﻿<?xml version="1.0" encoding="utf-8" ?>
<Sep27>
<switches>
</switches>
<S03>
<object><![CDATA[Στιχηρὰ Προσόμοια]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Ὢ τοῦ παραδόξου θαύματος]]></model>
<content><![CDATA[Μάρτυς ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας, ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου γεραίροντες, μακαριώτατε.]]></content>
</S03>
<S02>
<object><![CDATA[ ]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[ ]]></model>
<content><![CDATA[Μάρτυς θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον.]]></content>
</S02>
<S01>
<object><![CDATA[ ]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[ ]]></model>
<content><![CDATA[Μάρτυς Ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου, πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν, μνήμην σου μακάριε, πανηγυρίζουσιν.]]></content>
</S01>
<SD>
<object><![CDATA[ ]]></object>
<tone><![CDATA[Ἦχος δ']]></tone>
<model><![CDATA[Βυζαντίου]]></model>
<content><![CDATA[Πρὸ τοῦ τιμίου Σταυροῦ σου, φοβερὸς ὁ θάνατος τοῖς ἀνθρώποις, μετὰ τὸ ἔνδοξον πάθος, φοβερὸς ὁ ἄνθρωπος τῷ θανάτῳ, οὕτως ἐνίσχυσεν ὁ Ἀθλοφόρος, οὕτω κατήργησεν πᾶσαν τοῦ ἐχθροῦ τὴν δύναμιν· αὐτοῦ ταῖς πρεσβείαις Χριστέ, σῶσον τάς ψυχὰς ἡμῶν.]]></content>
</SD>
<ST>
<object><![CDATA[ ]]></object>
<tone><![CDATA[Ἦχος δ']]></tone>
<model><![CDATA[Ὡς γενναῖον ἐν Μάρτυσι]]></model>
<content><![CDATA[Χαίροις ἡλιομορφε, ἡλίου ἄδυτον ὄχημα, ἡ τὸν ἥλιον λάμψασα, τὸν ἀπερινόητον χαῖρε, νοῦς ἀστράπτων, θείαις φρυκτωρίαις, ἡ λαμπηδὼν τῆς ἀστραπῆς, ἡ διαυγάζουσα, γῆς τὰ πέρατα, ἡ ὄντως χρυσαυγίζουσα, ἡ παγκαλὴς καὶ πανάμωμος, ἡ τὸ φῶς τὸ ἀνέσπερον, τοῖς πιστοῖς ἐξαστράψασα.]]></content>
</ST>
<STX>
<object><![CDATA[Σταυροθεοτοκίον]]></object>
<tone><![CDATA[Ἦχος δ']]></tone>
<model><![CDATA[Ὡς γενναῖον ἐν Μάρτυσι]]></model>
<content><![CDATA[Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὡς Δεσπότην κλαίουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.]]></content>
</STX>
<APOL1>
<object><![CDATA[Ἀπολυτίκιον]]></object>
<tone><![CDATA[Ἦχος δ']]></tone>
<model><![CDATA[Ταχὺ προκατάλαβε]]></model>
<content><![CDATA[Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.]]></content>
</APOL1>
<O11>
<object><![CDATA[Κανών α', ᾨδὴ α', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[ᾎσμα ἀναπέμψωμεν]]></model>
<content><![CDATA[Τρίβον διοδεύσας ἀκλινῶς, τοῦ μαρτυρίου γέγονας, πεπλανημένοις ὁδός, πρὸς θείας καταπαύσεις, παμμάκαρ εἰσάγουσα· ὅθεν σε συνελθόντες, εὐφημοῦμεν Καλλίστρατε πίστει.

Ὥσπερ φαεινότατος ἀστήρ, ἑξανατείλας ηὔγασας, θεογνωσίας φωτί, Χριστοῦ τὴν Ἐκκλησίαν, τὸ σκότος δὲ ἤλασας, Μάρτυς τῆς ἀγνωσίας, καὶ τεμένη τῆς πλάνης καθεῖλες.

