομέν σε, τὴν φωνὴν αὐτοῦ ὑποκλέπτοντες· δὸς τοῖς λαοῖς τὴν γνῶσίν σου τὴν σωτήριον, δὸς τοις λαοῖς τὴν ἀγάπήν σου τὴν ὑπέρλογον, ἵνα γνόντες συμφώνως δοξάζωμεν ἅπαντες σὲ τὸν Ποιητὴν ἡμῶν εἰς τοὺς αἰῶνας Φιλάνθρωπε, τὸν καταξιώσαντα γενέσθαι συμμόρφους τῆς εἰκόνος σου.

Καὶ νῦν... Μακαρίζομέν σε...

 

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.

 

ΕΙΣ ΤΗΝ Θ. ΛΕΙΤΟΥΡΓΙΑΝ

 

Τυπικά. Μακαρισμοί. Ἡ γ' ᾠδὴ ἐκ τοῦ α' Κανόνος καὶ ἡ στ' ἐκ τοῦ β'. Ἀποστολοευαγγέλιον, τὰ ὁσιακὰ (βλέπε τῇ ε' Δεκεμβρίου). Κοινωνικόν. Εἰς μνημόσυνον.

 

Μεγαλυνάρια.

Τῆς Ῥωσσίας βλάστημα θαυμαστόν, καὶ τοῦ Ὄρους Ἄθω, καλλιέρημα λογικόν, Πνεύματος Ἁγίου, τὸ θεοφόρον στόμα, Σιλουανὸν τὸν μέγαν, ὕμνοις τιμήσωμεν.

 

Τοῦ Μεγαλομάρτυρος ἡ Μονή, χόρευε σκιρτῶσα, ἐκ τῶν σπλάγχνων σου θαυμαστόν, Ἐκκλησία δοῦσα, διδάσκαλον καὶ μύστην, Σιλουανὸν τὸν θεῖον, Χάριτος κήρυκα.

 

Χάριν τὴν τοῦ Πνεύματος δαψιλῶς, Πάτερ μοι χορήγει, τῷ αὐθάδει σου ὑμνητῇ, πόθος γὰρ δυνάμεις, συχνάκις ὑπερβαίνει, διὸ συγχώρησόν μοι, τῷ ὑποχρέῳ σου.

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

ΕΙΣ ΤΟΝ ΟΣΙΟΝ ΚΑΙ ΘΕΟΦΟΡΟΝ ΠΑΤΕΡΑ ΗΜΩΝ

ΣΙΛΟΥΑΝΟΝ ΤΟΝ ΑΘΩΝΙΤΗΝ

 

«Χαροποίησον, Κύριε, διὰ τῆς ἐλεύσεως τοῦ Πνεύματός Σου τοῦ Ἁγίου πᾶσαν ψυχὴν θλιβομένην».

 

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ

 

    Εὐλογήσαντος τοῦ ἱερέως, τὸ Κύριε εἰσάκουσον, Θεὸς Κύριος καὶ τὸ Τροπάριον.

Ἦχος δ'. Ὁ ὑψωθείς.

Ὁ νοῦν κρατήσας εἰς κατώτατα ᾍδου, καὶ ἀνελθὼν τῇ ταπεινώσει εἰς ὕψος, θεωριῶν τῇ Χάριτι σεπτὲ Σιλουανέ, δέχου τοὺς προστρέχοντας, πατρικαῖς σου πρεσβείαις, δίδου πεῖραν Πνεύματος, λογισμὸν μετανοίας, ὅπως τῇ γνώσει Πάτερ τοῦ Θεοῦ, ἀξιωθῶμεν, τῆς ἄνω συστάσεως.

Δόξα... τὸ αὐτό. Καὶ νῦν... Θεοτοκίον,

Οὐ σιωπήσομεν...

 

Ό Ν'

 

 Καὶ εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχὶς·

«Διψητικῶς ἀξίωσον, ζητεῖν Θεόν, ὦ Πάτερ.

Ἀ(θανάσιος)».

ᾨδὴ α'. Ἦχὸς πλ. δ'. Ὑγρὰν διοδεύσας.

