Σεπτεμβρίου κε'

Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης.

Ποίημα Γερασίμου Μικραγιαννανίτου

 

ΤΥΠΙΚΟΝ

    Δεῖ εἰδέναι ὅτι ἡ παροῦσα ἐορτάσιμος Ἱερὰ Ἀκολουθία τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης δέον ὅπως ψάλληται τῇ κε' Σεπτεμβρίου κατ' ἀναλογίαν πρὸς τὰς διατάξεις τῆς ια' Ἰουλίου τοῦ ἐν χρήσει σήμερον Τυπικοῦ τῆς Ἁγίας τοῦ Χριστοῦ Μεγάλης Ἐκκλησίας.

 

ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ

 

    Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Γερασίμου.

Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.

Τὴν ἀγγελικήν, εὐφροσύνην ἐκζητοῦσα, τὴν ἀσκητικήν, ὑπεισῆλθες πολιτείαν, καὶ τρόπῳ φιλοσόφῳ, τὸν τὴν Εὕαν πτερνίσαντα, ὄφιν καταβέβληκας ἀνδρείως, καὶ τῷ Σωτῆρι ἐνυμφεύσω, ἀρετῶν κάλλεσι, παρ' οὗ δεδόξασαι λαμπρῶς, Εὐφροσύνη πάνσεμνε.

 

Ἤμειψας σεμνή, καὶ τὴν κλῆσιν καὶ τὸ σχῆμα, καὶ ὥσπερ ἀνήρ, ἐν φρονήματι ἀνδρείῳ, προσῆλθες Εὐφροσύνη τοῖς Ὁσίοις Μονάζουσι, θείαν ἑλομένη πολιτείαν, καὶ ὑπὲρ φύσιν ἠγωνίσω, θερμῷ ἔρωτι, τῆς ἀγαπήσεως Χριστοῦ, πτερουμένη ἔνδοξε.

 

Μνήστορα φθαρτόν, καὶ τὸν πλοῦτον καὶ τὴν δόξαν, σώφρονι νοΐ, παριδοῦσα Εὐφροσύνη, Χριστῷ τῷ ἀθανατῳ, Βασιλεῖ ἠκολούθησας, λάθρα σῶν οἰκείων ἐκφυγοῦσα, καὶ ἐν ἀσκήσει καρτεροῦσα, θερμῶς ἔκραζες· εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.

 

Θάμβει συσχεθείς, ὡς ἰδὼν σε καὶ γνωρίσας, καὶ καταμαθών, τὴν σὴν ξένην πολιτείαν, ὁ σὸς τοκεὺς Ὁσία, τὸν Θεὸν ἐμεγάλυνε, τὸν μεγαλυνθέντα τῷ σῷ βίῳ, ὃν ἐκδυσωπει Εὐφροσύνη, ἡμῖν ἔλλαμψιν, δοῦναι σωτήριον σεμνή, καὶ κλῆρον αἰώνιον.

Δόξα... Ἦχος πλ. β'. Γερασίμου.

Τῷ πυρὶ τῆς τοῦ Χριστοῦ, ἀναφθεῖσα ἀγάπης, τοῖς ἴχνεσιν αὐτοῦ ἠκολούθησας, πάντων ἀπαναστᾶσα τῶν τερπνῶν· ἰσαγγέλως γὰρ πεπολίτευσαι, καὶ πάντας ἐξέπληξας, τῷ παραδόξῳ τρόπῳ σου· ὅθεν τῆς ἄνω δόξης τυχοῦσα, Ὁσία Εὐφροσύνη ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.

Καὶ νῦν... Θεοτοκίον. Τῆς Παρακλητικῆς.

Θεοτόκε σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα μετὰ τῆς Ὁσίας καὶ πάντων τῶν ἁγίων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

 

Ἀπόστιχα. Γερασίμου.

Ἦχος β'. Οἶκος τοῦ Ἐφραθᾶ.

Νύμφη θεοσεβής, ἐδείχθης τοῦ Σωτῆρος, Ὁσία Εὐφροσύνη, ἁγνείᾳ καὶ ἀσκήσει, σαυτὴν κατακοσμήσασα.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. (Ψαλμ. λθ', 2).

Λάθρα τοῦ σοῦ πατρός, διεκφυγοῦσα Μῆτερ, Ὁσίων ὁμηγύρει, ὡς ἄγνωστος προσῆλθες, καὶ τὸν Χριστὸν ἐδόξασας.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνεβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. (Ψαλμ. λθ', 3-4).

Ὢ θαύματος φρικτοῦ! ἐν μέσῳ τῶν ἀνδρὼν γάρ, ἀπήμαντος διῆλθες, Ὁσία Εὐφροσύνη, ἀνδρικωτάτοις σκάμμασι.

Δόξα... Τριαδικόν.

Τρία σε ἐν μιᾷ, πρόσωπα τῇ οὐσίᾳ, δοξάζων σε Θεέ μου, Δημιουργὲ τῶν ὅλων, τρυγῶ τὴν σωτηρίαν μου.

Καὶ νῦν... Θεοτοκίον.

Ὄπισθεν τῆς Ἁγνῆς, Παρθένου ἑπομένη, Ὁσία Εὐφροσύνη, εἰς ναὸν ἀπηνέχθης, τῆς δόξης τοῦ Θεοῦ ἡμῶν.

 

Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

    Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Τοῦ Μηναίου.

Ἦχος πλ. α'. Ὅσιε Πάτερ.

Μῆτερ Ὁσία, Εὐφροσύνη ἀξιάγαστε, τὴν ὄντως εὐφροσύνην ἐπιποθήσασα, τὴν ταύτην προξενοῦσαν ὤδευσας τρίβον· πλούτου ἠλλάξω γάρ, πτωχείαν πολλήν, σαρκικοῦ μνηστῆρος, τὸν ζῶντα εἰς αἰῶνας· τρυφῆς ῥεούσης, τὸ ἐγκρατές· τῆς ἀναπαύσεως, πόνους τοὺς ἐν ἀσκήσει· τὴν ὑπερκόσμιον ζωὴν τῆς ἐν τῷ κόσμῳ, ἧς καὶ ἐπέτυχες φρονίμοις σὺν Παρθένοις, διατηρήσασα τὴν σὴν λαμπάδα ἄσβεστον, καὶ νυμφῶνος ἀξιωθεῖσα, ὡς παρθένος, ὡς νύμφη Χριστοῦ πανεύφημε.

 

Ῥείθροις δακρύων, ἀρδευθεῖσα τὴν διάνοιαν, εὐθηνήσας ἀσκήσει, τοὺς ἐναρέτους καρπούς· ἄμπελος καθάπερ ὡραιότατη, ἤνεγκας βότρυας ὡραίους σεμνή· ὧν τοῦ θείου γλεύκους, σαφῶς ἐμφορηθέντες, τὰ αἰσθητήρια τῆς ψυχῆς, καταγλυκαίνο-μεν ὄντως σοῦ τῇ μιμήσει, καὶ εὐφραινόμεθα τὴν θείαν εὐφροσύνην, μέθην ὠθούμενοι τὴν ἐκ τῆς ἁμαρτίας, βοῶντες· Πάνσεμνε, Χριστὸν δυσώπει πάντοτε, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

 

Θέαμα ξένον, καὶ τῇ φύσει δυσπαράδεκτον! πῶς ἔλαθες τῆς Εὔας τοῦ παλαιοῦ πτερνιστοῦ, δεινὰς μηχανουργίας, μέσον ἀνδρῶν, κατασκηνώσασα τελείῳ νοῒ πῶς πυρὸς ἐν μέσῳ, διῆλθες μὴ φλεχθεῖσα· πῶς συνεκάλυψας γυναικῶν τὸ ἀσθενές, νευρουμένη θείᾳ δυνάμει, τοῦ τὴν ἀσθένειαν ἡμῶν ἀναλαβόντος, καὶ ἀνατείλαντος ἐκ Κόρης ἀπειράνδρου· ὃν καθικέτευε, Ἀγγέλοις συγχορεύουσα, δωρηθῆναι τῇ οἰκουμένῃ, ὁμόνοιαν, εἰρήνην, καὶ μέγα ἔλεος.

Προσόμοια ἕτερα. Γερασίμου.

Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.

Τῶν Ὁσίων ἀγλάΐσμα, καὶ Παρθένων ὡράϊσμα, καὶ λαμπρὰν ἀσκήσεως ὑποτύπωσιν, τῶν ἀρετῶν ἐνδιαίτημα, καὶ νύμφην περίδοξον, τοῦ Σωτῆρος Ἰησοῦ, ὁ περίβλεπτος βίος σου, σὲ εἰργάσατο, τοῖς ἐν κόσμῳ Ὁσία Εὐφροσύνη· διὰ τοῦτό σου τὴν μνήμην, τὴν εὐκλεῆ ἑορτάζομεν.