Πάντα πειρασμὸν καρτερικῶς, ὑπενέγκων Καλλίστρατε, διὰ τὴν πάντων ζωήν, θανεῖν οὐ παρῃτήσω· διὸ πρὸς ἀθάνατον, χαίρων λῆξιν μετέβης, καὶ Ἀγγέλων χοροῖς συναγάλλῃ.

Ἄνθραξ θείου Πνεύματος πυρί, ὁ ἱερὸς Γυμνάσιος, προσαναπτόμενος, ἐδείχθη καὶ τῆς πλάνης, τὴν ὕλην κατέφλεξε, θαύμασι δὲ δροσίζει, φλεγομένους καύσει παθημάτων.
Θεοτοκίον
Μόνη γυναικῶν κυοφορεῖς, ὑπερφυῶς Πανάμωμε, πεῖραν μὴ γνοῦσα ἀνδρός, τὸν ἕνα τῆς Τριάδος· διὸ σε δοξάζομεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα, ὑπὲρ πᾶσαν αἰτίαν καὶ λόγον.]]></content>
</O11>
<O13>
<object><![CDATA[Κανών α', ᾨδὴ γ', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Ὁ στερεώσας λόγῳ]]></model>
<content><![CDATA[Μὴ ἐπιθύσας ὅλως γλυπτοῖς θεοῖς, καθαρὰ θυσία προσηνέχθης Θεῷ, ὑπὲρ ἡμῶν τῷ τυθέντι, Μάρτυς ἀθλοφόρε Καλλίστρατε.

Ἐστολισμένος χλαῖναν ἐξ ἱερῶν, βεβαμμένην Μάρτυς ὄντως αἱμάτων σου, τῷ βασιλεῖ τῶν αἰώνων, μάκαρ στεφηφόρος παρίστασαι.

Γεγυμνωμένος ὤφθη ὁ δυσμενής, σοῦ τὴν θείαν δόξαν, καὶ τῶν σὺν σοι ἀθλητῶν, ἐνδυσαμένων ἐξ ὕψους, βλέπων ἀθλοφόρε Γυμνάσιε.
Θεοτοκίον
Ἱκετηρίαν ποίησον ἐκτενῆ, πρὸς τὸν σὸν Υἱὸν Παρθένε, τοῦ σῶσαι ἡμᾶς, προσδοκωμένων κινδύνων, καὶ αἰωνιζούσης κολάσεως.
Ὁ Εἱρμὸς
«Ὁ στερεώσας λόγῳ τοὺς οὐρανούς, καὶ τὴν γῆν ἑδράσας ἐπὶ ὑδάτων πολλῶν, στερέωσόν με πρὸς ὕμνον, καὶ δοξολογίαν σου Κύριε».]]></content>
</O13>
<O14>
<object><![CDATA[Κανών α', ᾨδὴ δ', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Εἰσακήκοα Κύριε]]></model>
<content><![CDATA[Στρατηγὸς ὥσπερ ἄριστος, Μάρτυς τῷ διώκτῃ παραταξάμενος, ἐσαγήνευσας πρὸς θείαν ζωήν, αἰχμαλώτους πάλαι οὓς ἐκέκτητο.

Τῇ πλημμύρᾳ τῶν λόγων σου, ἤρδευσας καρδίας καὶ καθωδήγησας, πρὸς τὸ ὕδωρ τὸ ἀείζωον, ἀθλητὰ Κυρίου ἀξιάγαστε.

Ὡς κριὸς σφαγιάζεται, ἔχων ὥσπερ ἄρνας προθυομένους αὐτοῦ, ὁ ἀοίδιμος Καλλίστρατος, τοὺς στερροὺς ὁπλίτας προθυμότατα.