Διψῶντες τὴν Χάριν τοῦ Ἰησοῦ, προστρέχομεν πίστει, σοί, ὦ Πάτερ Σιλουανέ, πρεσβείαις ἁγίαις σου χορήγει, τάς δωρεὰς καὶ ἡμῖν Θείου Πνεύματος.

 

Ἱλέωσαι Πάτερ τὸν ἀγαθόν, Δεσπότην καὶ δίδου, τῆς εἰρήνης ἐγκαινισμόν, καρδίαις ζητούσαις τὴν γαλήνην, ἥν περ παρέχει τὸ Πνεῦμα τὸ Ἅγιον.

 

Ψυχὰς ἀποκάθαρον τῶν παθῶν, τρισόλβιε Πάτερ, καὶ οἰκίας φωτολαμπεῖς, ἀνάδειξον ταύτας Παρακλήτου, ὡς τὴν ψυχήν σου τελείως ἐκάθηρας.

Θεοτοκίον.

Ἣν ἔσχες ταπείνωσιν ἀληθῆ, Παρθένε παράσχου, σοῖς οἰκέταις ἐγκατοικεῖν, γενέσθαι δὲ πάντας κατὰ χάριν, τοῦ γλυκυτάτου Υἱοῦ σου σκηνώματα.

 

ᾨδὴ γ'. Οὐρανίας ἁψῖδος.

Τὴν σφοδράν σου ἀγάπην, πρὸς τὸν Θεὸν ἔδειξας, διὰ μετανοίας ἀρίστης, μακαριώτατε, ὅρον σου θέμενος, μὴ προσβαλεῖν Τούτῳ ἔτι, ἑκουσίῳ πταίσματι ἢ παραπτώματι.

 

Ἰησοῦ ἐπικλήσει, τῇ ζωηρᾷ σέσωσαι, ὅτε ὁ λυττώτων σοι κύων, Πάτερ προσήγγισε, διό με λύτρωσαι, ἐκ τοῦ κυνὸς διαβόλου, προσευχὴν διδάσκων μοι τὴν ἀδιάλειπτον.

 

Κεκμηκότα με Πάτερ, ἐκ πονηρῶν πράξεων, στῆσον καὶ ἀνόρθωσον πάλιν τῇ μεσιτείᾳ σου, σὺ γὰρ φιλάνθρωπα, ἐκ δωρεᾶς ἔχεις σπλάγχνα, ἅπερ μοι ἐπίδειξαι, ἵνα δοξάζω σε.

Θεοτοκίον.

Ὡς τὸν ὄφιν Παρθένε, τὸν πονηρὸν ἤλασας, ἀπὸ Συμεὼν ἐνυπνίῳ, πάντοτε δίωκε, ἀπὸ καρδίας μου, τάς ἀκαθάρτους ἐννοίας, σκεῦος καθαρώτατον, ἀποδεικνῦσα με.

 

Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι τοῦ Κυρίου.

 

Ἐπίβλεψον, ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

  

Αἴτησις ὑπὸ τοῦ Ἱερέως καὶ τὸ κάθισμα.

Ἦχος β'. Πρεσβεία θερμή.

Πρεσβείας τὰς σάς, πλουτοῦντες Παμμακάριστε, κινδύνων ἀεί, λυτρούμεθα οἱ δοῦλοί σου, καὶ Θεὸν γνωρίζοντες, διὰ Χάριτος Ὁσιώτατε, Σιλουανὲ ἐκ ψυχῆς, τὸν ὕμνον σοι ἀναπέμπομεν.

 

ᾨδὴ δ'. Εἰσακήκοα Κύριε.

Σταθερὰν ὡς ἐπέδειξας, ἔφεσίν σου Πάτερ ἀφιερώσεως, οὕτω πάντοτε τὸν δοῦλόν σου, πολιτεύεσθαι Θεῷ ἀξίωσον.

 

ᾍδου Πάτερ ἐκύκλωσαν, φλόγες τὴν καρδίαν μετανοοῦσάν σου, ὧν με λύτρωσαι τὸν τάλανα, δροσισμὸν παρέχων Χάριτος.