 

Τὸν μνηστῆρα τὸν πρόσκαιρον, οὐρανίῳ σου ἔρωτι, καὶ τρυφὴν τὴν ῥέουσαν καταλέλοιπας, καὶ τὴν οἰκείαν ἀσθένειαν, ὁμοῦ καὶ τὸ ἔνδυμα, μεταμείψασα σοφῶς, ὡς ἀνὴρ παραγέγονας, καὶ ἐσκήνωσας, ἐν ἀνδράσιν ὁσίοις Εὐφροσύνη, καὶ ἐχθροῦ τάς πανουργίας, ὁλοσχερῶς ἐθριάμβευσας.

 

Ὡς ἰδὼν καὶ ἀκούσας σου, πολιτείας τὴν ἔλλαμψιν, καὶ τοῦ ξένου βίου σου τὸ παράδοξον, ὁ σὸς γεννήτωρ ὁ ἔνθεος, ἐξέστη τῷ πνεύματι, καὶ ἀνύμνησε Χριστόν, τὸν λαμπρῶς σε δόξάσαντα, καὶ τοῖς ἴχνεσι, πορευθείς σου Ὁσία Εὐφροσύνη, μετὰ σοῦ τῆς ἄνω δόξης, θεουργικῶς κατηξίωται.

Δόξα... Ἦχος β'. Τοῦ Στουδίτου. Τοῦ Μηναίου.

Τὸ καθαρὸν τῆς ἁγνείας σου χρῆμα, ἄμωμον ἐξ ἀνδρῶν φυλάξασα, νύμφη Χριστοῦ ἐχρημάτισας, Εὐφροσύνη παμμακάριστε, σώματος μὲν κάλλος, ἀσκητικοῖς πόνοις μαράνασα, ψυχὴν δὲ ὡραΐσασα, τῇ εὐμορφίᾳ τῆς χάριτος· ἐν γὰρ τῷ ἄρρενι τὸ θῆλυ σαφῶς ὑποκρύψασα, ἔλαθες τοῦ Βελίαρ τὰ ἔνεδρα, ἀγγελικῶς ἐν γῇ βιώσασα. Ἀλλ' αἴτησαι εἰρήνην, τοῖς πόθῳ εὐφημοῦσί σε, ὡς χαρᾶς ἐπώνυμος κοσμοχαρμόσυνε.

Καὶ νῦν... Ἦχος ὁ αὐτός. Τῆς Παρακλητικῆς.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν Ἥλιος, ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

    Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Παροιμιῶν τὸ Ἀνάγνωσμα.

(Κεφ. λα', 10, 13-20, 25).

Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσιν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῡτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τάς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ. μγ', 9-14).

Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει, Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτως λέγει Κύριος ὁ Θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ', 1-9).

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

    Εἰς τὴν Λιτὴν

Ἰδιομελα. Γερασίμου.

Ἦχος α'.

Φ ερωνύμως εὐφροσύνης πρόξενος, ὡς ἀληθῶς ἐδείχθης, τῇ Ἐκκλησίᾳ Μῆτερ· ἐν γὰρ τῇ γεννήσει σου χαρᾶς ἔπλησας, τοὺς παρ' ἐλπίδα σε βλαστήσαντας, καὶ ἐν τῇ ἰσαγγέλῳ ζωῇ σου, καὶ φιλοσόφῳ ἀσκήσει σου, τῶν Μοναστῶν τὰς τάξεις εὔφρανας· ἀλλὰ πλεῖον πάντων, ἅπαντας ἐξέστησας, ἐν τῇ πρὸς Θεὸν ἐκδημίᾳ σου, ἀναφανδὸν γνωσθέντων τῶν κατὰ σέ, Εὐφροσύνη Ὁσία· διὸ καὶ πάντες θυμηδίας πληρωθέντες, ἐν εὐφροσύνῃ ἐβόων· Κύριε δόξα σοι.

Ἦχος β'.

Τὸν ἀληθῆ νυμφίον ποθήσασα, τῷ θεοειδεῖ ἐπτερώθης ἔρωτι, Εὐφροσύνη ἀξιάγαστε· ὅθεν ὡς ἁγνὴ περιστερὰ καὶ ἄμωμος, τῶν χαμαὶ συρομένων ἐμάκρυνας, μνηστῆρος σχέσιν, καὶ πατρὸς ὑπεριδοῦσα ἀγάπην· καὶ τὸν σταυρὸν ἒπ' ὤμων φέρουσα, τῶν ἀρετῶν τῷ κάλλει σαυτὴν ἐκόσμησας, καὶ εἰς νυμφῶνα οὐράνιον, λαμπαδηφόρος συνεισῆλθες, σὺν ταῖς φρονίμοις παρθένοις· μεθ' ὧν ἡμῶν μνημόνευε, τῶν εὐφροσύνως μεμνημένων σου.

Ἦχος γ'.

Τίς μὴ θαυμάσει, τὸ ἀνδρεῖόν σου φρόνημα, καὶ τὸν θερμὸν καὶ ἀνένδοτον, πρὸς Θεόν σου πόθον, Εὐφροσύνη ἀξιοθαύμαστε· ἀρρενωθεῖσα γὰρ τῷ νοΐ, καὶ τῇ κλήσει καὶ τῷ σχήματι, μέσον ἀνδρῶν κατεσκήνωσας, ἀνδρικὰ τελοῦσα παλαίσματα· ὢ τοῦ θαύματος! πῶς οὐ κεχαύνωσαι, οἷα νεᾶνις ἁπαλή, τῇ βίᾳ τῆς φύσεως; πῶς δὲ οὐκ ἐνάρκησας καὶ ἐκάμφθης, τοῖς πατρικοῖς θρήνοις καὶ δάκρυσιν; Ὄντως ἐν σοὶ ὁ Χριστὸς δοξάζεται, ὁ ἐν ταῖς βουλαῖς τῶν ἁγίων αὐτοῦ δοξαζόμενος· Αὐτὸν ἱκέτευε δεόμεθα, τῆς ἄνω δόξης ἀξιῶσαι τοὺς σὲ γεραίροντας.

Ἦχος δ'.

Νυμφευθῆναι τῷ Χριστῷ ἑλομένη, τὴν σὴν ἁγνείαν ἄσπιλον ἐτήρησας, Εὐφροσύνη καλλιπάρθενε· ἔνθεν τούτῳ προσήγαγες, ὥσπερ προῖκα πολύτιμον, νέκρωσιν σαρκός, δακρύων ἀλάβαστρον, στάσιν παννυχον, ἐγκράτειαν σύντονον, καὶ τῶν λοιπῶν ὁσίων ἀρετῶν τὴν περιουσίαν· ἀνθ' ὧν τὰ ἄνω ἀπέλαβες βασίλεια, καὶ τῶν φωτεινῶν, ἠξίωσαι θαλάμων· ὧν καὶ ἡμᾶς μετόχους ποίησον, ταῖς πρὸς Θεὸν πρεσβείαις σου.

Δόξα... Ἦχος ὁ αὐτός. Γερασίμου.

Τὴν θεοπρεπῆ καὶ ἰσάγγελον ζωήν σου, κατ' ἀξίαν Χριστὸς ἐδόξασεν, ὁ δοξάζων τοὺς αὐτὸν δοξάζοντας, ὡς ἀψευδῶς ἐπηγγείλατο· ὅθεν ἣν εὗρες δόξαν, πᾶσιν ὑποδηλῶν, τὴν κεκρυμμένην ἐν σοὶ χάριν, ἐν τῷ προσώπῳ σου ἐκλάμψαι ηὐδό-κησεν, ἐν τῷ καιρῷ τῆς ἐκδημιάς σου, Εὐφροσύνη θεόνυμφε. Ἀλλ' ὡς τῆς ἀϊδίου δόξης κοινωνός, ἐξ ἀδοξίας παθῶν ἡμᾶς ἐλευθέρωσον, καὶ αἴτησαι ἡμῖν πταισμάτων συγχώρησιν καὶ τὸ μέγα ἔλεος.

Καὶ νῦν... Θεοτοκίον. Τῆς Παρακλητικῆς.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

 

    Εἰς τὸν Στίχον· Στιχηρὰ Προσόμοια. Γερασίμου.

Ἦχος β'. Ὅτε ἐκ τοῦ ξύλου.

Ὅτε κατετρώθης τῷ γλυκεῖ, ἔρωτι τῆς θείας ἀγάπης, ὡς καλλιπάρθενος, τότε πάντα ἔλιπες στερρῷ φρονήματι, κοσμικὴν περιφάνειαν, πατρὸς εὐκληρίαν, Εὐφροσύνη πάνσεμνε, καὶ ἡδὺν μνήστορα· ὅθεν ἀρετῶν ταῖς ἰδέαις, λάμψασα ὡς ἥλιος κόσμῳ, τῆς ὑπερκοσμίου δόξης ἔτυχες.