Πιανθεὶς ὁ Γυμνάσιος, ἄμπελος καθάπερ Μάρτυς τῷ λόγῳ σου, μαρτυρίου βότρυν ἤνθησε, εὐσεβείας οἶνον ἀποστάζοντα.
Θεοτοκίον
Ῥυπωθεῖσαν τοῖς πάθεσι, Κόρη τὴν καρδίαν μου ἀποκάθαρον, καὶ δοχεῖον ἀποτέλεσον, κάθαρον ἐνθέων ἐπιλάμψεων.]]></content>
</O14>
<O15>
<object><![CDATA[Κανών α', ᾨδὴ ε', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Ὁ ἐκ νυκτὸς ἀγνοίας]]></model>
<content><![CDATA[Ὁλοκαρδίως Μάρτυς, ἐπιποθήσας Χριστὸν τὸν Θεὸν ἡμῶν, ἤθλησας καὶ τὸ κράτος, ὤλεσας ἐχθροῦ τὸ ἀνίσχυρον.

Στρατολογίας θείας, ἀναφανεὶς κορυφαῖος Καλλίστρατε, στρατιαῖς τῶν Ἀγγέλων, Μάρτυς ἠριθμήθης γηθόμενος.

Λελαμπρυσμένος δόξῃ, μαρτυρικῆς ἀγλαΐας Γυμνάσιε, χαίρων νῦν μετετέθης, πρὸς τάς τῶν Ἀγγέλων λαμπρότητας.
Θεοτοκίον
Ἀνατολὴ ἐδείχθης, δικαιοσύνης Ἡλίου Πανάμωμε, ὃν ἱκέτευε σῶσαι, τοὺς εἰλικρινῶς σε δοξάζοντας. ]]></content>
</O15>
<O16>
<object><![CDATA[Κανών α', ᾨδὴ ς', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Ἱλάσθητί μοι Σωτὴρ]]></model>
<content><![CDATA[Λεόντων μύλας σοφέ, τῶν ἀοράτων συνέθλασας, καὶ βρῶμα τοῦ δυσμενοῦς, τοὺς πάλαι ὑπάρχοντας, Θεοῦ τέκνα ἔδειξας, καὶ τρυφῆς ἀΰλου, κοινωνοὺς Μάρτυς Καλλίστρατε.

Ὡραίως περὶ Θεοῦ, τὸν θεῖον λόγον ποιούμενος, θεοῖς ἀψύχοις τοὺς πρίν, ἀθλίως προσέχοντας, ἐνθέους ἀπέδειξας, σὺν αὐτοῖς ἀθλήσας, περιβόητε Καλλίστρατε.

Κυρίῳ τοὺς ἑαυτῶν, αὐχένας κλίναντες Μάρτυρες, ἐδέξασθε τὴν σφαγήν, καὶ θύματα τέλεια, Θεῷ προσηνέχθητε, καὶ τὴν πρωτοτόκων, Ἐκκλησίαν ἐφαιδρύνατε.
Θεοτοκίον
Ἁγίασόν μου τὸν νοῦν, καὶ φώτισον τὴν καρδίαν μου, ἁγία Μήτηρ Θεοῦ, καὶ τῶν συνεχόντων με, δυσχερῶν ἀπάλλαξον, ἵνα σε δοξάζω, Θεοτόκε ἀειπάρθενε.
Ὁ Εἱρμὸς
«Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου».]]></content>
</O16>
<O17>
<object><![CDATA[Κανών α', ᾨδὴ ζ', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Οἱ ἐκ τῆς Ἰουδαίας]]></model>
<content><![CDATA[Λαμπρυνθεὶς ὡς χρυσίον, τῷ πυρὶ τῶν βασάνων, τῶν παθημάτων Χριστοῦ, ἐκσφράγισμα ἐδείχθης, καὶ νῦν ἐναπετέθης, θησαυροῖς θείοις Ἔνδοξε· ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.