 

Ξένὸς γέγονας Ὅσιε, τὸν σταυρὸν ἀράμενος θείου Σχήματος, τὸν Χριστὸν οἰκεῖον ἔχων σοι, ᾯ με παρρησίᾳ σου οἰκείωσον.

Θεοτοκίον.

Ἱερὸν ὡς ἀνάθημα, δέδεξαι Παρθένε ἐν θείῳ Ἄθωνι, τὸν σὸν δοῦλον κατασκέπουσα, μητρικῇ σου σκέπῃ, ᾗ με σκέπασον.

 

ᾨδὴ ε'. Φώτισον ἡμᾶς.

Ὤφθη σοι Χριστός, τῷ πολέμῳ ἀτονήσαντι, καὶ ψυχῆς ἠλλοίωσε ἰσχύν, Ὃν ἀτονοῦντι, ἀντιλήπτορα παράσχου μοι.

 

Σῶμα καὶ ψυχή, εἰληφότα θείαν ὅρασιν, ἀνενεώθησάν σου Πάτερ εὐθύς, κἀμοῦ κραυγάζω, ἀνανεούσθω ἔσω ἄνθρωπος.

 

Ὄμμα νοερόν, ὥσπερ Ἄγγελος ἐτήρησας, ἐν ἀγρυπνίαις ἐκτηκόμενος, ἐν νήψει Πάτερ, διό με νήφειν καταξίωσον.

Θεοτοκίον.

Νέωσον τὸν νοῦν, καὶ καρδίαν μου Θεόνυμφε, ἐγκατασπείρουσα τὸ σπέρμα εὐχῆς, ὡς εὐχομένῳ, τῷ Ὁσίῳ ξένως ἔσπειρας.

 

ᾨδὴ στ'. Τὴν δέησιν ἐκχεῶ.

Ζωήν σου, τοὺς ἀδελφοὺς οἰόμενος, δι' ὧν εὕρισκες Θεὸν τὸν Πατέρα, Σιλουανέ, διηκόνεις προθύμως, αὐτοῖς τὴν Χάριν λαμβάνων τοῦ Πνεύματος, διὸ κἀμὲ παρακαλῶ, βλέπειν πάντας ὡς σὺ καταξίωσον.

 

Ἠλόγησας, τῆς φθαρτῆς σου φύσεως, καὶ ἀγῶνας ὑπὲρ μέτρον ἐτέλεις, φόβον ἐν νῷ, ἔχων μήπως ἐκπέσῃς, τῆς Ἰησοῦ ἀγαπήσεως Ὅσιε, ἧς πάντοτε ἐμὴν ψυχήν, ἐξαρτᾶσθαι εὐχαῖς σου μοι δώρησαι.

 

Τηρήσας σου, εἰς τοῦ ᾅδου πέταυρα, λογισμὸν μακαριώτατε Πάτερ, τῆς ἀγαθῆς, τοῦ Σωτῆρος ἐλπίδος, μὴ μακρυνθῆναι ἠξίωσαι Ὅσιε, διὸ βοῶ σοι ἐκ ψυχῆς, ἐργασίαν τοιαύτην ἐργάζοιμι.

Θεοτοκίον.

Ἐλέους σου, μητρικοῦ ἀπήλαυσεν, ὁ θεράπων σου Παρθένε Κυρία, καὶ γὰρ οὐδείς, μετὰ πόθου προσπίπτων, οὐκ ἂν κενὸς πορευθείη τῆς χάριτος, ἧς δέομαι ὁ ἀμελής, ἀπολαῦσαι ἐν βίῳ μου ἅπαντι.

 

Διάσωσον, Σιλουανὲ σαῖς πρεσβείαις τοὺς σοὺς ἱκέτας, ἀπὸ παντοίων ἐπηρειῶν πονηρῶν, καὶ φύλαττε αὐτούς, ἐν τῇ Χάριτι τοῦ Κυρίου.

 

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.

 

Παρακλητικός Κανών

Ἡ αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος δ'. Προστασία τῶν Χριστιανῶν.