Στίχ. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. (Ψαλμ. λθ', 2).

Ὅτε ἐν ἀνδρῴᾳ τῇ στολῇ, Μῆτερ ὡς ἀνὴρ παρεγένου, τῶν Μοναστῶν τῷ χορῷ, τότε ἀνδρικώτατα ἤνυσας σκάμματα, καὶ ὡς λίθος πολύτιμος, καὶ σμάραγδος ἄλλος, μέσον ἀνδρῶν ἔλαμψας τῇ συντονίᾳ σου· ὅθεν δωρεῶν οὐρανίων, πλήρης Εὐφροσύνη ἐδείχθης, καὶ Χριστῷ προσήχθης ὡς ἀμώμητος.

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. (Ψαλμ. λθ', 3-4).

Ὅτε ἐν τῷ τέλει τῆς ζωῆς, θείᾳ εὐδοκίᾳ ἐγνώσθης, τῷ σὲ θρηνοῦντι πατρί, τότε θάμβους ἔπλησας τοῦτον θεόνυμφε, ὅστις σφόδρα ἀγάμενος, τὴν σὴν πολιτείαν, ταύτης ἐκοινώνησεν, ἀσκήσας ἄριστα· ὅθεν σὺν αὐτῷ νῦν δυσώπει, πάσης ἡμᾶς ῥύεσθαι βλάβης, τοὺς σὲ Εὐφροσύνη μακαρίζοντας.

Δόξα... Ἦχος πλ. δ'. Γερασίμου.

Τὴν τοῦ θήλεος ἀσθένειαν, ἀπορρίψασα Μῆτερ, ἀνδρικοὺς ἀγῶνας ἀπεδύσω, οὐρανόφρονι γνώμῃ· τὸν γὰρ ἀόρατον ἐχθρόν, εἰς τέλος καταισχύνασα, τρόπαιον νίκης θαυμαστόν, κατ' αὐτοῦ ἀνήγειρας· καὶ τῆς ἀσκήσεως τὸν δρόμον, θεοπρεπῶς τελέσασα, λαμπαδηφόρος εἰσελήλυθας, πρὸς οὐρανίους θαλάμους· Μακαρία σὺ εἶ, ὅτι τοῦ ξύλου τῆς ζωῆς, τὸν καρπὸν ἐπιτηδείως ἐτρύγησας· καὶ νῦν μὴ παύσῃ αἰτοῦσα, Εὐφροσύνη Ὁσία, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

Καὶ νῦν... Θεοτοκίον. Τῆς Παρακλητικῆς.

Δέσποινα, πρόσδεξαι, τάς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Ἀπολυτίκιον.

Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον. Γερασίμου.

Ὡς παρθένος φρονίμη καὶ ἀδιάφθορος, κατηγγυήθης ὁσίως τῷ Ζωοδότῃ Χριστῷ, καὶ προσκαίρων τὴν χλιδὴν ἐμφρόνως ἔλιπες· ὅθεν ἐν μέσῳ τῶν ἀνδρῶν, ὡς ἀμόλυντος ἀμνάς, ἐξέλαμψας Εὐφροσύνη, καὶ τοῦ Βελίαρ τὰ κέντρα, τῇ πολιτείᾳ σου ἀπήμβλυνας.

Θεοτοκίον. Τῆς Παρακλητικῆς.

Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ· χαῖρε ἀχείμαστε λιμήν, καὶ ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου, καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.

Ἀπόλυσις.

 

ΕΝ ΤΩ ΟΡΘΡΩ

 

    Μετὰ τὴν α' Στιχολογίαν, Κάθισμα. Γερασίμου.

Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.

Τὸν πλοῦτον τὸν φθαρτόν, καὶ μνηστῆρος τὸ φίλτρον, καὶ πᾶσαν ὑλικήν, ἡδυπάθειαν Μῆτερ, ἐμφρόνως καταλέλοιπας, ὡς τρωθεῖσα τῷ ἔρωτι, τοῦ Κυρίου σου, ᾧ ἀκλινῶς ἑπομένη, βίου κρείττονος, ὤφθης λαμπὰς Εὐφροσύνη, λαμπρῶς ἀριστεύσασα.

Θεοτοκίον.

Ἡ πάντων ἐκλεκτή, καὶ πασῶν ἀνωτέρα, ὡς Μήτηρ τοῦ Θεοῦ, καὶ πηγὴ εὐσπλαγχνίας, σπλαγχνίσθητι Πανάμωμε, ἒπ' ἐμοὶ τῷ οἰκέτῃ σου, καὶ θεράπευσον, τὴν κακωθεῖσαν ψυχήν μου, ταῖς τοῦ δράκοντος, ἐπιβουλαῖς καὶ ἐνέδραις, καὶ σῶσόν με Δέσποινα.

 

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα. Γερασίμου.

Ἦχος δ'. Ταχὺ προκατάλαβε.

Ἁγνείᾳ ἐκλάμψασα, καὶ ἀρετῶν καλλοναῖς, Κυρίῳ μεμνήστευσαι, καθαρωτάτῃ ψυχῇ, καὶ ἤσκησας ἄριστα· ὅθεν πρὸς ἀθανάτους, μετετέθης νυμφῶνας, βλέπουσα τοῦ νυμφίου, τὴν ὑπέρφωτον δόξαν, Ὁσία Εὐφροσύνη, Παρθένων ἀγλάϊσμα.

Θεοτοκίον.

Τὸν πάντων δεσπόζοντα, καὶ πρὸ αἰώνων Θεόν, συνέλαβες Ἄχραντε, δίχα φθορᾶς καὶ τροπῆς, καὶ τοῦτον γεγέννηκας, ἕνα τῇ ὑποστάσει, καὶ διπλοῦν τῇ οὐσίᾳ, μηδόλως ἐν τῇ κενώσει, τοῦ Πατρὸς ἀποστάντα, ᾯ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Γερασίμου.

Ἦχος δ'. Ἐπεφάνης σήμερον.

Εὐφροσύνης πρόξενος, ἡμῖν ἐπέστη, ἡ ἁγία μνήμη σου, τῇ ἐναρέτῳ σου ζωῇ, πνευματικῶς κατευφραίνουσα, Μῆτερ Ὁσία, τοὺς σὲ μακαρίζοντας.

Θεοτοκίον.

Ἐκ γαστρός σου πρόεισι, σεσαρκωμένος, ὁ τῆς δόξης Ἥλιος, ταῖς τῆς Θεότητος αὐγαῖς, καταλαμπρύνων Πανάχραντε, τοὺς Θεοτόκον ὀρθῶς σε κηρύττοντας.

 

Ἀναβαθμοί: Τὸ α' Ἀντίφωνον τοῦ δ' Ἤχου

 

Προκείμενον:

Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι. (Ψαλμ. λθ', 2).

Στίχ. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνέβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν. (Ψαλμ. λθ', 3-4).

Εὐαγγέλιον κατὰ Μᾶρκον.

(Ζήτει τῇ Γ' Κυριακῇ τῶν Νηστειῶν).

Ό Ν' Ψαλμός.

Δόξα. Ταῖς τῆς σῆς Ὁσίας...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...

 

Στίχ. Ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. (Ψαλμ. ν', 1).

 

Ἰδιομελον. Ἦχος πλ. β'. Γερασίμου.

Τὸν τῆς ἁγνείας θησαυρόν, ἄσυλον τηρήσασα, δι' ἀσκητικῆς πολιτείας, ὁλοσχερῶς Χριστῷ ἀνετέθης· σῶμα γὰρ καὶ ψυχήν, καὶ πάντα τὰ σά, αὐτῷ καθιέρωσας, καὶ κάλλος ἀπόθετον ὤφθης, καὶ ὄργανον θεοσεβές, τῶν δωρεῶν τῆς χάριτος, Εὐφροσύνη Ὁσία· καὶ νῦν τῆς ὑπὲρ νοῦν, τρυφῶσα εὐφροσύνης, πρέσβευε δεόμεθα, σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

    Εἶτα οἱ ἑξῆς δύο Κανόνες τῆς Ὁσίας, ὡς καταχωροῦνται ἐν τῷ Μηναίῳ. Πρῶτος Κανὼν τῆς Ὁσίας. Ἀνεπίγραφος.

ᾨδὴ α'. Ἦχος πλ. δ'. Ἁρματηλάτην.

Ὁ τρισαγίαις ἐν φωναῖς ὑμνούμενος, ὑπὸ φρικτῶν στρατιῶν, καὶ συνῳδὰ δείξας, τοὺς βροτούς, δοξάζειν σε, καὶ νῦν αὐτὸς τὴν βλάσφημον, ἀνατρέπων προσθήκην, τοῦ Τρισαγίου ἐξαίσιον, ἔθου τοῦ παιδὸς ἁρπαγὴν καὶ φωνήν.