Λιπανθεὶς τοῖς βασάνοις, ξίφος ὤφθης παμμάκαρ, οὐρανοχάλκευτον, συγκόπτων ἀοράτων, τάς φάλαγγας δαιμόνων, καὶ κραυγάζων Καλλίστρατε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἰσχυρὸς ἀπεφάνθης, κατὰ τῆς ἀσεβείας, Μάρτυς Καλλίστρατε, ἰσχύϊ τῆς Τριάδος, ἧς νῦν ταῖς λαμπηδόσιν, ἐκβοᾷς φωτιζόμενος· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Σταθηρᾷ διανοίᾳ, τὸν Χριστὸν ἀγαπήσας, Μάρτυς Γυμνάσιε, σὺν πᾶσιν ὁμοζήλοις, ἐτύθης ἀναμέλπων, εὐχαρίστως θεόπνευστε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Τὸν ἐκ σοῦ σαρκωθέντα, ὑπὲρ νοῦν τε καὶ λόγον Θεοχαρίτωτε, ἱκέτευε σωθῆναι, τοὺς πόθῳ σε τιμῶντας, καὶ συμφώνως κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.]]></content>
</O17>
<O18>
<object><![CDATA[Κανών α', ᾨδὴ η', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Οἱ θεορρήμονες Παῖδες]]></model>
<content><![CDATA[Ῥιζοτομήσας τῆς πλάνης τάς ἀκάνθας, τοῦ Παραδείσου ἐδείχθης, Μάρτυς φυτὸν ὡραιότατον, εὐσεβείας προσφέρον, καρποὺς θείᾳ χάριτι.

Ἀποσκοπῶν τάς ἐλπίδας τάς μελλούσας, ἐν πεποιθήσει τελείᾳ, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, καὶ νικήσας νομίμως, ἐστέφθης Καλλίστρατε.

Τὸν σὸν ναὸν ἰατρεῖον κεκτημένοι, οἱ εὐσεβῶς προσιόντες, τῶν δυσχερῶν ἀπολύονται, εὐφημοῦντες σε πίστει, Γυμνάσιε ἔνδοξε.
Θεοτοκίον
Ὡς ἀνωτέρα ἁπάντων τῶν ποιημάτων, Θεοχαρίτωτε Κόρη, τὸν λογισμόν μου ἀνώτερον, τῶν τοῦ πλάνου σκανδάλων, Πανάμωμε ποίησον.
Ὁ Εἱρμὸς
Οἱ θεορρήμονες Παῖδες ἐν τῇ καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην, καταπατοῦντες ὑπέψαλλον· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον».]]></content>
</O18>
<O19>
<object><![CDATA[Κανών α', ᾨδὴ θ', τοῦ ἁγίου Μάρτυρος]]></object>
<tone><![CDATA[Ἦχος πλ. δ']]></tone>
<model><![CDATA[Ἔφριξε πᾶσα]]></model>
<content><![CDATA[Ἴασιν πᾶσιν ἡ σορός, τῶν λειψάνων σου πηγάζει τοῖς χρῄζουσι, Μάρτυς Καλλίστρατε, καὶ πάθη παύει ὄντως δυσίατα, καὶ ἀπελαύνει πονηρῶν, πνευμάτων σκοτόμαιναν, τοῦ θείου Πνεύματος, ἐνεργείᾳ καὶ δυνάμει καὶ χάριτι.

Ὤφθητε Μάρτυρες Χριστοῦ, ὡς θεόπλοκος σειρὰ ἐξαρτώμενοι, ἀλλήλων χάριτι, καὶ πρὸς τὸ ὕψος ἐπανατρέχοντες, καὶ ἁγιάζοντες τὴν γῆν, τῷ λύθρῳ τοῦ αἵματος· διὸ τὴν μνήμην ὑμῶν, ἑορτάζομεν πιστῶς εὐφραινόμενοι.