Διὰ πείρας μαθὼν τὰ θεῖα μυστήρια, τὴν ἀγάπην καλῶς πρὸς πάντας ἐναπέδειξας, ἣν καὶ νῦν Σιλουανέ, τοῖς χρήζουσι πιστοῖς, καὶ προστρέχουσι τῇ σῇ, μεσιτείᾳ ἐπίδειξαι, πάθη ψυχῶν σωμάτων, πόρρω ἀποδιώκων, καὶ τὴν τοῦ Πνεύματος χαράν, παρέχων τὴν ἄμισθον.

 

Προκείμενον.

Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου Αὐτοῦ.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.

 

Εὐαγγέλιον.

Ἐκ τοῦ κατὰ Ματθαῖον (ια', 27-30)

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ, οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱὸς καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς καὶ μάθετε ἀπ' ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι.

 

Δόξα... Ταῖς τοῦ σοῦ Ὁσίου...

Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...

 

Εἶτα τὸ Προσόμοιον.

Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι.

Στίχ. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...

 

Ὅλην σου τὴν ἔφεσιν, πρὸς τὸν Θεὸν ἀνατείνας, δρόμον τῆς ἀσκήσεως, Πάτερ Ὁσιώτατε διεπέρασας, καὶ δραγμοὺς Χάριτος, ἀποδρέψας πόθῳ, νῦν πλουτεῖς παναληθέστατα, τὴν ἑκατόμμοιραν, τοῦ Εὐαγγελίου ὡς εἴρηται, διὸ καὶ τοῖς προστρέχουσι, ῥείθροις τῶν ῥημάτων σου πάρεχε, δροσισμὸν καρδίας, καὶ τρόπους μετανοίας ἀψευδοῦς, Σιλουανὲ θείου Πνεύματος, κτῆτορ καὶ διδάσκαλε.

 

ᾨδὴ ζ. Οἱ ἐκ τῆς Ἰουδαίας.

Ἱερὰν πολιτείαν τῶν μοναστῶν ᾔνυσας, Πάτερ ἐν πολλῇ κατανύξει, καὶ ἔχων πάντοτε, πρὸ τῶν ὀμμάτων σου, τὴν Παρουσίαν Κυρίου, Ὃν κἀμὲ ἐνώπιον, βλέπειν ἀξίωσον.

 

Νοῦν τετήρηκας ξένον, τῶν κοσμικῶν πράξεων, καὶ θεωριῶν θεοφόρε, διὰ τοῦ Πνεύματος, συγκατερχόμενος, ταλαιπωρίαις τοῦ κόσμου, καὶ εὐχὰς ποιούμενος, ἃς καὶ νῦν ποίησον.

 

Θρηνῳδίας παρῆλθε τῆς τοῦ Ἀδὰμ Ὅσιε, χρόνος ὅτι νῦν ἀπολαύεις, Οὗπερ ἐπόθησας, ἀλλὰ ὡς μείζονα, τὴν παρρησίαν κατέχων, τοῦ λαοῦ μνημόνευε, φιλοψυχότατε.

Θεοτοκίον.

Ἐν Σταυρῷ ἱσταμένη, ὠκεανὸν θλίψεως, Ἄχραντε ἐβάστασας ὅμως, χαρᾶς πεπλήρωσαι, ὅτε ἑώρακας, τὸν σὸν Υἱὸν ἀναστάντα, ἧς χαρᾶς ἀξίωσον, λαὸν ὑμνοῦντά Σε.

 

ᾨδὴ η'. Τὸν Βασιλέα.

Οὐρανωθέντες, χορὸς Ἁπάντων Ἁγίων, ὑπὲρ κόσμου πρεσβεύετε ἀπαύστως, ἅμα συνευχέτῃ, Σιλουανῷ τῷ θείῳ.

 

Νίκην εὑρίσκει, ὁ ταπεινῶν ἕως τέλους, τὴν ὑψαύχενον διάθεσιν καρδίας, ἣν εὐχαῖς σου Πάτερ, εὕροιμεν ὑμνηταί σου.

 

Ὢ τῆς ἀφράστου, φιλανθρωπίας Δεσπότου, τοῦ παρέχοντος παράκλησιν τοῖς δούλοις, Χάριν Παρακλήτου, πρεσβείαις τῶν Ἁγίων.

Θεοτοκίον.