 

Σὺ τὸν Θεὸν ἀπὸ ψυχῆς ἐπόθησας, καὶ ἐμνηστεύθης αὐτῷ, κοσμικὸν μνηστῆρα, καὶ σαρκὸς εὐπάθειαν, καὶ πλοῦτον τὸν ἐπίκηρον, καὶ τρυφὴν καὶ τὴν δόξαν, καταλιποῦσα Πανεύφημε, καὶ ἀσκητικὸν βίον ζήσασα.

 

Εὐφορωτάτη γῆ καθάπερ πέφηνας, ἑκατοστεύοντα, καρπὸν ἀποδοῦσα, Εὐφροσύνη πάνσεμνε· καὶ γὰρ ἐν τῇ καρδίᾳ σου, δεξαμένη προθύμως, τὴν συμβουλὴν τὴν σωτήριον, ἐνεγκεῖν εἰς ἔργον ἐσπούδασας.

Θεοτοκίον.

Ῥήσεσι θείων Προφητῶν ἑπόμενοι, καθωμολόγησαν, τὸν τοῦ Θεοῦ Λόγον σάρκα προσλαβόμενον, οἱ θεοφόροι Μάρτυρες, ἐξ ἀχράντου Παρθένου, ἣν Θεοτόκον δοξάζομεν, ᾄσμασιν ἀεὶ μακαρίζοντες.

Ἕτερος Κανών, τῆς Ὁσίας, οὗ ἡ Ἀκροστιχὶς·

Ὕμνον σοι μέλπω προφρόνως Εὐφροσύνη. Ὁ Ἰωσήφ.

ᾨδὴ α'. Ἦχος πλ. α'. Ἵππον καὶ ἀναβάτην.

Ὕμνοις θεοτερπέσιν, ὑμνοῦντα σήμερον, τὴν ἁγίαν σου μνήμην, καὶ ὄντως ἀξιέπαινον, φωτί με καταύγασον, τῶν εὐχῶν σου πάνσεμνε, εὐφροσύνης θείας ἐπώνυμε.

 

Μόνον τὸ θεῖον κάλλος, Χριστοῦ ποθήσασα, καὶ ταῖς τούτου θελχθεῖσα, ἀΰλοις ὡραιότησι, τὸ κάλλος τοῦ σώματος, ἐβδελύξω ἔνδοξε, θεωρίαις θείαις σχολάζουσα.

 

Νύμφη ὡραϊσμένη, τῶν ἀρετῶν καλλοναῖς, ἐμνηστεύσω τὸν ὄντως, ὡραῖον κάλλει Χριστόν, λιποῦσα τὸν πρόσκαιρον, Εὐφροσύνη μνήστορα, καὶ τοῦ βίου πᾶσαν τερπνότητα.

Θεοτοκίον.

Ὅλος ἐπιθυμία, καὶ γλυκασμὸς καὶ ζωή, ὁ ἐκ σοῦ ἀνατείλας, ὑπερβολῇ χρηστότητος, Παρθένε πανάμωμε· ὃν δυσώπει σῶσαί με, τὸν ἀπαύστως σε μακαρίζοντα.

ᾨδὴ γ'. Ὁ στερεώσας.

Ἀπὸ σοφῶν καὶ συνετῶν, ὁ ἀποκρύψας τὰ βάθη, μυστηρίων σου καὶ ἀποκαλύψας, νηπίοις ταῦτα θαυμαστῶς, νηπίῳ ἐκκαλύπτεις νῦν, ἀρθέντι ἐν νεφέλαις, μέλος σαφῶς τὸ Τρισάγιον.

 

Τῆς ἐμπαθείας δυσειδῆ, χιτῶνα ἐκδυσαμένη, ἐν σοφίᾳ τὴν στολὴν ἐνεδύσω, ἀπαθείας ἐν Χριστῷ μέσον ἀνδρῶν ἀπήστραψας, ἀσκητικῶς βιοῦσα, καὶ σκεπτόμενη τῇ χάριτι.

 

Γῆς ἐγκρατείας χαλινῷ, τάς ἀκαθέκτους ὀρέξεις, τῆς σαρκὸς ἀναχαιτίζουσα Μῆτερ, πρὸς τὸν δρόμον τὸν καλόν, τῆς ἱερᾶς ἀσκήσεως, τὴν σὴν καρδίαν εἶχες, εὐθυποροῦσαν ἀπρόσκοπα.

Θεοτοκίον.

Ἀπειρογάμως τοῦ Θεοῦ, τὸν Λόγον, ὦ Θεοτόκε, ἀπεγέννησας ἐκ σοῦ σαρκωθέντα· ὃν οἱ Μάρτυρες Θεόν, ἀνδρείως ὡμολόγησαν, ὡς στρατιῶται τούτου, στεφανῖται γενόμενοι.

Ἕτερος. Ὃ πήξας ἒπ' οὐδενός.

Μεγάλους ἐγκαρτερήσασα ἀγωνίσμασι, τοῦ ἐχθροῦ καθεῖλες τὰ μηχανήματα, ἔτρεψας δαιμόνων προσβολάς, Ἀγγέλοις ὡμοιώθης, ἀθανασίαν μελετήσασα, Μῆτερ ἐν θνητῷ σου τῷ σώματι.

 

Εὐφραίνει τῶν Μοναστῶν καρδίας ὁ βίος σου, στηριγμὸς ὑπάρχων καὶ παιδαγώγησις, πρὸς σωτηριώδεις ἐντολάς, πρὸς τρίβους ἀφθαρσίας, πρὸς τῆς ἀγάπης τὸν ἀκρότατον ὅρον Εὐφροσύνη τοῦ Κτίσαντος.

 

Λαμπρύνει τὰ τῶν πιστῶν ἐνθέως συστήματα, ἡ λαμπρά σου μνήμη καὶ ἀξιέπαινος, θέλγει τῶν Ὁσίων τοὺς χορούς, Ἀγγέλους ἐπευφραίνει, μεθ' ὧν αὐλίζῃ ὥσπερ Ἄγγελος, ὧνπερ καὶ τὸν βίον ἐζήλωσας.

Θεοτοκίον.

Παθῶν με τὸ χαλεπὸν χειμάζει κλυδώνιον· πονηρῶν πνευμάτων βυθὸς συνέχει με· ἡ τῆς ἁμαρτίας καταιγίς, δονεῖ μου τὴν καρδίαν·' Θεοκυῆτορ σύ με στήριξον, τὸν εἰλικρινῶς σε δοξάζοντα.

Ὁ Εἱρμός.

» Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστὲ πέτραν τῶν ἐντολῶν σου τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθέ, καὶ φιλάνθρωπε.

 

Κάθισμα. Τοῦ Μηναίου.

Ἦχος πλ. α'. Τὸν Συνάναρχον Λόγον.

Τὸ τοῦ θήλεος χαῦνον ἐπινευρώσασα, οὐρανίαις ἐλπίσι μέσον κατῴκησας, ἀδιστάκτῳ λογισμῷ ἀνδρῶν θεόπνευστε, τὸν τῆς Εὔας πτερνιστήν, ὑποτάττουσα ταῖς σαῖς, παρθένε πτέρναις τοῖς πόνοις, καὶ ταῖς ἀγρύπνοις μελέταις· διὸ ἐν πίστει σὲ μακαρίζομεν.

Δόξα... Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτός.

Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοί, πρὸς σὲ προστρέχομεν· καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.

 

ᾨδὴ δ'. Σύ μου ἰσχὺς Κύριε.

Οἰκονομῶν, πρὸς τὸ συμφέρον τὰ πάντα Σωτήρ, καὶ παιδεύων πάντας πρὸς διόρθωσιν, καὶ τῶν κακῶν πάντων ἀποχήν, καὶ τανῦν συνήθως, σεισμῷ τὴν γῆν συνετάραξας, βλασφήμους ἀνατρέπων, δόξας αἱρετιζόντων, καὶ διδάσκων ὡς θέμις δόξαζειν σε.

 

Ἀσκητικὴν παλαίστραν, ἤνυσας χαίρουσα, Εὐφροσύνη, ἀνδρῶν μέσον μένουσα, καὶ θανατοῦσα τὰς ἐμπαθεῖς, τῆς σαρκὸς ὀρέξεις, τῷ πόθῳ τῷ τοῦ Δεσπότου σου· διὸ τῆς ἀθανάτου, κατοικίας καὶ δόξης, ἠξιώθης λαβοῦσα τὸν στέφανον.