Στέφανον εἴληφας σαφῶς, ἀμαράντινον καὶ δόξαν οὐράνιον, καὶ ἀγαλλίασιν, καὶ εὐφροσύνην πέρας οὐκ ἔχουσαν, καὶ βασιλείαν οὐρανῶν θέοφρον Καλλίστρατε, σὺν τοῖς συνάθλοις σου, μεθ' ὧν μέμνησο ἡμῶν πρὸς τὸν Κύριον.

Ἡ θεία μνήμη τοῦ σοφοῦ, Καλλιστράτου Γυμνασίου τε σήμερον, καὶ τῶν συνάθλων αὐτῶν, ἡλίου πλέον ἑξανατείλασα, φωτιστικαῖς μαρμαρυγαῖς, φωτίζει τὰ πέρατα, ὧν ταῖς πρεσβείαις Χριστέ, κατακρίσεως ἡμᾶς ἐλευθέρωσον.
Θεοτοκίον
Φωνήν σοι τὴν τοῦ Γαβριήλ, γεγηθότι λογισμῷ ἀνακράζομεν· Χαῖρε χαρὰ τῶν πιστῶν, χαῖρε λυχνία χρυσῆ καὶ τράπεζα, ὅρος καὶ πύλη νοητή, χαῖρε θεῖον ὄχημα τοῦ Βασιλέως Χριστοῦ, χαῖρε λύσις τῆς ἀρᾶς παντευλόγητε.
Ὁ Εἱρμὸς
«Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθεν μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν».]]></content>
</O19>
<Kont1>
<object><![CDATA[Κοντάκιον]]></object>
<tone><![CDATA[Ἦχος δ']]></tone>
<model><![CDATA[Ἐπεφάνης σήμερον]]></model>
<content><![CDATA[Ὥσπερ ἄστρον μέγιστον, ἔλαμψας κόσμῳ, τάς ἀκτῖνας ἅπασι, τῶν σῶν ἀγώνων ἐφαπλῶν, καὶ τῶν θαυμάτων τοῖς κράζουσι· Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.]]></content>
</Kont1>
<SHmid>
<object><![CDATA[Κάθισμα]]></object>
<tone><![CDATA[Ἦχος πλ. α']]></tone>
<model><![CDATA[Τὸν συνάναρχον Λόγον]]></model>
<content><![CDATA[Καλλιστράτου τοὺς ἄθλους ἀνευφημήσωμεν, Γυμνασίου τοὺς πόνους ὑμνολογήσωμεν, καὶ σὺν αὐτοῖς τοὺς καρτερῶς πόθῳ ἀθλήσαντας, μακαρίσωμεν πιστοί, καὶ ἐκβοήσωμεν αὐτοῖς· Ὁπλῖται τῆς εὐσεβείας, αἰτήσασθε δωρηθῆναι, ἡμῖν εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ λιμένα καὶ τεῖχος καὶ καταφύγιον, καὶ ἐλπίδα καὶ σκέπην καὶ προστασίαν θερμήν, εὑρηκότες οἱ πιστοί, πρὸς σὲ προστρέχομεν, καὶ ἐκβοῶντες ἐκτενῶς, ἀνακράζομεν πιστῶς· Ἐλέησον Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ τῶν πταισμάτων ἀπάλλαξον.
Ἢ Σταυροθεοτοκίον
Ἐν Σταυρῷ σε ὁρῶσα, Χριστὲ ἡ Μήτηρ σου, ἑκουσίως ἐν μέσῳ ληστῶν κρεμάμενον, κοπτομένη μητρικῶς τὰ σπλάγχνα ἔλεγεν· ἀναμάρτητε Υἱέ, πῶς ἀδίκως ἐν Σταυρῷ, ὥσπερ κακοῦργος ἐπάγης; τὸ γένος τὸ τῶν ἀνθρώπων, ζωῶσαι θέλων ὡς ὑπεράγαθος.]]></content>
</SHmid>
<EX1>
<object><![CDATA[Ἐξαποστειλάριον]]></object>
<tone><![CDATA[Ἦχος β']]></tone>
<model><![CDATA[Τοῖς Μαθηταῖς]]></model>