Πάλιν Παρθένε, προσπίπτοντά με προσδέχου, ἐξαιτούμενον τὴν ἄμαχον πρεσβείαν, δι' ἧς καὶ ἐλπίζω, τυχεῖν τῆς σωτηρίας.

 

ᾨδὴ θ'. Κυρίως Θεοτόκον.

Ἀγάπης τὸ ταμεῖον, σὲ καθικετεύω, Σιλουανὲ παμμακάριστε Ὅσιε, διπλῆν μοι ταύτην παράσχου, ταῖς μεσιτείαις σου.

 

Τὴν φύσιν ὑπερῆρας, Πνεύματι Ἁγίῳ, καὶ ὑπὲρ φύσιν ὡς ἄγγελος ἔζησας, οὕτω βιοῦν ὑμνητάς σου, Πάτερ ἱκέτευε.

 

Εὐφραίνομαι τρισμάκαρ, βίον μελετῶν σου, καὶ τοῦ Κυρίου ὁρῶν μέγα ἔλεος, Σιλουανὲ ᾧ σωθῆναι, κἀμὲ ἀξίωσον.

 

Ῥημάτων ἀπορήσας, μίαν ἀνακράζω, φωνὴν ἱκέτιδα Πάτερ μακάριε, τὸν κόσμον ἅπαντα γνῶναι, Πνεύματι Κύριον.

Θεοτοκίον.

Αἰτοῦντί μοι τὸ φῶς Σου, τῷ ἐσκοτισμένῳ, Φωτοκυῆτορ ἀκτῖνα κατάπεμψον, καὶ Βασιλείας φωτός με, μέτοχον ποίησον.

 

Εἶτα τὸ Ἄξιον ἐστι καὶ τὰ Μεγαλυνάρια.

Τὸν τῆς μετανοίας καθηγητήν, καὶ φωτὸς ἀκτίστου, ἀπλανέστατον μυητήν, Πνεύματος Ἁγίου, διδάσκαλον καὶ οἶκον, Σιλουανὸν ἐν ὕμνοις, ἀνευφημήσωμεν.

 

Ἔσπειρας ἐν δάκρυσι δαψιλῶς, Πάτερ θεοφόρε, ὅθεν δράγματα νῦν κρατῶν, ἀρετῶν τῶν θείων, χορήγει τοῖς αἰτοῦσι, Σιλουανὲ

θεόφρον, καρποὺς τῆς Χάριτος.

 

Πνεῦμα τὸ Πανάγιον σαῖς εὐχαῖς, ἐγκαίνισον Πάτερ, τοῖς τιμῶσί σε εὐλαβῶς, καὶ τὸν κόσμον πάντα, ἀξίωσον πλησθῆναι, τῆς γνώσεως Κυρίου, μακαριώτατε.

 

Πίστει προσκυνοῦντας Σιλουανέ, Λειψάνων σου θήκην, χαρισμάτων ζωοοποιῶν, πλήρωσον καὶ ζέσιν, ὑπάναψον ἀγάπης, ἵνα σε εὐγνωμόνως, πάντες δοξάζωμεν.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί...

 

    Τὸ Τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ' ἣν τὰ ἑξῆς·

 

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου σε.

Δός μοι, τὴν τοῦ Πνεύματος χαράν, δός μοι τῆς ἀγάπης ὦ Πάτερ, τὴν τελειότητα, δὸς τὴν ἐπιπόθησιν, τοῦ γλυκυτάτου Χριστοῦ, ἀρετῶν τὴν πληρότητα, ταπείνωσιν θείαν, ἵνα πνευματέμφορος, ὅλως δοξάζω σε, Ὄρους τοῦ Ἁγίου ἡ δόξα, καὶ τῆς Ἐκκλησίας τὸ στόμα, ὦ Σιλουανὲ θεομακάριστε.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...

Ἐκ παντοίων κινδύνων...

Τῇ πρεσβείᾳ Κύριε...

  

Καὶ τέλος τὸ Δι' εὐχῶν.

Στίχοι ἱκετικοί.

 

Πλήρωσον ὀδοὺς τοῦ ἀθλίου μου βίου, ὦ Σιλουανέ, Πνεύματος Παναγίου.