 

Τοὺς στεναγμούς, τῶν σῶν δακρύων προσφέρουσα, ὥσπερ μύρα, Μῆτερ τῷ Δεσπότῃ σου, τὴν εὐωδίαν τὴν παρ' αὐτοῦ, τὴν τῶν χαρισμάτων, τῶν θεϊκῶν ἀνταπείληφας, δι' ὧν εὐωδιάσθης, καὶ διέπνευσας πᾶσι, τὴν ὀσμὴν τῶν θαυμάτων θεόπνευστε.

Θεοτοκίον.

Ὅπλον Χριστέ, τὴν σὲ τεκοῦσαν Πανάμωμον, κεκτημένοι, πλάνης ἐτροπώσαντο, τὰς μηχανάς, Μάρτυρες σοφοί, καὶ τὰς τῶν τυράννων, θωπείας σοφῶς διέλυσαν, καὶ νῦν στεφανηφόροι, δεδειγμένοι βοῶσι· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

Ἕτερος. Τὴν θείαν ἐννοήσας σου.

ΙΙατρί σε οὐρανίῳ προσέχουσαν, τῷ τῶν ψυχῶν νυμφαγωγῷ, πατρὸς στοργὴ οὐκ ἐκώλυσεν, οὔτε προσκαίρου νυμφίου, ὁδεῦσαι τὴν ὁδὸν τὴν σωτήριον.

 

Ὡς φοῖνιξ θεοφρόνως ἐξήνθησας, δικαιοσύνης γλυκασμόν, καὶ ὡσεὶ κέδρος παρ' ὕδατα, τῆς ἐγκρατείας θεόφρον, καρποὺς τοὺς ἐναρέτους ἐπλήθυνας.

 

ΙΙυρὶ τῆς ἐγκρατείας ἐτέφρωσας, τὰς φρυγανώδεις ἡδονάς, καὶ πυρωθεῖσα τῷ ἄνθρακι, τῆς τοῦ Κυρίου ἀγάπης, θαυμάτων λαμπηδόνας ἐξήστραψας.

Θεοτοκίον.

Οἰκτείρησον οἰκτιρμῶν ὑπάρχουσα, τὴν παναθλίαν μου ψυχήν, Θεοκυῆτορ πανάμωμε, τὴν ἐκ παθῶν ἁμαρτίας, δεινῶς ἀμαυρωθεῖσαν καὶ στένουσαν.

 

ᾨδὴ ε'. Ἵνα τί με ἀπώσω.

Προτυπῶν τῶν δικαίων, τὴν ἐν τῇ δευτέρᾳ Χριστὲ παρουσίᾳ σου, ὑπαντὴν φρικώδη, ἐν νεφέλαις καὶ νῦν τὴν ἐξαίσιον, ἁρπαγὴν εἰργάσω, τήν του παιδὸς δι' οὗ διδάσκεις, τὸ Τρισάγιον μέλος ὀρθότομον.

 

Τοῖς ἐνθέοις σου ἔργοις, ἔδειξας τὴν κλῆσίν σου ἐπαληθεύουσαν· ὡς γὰρ λίθος ὤφθης, πολυτίμητος σμάραγδος ἔνδοξε, διαλάμπων μέσον, τῶν ἱερῶν ἀνδρῶν παρθένε, τῇ λαμπρότητι τῆς καθαρότητος.

 

Εὐφροσύνην τὴν θείαν, ἔσχες ἐν καρδίᾳ σου εὐφραινομένη ἀεί, ἐν τοῖς τοῦ Κυρίου, διατάγμασιν, οἷς ἐντρυφήσασα, πολιτείαν ἤσκεις, τὴν ἀκραιφνῆ καὶ πανολβίαν, Εὐφροσύνη παρθένε θεόνυμφε.

Θεοτοκίον.

Ἀληθῆ Θεοτόκον, πάντες ἐπιγνόντες σε Μάρτυρες ἔνδοξοι, τὸν ἐκ σοῦ τεχθέντα, Θεὸν Λόγον εἰδότες ἐκήρυξαν, πρὸς τὴν ἁμαρτίαν, νεανικῶς μέχρι θανάτου, ἀνθιστάμενοι Κόρη πανύμνητε.

Ἕτερος. Ὁ ἀναβαλλόμενος.

Φέγγει θείων πράξεων, ὡς λίθος σμάραγδος, σεμνὴ ὡράθης, ἀνδρῶν ἐν μέσῳ, ἀνδρικὰ παλαίσματα, ἐπιδεικνυμένη, καὶ τέρπουσα τὸν Κύριον.

 

Ῥαίνουσαν τὰ δάκρυα, ὥσπερ ἀρώματα, εὐωδιάσθης, ἐμεγαλύνθης, ὡς μύρον πολύτιμον, Θεῷ προσηνέχθης, παρθένος ἀδιάφθορος.

 

Ὅλην σου τὴν ἔφεσιν, Θεῶ προσένειμας αὐτὸν ποθοῦσα, αὐτὸν ζητοῦσα, αὐτοῦ ἀνιχνεύουσα, τὴν νομοθεσίαν, παρθένε τὴν σωτήριον.

Θεοτοκίον.

Νέον ἀπεκύησας, ὡς βρέφος ἄχραντε, τὸν πρὸ αἰώνων, Πατρὸς ἀνάρχου, ἀχρόνως ἐκλάμψαντα· ὃν ὑπὲρ τοῦ κόσμου, δυσώπει Θεονύμφευτε.

 

ᾨδὴ ς'. Ἱλάσθητί μοι Σωτήρ.

Συνέσεισας μὲν τὴν γῆν, καὶ βλέμματι συνετάραξας, καρδίας δὲ τῶν βροτῶν, κλονήσας ἐσάλευσας, δεινῶς βλασφημούντων σε· ἀλλ' ἀνεκαλέσω, συμπαθῶς αὖθις τὸ σύντριμμα.

 

Ὡραία νύμφη Χριστοῦ, ἐδείχθης καὶ περιδέξιος, τῷ κάλλει τῶν ἀρετῶν, σεαυτὴν κοσμήσασα, Εὐφροσύνη πάνσεμνε· διὸ καὶ παστάδος, οὐρανίου κατηξίωσαι.

 

Μαράνασα τῆς σαρκός, τὰ θηριώδη ὁρμήματα, τὸν ἔρωτα τῆς Χριστοῦ, ἀγάπης λαμπρότερον, ἔσχες διανάπτοντα, καὶ φωτίζοντά σου, τῆς ψυχῆς τὰ αἰσθητήρια.

Θεοτοκίον.

Νευρούμενοι ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, οἱ Ἀθλοφόροι Χριστέ, νομίμως ἐνήθλησαν, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνολογοῦντες, ἀπορρήτως σε κυήσασαν.

Ἕτερος. Μαινομένην κλύδωνι.

Ὡς ἁγνὴ καὶ ἄμωμος, ὡς ὡραία, ὡς περικαλλής, τῷ Νυμφίῳ Λόγῳ σὺ μεμνήστευσαι, εἰς αἰῶνας, διατηροῦντί σε ἄφθορον.

 

Στεναγμοῖς καὶ δάκρυσιν, ἐκζητοῦσα τὸν Δημιουργόν, τῆς ἐκείνου θέας κατηξίωσαι, ὡς ἐκλεκτή, σὺν ἐκλεκτοῖς ἀξιάγαστε.

 

Ἐγκρατείας ἄγαλμα, σωφροσύνης ἔμψυχος εἰκών, τοῖς πιστοῖς ὡράθης εὐφημοῦσί σου, τὸ ἱερόν, ὦ Εὐφροσύνη, μνημόσυνον.

Θεοτοκίον.

Ὑπὲρ νοῦν τὸν ἄχρονον, ὑπὲρ λόγον τὸν Δημιουργόν, Παναγία τέτοκας λυτρούμενον, πάσης φθορᾶς, τοὺς Θεοτόκον ὑμνοῦντάς σε.

Ὁ Εἱρμός.

Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς ἀνάγαγέ με ὡς εὔσπλαγχνος.

 

Κοντάκιον. Τοῦ Μηναίου.

Ἦχος β'. Τὰ ἄνω ζητῶν.

Τῆς ἄνω ζωῆς, τυχεῖν ἐπιποθήσασα, τὴν κάτω τρυφήν, σπουδαίως καταλέλοιπας, καὶ σαυτὴν ἀνέμειξας, ἀναμέσον ἀνδρῶν παναοίδιμε· διὰ Χριστὸν γὰρ τὸν Νυμφίον σου, μνηστῆρος προσκαίρου κατεφρόνησας.

Ὁ Οἶκος. Ὁμοίως τοῦ Μηναίου.