<content><![CDATA[Κραταιωθέντες Πνεύματι, τῷ Ἁγίῳ καθεῖλον, οἱ ἀθλοφόροι Μάρτυρες, τῶν τυράννων τὰ θράση, διὰ Χριστὸν ὑποστάντες, πᾶσαν πεῖραν βασάνων, ὁ πάνσοφος Καλλίστρατος, καὶ Γυμνάσιος ὄντως, ὁ θαυμαστός, μετὰ τῶν συνάθλων, ὧν τὴν φωσφόρον, μνήμην τελοῦντες εὕροιμεν, ψυχικὴν σωτηρίαν.]]></content>
</EX1>
<EXT>
<object><![CDATA[Θεοτοκίον]]></object>
<tone><![CDATA[Ἦχος β']]></tone>
<model><![CDATA[Τοῖς Μαθηταῖς]]></model>
<content><![CDATA[Θεοπαρόχων μέγεθος, δωρεῶν καὶ χαρίτων, ὧν περ ἡμᾶς ἠξίωσας, Δέσποτα πανοικτίρμον, τὶς λόγος δύναται φράσαι; ῥεύσαντας γὰρ ἀθλίως, ζωῆς Χριστὲ τῆς κρείττονος, ἐπανήγαγες αὖθις, οὐσιωθείς, ὅλον με τὸν ἄνθρωπον ἐκ Παρθένου, καὶ σώσας ὡς φιλάνθρωπος, καὶ Θεὸς ἐλεήμων.]]></content>
</EXT>
<Oik1>
<object><![CDATA[Ὁ Οἶκος]]></object>
<content><![CDATA[Τὸν τοῦ Κυρίου ἀθλητήν, καὶ μέγαν στρατιώτην, καὶ φίλον τῆς Τριάδος, καὶ μύστην τῶν ἀρρήτων, καὶ μιμητὴν τοῦ Ἰησοῦ, ᾄσμασιν ἐν πίστει συνελθόντες οἱ πιστοὶ χαρμονικῶς ὑμνήσωμεν, γεραίροντες αὐτοῦ τὰ παλαίσματα καὶ τάς ἀριστείας, τοὺς πόνους, οὓς ὑπέστη διὰ Χριστὸν τὸν παμβασιλέα, αἰτούμενοι τυχεῖν αὐτοῦ ταῖς πρεσβείαις, τῆς ἀμείνονος ζωῆς τοῦ Παραδείσου, ἔνθα οἱ χοροὶ εὐφραίνονται τῶν κραζόντων· Χαίροις Μαρτύρων, τὸ κλέος Καλλίστρατε.]]></content>
</Oik1>
<Synax>
<object><![CDATA[Σ Υ Ν Α Ξ Α Ρ Ι Ο Ν]]></object>
<content><![CDATA[Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων.
Στίχοι
Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει,
Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων.
Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας
Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι,
Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν.
Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως.
Στίχοι
Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος,
Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς.
Στίχοι
Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου,
Ὡς ἂν φλογίνης ῥομφαίας νῶτα φύγῃς.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δεκαπέντε Μαρτύρων, οἵτινες ἐν πλοίῳ ἐμβληθέντες τοῦ πλοίου πυρποληθέντος, ἐν τῇ θαλάσσῃ ἀπεπνίγησαν.
Στίχοι
Ὁ τριπλοπεντάριθμος ἀθλητῶν στόλος,
Καὶ πυθμένος κατῆρε μέχρι ποντίου.

Ἡ ἁγία Μάρτυς Ἀκυλῖνα, ῥάβδοις συνθλασθεῖσα τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.]]></content>
</Synax>
<Mintro>
<content><![CDATA[Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ.]]></content>
</Mintro>
﻿</Sep27>