Ἐν εὐφροσύνῃ καὶ θυμηδίᾳ, τάς ψυχὰς εὐφρανθέντες, ἀναστῶμεν σπουδῇ, ἀκοῦσαι λόγον παράδοξον· ὑπερβαίνει γὰρ ἔννοιαν πᾶσαν τὸ διήγημα τοῦτο καὶ καταπλήττει· ὅτι γυνὴ ἐν μέσῳ ἀνδρῶν καταμένουσα, ἐνίκησε τὸν Βελίαρ, καὶ τὸ πῦρ κατεπάτησε τῶν ἡδονῶν, καὶ οὐκ ἐφλέχθη τὸ σύνολον· τὸν Χριστὸν γὰρ ποθοῦσα ἡ ἄσπιλος, μνηστῆρος προσκαίρου κατεφρόνησε.

 

Συναξάριον.

Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου.

Στίχ. Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς, Εὐφροσύνη,

Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις.

Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη.

 

Ἡ τὴν φύσιν λαθοῦσα καὶ τερπνὰ βίου, Κλῆσιν Σμάραγδος, τὸν δὲ νοῦν Εὐφροσύνη, Λιποῦσα πᾶσαν τοῦ βίου φαντασίαν, Ἀνδρῶν μοναστῶν ἀγαπήσασα βίον, Εὐνοῦχος ὥσπερ βασιλικῶν δωμάτων, Ἐν ἀνδρικῷ σχήματι γνωστὸς οὐδόλως, Μονῇ προσῆλθε, καὶ θέλημα καὶ τρίχας Ἐκδοῦσα, καὶ σπεύδουσα λαθεῖν πατέρα. Καὶ εὖ τυχοῦσα τοῦ ποθουμένου, πόσοις Κόποις, πόνοις τε καὶ προσευχαῖς συντόνοις, Τὸ μαλακὸν τέτηκε δεινῶς σαρκίον, Ἅπαντας ἐκπλήττουσα τῇ κακουχίᾳ. Οὐκ ἔστιν εἰπεῖν, ἀδυνατεῖ καὶ λόγος. Ὢ πῶς λαθοῦσα πατέρα, πρᾶγμα ξένον!

 

Καλὴ θυγάτηρ, τῶν μοναστῶν ἐν μέσῳ Τρέχουσα, λίθος ὡς σμάραγδος εὑρέθη· Πολλὴ γὰρ ἡ ζήτησις ἐκ τῶν ἰδίων, Πατρὸς βρύχοντος ἐκ πόνου τῆς καρδίας, Τῆς Εὐφροσύνης τὴν μακρὰν ἐκδημίαν, Τριπλῇ δεκάδι πρὸς ὀκτώ, φεῦ χρόνοις, Ὄρη, βάραθρα καὶ τόπους ἐρημίας Περιπολοῦντος, καὶ στένοντος ἐκ βάθους. Ἀλλ' ὁ Σμάραγδος αὐτός, ἡ Εὐφροσύνη, Ὢ Πάτερ, εἰπὼν τὸν τελευταῖον λόγον, Ὡς ἐμπόρευμα τῶν μακρῶν λαβὼν κόπων, Τῶν οὐρανῶν γέγηθε τῇ μεταστάσει. Κἀκεῖνος, ὥσπερ ἐκπλαγείς, φεῦ τοῦ πάθους! Πέπτωκεν εἰς γῆν ὥσπερ ἄψυχος νέκυς. Ἄκουσμα καὶ γὰρ παράδοξον καὶ ξένον Ἤκουσεν ὄντως· τί γὰρ ἄλλο καὶ πάθοι; Καὶ λοιπὸν ἀφεὶς καὶ βίον καὶ πατρίδα, Καὶ ζῆλον ὥσπερ αἰνετῶν παιδὸς πόνων, Ἐνθεὶς ἑαυτῷ, καὶ πόθου δείξας φλόγα, Διάδοχος βίου τε ὡς πατὴρ τέκνου Γεγώς, μετέστη πρὸς μονὰς οὐρανίους.

 

Εἰς τὸν Ὅσιον Παφνούτιον, τὸν πατέρα αὐτῆς:

Στίχ. Μύσας ὁ Παφνούτιος ἐν τῷ σαρκίῳ,

Τῷ πνεύματι ζῇ, καὶ θεωρεῖ φῶς μέγα.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ ἁγίου Μάρτυρος Παφνουτίου.

Στίχ. Σταυροῦσι Παφνούτιον οἱ κόσμου φίλοι,

Τὸν παντὶ κόσμῳ καὶ πρὶν ἐσταυρωμενον.

 

Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἀνάμνησις τοῦ μεγάλου Σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν τῷ ἀέρι ἁρπαγὴ τοῦ παιδός.

Στίχ. Ἀρθεὶς ἄνω παῖς τὸ τρισύμνητον μέλος,

Καθὼς νόες ψάλλουσιν, ἀγγέλλει κάτω.

 

Ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Νέου, τοῦ Θεοῦ, οἷς τρόποις οἶδε, θελήσαντος δεῖξαι τοῖς ἀνθρώποις καὶ πρὸ τῆς ἀναστάσεως, τὴν ἡμέραν τῆς ἀναστάσεως, γέγονε σεισμὸς φοβερός· καὶ διὰ τοῦτο τοῦ λαοῦ παντός, σὺν τῷ Βασιλεῖ Θεοδοσίῳ καὶ Πρόκλῳ τῷ Πατριάρχῃ, μετὰ παντὸς τοῦ τῆς Ἐκκλησίας πληρώματος καὶ πάσης τῆς πόλεως, ἔξω λιτανευόντων διὰ τὸν φόβον ἐν τῷ κάμπῳ, ἤδη τῆς Θεοπασχιτῶν αἱρέσεως, ἐξ ἐπηρείας τοῦ διαβόλου ἀρχὴν λαμβανούσης, καὶ τῷ Τρισαγίῳ, τό, ὁ Σταυρωθεὶς δι' ἡμᾶς, βλασφημούντων, ἐξαίφνης παιδίον ἁρπαγὲν εἰς τὸν ἀέρα ἀνεφέρετο. Πάντων δὲ ἐν ἐκπλήξει καὶ φόβῳ κραζόντων ἐπὶ πολλὰς ὥρας τό, Κύριε ἐλεησον, αὖθις κατηνέχθη τὸ παιδίον, ὡς ἐπὶ νεφέλης καθήμενον· καὶ φωνῇ μεγάλῃ παρεκελεύσατο, ὅτι οἱ τῶν Ἀρχαγγέλων χοροὶ ἄνευ τῆς προσθήκης τοῦ, ὁ Σταυρωθείς, τὸν Τρισάγιον ὕμνον ἀναπέμπουσι τῷ Θεῷ· «Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς». Καὶ εὐθέως ταῖς τοιαύταις φωναῖς ἀπέδωκε τὴν ψυχὴν τῷ Θεῷ, καὶ ὁ τοῦ σεισμοῦ κλόνος ἐπαύσατο.

 

Τῇ αὐτῇ ἡμέρᾳ μνήμῃ τῶν ἁγίων Μαρτύρων Παύλου, Τάττης, καὶ τῶν τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου.

Στίχ. Πατὴρ ὁ Παῦλος μαρτυρεῖ σὺν τοῖς τέκνοις.

Μεθ' ὧν σεαυτὴν Τάττα τάττεις ἐμφρόνως.

 

Οὗτοι οἱ Ἅγιοι, Παῦλος καὶ Τάττα, καὶ οἱ τούτων παῖδες Σαβινιανός, Μάξιμος, Ῥοῦφος καὶ Εὐγένιος, ὥρμηντο ἐκ πόλεως Δαμασκοῦ· καὶ διαβληθέντες ὡς Χριστιανοί, ξύλῳ ἠσφαλίσθησαν καὶ ἁλύσεσιν ἐδέθησαν· καὶ πάλιν ἀνακριθέντες, σφοδρῶς ἐτύφθησαν· καὶ ταῖς τῶν ἀνόμων χερσὶ στρεβλούμενοι, τάς ψυχὰς τῷ Θεῷ παρέθεντο.

 

Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ'. Θεοῦ συγκατάβασιν.

Ἐχθροὺς ματαιόφρονας, νηπιοφρόνως σε παροργίζοντας, καὶ δεινῶς βλασφημοῦντας, προσθήκῃ νόθῳ τῆς τρισαγίας φωνῆς, διὰ νηπίου φωνῆς νῦν διήλεγξας, ἐπιστηρίξας πιστοὺς ἐν ξένοις τέρασι.

 

Θεῷ προσανέθηκας, τὴν τῆς καρδίας σου πᾶσαν ἔφεσιν, αὐτὸν στέργουσα πίστει, αὐτὸν ζητοῦσα καὶ ἀνιχνεύουσα, τῶν προσταγμάτων αὐτοῦ τὴν σωτήριον, νομοθεσίαν σεμνή, δι' ἧς ἐφεῦρες ζωήν.

 

Νηστείαις δεήσεσι, σκληραγωγίαις καὶ χαμευνίαις σεμνή, ἐκλεπτύνασα σάρκα, τὸν νοῦν ἀνύψωσας πρὸς τὸν Κτίστην σου, ᾧ ἐνυμφεύθης, ὃν καὶ ἐπόθησας, οὐ κατετρύφησας νῦν τῆς ὡραιότητος.

Θεοτοκίον.

Ὑπάρχουσα Δέσποινα, καθαρωτέρα πάσης τῆς κτίσεως, ὑπεδέξω τὸν Λόγον, ἐκ σοῦ ἀρρήτως ἀποτικτόμενον· ὃν οἱ γενναῖοι ποθήσαντες Μάρτυρες, τῇ τῶν βασάνων πυρᾷ ἐνεκαρτέρησαν.

Ἕτερος. Ὁ ὑπερυψούμενος.

Φῶς σοι ἀνατέταλκε, καὶ ἡ τούτου σύζυγος, Εὐφροσύνη ἔνδοξε· εὐθεῖαν γὰρ ἔσχηκας, τὴν γνώμην μελῳδοῦσα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Ῥάβδον δυναμοῦσάν σε, τὸν Σταυρὸν κατέχουσα, δαιμόνων τὰ χάσματα, διέβης ἀπήμαντος, Ὁσία μελῳδοῦσα· Ὁ Θεὸς εὐλογητὸς εἶ.

 

Οἶκον τὴν καρδίαν σου, τοῦ Ἁγίου Πνεύματος, Ὁσία ἐτέλεσας, τοῦ σὲ ἐνισχύσαντος, καὶ δείξαντος πνευμάτων, πονηρῶν δυνατωτέραν.

Θεοτοκίον.

Σῶμα περικείμενον, Θεὸν τὸν ἀσώματον, Πανάμωμε τέτοκας, ἡμᾶς ἐκλυτρούμενον, τοὺς φόβῳ μελῳδοῦντας· Ὁ Θεὸς εὐλογητὸς εἶ.

 

ᾨδὴ η'. Ἑπταπλασίως κάμινον.

Ἐπὶ τῷ πύργῳ πάλαι μέν, τῆς Χαλάνης συνέχεας, γλώσσας τῶν κακῶς ὁμονοούντων Κύριε, καὶ νῦν ἐστηλίτευσας, τὰς γλωσσαλγίας τῶν δυσσεβῶν, ἐπὶ βλασφημίᾳ, συμφωνούντων ἀθέσμῳ, ἐν γλώσσῃ ψελλιζούσῃ, αἰθερίου ἀρθέντος, νηπίου παραδόξως, εἰς θάμβος τῶν ὁρώντων.

 

Ἀσκητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, καὶ ἠγαλλιάσθης, ἀληθῶς τῷ πνεύματι· ἐντεῦθεν ἀΐδιος, σὲ Εὐφροσύνη πάνσεμνε, Κόρη ὑπεδέχθη, τὰ βραβεῖα τῆς νίκης, κατέχουσαν καὶ πίστει, τὸν Σωτῆρα βοῶσαν, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Μέσον ἀνδρῶν κατῴκησας, τὴν ἁγνείαν φυλάττουσα, καὶ συντηρουμένη, μηχαναῖς τοῦ ὄφεως, ἀπήμων ἀκράδαντος, τοῦ Θεοῦ σε σκεπάζοντος, καὶ διατηροῦντος, τῇ οἰκείᾳ δυνάμει, καὶ πᾶσι προδεικνύντος, τῆς ψυχῆς σου τὴν αἴγλην, καὶ γνώμην καὶ ἀνδρείαν, θέοφρον Εὐφροσύνη.

Θεοτοκίον.

Νέον ὡς βρέφος τέτοκας, τὸν Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν· ὃν οἱ γενναῖοι Μάρτυρες, καθομολογοῦντες, ἱερῶς ἐναθλοῦσι· μεθ' ὧν σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ, φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.

Ἕτερος. Σοὶ τῷ Παντουργῷ.

Ὕλην τῶν παθῶν, ἀπετινάξω Κόρη, Ἀγγέλων τὸν ἄϋλον, βίον ζηλώσασα, οἷσπερ συμμέλπεις· Τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

Νέμει σοι ζωήν, ὁ τῆς ζωῆς ταμίας· αὐτοῦ γὰρ τοῖς ἴχνεσιν, ἐξηκολούθησας, τούτου τὸ κάλλος, ποθήσασα τὸ θεῖον, ᾧ καὶ συνευφραίνῃ, εἰς πάντας τοὺς αἰῶνας.

 

Ἤρθης πρὸς μονάς, τάς ἀειζώους ὄντως· ἐφέσεως ἔτυχες, ἧς ἐπεπόθησας, ξύλου παρθένε, ζωῆς κατατρυφῶσα, καὶ ὑπερυψοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.

Θεοτοκίον.

Ὅλη ἐκλεκτή, ὡραϊσμένη ὅλη, Θεὸς ἣν ἡγίασεν ἣν ἐξελέξατο, ὤφθης Παρθένε, ἀεὶ δεδοξασμένη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Ὁ Εἱρμός.

 Σοὶ τῷ Παντουργω, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἒμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

 

ᾨδὴ θ'. Ἐξέστη ἐπὶ τούτῳ.

Ἐξέστη ἐπὶ ξένῳ καὶ φοβερῷ, τεραστίῳ τῷ νῦν τελεσθέντι γῆ, καὶ οὐρανός, ὅτι πρὸς αἰθέριον ἁρπαγήν, ἀπὸ λαοῦ θεόφρονος, τὸ νήπιον ἤρθη τὸ τὴν ᾠδήν, μεμυσταγωγημένον, τοῦ Τρισαγίου μέλους, δι' οὗ ἀθάνατος ὑμνεῖται Θεός.

 

Ἐκσπάσας σε ἰλύος βιωτικῆς, ὁ νυμφίος ὁ σὸς Εὐφροσύνη σεμνή, εἰς τὴν στερράν, πέτραν προσταγμάτων τῶν ἑαυτοῦ, ἔστησε καὶ κατηύθυνε, σοῦ τὰ διαβήματα προφανῶς, εἰς πρᾶξιν ἐνάρετου, καὶ σεμνῆς πολιτείας, καὶ κατεσκήνωσεν εἰς θείας αὐλάς.

 

Ἀσκήσεως τὸν δρόμον τὸν εὐκλεῆ, διανύσασα σθένει τοῦ Πνεύματος, καὶ σεαυτήν, τέμενος τελέσασα θεϊκόν, τὴν εὐφροσύνην εἴληφας, τὴν διηνεκῆ τε καὶ καθαράν, τοῦ κάλλους τοῦ νυμφίου, ἀεὶ κατατρυφῶσα, ὦ Εὐφροσύνη παμμακάριστε.

Θεοτοκίον.

Ὡς ἥλιος ἡ μνήμη τῶν ἀθλητῶν, τοὺς πιστοὺς περιλάμπει τοῖς θαύμασιν· ὁ γὰρ ἐκ σοῦ, ἄχραντε Παρθένε τεχθεὶς Θεός, ὃν εὐσεβῶς ἐκήρυξαν, τούτους κατελάμπρυνεν ἐμφανῶς, δοξάζων τοὺς ἐν πίστει, αὐτοῦ τὴν παρουσίαν, τετιμηκότας ὡς ὑπέσχετο.

Ἕτερος. Ἠσαΐα χόρευε.

Ἱερὰν πανήγυριν, μοναζόντων δῆμος συγκροτεῖ, τὴν μνήμην σου ἐκτελῶν τὴν θεολαμπῆ· χορὸς ἐπαγάλλεται, μοναζουσῶν· ὤφθης γὰρ σεμνή, πάντων ἀγλάΐσμα, Εὐφροσύνη ἀξιαγαστε.

 

Ὡς σεπτὸν ἀνάθημα, οὐρανίου γέγονας ναοῦ, ὡς κρίνον ἐν ταῖς αὐλαῖς, ἤνθησας Θεοῦ, ὡς ῥόδον ἡδύπνοον, προσηνέχθης τῷ Παμβασιλεῖ, μύρον ὡς τίμιον, Εὐφροσύνη παμμακάριστε.

 

Σεαυτὴν ἐφαίδρυνας, ἀρετῶν σου κόσμῳ φωτεινῷ, καὶ ἤχθης πρὸς νοητόν, θάλαμον ἁγνή, καὶ νῦν τὸ ἀμήχανον, κατανοεῖς, κάλλος τοῦ Χριστοῦ, καὶ τῆς θεώσεως, ἀπολαύεις τελειότερον.

 

Ἡ ἁγία μνήμη σου, ἁγιάζει σήμερον πιστούς, πηγάζουσα φωτισμὸν ἁγιαστικόν, ἐν ᾗ δυσωποῦμέν σε, ὡς ἐκλεκτήν, νύμφην τοῦ Χριστοῦ, σῷζε πρεσβείαις σου, Εὐφροσύνη τοὺς τιμῶντάς σε.

Θεοτοκίον.

Φωτὶ τοῦ προσώπου σου, τὸν ἐν σκότει κείμενον παθῶν, καταύγασον τοῦ φωτός, πύλη νοητή, μὴ νὺξ καταλάβῃ με, τοῦ θανάτου, ἄχραντε Ἁγνή, τῆς σωτηρίας μου, τάς ἐλπίδας ἀνακόπτουσα.

Ὁ Εἱρμός.

 Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

 

Ἐξαποστειλάριον. Τοῦ Μηναίου.

Ἐν Πνεύματι τῷ ἱερῷ.

Τὸν ἄρχοντα διέλαθες, τῆς αἰσχύνης καὶ τοῦτον, ἐν φιλοσόφῳ, σχήματι, ἐναπέδειξας ἄνουν, παρθένος οὖσα τὴν ψυχήν, καὶ τὸ σῶμα γέγονας, ἀνὴρ φρονήσει καὶ πίστει, Εὐφροσύνη Ὁσία, τῶν παρθένων καλλονή, μοναζουσῶν ὡραιότης.

Θεοτοκίον. Ὅμοιον. Τοῦ Μηναίου.

Θρόνοι καὶ Κυριότητες, Ἐξουσίαι, Δυνάμεις, Ἀρχάγγελοι καὶ Ἄγγελοι, Μητροπάρθενε Κόρη, τῷ σῷ Υἱῷ λατρεύουσιν, ὡς Θεῷ καὶ Δεσπότῃ, καὶ σὲ ἀπαύστως ὑμνοῦσι· τοῦτον ἀεὶ ἱκέτευε, λυτρωθῆναί με Ἁγνή, τῆς φοβερᾶς καταδίκης.

 

    Εἰς τοὺς Αἴνους. Ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.

Γερασίμου.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.

Τὴν ἀληθῆ εὐφροσύνην ἐπιποθήσασα, τὴν τεθλιμμένην τρίβον, καὶ στενὴν ἐπορεύθης, Ὁσία Εὐφροσύνη, ἀγγελικῶς, τὴν ζωὴν διανύσασα· καὶ νῦν τῶν πόνων τρυγῶσα τάς ἀμοιβάς, ὑπερεύχου τῶν τιμώντων σε.

 

Ἀρρενωθεῖσα τὴν φρένα ἅμα καὶ σχήματι, τῆς πατρικῆς ἑστίας, λάθρα Μῆτερ ἀπέστης, ἀγάπῃ τετρωμένη τῇ θεϊκῇ, καὶ ἀνδρείως ἠγώνισαι, μέσον ἀνδρῶν Εὐφροσύνη περιφανῶς, τὸν Βελίαρ καταισχύνασα.

 

Τῆς ἀρετῆς τὸν ἀγῶνα στερρῶς ἀνύσασα, τῷ σῷ πατρὶ ἐγνώσθης, ἐν τῷ τέλει Ὁσία, καὶ ἅπαντες ἐξέστησαν ἐπὶ σοί, καὶ μεγάλως ἐθαύμασαν· πῶς Εὐφροσύνη καθεῖλες τοῦ πονηροῦ, φιλοσόφως τὰ τεχνάσματα.

 

ΙΙεποικιλμένη παρέστης τῷ σῷ Νυμφίῳ Χριστῷ, καὶ καθωραϊσμένη, ἀρετῶν ταῖς ἰδέαις, θέοφρον Εὐφροσύνη καὶ παρ' αὐτοῦ, εὐκλεῶς τεθαυμάστωσαι· Ὃν ἐκδυσώπει δεόμεθα ἐκτενῶς, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δόξα... Ἦχος πλ. δ'. Γερασίμου.

Ὁσία Μῆτερ, τὴν ἀγαθὴν μερίδα, εὐαγγελικῶς προκρίνασα, πάντων τῶν τῆς γῆς τερπνῶν, οἷα σφαλλομένων ἐμάκρυνας· ὅθεν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ, τῷ Χριστῷ δουλεύσασα, πάντας ἐξέπληξας, τῷ τρόπῳ τοῦ βίου σου, καὶ τῇ ὑπὲρ φύσιν πολιτείᾳ σου· ἔξω γὰρ κόσμου καὶ σαρκός, ταῖς πρὸς τὸ κρεῖττον ἀναβάσεσιν, ὡς ἀληθῶς ἐγένου. Ἀλλ' ὡς τῆς ἄνω εὐφροσύνης μέτοχος, ταύτης καὶ ἡμᾶς ἀξίωσον, τῇ πρὸς Χριστὸν δεήσει σου, Εὐφροσύνη ἀξιύμνητε.

Καὶ νῦν... Θεοτοκίον. Ἦχος ὁ αὐτός. Τῆς Παρακλητικῆς.

Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μήτηρ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν· Θεοτόκε πρέσβευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.

 

Δοξολογία Μεγάλη, Ἀπολυτίκιον, καὶ Ἀπόλυσις.

 

ΕΝ ΤΗ ΛΕΙΤΟΥΡΓΙΑ

    Τὰ Τυπικὰ καὶ ἐκ τοῦ Κανόνος τὰ Τροπάρια τῆς γ' καὶ ς' Ὠδῆς. Εἰ δὲ βούλει, ἀντ' αὐτῶν, λέγε τὰ παρόντα καθιερωμένα πλέον διὰ τάς Μνήμας ἑορταζομένων Ἁγίων Ἀντίφωνα:

 

Ἀντίφωνον Α'.

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. (Ψαλμ. ρβ', 1).

Εὐλόγει ἡ ψυχή μου τὸν Κύριον καὶ μὴ ἐπιλανθάνου πάσας τάς ἀνταποδόσεις αὐτοῦ. (Ψαλμ. ρβ', 2).

Κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασε τὸν θρόνον αὐτοῦ καὶ ἡ Βασιλεία αὐτοῦ πάντων δεσπόζει. (Ψαλμ. ρβ', 19).

 

Ἀντίφωνον Β'.

Αἴνει ἡ ψυχή μου τὸν Κύριον· αἰνέσω Κύριον ἐν τῇ ζωῇ μου· ψαλῶ τῷ Θεῷ μου ἕως ὑπάρχω. (Ψαλμ. ῥμε', 1-2).

Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. (Ψαλμ. ῥμε', 5).

Βασιλεύσει Κύριος εἰς τὸν αἰῶνα, ὁ Θεός σου Σιών, εἰς γενεὰν καὶ γενεάν. (Ψαλμ. ῥμε', 10).

Δόξα... Καὶ νῦν... Ὁ Μονογενὴς Υἱός...

 

Ἀντίφωνον Γ'.

Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι (Ψαλμ. λθ', 2α).

Εἰσήκουσε Κύριος τῆς δεήσεώς μου. (Ψαλμ. λθ', 2β).

Ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου καὶ ἐνεβαλεν εἰς τὸ στόμα μου ᾆσμα καινόν.(Ψαλμ. λθ', 3-4).

Ὡς Παρθένος φρονίμη καὶ ἀδιάφθορος…

 

Ἀπολυτίκια: Τῆς Ὁσίας καὶ τοῦ Ναοῦ.

Κοντάκια: Τῆς Ὁσίας καὶ τὸ Προστασία.

 

Ἀπόστολος: Ὁ τῆς ΚΖ' Κυριακῆς, μὲ Προκείμενα καὶ Ἀλληλουάρια τοῦ Σαββάτου τῆς Τυροφάγου.

 

Εὐαγγέλιον: Τὸ τοῦ Σαββάτου τῆς ΙΖ' Ἑβδομάδος τοῦ Ματθαίου.

 

Εἰς τὸ Ἐξαιρέτως: Ἄξιόν ἐστιν ὡς ἀληθῶς...

Μεγαλυνάριον: Μνήστορα λιποῦσα τὸν γεηρόν, φαιδρῶς ἐνυμφεύθης, τῷ ὡραίῳ κάλλει Χριστῷ, δι' ἀμέμπτου βίου, Ὁσία Εὐφροσύνη, δι' οὗ ἀεὶ εὐφραίνεις τοὺς σὲ δοξάζοντας.

 

Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος. Ἀλληλούϊα. (Ψαλμ. ῥια', 6).

 

Μετὰ τὴν Θείαν Κοινωνίαν: Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν...

 

Μετὰ τὴν ὀπισθάμβωνον Εὐχήν: Εἴη τὸ ὄνομα Κυρίου...

 

Ἐν τῇ τραπέζῃ: Κατάλυσις Οἴνου καὶ Ἐλαίου.

Δίστιχον. Φερωνύμως εὔφρανον Ὁσία Μῆτερ Γεράσιμον μέλποντα σὴν πολιτείαν.